15.1χαλεπὸν εὑρεῖν ἀκριβῆ βίον, ὥσπερ ἄνδρα · ἀλλὰ παντὶ ἀνακέκραται ἔνδειά τις πρὸς τὸ ἄκρως καλόν, καὶ πλεονεκτεῖ ἕτερος ἑτέρου, ὅτῳ ἂν ἐλάττω τὰ ἐνδέοντα ᾖ. καὶ ἴδοις ἂν τὸν μὲν γεωργικὸν μακαρίζοντα τοὺς ἀστικούς, ὡς συνόντας βίῳ χαρίεντι καὶ ἀνθηρῷ · τοὺς δὲ ἀπὸ τῶν ἐκκλησιῶν καὶ τῶν δικαστηρίων, καὶ τοὺς πάνυ ἐν αὐτοῖς εὐδοκίμους, ὀδυρομένους τὰ αὑτῶν, καὶ εὐχομένους ἐπὶ σκαπάνῃ βιῶναι καὶ γηδίῳ σμικρῷ. ἀκούσῃ δὲ τοῦ μὲν στρατιωτικοῦ τὸν εἰρηνικὸν εὐδαιμονίζοντος, τοῦ δὲ ἐν εἰρήνῃ τὸν στρατιωτικὸν τεθηπότος. καὶ τὶς θεῶν, ὥσπερ ἐν δράματι ὑποκριτάς, ἀποδύσας ἕκαστον τοῦ παρόντος βίου καὶ σχήματος μεταμφιέσει τὰ τοῦ πλησίον · αὖθις αὖ οἱ αὐτοὶ ἐκεῖνοι ποθήσουσι μὲν τὰ πρότερα, ὀδυροῦνται δὲ τὰ παρόντα. οὕτω δυσάρεστόν τι ἐστὶν ὁ ἄνθρωπος κομιδῇ, καὶ φιλαίτιον, καὶ δεινῶς δύσκολον · καὶ οὐδὲν τὰ αὑτοῦ ἀσπάζεται. 15.2καὶ τὰς μὲν τῶν πολλῶν ὀρέξειςτὲ καὶ δυσαρεστήσεις τί χρὴ σκοπεῖν; οὐ μᾶλλον ἢ τὰς τῶν θρεμμάτων · τοὺς δὲ ἐν φιλοσοφίᾳ καὶ πάνυ ἄν τις ἢ μέμψαιτο, ἢ οἰκτείραι · οἳ κομῶντες ἐπὶ φρονήσει, καὶ τέχνῃ βίου, καὶ ἐπιστήμῃ λόγου, οὔπω γε νῦν παύονται στασιάζοντες πρὸς αὑτοὺς καὶ πρὸς ἄλλους, καὶ ἀμφισβητοῦντες ποίῳ σχήματι βίου φέροντες αὐτοὺς ἐγχειροῦσιν · ἀλλὰ ἀτεχνῶς ἐοίκασιν κυβερνήταις παρεσκευασμένοις μὲν πρὸς πλοῦν, καλῷ μεγέθει ὁλκάδος, καὶ κατασκευῇ ὑγιεῖ, καὶ πλήθει ὀργάνων, καὶ ὑπηρεσίας ἀκριβείᾳ, καὶ τέχνης ἀσφαλείᾳ, καὶ ἕρματος συμμετρίᾳ, ἐν δὲ τῇ τοῦ πλοῦ χρείᾳ πλανωμένοις, καὶ ἀποροῦσιν πῇ τράπωνται, πολλῶν μὲν ὑποφαινομένων λιμένων, πάντων δὲ ἀπιστουμένων. τοὺς μὲν ἄλλους ἐῶμεν χαίρειν αὐτοῖς βίοις, τὸν μὲν ἐν ἡδονῇ τηκόμενον, τὸν δ’ἐν γῇ πονούμενον, τὸν δὲ ἐν θαλάττῃ πλανώμενον, τὸν δὲ ἐν ὅπλοις μισθοφοροῦντα, τὸν δὲ ἐν ἐκκλησίαις βοῶντα, τὸν δὲ ἐν δικαστηρίοις φυρόμενον · ὥσπερ δὲ ἐν ἀγῶνι σωμάτων οἱ μὲν ἀσθενεῖς καὶ παρὰ τὸ εἰκὸς ἐπιτολμήσαντες τῇ τοῦ νικᾶν ἐλπίδι ταχὺ ἀπεῖπον, οἱ δὲ ἐφάμιλλοι ἀρετῇ μένουσιν καὶ καρτεροῦσιν καὶ διαγωνίζονται περὶ τῆς νίκης · οὕτω κα- κἀν τῇ τῶν βίων ἀγωνίᾳ οἱ μὲν ἄλλοι ἡμῖν ἐκκηρυχθέντεςτὲ καὶ ἀπαγορεύσαντες οἰχέσθωσαν · οἱ δὲ θεωρητικοῖς ἐφαμίλλω ὄντε καὶ ἀμφισβητησίμω δεῦρο ἰόντων ἀγωνιουμένω τὰ νῦν τῷ λόγῳ. πότερος τοίνυν πρότερος ἡμῖν τοῖς δικασταῖς τὰ αὑτοῦ δίεισιν; ἐγὼ μὲν οἶμαι, ὅτι ὁ πρακτικός · θαρσαλέος γάρ, καὶ ἰτητικώτερος, καὶ ἐθὰς ὁμιλεῖν τοῖς πολλοῖς · λέγοι δὲ ὧδε. 15.3εἴ τις ἡμᾶς παριόντας εἰς τὸν βίον ὥσπερ ἄρχων πόλεως ἢ οἰκιστής, οὐκ εἴα βαδίζειν εἴσω πυλῶν, πρὶν πυθέσθαι τὸ ἑκάστῳ ἔργον, καὶ τίνα ἕκαστος ἥκει χρείαν εἰς κοινὸν φέρων τῇ πόλει, οἶμαι ἂν εἰπεῖν τὸν μὲν οἰκοδόμον, ὅτι λίθους ἐν τάξει διὰ τέχνης ἁρμόσας, πρόςτε χειμῶνα καὶ θάλπος ἀποχρῶντα μηχανήσεται τοῖς οἰκοῦσιν ἐρύματα · τὸν δὲ ὑφάντην, ὅτι μίτοις καὶ στημονίοις σὺν ὕφει ἐσθήματα ἐργασάμενος, σκέπην ὁμοῦ ποριεῖ καὶ εὐσχημοσύνην τοῖς σώμασιν · τέκτων δὲ ἄροτρον φήσει, ἢ σκίμποδα, ἤ τι ἄλλο τῶν ὅσα ἡ τέχνη παρέχει, ξυνεισφέρειν · καὶ ὁ χαλκεύς, ὅσα χαλκοῦ ἢ σιδήρου δεῖσθαι πολεμιστήριάτε καὶ εἰρηναῖα τῆς τέχνης ἔργα. καὶ ὅσα πρὸς ἡδονὴν δημιουργεῖται, καὶ ταῦτα ὡς τὸ εἰκὸς εἰσδέξεται · γραφέας μὲν καὶ δημιουργοὺς ἀγαλμάτων, ἐπὶ εὐφροσύνῃ ὀφθαλμῶν · μυροπώλας δὲ καὶ ὀψοποιούς, χυμῶν καὶ ὀδμῶν δημιουργοὺς γενναίους · καὶ ὅσαι δι’αὐλημάτων, ἢ δι’ᾠδῆς, ἢ ψαλμάτων, ἢ χορῶν τὸ τερπνὸν μηχανῶνται τῇ ἀκοῇ. ἤδη δέ τις καὶ ἐπὶ γελοίου χρείᾳ παρελεύσεται, καὶ ἄλλος ἐπὶ θαυμάτων, καὶ ἄλλος λόγων. Ὁμήρῳ δὲ καὶ τὸ τοῦ Νιρέως κάλλος ὥραν ἔσχεν καὶ ταῦτα ἐν στρατοπέδῳ. ἀσύμβολος δέ, ὡς ἔπος εἰπεῖν, παρέρχεται οὐδεὶς εἰς τὸν βίον · ἀλλ’ὁ μὲν χρείαν τινὰ παρεχόμενος, ὁ δὲ τέχνην, ὁ δὲ ἡδονήν. 