Maximus

Dissertations, 20

20.1Σμερδίης, Θρᾷξ ὑπὸ Ἑλλήνων, κάλλους μειράκιον βασιλικόν, ὀφθῆναι γαῦρον, ἐκομίσθη δῶρον τυράννῳ Ἴωνι, Πολυκράτει τῷ Σαμίῳ. δὲ ἥσθη τῷ δώρῳ, καὶ ἐρᾷ Πολυκράτης Σμερδίου, καὶ αὐτῷ συνερᾷ Τήϊος ποιητὴς Ἀνακρέων. καὶ Σμερδίης παρὰ μὲν Πολυκράτους ἔλαβεν χρυσὸν καὶ ἄργυρον καὶ ὅσα εἰκὸς ἦν μειράκιον καλὸν παρὰ τυράννου ἐρῶντος · παρὰ δὲ Ἀνακρέοντος ᾠδὰς καὶ ἐπαίνους καὶ ὅσα εἰκὸς ἦν παρὰ ποιητοῦ ἐραστοῦ. εἰ δή τις παραβάλλοι ἔρωτα ἔρωτι, τυραννικὸν ποιητικῷ, ποτέρῳ ἂν αὐτοῖν φανείη ἐνθεώτερος, καὶ οὐράνιος, καὶ ἄξιος Ἀφροδίτης ἐπονομάζεσθαι, καὶ ἔργον εἶναι ὅσου; ἐγὼ μὲν οἶμαι κρατεῖν ἂν τὸν Μούσαις καὶ Χάρισιν ἀνακεκραμένον μᾶλλον, τὸν ἀνάγκῃ καὶ δέει · μὲν γὰρ αἰχμαλώτῳ ἔοικεν, μισθοφόρῳ οὐ πάνυ τι εὐτυχεῖ, δὲ ἐλευθέρῳ καὶ Ἕλληνι. διόπερ μοι δοκεῖ οὐ δὲ ἐν τοῖς βαρβάροις πάνυ τι ἐπιχωριάσαι τὰ τοῦ ἔρωτος. ὅπου γὰρ τὸ μὲν πλῆθος δουλεύει, τὸ δὲ ἄρχον δεσπόζει, τὸ διὰ μέσου ἐνθένδε ἐξῄρηται, τὸ ἰσήγορόντε καὶ ἰσότιμον καὶ ξύννομον.
20.2 δὲ ἔρως οὐδενὶ οὕτως πολεμεῖ ὡς ἀνάγκῃ καὶ δέει · καὶ ἐστὶν χρῆμα γαῦρον, καὶ δεινῶς ἐλεύθερον, καὶ τῆς Σπάρτης αὐτῆς ἐλευθερώτερον. μόνον γάρ τοι τῶν ἐν ἀνθρώποις ἔρως, ἐπειδάν τῳ καθαρῶς ξυγγένηται, οὐ πλοῦτον τέθηπεν, οὐ τύραννον δέδιεν, οὐ βασίλεια ἐκπλήττεται, οὐ δικαστήριον φυλάττεται, οὐ φεύγει θάνατον · οὐ θηρίον αὐτῷ δεινόν, οὐ πῦρ, οὐ κρημνός, οὐ θάλαττα, οὐ ξίφος, οὐ βρόχος, ἀλλὰ καὶ τὰ ἄπορα αὐτῷ εὐπορώτατα, καὶ τὰ δεινὰ εὐμαχώτατα, καὶ τὰ φοβερὰ εὐπετέστατα, καὶ τὰ χαλεπὰ εὐκολώτατα. ποταμοὶ πάντες περάσιμοι, χειμῶνες πλοϊμώτατοι, ὄρη εὐδρομώτατα · πανταχοῦ θαρσεῖ, πάντων ὑπερορᾷ, πάντων κρατεῖ. πολλοῦ γε ἄξιον τὸ ἐρᾶν, τοιοῦτον ὄν. ἐγὼ μὲν οἶμαι καὶ εὔξασθαί τινα νοῦν ἔχοντα, μηδαμοῦ ἀπαλλαγῆναι αὐτοῦ, εἰ μέλλοι ὁμοῦ ἐρῶν ἐλεύθερόςτ’εἶναι καὶ ἀδεὴς καὶ ἄπταιστος.
20.3δέδια δὲ μὴ οὐ τοιοῦτον πᾶσιν ἑξῆς, ἀλλά τις ὁμοιότης ἐπιτηδεύματος αἰσχροῦ ὑποδῦσα ἔργον καλόν, τῇ πρὸς αὐτὸ εἰκασίᾳ καλλωπιζομένη τυγχάνει μὲν τῆς φαντασίας ὁμοίας, τοῦ δὲ τέλους ἀστοχεῖ. μιμεῖταί που καὶ φαρμακοπώλης ἰατρόν, καὶ συκοφάντης ῥήτορα, καὶ σοφιστὴς φιλόσοφον. καὶ πανταχοῦ εὕροις ἂν ξυμφυὲς ἀγαθῷ κακόν, πολλῷ τῷ ὁμοίῳ ἀνακεκραμένον, προαιρέσει χωριζόμενον, ὡς ῥήτωρ τοῦ συκοφάντου · τέλει, ὡς ἰατρὸς τοῦ φαρμακέως · ἀρετῇ, ὡς φιλόσοφος τοῦ σοφιστοῦ · προαίρεσις δὲ καὶ ἀρετὴ καὶ τέλος ὀλίγοις γνώριμα. ὅταν οὖν ἐν ἐπιτηδεύμασιν διπλοῖς καὶ ἀμφιβόλοις, τὰ μὲν ὅμοια ἂν ἀπῇ, ἀνάγκη κατὰ τὸ ἀγνοούμενον οὐ δυναμένοις χωρίζειν τὰς τέχνας κατὰ τὸ εἰκαζόμενον αὐτὰς συνάπτειν · μήποτ’οὖν καὶ περὶ ἔρωτος ταύτῃ κριτέον, καὶ ἡγητέον αὐτὸν εἶναι ὄνομα κοινὸν ἐν μεταιχμίῳ ἀρετῆς καὶ κακίας τεταγμένον, ὑπ’ἀμφοῖν δημαγωγούμενον, σχηματιζόμενον δὲ πρὸς ἑκατέραν, ὁποτέρᾳ ξυγγένοιτο, τῷ τῆς ἐπαγομένης πάθει προσονομάζεσθαι.
20.4καὶ μὴν τῆς ψυχῆς δίχα νενεμημένης, ὡς Πλάτωνος φησὶν λόγος, ἧς τῷ μὲν τῶν μερῶν ὄνομα λόγος, τῷ δὲ πάθος, ἀνάγκη τὸν ἔρωτα, εἰ μὲν κακία εἴη, πάθος τι εἶναι ἔρημον λόγου · εἰ δέ τι τῶν καλῶν, δυοῖν θἄτερον, κατὰ τὸν λόγον τετάχθαι πάθους ἀπηλλαγμένον, κατὰ τὸ πάθος λόγῳ συμπεπλεγμένον. καὶ εἰ μὲν ἔρως φιλίας ἐστὶν ὁρμή, καὶ ὄρεξις τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον ἄττοντος φύσει, καὶ ἀνακραθῆναι αὐτῷ ὀρεγομένου (πάθος ἂν εἴη τοῦτο, οὐ λόγος), δεῖ προστεθῆναι τῷ πάθει τούτῳ ἐπιστάτην λόγον, ἵνα ἀρετὴ γένηται, καὶ μὴ νόσος. καθάπερ γὰρ ἐπὶ τῆς τῶν σωμάτων κράσεως καὶ ὑγεία πάθος τί ἐστιν ὑγρῶν καὶ ξηρῶν καὶ ψυχρῶν καὶ θερμῶν δυνάμεων, ὑπὸ τέχνης συγκραθεισῶν καλῶς, ὑπὸ φύσεως ἁρμοσθεισῶν τεχνικῶς · ἂν δὲ ἀφέλῃς τῆς φύσεως τῆς τέχνης, τὸ μὲν πάθος συνετάραξας, τὴν δὲ ὑγείαν ἐξήλασας · οὕτως ἀμέλει καὶ ἐπὶ τοῦ ἔρωτος τὸ πάθος μὲν ὁμοίως ἐστίν, κἂν ἔχῃ λόγον · ἐὰν δὲ ἀφέλῃς τὸν λόγον, ἐπετάραξας αὐτοῦ τὴν συμμετρίαν, καὶ νόσον ἐποίησας τὸ πᾶν.
