7.1ᾄδεταί τι ἐξ ἀρχαίου ᾆσμα ἐν εὐχῆς μέρει, “ὑγεία πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς”. ἐρωτῶ δὴ τὸν ποιητὴν τοῦ ᾄσματος, τίνα καὶ οὖσαν τὴν ὑγείαν ταύτην ξύνοικον αὐτῷ ἐλθεῖν παρακαλεῖ κατὰ τὴν εὐχήν. ἐγὼ μὲν γὰρ ὑποπτεύω δαιμόνιόν τι εἶναι χρῆμα καὶ εὐχῆς ἄξιον · οὐ γὰρ ἂν εἰκῇ οὐ δὲ ἐκ τοῦ προστυχόντος κατηξιώθη ᾠδῆς, καὶ ἔμεινεν ᾀδόμενον. εἰ δὲ καὶ τοιοῦτόν ἐστιν, ὁποῖον αὐτὸ ὑποπτεύω εἶναι, ἀποκρινάσθω ἡμῖν ὑπὲρ τοῦ ποιητοῦ ὁ λόγος αὐτός · δύο γὰρ ὄντοιν ἐν τῇ τοῦ ἀνθρώπου ἁρμονίᾳ, ψυχῆς καὶ σώματος, εἰ μὲν οὐ πέφυκεν ψυχὴ νοσεῖν, ἦν ἂν δήπου τὸ ᾆσμα τοῦτο εὐχὴ σώματος, τοῦ καὶ πεφυκότος νοσεῖν καὶ ὑγείαν στέργοντος · εἰ δὲ ἀμφοῖν ὁμοίως συγκεκραμένων μὲν πρὸς τὸ κάλλιστον ὑπὸ τῆς φύσεως, ταραττομένων δὲ ὑπὸ τῆς παροινίας τῶν μερῶν, ἐπειδὰν πλεονεκτήσῃ τὶ ἐν αὐτοῖς, ὡς ἐν πόλει δῆμος ἢ τύραννος, κωλύει τὰ ἄλλα καὶ λυμαίνεται αὐτῶν τῇ συμμετρίᾳ, καλοῦμεν δὲ ἑκατέραν τὴν πλεονεξίαν, τὴν μὲν ψυχῆς, τὴν δὲ σώματος, καὶ πρὸς μὲν αὐτὸ ἑκάτερον ὁμοίως ὑγείας ἐνδεές, πρὸς δὲ τὸ πλησίον οὐ κατ’ἰσηγορίαν τάττεται · τὴν ποτέρου αὐτοῖν συμμετρίαν καὶ σωτηρίαν, πρεσβίσταν μακάρων ὀνομάζωμεν; ἵνα δὴ καὶ τὴν ἑκατέρου νόσον ἐκ τοῦ ἐναντίου θεασώμεθα, ποτέρᾳ τῷ ἀνθρώπῳ μεῖζον κακόν, φέρε δὴ οὑτωσὶ τὸ πᾶν διαιτήσωμαι. 7.2ψυχὴ καὶ σῶμα ὁ ἄνθρωπος, τὸ μὲν αὐτοῦ ἄρχον, τὸ δὲ ἀρχόμενον, ὡς ἐν πόλει ἄρχων καὶ ἀρχόμενος · καὶ ἐστὶν καὶ ὁ ἄρχων πόλεως μέρος, καὶ οἱ ἀρχόμενοι παραπλησίως · πότερον δὴ τῶν μερῶν τούτων πρᾶττον κακῶς λυμαίνεται τῇ πόλει; νοσείτω δῆμος ἐν δημοκρατίᾳ, ἀλλὰ Περικλῆς ὑγιαίνων, ἄρχων ἀγαθός, ἐπανορθοῖ τὴν τοῦ δήμου νόσον · νοσείτω Συρακοσίοις Διονύσιος τυραννικὴν νόσον, ἀλλ’ὁ δῆμος ὑγιαίνων ἐξασθενεῖ πρὸς τὴν σωτηρίαν. βούλει δὴ τὸ μὲν σῶμα εἶναι σοι οἷον δῆμον, τὴν δὲ ψυχὴν ὥσπερ δυνάστην; θέασαι τοίνυν, καὶ παράβαλε τὴν εἰκόνα. ὁ δῆμος πλέον ἢ ὁ ἄρχων, καὶ τὸ σῶμα πλέον ἢ ἡ ψυχή · δῆμος ἔμπληκτον, καὶ τὸ σῶμα ὅμοιον · δῆμος πολυμερὲς καὶ πολύφωνον καὶ πολυπαθές, καὶ τὸ σῶμα πολυμερὲς καὶ πολύφωνον καὶ πολυπαθές · δῆμος ἐξ ἀνομοίων πολλῶν καὶ παντοδαπῶν συγκεκραμένον, καὶ τὸ σῶμα ἐξ ἀνομοίων πολλῶν καὶ παντοδαπῶν συγκεκραμένον · δῆμος χρῆμα ὀξὺ ἐν ὀργαῖς, ἰσχυρὸν ἐν ἐπιθυμίαις, ὑγρὸν ἐν ἡδοναῖς, δύσθυμον ἐν λύπαις, χαλεπὸν ἐν θυμοῖς · τα- ταὐτὰ καὶ σώματος πάθη, καὶ γὰρ ἐπιθυμητικόν, καὶ αἰτητικόν, καὶ φιλήδονον, καὶ ὁρμητικόν. φέρε, καὶ τὸν ἄρχοντα τῷ ἄρχοντι εἰκάζωμεν Ἄρχων ἐν πόλει προστακτικώτατον, καὶ τιμιώτατον, καὶ ἰσχυρότατον, ψυχὴ ἀνθρώπῳ προστακτικώτατον, καὶ τιμιώτατον, καὶ ἰσχυρότατον · ἄρχων τῇ φύσει φροντιστικώτατον, καὶ λογιστικώτατον, τὸ δὲ αὐτὸν καὶ ἡ ψυχή · ὁ ἄρχων αὐτεξούσιον, καὶ ἡ ψυχή. τούτων τοίνυν οὕτως ἐχόντων, τὴν ποτέρου νόσον χαλεπωτέραν φήσομεν, καὶ ἐν ἀνθρώπῳ, καὶ ἐν πόλει; οὐ τὸ κρεῖττον νοσοῦν ἀνιαρότερον τῷ ὅλω; δῆμος μὲν γὰρ κάμνων, ὑγιαίνοντος ἄρχοντος, ἐν ἐλευθέρᾳ τῇ πόλει νοσεῖ · ἄρχοντος δὲ νοσοῦντος, δουλεία πόλεως. συνελόντι δ’εἰπεῖν, ψυχὴ σώματος τιμιώτερον · τὸ δὲ τοῦ τιμιωτέρου ἀγαθόν, μεῖζον · τὸ δὲ τῷ μείζονι ἀγαθῷ ἐναντίον, μεῖζον κακόν · ἀγαθὸν δὲ μεῖζον ὑγεία ψυχῆς ὑγείας σώματος · μεῖζον οὖν κακὸν νόσος ψυχῆς νόσου σώματος. ὑγεία μὲν σώματος τέχνης ἔργον, ὑγεία δὲ ψυχῆς, ἀρετῆς ἔργον · νόσος ψυχῆς μοχθηρία, νόσος σώματος δυστυχία · ἑκούσιον ἡ μοχθηρία, ἀκούσιον ἡ δυστυχία · ἐλεεῖται τὰ ἀκούσια, μισεῖται τὰ ἑκούσια · τὰ ἐλεούμενα βοηθεῖται, τὰ μισούμενα κολάζεται · τὰ βοηθούμενα μέτρια, τὰ κολαζόμενα χείρω. 