15.4εἶεν. εἰς τί τούτων τὸ τοῦ φιλοσόφου ἔργον καταστησόμεθα; ὅτι μὲν γὰρ οὐκ ἀχρεῖος ἡμῖν οὐ δὲ κηφὴν παρέρχεται, ἄνθρωπος δὲ ὢν ξύννομος καὶ συνεργάτης κοινοῦ νόμου, παντὶ δῆλον. τί δέ ἐστίν ποτ’αὐτὸ τὸ τῆς κοινωνίας συμβόλαιον, καὶ ποῦ τάττωμεν τὸν ἄνδρα; εἰς τοὺς δημιουργούς, ὡς τὸν Τυχεῖον; εἰς τοὺς ὀψοποιούς, ὡς Μίθαικον; εἰς τοὺς εὐφραίνοντας, ὡς Φρυνίωνα; εἰς τοὺς γελωτοποιούς, ὡς Φίλιππον; εἰς τοὺς δημαγωγούς, ὡς Κλέωνα; ἢ ἄφιλος καὶ ἀνέστιος ἡμῖν ἀνὴρ πλανήσεται; ἀλλ’ἔστιν μέν τι αὐτοῦ ἔργον · ὅ, τι δέ ἐστιν τοῦτο, οὐκ ἴσμεν. “ἡσυχίαν ἄγω, φησίν, καὶ ἀνασκοπῶ πρὸς ἐμαυτὸν τὰ ὄντα, καὶ ἀληθείας ἐμπίμπλαμαι”. μακάριος τῆς πολλῆς σχολῆς · σύ μοι δοκεῖς καὶ νεὼς ἐπιβὰς μὴ ὅτι κυβερνήτης γενέσθαι, ἀλλ’οὐ δὲ ἐρέτης, οὐ δέ τις τῶν διαθεόντων καὶ ξυνεπιλαμβανόντων τῇ σωτηρίᾳ τῆς νεώς, ἀλλ’οὐ δὲ ἐπιβάτης εὐκίνητος, οἷος ἢ καλωδίου ἐπιλαβέσθαι, ἢ προσάψασθαι κώπης ἐν γαλήνῃ · ἀλλά τις τῶν εἰκῇ κειμένων καὶ φερομένων, αὐτὸ τοῦτο, ἄχθος νεώς. ἢ οἴει ἧττόν τι δεῖσθαι πόλιν τῶν ξυλληψομένων αὐτῇ πρὸς τὴν σωτηρίαν ἢ ναῦν ἐν θαλάττῃ; καὶ πολύ γε οἶμαι μᾶλλον ἐν γῇ · εἰ μὲν γὰρ πλέομεν, ὀλίγον τὸ ἐνεργόν, ὁ δὲ φόρτος πολύς · πόλις δέ ἐστιν πρᾶγμα ἀνακεκραμένον πάντων ξυνεργατῶν. καθάπερ καὶ ἡ τοῦ σώματος χρεία, πολυμερήςτε οὖσα καὶ πολυδεής, σώζεται τῇ συντελείᾳ τῶν μερῶν πρὸς τὴν ὑπηρεσίαν τοῦ ὅλου · φέρουσιν πόδες, ἐργάζονται χεῖρες, ὁρῶσιν ὀφθαλμοί, ἀκούουσιν ἀκοαί, καὶ τα- τἄλλα, ἵνα μὴ διατρίβω λέγων. 15.5Εἰδὲ θελήσαι λογοποιὸς Φρὺξ μῦθον πλάττειν, ὅτι ἄρα δυσχεράνας ὁ ποῦς τῷ ἄλλῳ σώματι καὶ ἀπαγορεύσας πρὸς τὸν κάματον, φέρων καὶ αἰωρῶν μετέωρον τοσοῦτον ἄχθος, σχολὴν ἄγειν καὶ ἡσυχίαν ἐπανείλετο · ἢ αὖ τῷ γομφίῳ, ὡς ἀλοῦντι καὶ ἐργαζομένῳ τροφὴν τοσούτῳ ὄχλῳ ἀργῶν · κα- κᾆτα ἔροιντο, ἀπειπαμένων τὸ ἔργον τὸ αὑτῶν σκοπεῖν, εἰ ταῦτα ἅμα γίγνοιτο · ἄλλό τι ἢ φθαρήσεται ὁ ἄνθρωπος ἐν τῷ μύθῳ; τοιοῦτο ἀμέλει ἐστὶν τὸ περὶ τὴν κοινωνίαν τὴν πολιτικὴν γιγνόμενον · εἰ γὰρ ἐθελήσαι ἕκαστος ὄκνῳ τοῦ πωλεῖν ἀφέμενος τοῦ παράγειν ἐπαναχωρεῖν ἐκ τῆς κοινωνίας πρὸς τὴν αὑτοῦ σχολήν, τί κωλύει διαλυθῆναι τὸ πᾶν καὶ φθαρῆναι; ἢ τὰ μὲν ἰσχυρὰ τῶν οἰκοδομημάτων τῇ πρὸς ἄλληλα ξυννεύσει τῶν ἐν αὐτοῖς λίθων ξυνδέδεται καὶ ἕστηκεν καὶ μένει, εἰ δὲ ἐξέλοις ὅ, τι οὖν τῆς ἁρμονίας, διαλύσεις τὸ πᾶν · τὸν δὲ ξύμπαντα βίον οὐχ ἡγεῖ τὴν σωτηρίαν ἔχειν ἐκ τῆς πρὸς ἑαυτὰ ξυννεύσεως τῶν ἐν αὐτῷ μερῶν; καὶ τῶν μὲν ἄλλων τοῦ πράττειν ἐξισταμένων οὐδεὶς λόγος · οὐ δὲ γὰρ ὁ Θερσίτης λιποτακτῶν ἐλύπησεν ἂν τὸ Ἑλληνικόν · ὁ δὲ Ἀχιλλεὺς ὁ μηνίσας καὶ ἐπὶ σκηνῆς ἀναπαυόμενος, καὶ δοὺς αὑτὸν σχολῇ καὶ κιθάρᾳ καὶ τῇ ᾠδῇ, ἀνέπλησεν τὸ στρατόπεδον πολλῶν κακῶν · οὗ γὰρ παρόντος ὠφελεῖσθαι ὑπάρχει, ἀπόντος τούτου βλάπτεσθαι ἀνάγκη. καὶ τὸ νῦν ὁ θεωρίαν καὶ ἀλήθειαν καὶ σχολὴν ἀσπαζόμενος τίς ἂν εἴη ἄλλος, ἢ ὁ φρόνιμος καὶ νοῦν ἔχων; ἀλλὰ τί οὖν · ὁ μὴ κυβερνητικώτατος ἐξίσταται τῆς αὑτοῦ ἕδρας τοῖς ἀτεχνοτάτοις, καὶ ὁ στρατηγὸς ἐξίσταται τῆς ἀρχῆς τοῖς ἀναρχοτάτοις; τί δὲ καὶ τὴν ἀρχὴν σεμνὸν τὸ τα- τἀληθῆ εἰδέναι, καὶ τεταμιεῦσθαι ἐν τῇ ψυχῇ θησαυρὸν ἄγονον καὶ ἀργὸν καὶ ἄκαρπον, μηδὲν αὐτῆς ὀνίνασθαι μέλλοντα μη δὲ ὠφελήσειν ἑτέρους; πλὴν εἰ μὴ καὶ ἀκοὴ καλόν, ἵνα ἔχωμεν, οὐχ ἵνα ἁρμονίας καὶ φωνῆς συνῶμεν · καὶ ὄψις καλόν, ἵνα ἔχωμεν, οὐχ ἵνα ἴδωμεν τὸ τοῦ ἡλίου φῶς · καὶ ὁ πλοῦτος καλόν, κα- κἂν ἔχει τὶς αὐτὸν κατορύξας ἐν γῇ, θησαυρὸν ἀργόν. 15.6συνελόντι δ’εἰπεῖν, τίς ὄνησις τοῦ εἰδέναι, εἰς ἅπερ συντελεῖ τὸ εἰδέναι; τίς χρεία ἰατρῷ τῆς τέχνης, μὴ ὑγιάζοντι κατὰ τὴν τέχνην; τίς χρεία Φειδίᾳ τῆς τέχνης, μὴ προστιθέντι αὐτὴν τῷ ἐλέφαντι καὶ τῷ χρυσῷ; σοφὸς ἦν δήπου καὶ ὁ Νέστωρ · ἁλλὰ ὁρῶ τὰ τῆς σοφίας ἔργα, σωτηρίαν στρατοπέδου, εἰρήνην πόλεως, παιδῶν πειθώ, δήμου ἀρετήν. σοφὸς ἦν ὁ Ὀδυσσεύς · ἀλλ’ὁρῶ τὰ ἔργα, τοῦτο μὲν ἐν γῇ, τοῦτο