20.5ἔστω δὴ ἔρως ὄρεξίς τις ψυχῆς, ἀλλὰ τῇ ὀρέξει ταύτῃ χαλινοῦ δεῖ, καθάπερ ἵππου θυμῷ · ἐὰν δὲ ἐπιτρέψῃς τῇ ψυχῇ φέρεσθαι, αὐτὸ ἐκεῖνο, κατὰ τὴν Ὁμηρικὴν εἰκόνα, ἵππον ἀνῆκας ἀδηφάγον διὰ πεδίου κροαίνειν καὶ ὑβρίζειν, οὐκ ἐπὶ λουτρὰ νόμιμα, οὐ δὲ ἐπὶ δρόμους τεχνικοὺς θέοντα, ἀχάλινον, ἀδέσποτον. ἀλλὰ αἰσχρὸν μὲν θέαμα ἵππος ἄφετος, αἰσχρὸν δὲ ἄκουσμα ὑβριστὴς ἔρως. οὗτός ἐστιν ἔρως τοὺς κρημνοὺς πηδῶν, οὗτος ποταμοὺς περῶν, ξίφος λαμβάνων, ἅπτων βρόχον, μητρυιᾷ ἐπιτιθέμενος, προγόνοις ἐπιβουλεύων, παράνομος, ἔμπληκτος, χλωρός · οὗτος ἐν σκηναῖς τραγῳδούμενος, ἐν μύθοις μισούμενος, μεστὸς ἐρινυῶν, μεστὸς δακρύων, οἴμοι βοῶν καὶ στένων, ὀλίγα μὲν εὐτυχῶν, ἐπαιρόμενος δὲ παρὰ τὴν ἀξίαν, καὶ τρεπόμενος παντοδαπὰς τροπὰς καὶ αἰφνιδίους · ἐπὶ σαρκῶν ἡδονὰς συντεταγμένος, καὶ φλεγμαίνων σῶμα σώματι ἀναμιγνύει, καὶ προσφυόμενος οὔτέ τινα εὐσχήμονα οὔτε νόμιμον οὔτε ἐρωτικὴν τῷ ὄντι ξυνυφήν. ἐπισπᾶται δὲ αὐτὸν κάλλους φήμη οἰστρούμενον, ὑπὸ δὲ τῆς ἀγνοίας πλανώμενον.
20.6 δὲ τούτῳ ἐναντίος, μόνῳ τῷ τίκτοντι εἰς γένεσιν τοῦ ὁμοίου ἀπὸ ὀρέξεως ἐμφύτου μετὰ δικαιοσύνης ξυνών, καὶ διορίζων τὸ θῆλυ · οὗτος θεῶν Γαμηλίωντε καὶ Ὁμογνίων καὶ Γενεθλίων θεσμός, ἐπὶ πάσῃ ζῴων φύσει τεταγμένος · τῶν μὲν αὐτομάτων εἰς τὴν κοινωνίαν ὑπὸ οἰκείου ἔρωτος ἐν ὥρᾳ τοῦ γεννᾶν ἰόντων · τῶν δὲ καὶ διὰ τέχνης ἐπιστάτου ποιμενικῆςτε καὶ αἰπολικῆς καὶ βουφορβοῦ καὶ ἱπποκόμου, ζευγνύντων ἑκάστων κατὰ φύσιν τὰ αὑτῶν θρέμματα, καὶ διακρινόντων αὖθις δέει ὕβρεως · χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, χωρὶς δ’αὖθ’ἕρσαι · δὲ τῶν ἀνθρώπων ἀγελαιοτρόφος ἐπιστάτις, βασιλικὴ καὶ ποιμενικὴ τέχνη, οὐδεμίαν ἐξεύροι ἂν ἄλλην ὕβρεως ἀγωγὸν μηχανήν, πρὶν ἄν τις ἑκὼν εἴξας τῷ λόγῳ καὶ τὴν ψυχὴν παραδῷ ποιμαίνειν αἰδοῖ καὶ σωφροσύνῃ. ὥσπερ γὰρ ἄλλο ἄλλῳ ζῴῳ ἀλέξημα ἥκει παρὰ τῆς φύσεως εἰς τὸν αὑτοῦ βίον, ὑφ’οὗ σώζεται, λέουσιν ἀλκή, ἐλάφοις δρόμοι, θῆραι κυσίν, καὶ τῷ μὲν διερῷ γένει αἱ νήξεις, τῷ δὲ μεταρσίῳ αἱ πτήσεις, τῷ δὲ εἰλυσπωμένῳ οἱ φωλεοί, ὡς δὲ καὶ τοῖς ἀνθρώποις, τὰ ἄλλα ἐλαττουμένοις τῶν ἁπάντων (καὶ γὰρ ἀλκὴν ἀσθενέστατοι, καὶ θεῖν βράδιστοι, καὶ ἀνίπτασθαι ἀδύνατοι, καὶ νήχειν ἀσθενεῖς, καὶ φωλεύειν ἀμήχανοι), λόγον δὲ αὐτοῖς θεὸς ἔδωκεν πρὸς τὰς ἁπάντων εὐπορίας ἀντίρροπον, ὑποβάλλων αὐτῷ τὴν ἐρωτικὴν ὄρεξιν, ὡς χαλινῷ ἵππον, ὡς τοξότῃ τόξον, ὡς οἴακι ναῦν, καὶ τεχνίτῃ ὄργανον. τε οὖν λόγος αὐτὸς αὑτοῦ ἀμβλύτατος, ἀνέραστος ὤν · τε ἔρως αὐτὸς αὑτοῦ ἐμπληκτότατος, ἀπειθέστατος ὢν τῷ λόγῳ. ἔστιν δὲ πειθὼ συζυγία ἔρωτος καὶ λόγου πρὸς τὸ καλὸν ὁρμωμένων, καὶ λαμπρυνομένων ἐπ’αὐτὸν πολλῷ δρόμῳ. δὲ οἰόμενος ἐν τῇ σαρκῶν φύσει κατορωρύχθαι τὸ καλόν, ἡδονὴν κάλλους ἀλλάττεται, καὶ ἐξαπατᾶται ὑπ’αὐτῆς · πιθανὸν γὰρ κακὸν ἡδονή, καὶ κολακείας ἀνάπλεων ·
20.7τοῦτο καὶ μειράκιον Τρωϊκὸν βουκολοῦν τέως καὶ περὶ τὴν Ἴδην πλανώμενον, οὐκ ἀνασχόμενον τὰς οἴκοι ἡδονάς, ἐπὶ θάλατταν ἐκ τῶν ὀρῶν καταβιβασάμενον, εἰς ναῦν ἐνθέμενον, ἐπὶ Πελοποννήσου ἐπεραίωσεν, λῃστὴν ἐραστήν. οὐ γὰρ ἦν περὶ τὴν Ἀσίαν σῶμα ἄλλο καλόν, οὐ Τρωϊκόν, οὐ Δαρδανικόν, οὐχ Ἑλλησπόντιον, οὐ Λύδιον, ὁμόφωνον τῷ ἐραστῇ, ἐν τοῖς αὐτοῖς ἤθεσίντε καὶ νομίμοις τεθραμμένον · ἀλλ’ἐπὶ τὴν Σπάρτην καὶ τὸν Εὐρώταν ἔρχεται κωμαστὴς διαπόντιος, ἐξ ὀνείρων ἐραστής, καὶ ἀδικεῖ τὸν ὑποδεξάμενον, καὶ ἀνθίστησιν, καὶ διαλύει γάμον Ἑλληνικόν. λίχνου ἔρωτος, καὶ ἀδίκων ἐνυπνίων, καὶ ὀφθαλμῶν πονηρῶν, καὶ ἡδονῆς ἡγεμόνος πολλῶν κακῶν. οὕτω καὶ Ξέρξην τὸν μέγαν ἐκεῖνον, τὸν ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς τοῖς Ἕλλησι παραταξάμενον, τοσούτων σωμάτων θεατὴν καὶ δεσπότην γενόμενον, οὐκ ἐπηγάγετο εἰς ἔρωτα οὐκ Ἰνδικὴ κόρη ὑψηλή, οὐ δὲ Μηδικὴ τιαραφόρος, οὐ δὲ Μαρδονικὴ μιτρηφόρος, οὐ δὲ Καρικὴ ὡπλισμένη, οὐ δὲ Λυδία ᾄδουσα, οὐκ Ἰωνική, οὐχ Ἑλλησποντία · ἀλλ’ἐπὶ Ἄμηστριν ἧξεν τὴν τοῦ παιδὸς γαμετήν. κακίστου ἔρωτος, ὃς παραλιπὼν τὰ ἐδώδιμα, ἐπὶ τὰ πικρὰ ἦλθεν καὶ ἄβρωτα, ὑπ’ἀκολάστου ἐξουσίας εἰς τὴν τοῦ φιλεῖν δύναμιν ὑβριζούσης. ὅταν γὰρ ψυχῆς ἀφέλῃς μὲν τὸ εἰδέναι, παράσχῃς δὲ τὸ δύνασθαι, δίδως τοῖς ἁμαρτήμασιν ἐπιρροὴν καὶ ἐξουσίαν καὶ δρόμον. ἄφελε Ἀλεξάνδρου μὲν τὴν Πριάμου δύναμιν, καὶ τὸ ἐκεῖ θάρσος, καὶ μένει βουκολῶν καὶ τὴν Ἑλένην οὐκ ὀνειρώττει · ἄφελε Ξέρξου τὴν ἐξουσίαν, καὶ Ἄμηστρις, οὐκ αἰσχρὰ ἔστι καὶ ἐν ἰδιώταις;
20.8τυραννὶς ἀκόλαστος, ὅταν ἀπῇ μὲν λόγος, οἱ δὲ ὀφθαλμοὶ λιχνεύουσιν · ὧν ἐὰν ἀφέλῃς τὴν ἐξουσίαν, οὔτε Κριτόβουλος Εὐθυδήμῳ προσκνήσασθαι ἐρᾷ, οὔτε Αὐτολύκῳ Καλλίας, οὔτε Ἀγάθωνι Παυσανίας, οὔτε ἄλλος ἄλλῳ. διὰ τοῦτο ἐγὼ ἐπαινῶ τὸν Κρητῶν νόμον, καὶ τὸν Ἠλείων μέμφομαι · τὸν μὲν Κρητικὸν ἐπαινῶ τῆς ἀνάγκης, τὸν δὲ Ἠλείων μέμφομαι τῆς ἐξουσίας. Κρητικῷ μειρακίῳ αἰσχρὸν ἐραστὸν εἶναι, Κρητικῷ νεανίσκῳ αἰσχρὸν προσάψασθαι παιδικῶν. νόμου κεκραμένου καλῶς σωφροσύνῃ καὶ ἔρωτι. τὰ δὲ Ἠλείων οὐ λέγω, τὰ δὲ Λακεδαιμονίων λέγω · ἐρᾷ Σπαρτιάτης ἀνὴρ μειρακίου Λακωνικοῦ, ἀλλ’ἐρᾷ μόνον ὡς ἀγάλματος καλοῦ · καὶ ἑνὸς πολλοί, καὶ εἷς πολλῶν. μὲν γὰρ ἐξ ὕβρεως ἡδονὴ ἀκοινώνητος πρὸς ἀλλήλους · δὲ ἐξ ὀφθαλμῶν ἔρως κοινωνικὸς μόνον, καὶ ἐπὶ πάσας ἐξικνούμενος φύσεις ἐρωτικάς. τὶ γὰρ ἂν εἴη ὡραιότερον τοῦ ἡλίου, καὶ ἐρασταῖς πολυδερκέστερον; ἀλλ’ὅμως ἐρῶσιν ἡλίου οἱ πάντων ὀφθαλμοί.
