Maximus

Dissertations, 17

17.1ἦλθεν εἰς Σπάρτην Συρακόσιος σοφιστής, οὐ κατὰ τὴν Προδίκου καλλιλογίαν, οὐ δὲ κατὰ τὴν Ἱππίου γενεαλογίαν, οὐ δὲ κατὰ τὴν Γοργίου ῥητορείαν, οὐ δὲ κατὰ τὴν Θρασυμάχου ἀδικίαν, οὐ δὲ κατ’ἄλλην πραγματείαν λόγου παρεσκευασμένος · ἀλλ’ἦν τῷ Συρακοσίῳ σοφιστῇ τέχνη αὐτὸ ἔργον, κεκραμένον ὁμοῦ χρείᾳ καὶ ἡδονῇ. τὰ γὰρ ὄψα καὶ τὰ σιτία ἡδυσμάτων συμμετρίαις καὶ κράσεσιν καὶ ποικιλίαις, καὶ τῇ διὰ πυρὸς ὁμιλίᾳ, αὐτὰ ἑαυτῶν προσφορώτατα εἶναι παρεσκεύαζεν · καὶ ἦν πολὺ τὸ Μιθαίκου καὶ ὅσον τοῖς Ἕλλησιν κατὰ ὀψοποιΐαν, ὥσπερ τὸ Φειδίου κατὰ ἀγαλματουργίαν · ἧκεν δὴ καὶ εἰς τὴν Σπάρτην οὗτος ἀνὴρ δυναστεύουσαν τότε, ἐν ἀρχούσῃ τῇ πόλει καὶ δύναμιν γενναίαν περιβεβλημένῃ εὔελπις ὢν εὐδόκιμον αὐτῷ φανεῖσθαι τὴν τέχνην · τὸ δὲ ἦν ἄρα οὐ τοιοῦτον · ἀλλὰ τῶν Λακεδαιμονίων τὰ τέλη ἀνακαλεσάμενοι τὸν ἄνδρα, ἐκέλευον αὐτῷ ἐξεῖναι τῆς Σπάρτης αὐτίκα μάλ’εἰς ἄλλην γῆν καὶ ἀνθρώπους ἄλλους ἐφίεμεν γὰρ ὑπὸ τοῦ πονεῖν δεῖσθαι τροφῆς ἀναγκαίας μᾶλλον τεχνικῆς, καὶ τὰ σώματα ἔχειν ἀκολάκευτα καὶ ἁπλᾶ, καὶ μηδὲν ὀψοποιοῦ δεόμενα, οὐ μᾶλλον τὰ τῶν λεόντων ἀπεῖναι δὲ ἐκεῖσε, ἔνθα καὶ εἰκὸς τιμηθήσεσθαι αὐτῷ τὴν τέχνην, δι’ἡδονῆς καὶ χρείας τοὺς δημιουργοὺς αὐτῆς ἀσπαζομένων. οὕτω Μίθαικος ἐξῆλθεν Σπάρτης αὐτῇ τέχνῃ · παρεδέξαντο δὲ αὐτὸν οὐχ ἧττον οἱ ἄλλοι Ἕλληνες, κατὰ τὴν ἑαυτῶν ἡδονὴν ἀσπαζόμενοι, οὐ κατὰ τὴν παρὰ Λακεδαιμονίοις ἀτιμίαν ὑπεριδόντες.
