29.1ὁ μὲν Κροτωνιάτης ἐρᾷ κοτίνου Ὀλυμπικῆς, ὁ δὲ Ἀθηναῖος νίκης τριηρικῆς, ὁ δὲ Σπαρτιάτης ὁπλιτικῆς, ὁ Κρητικὸς θήρας, ὁ Συβαρίτης χλιδῆς, ὁ Θηβαῖος αὐλῶν, ὁ Ἴων χορῶν · καὶ ἔτι δ’αὖ ὁ μὲν χρηματιστὴς χρυσοῦ, ὁ δὲ φίλοινος μέθης, ὁ δὲ μουσικὸς ἔρωτος, ὁ δὲ φιλῳδὸς μελῶν, ὁ δὲ ῥήτωρ λόγων · τουτὶ δὲ τὸ θρέμμα, ὃν καλοῦσιν οἱ ἄνθρωποι φιλόσοφον, πότερα ἀνέραστος ἡμῖν ἐστιν πάντων χρημάτων; ἠλιθίου ἂν εἴη ὁ βίος, μή τι γε ζῴου ὁρῶντος καὶ ἐμπνεομένου καὶ κινουμένου καὶ φρονοῦντος, ἔχοντος ὁρμὰς καὶ αἰσθήσεις καὶ ὀρέξεις. ἀλλὰ ἐφίεται μέν τινος, εἰπεῖν δὲ οὐκ ἔχει ξυλλήβδην ὀνόματι ἑνί, ὅτου ἐρᾷ. εὐδαιμονίας, φησί. μακάριος τῆς εὐηθείας, εἰ οἴει τῶν παιδικῶν ἐκστήσεσθαί σοι ἕνα γέ τινα τῶν ἐκ τοῦ καταλόγου ἀνδρῶν, ἀλλ’οὐκ ἀποκρίνεσθαι ἕκαστον, ὡς εὐδαιμονίας εἵνεκα ὁ μὲν ἀθλεῖ, ὁ δὲ πεινῇ, ὁ δὲ χρηματίζεται, ὁ δὲ κυνηγετεῖ, ὁ δὲ γεωργεῖ, ὁ δὲ πολεμεῖ, ὁ δὲ ἐρᾷ, ὁ δὲ ᾄδει, ὁ δὲ λέγει. ἤτοι, εἰ ὁ Σαρδανάπαλλος ἐκεῖνος, ὁ τὸ σῶμα ἐκτετριμμένος, καὶ τὼ ὀφθαλμὼ ἐκτετηκώς, καὶ τὴν χαίτην διαπεπλεγμένος, καὶ ἐν πορφυρίσιν κατορωρυγμένος, καὶ ἐν βασιλείοις κατακεκλεισμένος, καὶ παλλακίσιν ἀναμεμιγμένος, ἄλλό τι ἐδίωκεν, οὐκ εὐδαιμονίαν; οὐ γὰρ δὴ κακοδαίμων ἑκὼν ἦν. τί δέ; ὁ Πέρσης ὁ τὰ Αἰγυπτίων ἱερὰ ἀφανίζων πυρί, καὶ λοιδορούμενος τῷ ποταμῷ, καὶ καταθύων τὸν βοῦν τὸν Ἄπιν, ἄλλό τι ἢ καὶ οὗτος ἐπὶ τα- ταὐτὰ σπεύδων ταῦτα ἔδρα; ὁ μὲν γὰρ Ξέρξης καὶ ἀμφισβητῆσαι ἄν μοι δοκεῖ πρὸς τὸν Δία περὶ εὐδαιμονίας (τοσοῦτον αὐτοῦ οἶμαι ἐπειλῆφθαι αὐτῆς), καὶ ὅτι αὐτῷ ἡ Ἀσία πρὸς τὴν Εὐρώπην ξυνεδεῖτο θαλαττίαις ὁλκάσιν εἰς γεφύρας σχῆμα ἐφημέρῳ δεσμῷ. καὶ μὴν Ὁμήρῳ ὁ Ποσειδῶν ἰσοτιμίαν ἄγει, παρὰ δὲ τούτου, ὡς ᾤετο, καὶ πληγὰς λαμβάνει, εἰς δεσμωτήριον ἐμβάλλεται. 