δὲ ἐν θαλάττῃ · “πολλῶν δ’ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω, ἀρνύμενος ἥντε ψυχὴν καὶ νόστον ἑταίρων”. καὶ πρὸς τούτῳ ἔτι ἦν σοφὸς ὁ Ἡρακλῆς · ἀλλὰ οὐχ αὑτῷ σοφός, ἀλλὰ ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν ἡ σοφία ἔτεινεν. οὗτος ὁ θηρίων καθαρτής, οὗτος ὁ τυράννων σωφρονιστής, ὁ δουλείας ἐλευθερωτής, ὁ ἐλευθερίας νομοθέτης, ὁ δικαιοσύνης βεβαιωτής, εὑρετὴς νόμων, ἀληθευτὴς λόγων, κατορθωτὴς ἔργων. εἰ δὲ ἤθελεν ὁ Ἡρακλῆς ἐπαναχωρήσας καθ’ἡσυχίαν βιοῦν, καὶ σχολὴν ἄγειν, καὶ διώκειν σοφίαν ἀπράγμονα, ἦν ἂν δήπου ἀνθ’Ἡρακλέους σοφιστής, καὶ οὐδεὶς ἂν αὐτὸν ἐτόλμησεν εἰπεῖν παῖδα Διός. οὐ δὲ γὰρ ὁ Ζεὺς σχολὴν ἄγει · ἦ γὰρ ἂν ἐπαύσατο καὶ οὐρανὸς περιφερόμενος · καὶ γῆ τρέφουσα, καὶ ποταμοὶ ῥέοντες, καὶ δεχομένη θάλαττα, καὶ ὧραι ἀμείβουσαι, καὶ Μοῖραι διαλαγχάνουσαι, καὶ Μοῦσαι ᾄδουσαι · ἐπαύσαντο δ’ἂν καὶ αἱ ἀνθρώπων ἀρεταί, καὶ ζῴων σωτηρίαι, καὶ καρπῶν γενέσεις, καὶ τὸ πᾶν τοῦτο αὖθις ἂν περὶ αὑτῷ σφαλλόμενον συνεχύθη καὶ συνεταράχθη. ἀλλ’ἡ Διὸς πραγματεία ἄτρυτος οὖσα καὶ διηνεκὴς καὶ ἀκοίμητος, καὶ μηδέποτε ἀπαγορεύουσα, μη δὲ ἐπαναχωροῦσα τοῦ ἑαυτῆς ἔργου, ἀέναον χορηγεῖ τὴν σωτηρίαν τοῖς οὖσιν. οὕτω που καὶ βασιλέων τοῖς ἀγαθοῖς καὶ Διὶ ὁμοίοις παραινεῖ δι’ὀνειράτων ὁ Ζεύς, “οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοίτ’ἐπιτετράφαται καὶ τόσσα μέμηλεν”. 15.7πρὸς ταῦτα ἀπιδὼν ὁ φιλόσοφος, μὴ τὸν Δία μιμείσθω, μὴ τὸν Ἡρακλέα, μὴ τοὺς ἀγαθοὺς βασιλεῖς, μὴ τοὺς ἄρχοντας, ἀλλὰ βιούτω βίον ἀνδρὸς ἐν ἐρημίᾳ γεννηθέντος, μονωτὴν βίον, οὐκ ἀγελαστικόν · Κυκλώπιον βίον, οὐκ ἀνθρώπινον. ἀλλὰ καὶ τούτοις ἔφερεν μὲν ἡ γῆ πυροὺς καὶ κριθάς, “οὔτε φυτεύουσι χερσὶ φυτόν, οὔτ’ἀρόωσιν” · ἀλλὰ θεμιστεύει ἕκαστος ὁμῶς καὶ παίδων καὶ γυναικῶν, καὶ οὐ παντάπασιν ἀπράγμων ἦν. τὸ δὲ ὅλον, ἀπραγμοσύνη τίνος ἄλλου εἴη πλὴν