7.3πάλιν αὖ τὴν ὑγείαν ἐφ’ἑκατέρου σκόπει. ἡ μὲν πάντων ἀδεής, ἡ δὲ πάντων ἐνδεής · ἡ μὲν εὐδαιμονίαν χορηγεῖ, ἡ δὲ ποθίζεται · ἡ μὲν ἄμοιρος κακοῦ, ἡ δὲ ἐπισφαλὴς εἰς μοχθηρίαν · τῇ μὲν ἀέναος ὑγεία, τῷ δὲ ἐφήμερος · τῇ μὲν βέβαιος, τῷ δὲ ἄστατος · τῇ μὲν ἀθάνατος, τῷ δὲ θνητή. σκόπει καὶ τὰς νόσους · νόσος σώματος εὐαπάλλακτος τῇ τέχνῃ, νόσος ψυχῆς δυσμετάβλητος τῷ νόμῳ · ἡ μὲν τὸν ἔχοντα ἀνιῶσα ποιεῖ πρὸς τὴν ἴασιν εἰκτικώτερον, ἡ δὲ ἐξαναλοῦσα τὸν ἔχοντα, ὑπερορᾶν τῶν νόμων παρασκευάζει · τῇ μὲν βοηθοῦσιν θεοί, τὴν δὲ μισοῦσιν · πόλεμον οὐ κινεῖς διὰ νόσον σώματος, διὰ δὲ ψυχῆς νόσον οἱ πολλοὶ πόλεμοι · οὐδεὶς νοσῶν τὸ σῶμα συκοφαντεῖ, ἢ τυμβωρυχεῖ, ἢ ληΐζεται, ἤ τι ἄλλο δρᾷ κακὸν μέγα · νόσος σώματος ἀνιαρὸν τῷ ἔχοντι · νόσος ψυχῆς ἀνιαρὸν καὶ τῷ πλησίον. 7.4θέασαι τὸ λεγόμενον ὡδὶ σαφέστερον ἐπὶ πολιτικῆς εἰκόνος. Ἀθήνησιν ἐν δημοκρατουμένῃ πόλει, καὶ ἀκμαζούσῃ πλήθει ἀνδρῶν καὶ μεγέθει ἀρχῆς καὶ δυνάμει χρημάτων καὶ εὐπορίᾳ στρατηγῶν, ὑπὸ Περικλεῖ δυναστεύοντι, λοιμὸς ἐμπεσών, ἐξ Αἰθιοπίας ἀρξάμενος, καὶ καταβὰς διὰ τῆς βασιλέως γῆς, καὶ τελευτήσας ἐκεῖ, καὶ ἱδρυθεὶς αὐτόθι, ἔφθειρε τὴν πόλιν. συνεπελάμβανεν δὲ τῇ τοῦ κακοῦ ἐπιδημίᾳ καὶ ἐκ Πελοποννήσου πόλεμος. δῃουμένης δὲ τῆς γῆς, καὶ φθειρομένης τῆς πόλεως, καὶ ἀναλισκομένων τῶν σωμάτων, καὶ μαραινομένης τῆς δυνάμεως, καὶ ἀπαγορεύοντος τῇ πόλει τοῦ σώματος, εἷς ἀνήρ, οἷον ψυχὴ πόλεως, ὁ Περικλῆς ἐκεῖνος, ἄνοσος καὶ ὑγιὴς μένων, ἐξώρθου τὴν πόλιν καὶ ἀνίστη, καὶ ἀνεζωπύρει, καὶ ἀντετάττετο τῷ λοιμῷ καὶ τῷ πολέμῳ. θέασαι δὴ καὶ τὴν δευτέραν εἰκόνα. ὅτε μὲν ὁ λοιμὸς ἐπέπαυτο, καὶ τὸ πλῆθος ἔρρωτο, καὶ ἡ δύναμις ἤκμαζεν · τότε δὴ τὸ ἀρχικὸν μέρος τῆς πόλεως ἐνόσει νόσον δεινὴν καὶ ἐγγύτατα μανίᾳ, καὶ κατελάμβανεν τὸ πλῆθος, καὶ τὸν δῆμον συννοσεῖν προσηνάγκαζεν. ἦ γὰρ οὐχ οὗτος ὁ δῆμος καὶ Κλέωνι συνεμαίνετο, καὶ Ὑπερβόλῳ συνενόσει, καὶ Ἀλκιβιάδῃ συνεφλέγετο, καὶ τελευτῶν τοῖς δημαγωγοῖς συνετήκετο, καὶ συνεσφάλλετο, καὶ συναπωλλύετο, ἄλλου ἄλλοσε τὴν δειλαίαν καλοῦντος, “δεῦρ’ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι”; καὶ δείκνυσι μὲν Ἀλκιβιάδης Σικελίαν, δείκνυσι δὲ Κλέων Σφακτηρίαν, καὶ ἄλλος ἄλλην γῆν ἢ θάλατταν, ὡς πυρετιῶντι πηγὰς καὶ φρέατα. ταῦτά ἐστιν ὑμῶν, ὦ πονηροί, τὰ θέσκελα ἔργα; φθορὰ καὶ ἀνάστασις, καὶ κακῶν ἀκμή, καὶ φλεγμονὴ νόσου; τοῦτο δύναται καὶ ψυχῆς νόσος πρὸς σώματος νόσον παραβαλλομένη. νοσεῖ σῶμα, καὶ ταράττεται, καὶ φθείρεται · ἀλλ’ἐὰν ἐπιστήσῃς αὐτῷ ψυχὴν ἐρρωμένην, ἀμελεῖ τῆς νόσου, καὶ ὑπερφρονεῖ τοῦ κακοῦ · ὡς Φερεκύδης ὑπερεφρόνει ἐν Σύρῳ κείμενος, τῶν μὲν σαρκῶν αὐτῷ φθειρομένων, τῆς δὲ ψυχῆς ἑστώσης ὀρθῆς, καὶ παραδοκούσης τὴν ἀπαλλαγὴν τοῦ δυσχρήστου τούτου περιβλήματος. 7.5φαίην δ’ἂν ἔγωγε, οὐ δὲ ἀκούσῃ εἶναι τῇ γενναίᾳ ψυχῇ φθορὰν σώματος · οἷον εἰ καὶ δεσμώτην ἐννοήσαις ὁρῶντα σηπόμενον καὶ διαρρέον τὸ τειχίον τοῦ δεσμωτηρίου, ἀναμένοντα τὴν ἔκδυσιν καὶ τὴν ἐλευθερίαν τοῦ Ἑρμοῦ, ἵνα ἐκ πολλοῦ καὶ ἀφεγγοῦς ζόφου, οὗ τέως κατορώρυκτο, ἀναβλέψῃ πρὸς τὸν αἰθέρα, καὶ ἐμπλησθῇ λαμπροῦ φωτός · ἢ οἴει ἄνδρα ἠσκημένον καλῶς καὶ διαπεπονημένον τῷ σώματι ταραχθῆναι ἂν τῶν χλανιδίων αὐτῷ διαρρηγνυμένων · ἀλλ’οὐκ ἂν ἀπορρίψαι αὐτὰ ἄσμενον, καὶ παραδοῦναι τὸ σῶμα τῷ ἀέρι, γυμνὸν γυμνῷ, φίλον φίλῳ, ἐλεύθερον ἐλευθέρῳ; τί οὖν ἄλλο ἡγεῖ τῇ ψυχῇ εἶναι τὸ δέρμα τοῦτο καὶ τὰ ὀστᾶ καὶ τὰς σάρκας; χλανίδια ἐφήμερα, καὶ ῥακία ἀσθενῆ καὶ τρύχινα · ταῦτα καὶ σίδηρος διαρρήγνυσιν, καὶ πῦρ τήκει, καὶ ἕλκη ἐπινέμεται. ἡ μὲν οὖν ἀγαθὴ ψυχὴ καὶ διαπεπονημένη καὶ ἠσκημένη ἀμελεῖ, καὶ ὡς τάχιστα ἐφίεται γυμνωθῆναι · ὥστε κα- κἂν ἐπιφθέγξαιτό τις τῷ γενναίῳ ἀνδρί, νοσοῦντα τῷ σώματι θεασάμενος, τὸ το- τοὐ Ὀδυσσέως