29.2τί λέγω βασιλεῖς βαρβάρους; οὐχ ὁρᾷς τὸν Πεισίστρατον τὸν Ἕλληνα, τὸν Ἀθηναῖον ἐπὶ τὴν ἀκρόπολιν ἀεὶ θέοντα, ὥσπερ τῆς εὐδαιμονίας αὐτῷ κατορωρυγμένης ἐκεῖ σὺν τῇ ἐλαίᾳ τῇ παλαιᾷ, κα- κἂν ἐκπέσῃ, μὴ ἀνεχόμενον καθ’ἡσυχίαν ζῆν; Πολυκράτην μὲν γὰρ οὐ δὲ τὸ ἐξ Αἰγύπτου νουθέτημα ἔπεισεν μὴ φρονεῖν μέγα ἐπὶ εὐδαιμονίᾳ, ὅτι ἐκέκτητο θάλατταν Ἰωνικήν, καὶ τριήρεις πολλάς, καὶ σφενδόνην καλήν, καὶ Ἀνακρέοντα ἑταῖρον, καὶ παιδικὰ Σμερδίην. ἀλλ’οἵδε μὲν ἐοίκασιν οἱ δυνάσται ἐξηπατημένοις ὑπὸ ἁβρότητος καὶ ἡδονῆς, εὐπροσώπων κακῶν. Ὁμήρου δὲ οὐκ ἀκούεις ἐγκωμιάζοντος τοὺς Αἰακίδας, ὅτι ἦσαν ἄνδρες “πολέμῳ κεχαρηότες, ἠΰτε δαιτί”; καὶ τί ἂν εἴη πολέμου ἀχαριστότερον; ἀλλὰ καὶ ὣς τὸ ἄχαρι δήπου πρᾶγμα ἔτυχεν καὶ τοῦτο οὐ φαύλων ἐραστῶν. οἷος ἦν καὶ ὁ Φίλιππος αὖθις ποτέ, ᾧ κατὰ Μακεδονίαν ἐξὸν μένειν, καὶ ζῆν ἐπὶ τοῖς Ἀμύντου ἀγαθοῖς, καὶ τῇ Περδίκκου εὐδαιμονίᾳ, ἐζήτει ταύτην περϊιὼν ἄλλοθι, ὥσπερ ἐκπεπτωκυῖαν τῆς Μακεδόνων γῆς. καὶ διὰ τοῦτο, ὡς ἔοικεν, Τριβαλλοῖς ἐπολέμει, Ἰλλυριοῖς ἐπῄει, ἐπολιόρκει Βυζάντιον, κατέσκαπτεν Ὄλυνθον, Ἀθηναίους ἐξηπάτα, Θετταλοῖς συνετίθετο, Θηβαίοις ἐσπένδετο, Ἐλάτειαν ἐλάμβανεν, Φωκέας ἀνίστη, ἐπιώρκει, ἐψεύδετο, ἐπηροῦτο · οὐδὲν ἦν Φιλίππῳ ἀπώμοτον, οὐ ῥῆμα, οὐκ ἔργον, οὐκ αἰσχύνη, οὐκ ἀδοξία. ἐρώμεθα τὸν Φίλιππον · “τίνος ἀντικαταλλάττῃ πόνους τοσούτους, καὶ κινδύνους πραγμάτων, καὶ πηρώσεις σωμάτων; κακοδαιμονίας ἐρᾶς”; γελοῖον τὸ ἐρώτημα. ἀλλ’οὐχ εὗρε δήπου τὸ ζητούμενον ὁ Φίλιππος, ἀλλ’ἐξαναστᾶσα ἔλαθεν αὐτὸν ἡ εὐδαιμονία. καὶ διὰ τοῦτο ὁ Ἀλέξανδρος, χαίρειντὲ τῇ Εὐρώπῃ φράσας, ὡς ἐρήμῳ ἀγαθῶν, εἰς τὴν Ἀσίαν ἐπεραιοῦτο, ὑποπτεύων τὴν εὐδαιμονίαν ἢ ἐν Σάρδεσιν ἐν τῷ χρυσῷ ψήγματι κατορωρύχθαι, ἢ ἐν Καρίᾳ ἐν τοῖς Μαυσωλοῦ θησαυροῖς, ἢ ἐν τοῖς Βαβυλωνίων τείχεσιν, ἢ ἐν τοῖς Φοινίκων λιμέσιν, ἢ ἐν ταῖς Αἰγυπτίων ἠόσιν, ἢ ἐν ταῖς Ἀμμωνίων ψάμμοις. οὐκ ἐξήρκεσεν δ’αὐτῷ οὐ Δαρεῖος φεύγων, οὐκ Αἴγυπτος ληφθεῖσα, οὐκ Ἄμμων πατήρ, οὐ Βαβυλὼν ἁλοῦσα · ἀλλ’ἐπὶ τὴν Ἰνδῶν γῆν ἔδραμεν αὐτοῖς ὅπλοις. ἐρώμεθα τὸν Ἀλέξανδρον τὴν αἰτίαν τοῦ δρόμου · “τί ποθεῖς; τίνος ἐρᾷς; ἐπὶ τί σπεύδεις; ἄλλο τί φησιν ἢ εὐδαιμονίαν”; 29.3ἔα μοι τοὺς βασιλεῖς καὶ τοὺς δυνάστας. τὰ δημοτικὰ οὐχ ὁρᾷς; ὡς πᾶς ἀνὴρ πανταχόθεν ἐπὶ τα- ταὐτὸ θεῖ, ὁ μὲν γῆς ἁπτόμενος, ὁ δὲ περὶ θάλατταν πραγματευόμενος, ὁ δὲ περὶ πολέμους ἀσχολούμενος, ὁ δὲ περὶ λόγους σχολὴν ἄγων, ὁ δὲ γάμον λαμβάνων, ὁ δὲ παῖδας τρέφων, ὁ δὲ λῃστεύων, ὁ δὲ ὑβρίζων, ὁ δὲ δωροδοκῶν, ὁ δὲ μοιχεύων, ὁ δὲ μισθοφορῶν · κινδυνώδεις ὁδοὺς καὶ σφαλερὰς οἱ πολλοὶ ἰόντες, ἐπ’αὐτῶν τῶν κρημνῶν καὶ τῶν βαράθρων · οὓς οἰκτείροι ἄν τις · τοῦτο δὲ οὐκ, ἂν λάθωσιν. καὶ οὗτοι μὲν σπουδαστικοί τινες τοῖς βίοις · τὸ δὲ ἀργὸν καὶ ἀλύον τοῦτο πλῆθος, ἆρα καὶ τοῦτο προήκατο τὴν τοῦ ἀγαθοῦ ἐλπίδα; οὐδαμῶς μὰ Δία. οὐ γὰρ ἂν οὔτε οἱ κόλακες πράγματα εἶχον τὰς τῶν πλησίον ἐπιθυμίας θεραπεύοντες, οὔτε οἱ βωμολόχοι τῶν θαλιῶν καὶ γελώτων ἐκθηρώμενοι γενέσειςτὲ καὶ ἀγωγάς, οὔτε οἱ τὰ θαύματα ἐπιδεικνύμενοι, ἐκκλώμενοίτε καὶ στρεβλούμενοι τὰ σώματα, οὔτε ἄλλος ἄλλό τι ἐπιμηχανώμενος σπουδῇ, κα- κἂν μάταιον ᾖ. 29.4ἦλθεν εἰς Βαβυλῶνα ἀνὴρ Ἴων παρὰ τὸν μέγαν βασιλέα, τέχνην τινὰ ἐπιδεικνύμενος διαφέρουσαν εὐμηχανίᾳ. ἁμάξας στέατος ποιούμενος