νεκροῦ; εἰ μὲν οὖν τὸ πράττειν ἔρημον ἦν ἀρετῆς, καλῶς εἶχε, διώκοντας τὴν ἀρετήν, ἀπολείπεσθαι αὐτοῦ · εἰ δ’ἔστιν ἀνθρώπου ἀρετὴ οὐ λόγος, ἀλλ’ἔργον, καὶ πρᾶξις ἐν κοινωνίᾳ, καὶ χρῆσις βίου πολιτική, διωκτέον ταῦτα, μεθ’ὧν ἄν τις καὶ τὴν ἀρετὴν λάβοι. τὴν μὲν γὰρ κακότητα καὶ εἰλαδόν ἐστιν ἑλέσθαι, ὁ Βοιώτιος ποιητὴς λέγει, “τῆς δὲ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν”. καλός γε ὁ ἀγωνιστὴς ἡμῖν ἀνιδρωτεὶ στεφανοῦσθαι ἐθέλων. 15.8ἀλλὰ τῷ προσαπτομένῳ πραγμάτων κίνδυνος ἕπεται, καὶ ζημία, καὶ ἐπιβουλαί, καὶ φθόνοι, καὶ φυγαί, καὶ θάνατοι, καὶ ἀτιμίαι. φέρε οὖν, εἰ καὶ τῷ κυβερνήτῃ ὁ λογισμὸς οὗτος ἦν, ὅτι τὸ πλεῖν ἐπισφαλές, κινδύνων μεστὸν καὶ πόνων, καὶ πολλοῦ τοῦ ἀδήλου, καὶ χειμώνων, καὶ πνευμάτων · φέρε, εἰ καὶ τῷ στρατηγῷ τοιοῦτος λογισμὸς ἦν, ὅτι ἄδηλοι μὲν αἱ τοῦ πολέμου τύχαι, τὸ δὲ σφαλερὸν ἐπ’ἀμφοῖν ἴσον, ἐν ποσὶν δὲ ὁ κίνδυνος, καὶ ὁ θάνατος πλησίον · τί τοίνυν ἐκώλυεν ἐκ τούτων τῶν λογισμῶν ἄπλουν μὲν εἶναι τὴν θάλατταν, ἐλευθερίας δὲ μη δὲ ὄναρ μετέχειν τοὺς πολλοὺς ἀπορίᾳ στρατηγῶν, τὸν δὲ ξύμπαντα βίον εἶναι μηδὲν σκωλήκων διαφέροντα, δειλὸν καὶ ἀργὸν καὶ ἐπτηχότα; Σαρδαναπάλλου μοι βίον λέγεις, Ἐπικούρου μοι βίον λέγεις. ἀντιθῶμεν αὐτοῖς, Κῦρον μὲν Σαρδαναπάλλῳ, τὸν Πέρσην τῷ Ἀσσυρίῳ, ὅς, ἐξὸν αὐτῷ σχολὴν ἄγειν καὶ καθ’ἡσυχίαν βιοῦν, εἵλετο ἐλευθεροῦν τὸ Περσῶν γένος, πονῶν καὶ στρατευόμενος καὶ διψῶν καὶ λιμώττων, καὶ μὴ ἀνεὶς τὸν κάματον, μήτε νύκτωρ, μήτε μεθ’ἡμέραν. ἀντίθες καὶ Ἐπικούρῳ πολλούς, Ἕλληνι Ἕλληνας · ἐκ μὲν Ἀκαδημίας Πλάτωνα, ἐκ δὲ στρατοπέδου Ξενοφῶντα, ἐκ δὲ τοῦ Πόντου Διογένην. 