ἐκεῖνο, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει · ἡ δὲ δειλὴ ψυχὴ κατορωρυγμένη ἐν σώματι, ὡς ἑρπετὸν νωθὲς εἰς φωλεόν, φιλεῖ τὸν φωλεόν, καὶ οὐδεπώποτε θέλει ἀπαλλαγῆναι αὐτοῦ, οὐ δὲ ἐξερπύσαι, ἀλλὰ καιομένῳ συγκάεται, καὶ σπαραττομένῳ συσπαράττεται, καὶ ἀλγοῦντι τῷ σώματι συναλγεῖ, καὶ βοῶντι συμβοᾷ. “ὦ ποῦς, ἀφήσω σε”; ὁ Φιλοκτήτης λέγει. ἄνθρωπε, ἄφες, καὶ μὴ βόα, μη δὲ λοιδοροῦ τοῖς φιλτάτοις, μη δὲ ἐνόχλει τὴν Λημνίων γῆν. “ὦ θάνατε παιάν” · εἰ μὲν ταῦτα λέγεις ἀλλαττόμενος κακὸν κακοῦ, οὐκ ἀποδέχομαι τῆς εὐχῆς · εἰ δὲ ἡγεῖ τῷ ὄντι τὸν θάνατον παιᾶνα εἶναι καὶ ἀπαλλακτὴν κακοῦ καὶ ἀπλήστου καὶ νοσεροῦ θρέμματος, ἡγεῖ καλῶς · εὔχου, καὶ κάλει τὸν παιᾶνα. 7.6καὶ δὴ φέρων με ὁ λόγος εἰς παράδειγμα ἐμβέβληκεν σαφέστερον οὗ πάλαι ποθῶ ἐνδείξασθαι ὑμῖν. ἐν γὰρ τοῖς Ἀχαιοῖς τότε ἦν που σώματα μυρία, “ὅσσατε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ”, ὑγιῆ πάντα, ἄνοσα, καὶ ἰσχυρά, καὶ ἄρτια, τῷ τῶν πολεμίων τείχει περιχεόμενα ἐν δεκαέτει χρόνῳ ἐπέραινεν οὐδέν, οὐχ ὁ Ἀχιλλεὺς διώκων, οὐχ ὁ Αἴας μένων, οὐχ ὁ Διομήδης ἀναιρῶν, οὐχ ὁ Τεῦκρος τοξεύων, οὐχ ὁ Ἀγαμέμνων βουλευόμενος, οὐχ ὁ Νέστωρ λέγων, οὐχ ὁ Κάλχας μαντευόμενος, οὐχ ὁ Ὀδυσσεὺς σοφιζόμενος. ἀλλ’ὁ θεὸς λέγει · “ὦ καλὰ καὶ γενναῖα γῆς Ἑλλάδος θρέμματα, μάτην πονεῖτε, μάτην διώκετε, κενὰ τοξεύετε, κενὰ βουλεύεσθε · οὐ γὰρ ἂν ἄλλως ἕλοιτε τουτὶ τὸ τεῖχος, πρὶν ὑμῖν ἐπίκουρος ἔλθῃ ψυχὴ μὲν ἐρρωμένη, σῶμα δὲ νοσοῦν, ὀδωδὸς καὶ χωλεῦον, καὶ διαβεβρωμένον ὑπὸ τῆς νόσου”. οἱ δὲ ἐπείσθησαν τῷ θεῷ, καὶ ἤγαγον ἐκ Λήμνου σύμμαχον, ψυχὴν μὲν ὑγιᾶ, σῶμα δὲ νοσοῦν. 