μικρὰς στρογγύλας, κατὰ βελόνης ὀρθίου πόρρωθεν ἀφιείς, τῆς βελόνης ἄκρας ἐτύγχανεν, καὶ ᾤετο δήπου μέγα εἶναι αὐτῷ ἀγαθὸν τὴν εὐστοχίαν τῆς βελόνης, οὐχ ἧττον ἢ ὁ Ἀχιλλεὺς τὴν τῆς μελίας τῆς ἐκ τοῦ Πηλίου καὶ ἐν Λιβύῃ ἀνὴρ Λίβυς, Ψάφων ὄνομα, ἐραστὴς εὐδαιμονίας οὐ ταπεινῆς, μὰ Δία, οὐ δὲ τῆς περιθεούσης ταύτης, ἀλλὰ ἤθελεν γὰρ θεὸς εἶναι δοκεῖν · ξυλλαβὼν οὖν τῶν ᾠδικῶν ὀρνίθων πολλούς, ἐδίδασκεν ᾄδειν τοὺς ὄρνιθας · “μέγας θεὸς Ψάφων” · καὶ ἠφίει αὖθις ἐπὶ τὰ ὄρη. οἱ δὲ οἱ αὐτοίτε ᾖδον, καὶ οἱ ἄλλοι ὄρνιθες ἐθιζόμενοι τῇ φωνῇ. Λίβυες δὲ θείαν νομίσαντες εἶναι τὴν φήμην, ἔθυον Ψάφωνι, καὶ ἦν αὐτοῖς θεὸς ὑπὸ ὀρνίθων κεχειροτονημένος · οὐδὲν οἶμαι τοῦ Περσικοῦ φαυλότερος, ὃν οὐ πρότερον προσεκύνησαν Πέρσαι, πρὶν αὐτὸν ἐχειροτόνησεν ἐπὶ τὴν ἀρχὴν ὑβριστὴς ἵππος. 29.5οὕτως ἄρα οὐδὲν ἕτερον ἑτέρῳ ὁμολογεῖ τῶν ἀνθρωπίνων, ἀλλὰ πάντες ἔρωτος κοινωνοῦντες ἑνὸς τοῦ πρὸς τὸ ἀγαθόν, ἵενται πολλὰς καὶ παντοδαπὰς ὁδούς, ἄλλος ἄλλης πράξεως νενεμημένος καὶ μοῖραν καὶ τύχην. καὶ κοινὸς μὲν πᾶσιν ὁ τοῦ ἀγαθοῦ πόθος, τυγχάνει δὲ τοῦ ζητουμένου οὐδὲν μᾶλλον ἄλλος ἄλλου · ἀλλὰ ὥσπερ οἱ ἐν σκότῳ χρυσὸν καὶ ἄργυρον μαστεύοντες, ἄποροι ὄντες τοῦ τὸ θηρώμενον ἐλέγξοντος φθόγγου, βρίθει καὶ ἐπαφῇ ἄπιστον εἰκασίαν λαβόντες, περιπίπτοντες ἀλλήλοις καὶ διαδάκνοντες, οὔτε ἀφιέναι τολμῶσιν, μὴ ἄρα ἔχωσιν, οὔτε παύσασθαι πονούμενοι, μὴ ἄρα οὐκ ἔχωσιν · ἔνθα δὴ θόρυβος, καὶ στάσεις, καὶ παρακελεύσεις · φωναὶ ζητούντων, στενόντων, διωκόντων, ὀδυρομένων, ἁρπαζόντων, ἀφαιρουμένων · καὶ βοῶσιν μὲν πάντες καὶ παιωνίζουσιν, ὡς δῆτα ἐντετυχηκότες τῷ ἀγαθῷ, ἔχει δὲ οὐδείς, ὑπὸ δὲ ἀπιστίας τὰ τοῦ πλησίον ἕκαστος ῥήματα διερευνᾶται. 