15.9οὐκοῦν ὁ μὲν ὑπὲρ ἀνδρὸς φίλου, φυγάδος καὶ πένητος, μεγάλῃ καὶ ἰσχυρᾷ τυραννίδι ἀντετάξατο, γῆν πολλὴν βαδίζων, καὶ πελάγη περαιούμενος, καὶ ἀπεχθανόμενος τῷ τυράννῳ, καὶ ἐκπίπτων, καὶ κινδυνεύων, ἵνα μὴ προδῷ τὸ φιλοσοφίας ἦθος · ἐξῆν δέ που αὐτῷ ἐν Ἀκαδημίᾳ θεωρεῖν, καὶ ἀληθείας ἐμπίμπλασθαι. Ξενοφῶντα δὲ καλεῖ μὲν Πρόξενος, παραπέμπει δὲ ὁ Ἀπόλλων, συνεκπέμπει δὲ ὁ Σωκράτης ἐκ τῆς πολλῆς σχολῆς καὶ θεωρίας, ἐπὶ στρατείαν, καὶ στρατηγίαν, καὶ σωτηρίαν Ἑλλήνων μυρίων. τὰ δὲ Διογένους τί χρὴ λέγειν; ὃς ἀφέμενος τῆς αὑτοῦ σχολῆς περιῄει ἐπισκοπῶν τὰ τῶν πλησίον, οὐκ ἀργὸς οὐ δὲ ἠμελημένος ἐπιστάτης · ἀλλὰ κατὰ τὸν Ὀδυσσέα ἐκεῖνον, ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη, τόν ῥ’ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς · ὃν δ’αὖ δήμουτ’ἄνδρα ἴδοι, βοόωντάτ’ἐφεύροι, “τὸν σκήπτρῳ ἐλάσασκεν” · ἀλλ’οὐ δ’ἑαυτοῦ ἀπείχετο, ἀλλ’ἐκόλαζεν καὶ παρεῖχεν ἑαυτῷ πράγματα, “αὑτὸν μὲν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκ’ἀμφ’ὤμοισι βαλών”. 15.10ἐῶ λέγειν, ὅτι ὁ μὲν ἀγαθὸς ἀνὴρ πράττων καὶ μὴ ἐπαναχωρῶν, μη δὲ ἐξιστάμενος τοῖς μοχθηροῖς, ἑαυτὸν ἂν σώζοι, καὶ τοὺς ἄλλους ἐπὶ τὸ βέλτιστον τρέποι · ἐπαναχωρῶν δὲ καὶ δεικνὺς τὰ νῶτα, θρασύτητος μὲν καὶ ἀπειροκαλίας καὶ τόλμης τὸ μοχθηρὸν πᾶν ἂν ἀπέπλησεν, τὸ δὲ ἑαυτοῦ προΐεται. “ποῖ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὥς, ἐν ὁμίλῳ”; μένε, καὶ ἵστασο, καὶ ἀνέχου τῶν βλημάτων, καὶ μηδὲν ἐκπλαγῇς · δειλὸν τὸ τῶν πολεμίων στρατόπεδον, κενὰ τὰ βλήματα, ἐπιόντα σε οὐδεὶς δέξεται, φεύγοντα πάντες βαλοῦσιν, ὡς τὸν Αἴαντα οἱ Τρῶες, ὡς τὸν Σωκράτην Ἀθηναῖοι ἔβαλλον, καὶ οὐκ ἀπέσχοντο αὐτοῦ, πρὶν κατέβαλον. πῶς ἂν οὖν τις βιώῃ ἀσφαλῶς ἐν μέσοις ὢν τοῖς πολεμίοις; οὐδὲν γὰρ πολεμιώτερον ἀνδρὸς ἀρετῇ μοχθηρίας ἀμφιλαφοῦς. συνυποσταλείς, φησὶν ὁ Σωκράτης, ὑπὸ τειχίον, τοὺς ἄλλους ὁρῶν ζάλῃ καὶ ἀμηχανίᾳ κυκωμένους. δεῖξον, ὦ Σώκρατες, ἀσφαλὲς τειχίον, ἔνθα στὰς ὑπερόψομαι τῶν βλημάτων · ἐὰν δέ μοι τοιοῦτον τειχίον λέγῃς, ᾧ καὶ σὺ ὑπεστάλης, ὁρῶ τὰ βλήματα, Ἀνύτους πολλούς, Μελήτους πολλούς · ἁλώσιμον τὸ τειχίον.