20.9ἐν Λοκροῖς τοῖς Ἰταλιώταις ἔφηβος ἦν καλός, καὶ νόμος καλός, καὶ ἐρασταὶ πονηροί · ἐρᾶν μὲν ἠναγκάζοντο ὑπὸ τοῦ κάλλους, εἴργοντο δὲ ὑπὸ τοῦ νόμου κακῶς ἐρᾶν · οἰστρούμενοι δὲ ὑπὸ τοῦ πάθους πρὸς τὴν ὕβριν, τὸν μὲν ἔφηβον οὐκ ἔπεισαν (νόμιμος γὰρ ἦν), ἧξαν δὲ οἱ δυστυχεῖς ἐπὶ βρόχον πάντες ἑξῆς. ἄξιοι μὲν θανάτου · τί γὰρ δεῖ ζῆν ἄνδρα μη δὲ ὀφθαλμῶν ἀνεχόμενον; ἄγαλμα μέν τις ἰδὼν καὶ ἐπαινέσας τὸ κάλλος, οὐκ ἐδεήθη βρόχου · ἀλλὰ κἂν ἵππον ἴδῃ ἱππικὸς ἀνὴρ καὶ τοῦ κάλλους ἐπαινέσῃ, καὶ κτήσασθαι μὴ δυνηθῇ, οὐ δεῖται βρόχου · ἐξαρκεῖ δὲ καὶ τῷ γεωργῷ καὶ ἐν γειτόνων, εἰ δὴ φυτὸν καλόν, ὄψις αὐτή · ἐξαρκεῖ καὶ τῷ θηρευτῇ, κἂν παρ’ἄλλῳ ἴδῃ σκύλακα ὡραῖον, ὄψις αὐτή · καὶ οὐδεὶς τούτων θανατᾷ δι’ἀπορίαν τῶν κτημάτων. ἐρῶσιν καὶ οἱ φιλοχρήματοι χρυσοῦ μᾶλλον, οἱ ἐρασταὶ σωμάτων, καὶ συγκατορύττεσθαι ἐθέλουσιν τῷ χρυσῷ μᾶλλον, τοῖς σώμασιν οἱ ἐρασταί · ἀλλ’οὐδεὶς θανατᾷ τούτων, ἐὰν μὴ τύχῃ χρυσοῦ. οὐ δὲ γὰρ Πέρσης βασιλεὺς ἧψεν βρόχον ἀτυχήσας χρυσίου, πάντων χρηματιστῶν ἀκορεστότατος καὶ ἐπιμανέστατος, ὃς ἄρχων αὐτῆς γῆς, καὶ ἐν τοσαύταις ἡδοναῖς φυρόμενος, ὅσαι πληροῦσιν βασιλέως ἀκολάστου ὀρέξεις, ἐπεβούλευσεν νεκροῦ τάφῳ. φήμη δὲ αὐτὸν ἐπεσπάσατο χρυσοῦ κατορωρυγμένου σὺν τῷ νεκρῷ, καὶ ἐτυμβωρύχει μέγας βασιλεὺς τὴν τιάραν ἔχων, καὶ τὸν μὲν χρυσὸν οὐχ εὗρεν, ἐπίγραμμα δὲ ἔνδοθεν ἐπὶ τῷ τάφῳ, νεκρὸς λέγει · πάντων ἀνθρώπων ἀπληστότατε · ὃς ἔτλης ἐν νεκροῦ νεκροῦ θίγειν δι’ἔρωτα χρυσοῦ. τοῦτο εἴποι ἂν καὶ Ἕλλην λόγος πρὸς Ἕλληνα ἄνδρα ἐπὶ ὕβριν σαρκῶν ὑπὸ ἀκορέστου ἐπιθυμίας ὁρμηθέντα, ὅταν αὐτὸν ἐπισπάσηται φήμη κάλλους κατορωρυγμένου ἐν σώματι. πάντων ἀνθρώπων ἀνοητότατε, νεκρὸν ἀνορύττεις · οὐ γὰρ ἂν ἔτλης θίγειν σαρκὸς ἄρρενος, κἀθίκτου χρήματος σαρκὶ ἄρρενι · ἄδικος μῖξις · ἄγονος συνουσία · ἐπὶ πετρῶν σπείρεις, ψάμμους ἀροῖς. μετένεγκε τὰς εὐφροσύνας ἐπὶ τὴν φύσιν, τρέψον ἐπὶ τὴν γεωργίαν τοὺς ὀφθαλμούς, ἐγκάρποις ἥσθητι ἡδοναῖς, ὥς κε μὴ ἄσπερμος γενεὴ μετόπισθεν ὄληται.