7.7εἰ δὲ βούλει, σκέψαι μεταλαβὼν τῆς ψυχῆς νόσον ἐν σώματι ὑγιεινῷ. νοσεῖ ψυχὴ τὴν ἡδονῆς νόσον, τήκεται, καὶ μαραίνεται · τί χρήσῃ τῷ νοσοῦντι; τίς ὄνησις σώματος τοιαύτῃ ψυχῇ; Σαρδανάπαλλος νοσεῖ · οὐχ ὁρᾷς ὡς καὶ ἐπὶ τὸ σῶμα αὐτῷ τὸ κακὸν ἔρχεται; ἐντρίβεται ὁ δύστηνος, καὶ λεαίνεται, καὶ τὼ ὀφθαλμὼ συντήκεται, καὶ οὐκ ἀνεχόμενος τὴν νόσον, ἐπὶ πῦρ ἦλθεν. νοσεῖ Ἀλκιβιάδης · πῦρ αὐτὸν ἐπινέμεται πολὺ καὶ ἄγριον, καὶ τοὺς λογισμοὺς ἐπιταράττει ἐγγύτατα μανίας, καὶ περιφέρει πανταχοῦ, ἀπὸ μὲν Λυκείου ἐπὶ τὴν ἐκκλησίαν, ἀπὸ δὲ τῆς ἐκκλησίας ἐπὶ τὴν θάλατταν, ἀπὸ δὲ τῆς θαλάττης ἐπὶ Σικελίαν, κα- κἀκεῖθεν εἰς Λακεδαίμονα, εἶτα παρὰ τοὺς Πέρσας, καὶ ἀπὸ Περσῶν ἐπὶ Σάμον, καὶ ἀπὸ Σάμου ἐπὶ τὰς Ἀθήνας, καὶ ἐπὶ τὸν Ἑλλήσποντον αὖθις, καὶ πανταχοῦ. νοσεῖ Κριτίας νόσον πικρὰν καὶ παντοδαπήν, καὶ οὐκ ἰάσιμον, οὐ δὲ ἀνασχετὴν τῇ πάσῃ πόλει. καίτοι τούτοις τὰ σώματα ὑγιῆ καὶ ἄρτια · ἁβρὸς μὲν γὰρ ὁ Σαρδανάπαλλος, καλὸς δὲ ὁ Ἀλκιβιάδης, ἰσχυρὸς δὲ ὁ Κριτίας · ἀλλὰ τὴν ὑγείαν ἐπὶ τούτων μισῶ. νοσείτω Κριτίας, ἵνα μὴ τυραννῇ · νοσείτω Ἀλκιβιάδης, ἵνα μὴ ἐπὶ Σικελίαν Ἀθηναίους ἄγῃ · νοσείτω Σαρδανάπαλλος (βέλτιον γὰρ αὐτῷ διὰ νόσον κεῖσθαι μᾶλλον ἢ διὰ ἡδονήν), μᾶλλον δὲ φθειρέσθω πᾶς, ὅτῳ ἐπιρρεῖ ἀέναος πονηρία. ὥσπερ γὰρ τὰ ἑρπηστικὰ τῶν ἑλκῶν τοῖς σώμασιν ἐμπεσόντα πρόσω νέμεται, καὶ τοῦ ὑγιαίνοντός τι ἀεὶ προαπόλλυσιν, καὶ πρὸς τὰς ἰάσεις ἀγριαίνει, ἕως ἂν ἡ τέχνη τὴν κρηπῖδα καὶ τὴν ἕδραν τοῦ νοσήματος ἐκτέμῃ · ὡς δὲ καὶ ὅτῳ ὕπουλος καὶ διαβεβρωμένη καὶ σαθρὰ οὖσα ἡ ψυχὴ ἐπινέμεται πρόσωτὲ καὶ τὰ πλησίον ἀεὶ καταλαμβάνει, ἐκτμητέον δὴ αὐτῆς καὶ ἀφαιρετέον τὰς δυνάμεις τῶν σωμάτων, ὡς λῃστοῦ χεῖρας, ὡς ἀκολάστου ὀφθαλμούς, ὡς λίχνου γαστέρα. κα- κἂν γὰρ ἐπιστήσῃς τῇ νόσῳ δικαστὰς καὶ δεσμωτήρια καὶ δημίους, τὸ κακὸν φθάνει, καὶ ἕρπει, καὶ προλαμβάνει · ἀμήχανος γὰρ ἡ πονηρίας ὀξύτης, ἐπειδὰν ἅπαξ ἤθει ψυχῆς ἐμπεσοῦσα ἐπιλάβηται ὕλης πονηρᾶς, καὶ ἐξουσίας ἀδεοῦς, καὶ ἀνεπιτιμήτου τόλμης.