29.6τοῦτο τὸ πάθος ταράττει τὴν γῆν καὶ τὴν θάλατταν, τοῦτο ἀθροίζει τὰς ἐκκλησίας, τοῦτο συνάγει τὰ δικαστήρια, τοῦτο πληροῖ τὰ δεσμωτήρια, τοῦτο πήγνυσιν ναῦν, τοῦτο τριήρεις καθέλκει, τοῦτο πολέμους συντάττει, τοῦτο ἀνεβίβασεν ἐπὶ ἵππους ἱππέας, ἐπὶ ἅρματα ἡνιόχους, ἐπὶ ἀκρόπολιν τυράννους. διὰ τοῦτο ξεναγοί, διὰ τοῦτο μισθοφόροι, “ἄνδρας μὲν κτείνουσι, πόλιν δέτε πῦρ ἀμαθύνει, τέκνα δέτ’ἄλλοι ἄγουσι βαθυζώνουςτὲ γυναῖκας”. καὶ ἄλλων μυρίων κακῶν ἀνέχονται οἱ ἄνθρωποι δι’οὐδὲν ἄλλο, ἢ δι’ἐλπίδα ἀγαθοῦ καὶ ἄγνοιαν. ἐνέφυσεν γάρ τι ὁ θεὸς ζώπυρον τῷ τῶν ἀνθρώπων γένει τῆς προσδοκίας τοῦ ἀγαθοῦ, ἀπέκρυψεν δὲ αὐτοῦ τὴν εὕρεσιν · “ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος” · οὐ γὰρ ἐξαπατήσει με Ὅμηρος τῷ ὀνόματι. ὁρῶ τὸ μῶλυ, καὶ συνίημι τοῦ αἰνίγματος, καὶ σαφῶς οἶδα, ὡς χαλεπὸν εὑρεῖν τὸ χρῆμα τοῦτο “ἀνδράσι γε θνητοῖσι · θεοὶ δέτε πάντα ἴσασιν”. 29.7νῦν δὲ τοῖς ἀνθρώποις περὶ μὲν ἀτόπου λέβητος ὁ Ἀπόλλων λέγει ἑψομένου ἐν Λυδοῖς, καὶ τὸ ξύλινον τεῖχος λέγει, καὶ τὸ στένυγρον ἰσθμόν, καὶ σεισμὸν μέλλοντα, καὶ ἐπιόντα πόλεμον, καὶ κατιόντα λοιμόν · τὸν δὲ τούτων πρεσβύτερον χρησμὸν οὐ λέγει, ὅπως πόλεμος μὴ γένηται, πῶς τείχους μὴ δεηθῶ, πῶς λοιμὸν μὴ φοβηθῶ. ἀλλ’ὁ μὲν Ἀπόλλων ταῦτα ἐκ Δελφῶν οὐ λέγει, οὐ δὲ ὁ Ζεὺς ἐκ Δωδώνης λέγει, οὐ δὲ ἐξ ἄλλης γῆς ἄλλος θεός · φιλοσοφία δὲ λέγει. ὢ χρησμοῦ καλοῦ, καὶ μαντικῆς πολυωφελεστάτης · πείσομαι τῇ χρησμῳδίᾳ, ἐὰν ὡμολογημένην ταύτην ἴδω. ἀστασίαστόν μοι χρησμὸν λέγε · τοιαύτης δέομαι μαντικῆς, ᾗ πεισθεὶς βιώσομαι ἀσφαλῶς. ποῖ πέμπεις τὸ τῶν ἀνθρώπων γένος; τίνας ὁδούς; ἐπὶ ποῖον τέλος; ἓν τοῦτο ἔστω, κοινὸν ἔστω. νῦν δὲ καὶ φιλοσοφίας ὁρῶ πολλὰς ἀποικίας, ἄλλον ἀλλαχοῦ στελλόμενον · ὡς ἐπὶ Βοιωτίαν Κάδμον, ὡς Ἀρχίαν ἐπὶ Συρακούσας, ὡς Φίλανθον ἐπὶ Τάραντα, ὡς Νηρέα ἐπὶ Μίλητον, ὡς Τληπόλεμον ἐπὶ Ῥόδον. ἢ τὴν μὲν γῆν ἀνάγκη νενεμῆσθαι τοῖς τόποις, καὶ οἰκεῖν ταύτης ἄλλους ἄλλην μοῖραν · τὸ δὲ ἀγαθὸν ἕν, ἀνέμητον, ἄφθονον, ἀνενδεές, πολυαρκὲς πάσῃ φύσει λογιστικῇ καὶ διανοητικῇ · ὡς ἥλιος εἷς ἀγαθὸν ἓν φύσεως ὁρατικῆς, καὶ μουσικὴ μία ἀγαθὸν ἓν φύσεως ἀκουστικῆς, καὶ ὑγίεια μία φύσεως σαρκίνης. ἀλλὰ τοῖς μὲν ἄλλοις ζῴοις κατ’ἀγέλην ἑκάστην ἀποκέκριται πρὸς σωτηρίαν ἀγαθὸν ἕν, καὶ κοινωνεῖ ἴσου βίου καὶ τέλους ἑνὸς τὰ ὅμοια τοῖς ὁμοίοις, ἕκαστα ἑκάστοις, τὰ πετόμενα, τὰ βαδίζοντα, τὰ ἕρποντα, τὰ τὴν ὑγρὰν δίαιταν ἀσπαζόμενα, τὰ σαρκοφάγα, τὰ ποιηφάγα, τὰ καρποφάγα, τὰ ἀγελαστικά, τὰ ἥμερα, τὰ ἄγρια, τὰ εὔκερω, τὰ ἄκερω · κα- κἂν μεταθῇς τοὺς βίους, παρανομεῖς περὶ τὴν φύσιν. τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην, τὴν σύννομον, τὴν ἡμερωτάτην, τὴν κοινωνικοτάτην, τὴν λογικωτάτην, κινδυνεύει διαλύειν καὶ διασπᾶν οὐκ ἐπιθυμία δημώδης μόνον, οὐ δὲ ὀρέξεις ἄλογοι, οὐ δὲ ἔρωτες κενοί, ἀλλὰ καὶ τὸ βεβαιότατον τῶν ὄντων φιλοσοφία · πολλοὺς καὶ αὕτη δήμους ποιεῖ καὶ νομοθέτας μυρίους, διασπᾷ καὶ διασκίδνησιν τὴν ἀγέλην, καὶ πέμπει ἄλλον ἀλλαχοῦ, Πυθαγόραν μὲν ἐπὶ μουσικήν, Θαλῆ δὲ ἐπὶ ἀστρονομίαν, Ἡράκλειτον δὲ ἐπὶ ἐρημίαν, Σωκράτην δὲ ἐπὶ ἔρωτας, Καρνεάδην δὲ ἐπὶ ἄγνοιαν, Διογένην ἐπὶ πόνους, Ἐπίκουρον ἐφ’ἡδονήν. ὁρᾷς τὸ πλῆθος τῶν ἡγεμόνων · ὁρᾷς τὸ πλῆθος τῶν συνθημάτων. ποῖ τις τράπηται; ποῖον αὐτῶν καταδέξωμαι; τίνι πεισθῶ τῶν παραγγελμάτων;