17.2εἰ δὲ δεῖ καὶ ἄλλας παρακαλέσαι εἰκόνας τῷ παρόντι λόγῳ σεμνοτέρας τῆς Μιθαίκου τέχνης · Θηβαῖοι αὐλητικὴν ἐπιτηδεύουσιν, καὶ ἐστὶν δι’αὐλῶν μοῦσα ἐπιχώριος τοῖς Βοιωτοῖς · Ἀθηναῖοι λέγειν, καὶ ἐστὶν περὶ λόγους σπουδὴ τέχνη Ἀττική · παιδεύματα Κρητικὰ θῆραι, ὀρειβασίαι, τοξεῖαι, δρόμοι · τὰ Θετταλικὰ ἱππική, τὰ Κυρηναϊκὰ διφρεῖαι, τὰ Αἰτωλικὰ λῃστεῖαι · ἀκοντίζουσιν Ἀκαρνᾶνες, πελτάζουσιν Θρᾷκες, νησιῶται πλέουσιν. ἐὰν δὲ μεταθῇς τὰ ἐπιτηδεύματα πολλῶν πρὸς ἄλλους, νοθεύσεις τὰς τέχνας. τί γὰρ δεῖ ἠπειρώταις νεῶν; ἀμούσοις αὐλῶν; ὀρείοις ἵππων; πεδιάδα οἰκοῦσιν δρόμων; ὁπλίταις τόξων; τοξόταις ἀσπίδων; ὥσπερ οὖν ἐνταῦθα διεκληρώσαντο τὰς τέχνας οἱ τόποι, αἱ φύσεις τῶν χρωμένων, αἱ φιλίαι τῶν ἀπ’ἀρχῆς ἐπιτηδευθέντων, καὶ οὐ ταὐτὰ ἕκαστον οὔτε πᾶσιν τίμιον διότι ἐνίοις, οὔτε ἄτιμον τισὶν ὅτι μὴ πᾶσιν, ἀλλὰ εὐδοκιμεῖ ἕκαστον κατὰ τὴν χρείαν τῶν λαβόντων · τί κωλύει τοὺς τῆς καλῆς ταύτης πόλεως πολίτας, οὓς Πλάτων θρεψάμενος τῷ λόγῳ ὑπὸ νόμοις ξένοις καὶ οὐ καθωμιλημένοις τῷ τῶν πολλῶν ἔθει κατῴκισεν, αὖθις αὖ λόγῳ ἔχειν καὶ τούτους ἐπιχώρια ἄττα αὐτῶν νόμιμάτε καὶ ἐπιτηδεύματα, ξυμπεφυκότα τῇ ἐκ παίδων τροφῇ, τιμώμενα μὲν αὐτοῖς κατὰ τὴν χρείαν αὐτῶν ἐκείνων, οὐκ ἀτιμαζόμενα δὲ παρὰ τοῖς ἄλλοις, ἐπεὶ μὴ κἀκείνοις ἥρμοσεν; εἰ μὲν γὰρ πόλιν πόλει παραβάλλομεν, καὶ πολιτείαν πολιτείᾳ, καὶ νόμους νόμοις, καὶ νομοθέτην νομοθέτῃ, καὶ τροφὴν τροφῇ, ἔχοι ἄν τινα ἡμῖν λόγον ἐξέτασις τοιάδε, διερευνωμένοις τὸ παρ’ἑκάστοις ἐνδέον · εἰ δέ τις μέρος τοῦ ὅλου ἀποτεμόμενος καθ’αὑτό, σκοπεῖ διὰ μαρτύρων τῶν χρωμένων τούτῳ μή (οὕτω γὰρ ἂν καὶ τὰ ἄλλα πάντα ὅσα ἄνθρωποι χρῶνται), κατ’ἴσον ἂν τύχοι τιμῆς καὶ ἀτιμίας, καὶ διατελοῖ ἐν ἀμφισβητησίμῳ κρίσει πλανώμενα · καὶ γὰρ αἱ τροφαί, καὶ τὰ φάρμακα, καὶ τὰ διαιτήματα, καὶ τἄλλα ὅσα τῇ τῶν ἀνθρώπων χρείᾳ ἀνακέκραται, οὐ πᾶσιν ἑξῆς ὅμοια πάντα, ἀλλὰ τὸ αὐτὸ ἤδη τὸν μὲν ἔβλαψεν, τὸν δὲ ὤνησεν · καὶ τὸν μὲν εὔφρανεν, τὸν δὲ ἠνίασεν · ἕκαστον γὰρ τούτων χρεία καὶ καιρὸς καὶ ὑπόθεσις τοῦ βίου ἕτερα ἑτέρῳ φαίνεσθαι ποιεῖ.
17.3οὕτω τοίνυν ἐχόντων τούτων, μεταβάντες αὖ περὶ Ὁμήρου σκοποῦμεν ἀδεκάστως μάλα, οὔθ’ὅστις Πλάτωνι χαίρει ἀτιμάζων Ὅμηρον, οὔθ’ὅστις Ὅμηρον θαυμάζει μεμφόμενος Πλάτωνι · οὐ γὰρ διακεκλήρωται οὐ δὲ ἀπέσχισται ἑκάτερον θἀτέρου · ἀλλ’ἔξεστίν που καὶ τὰ Πλάτωνος τιμᾶν, καὶ θαυμάζειν Ὅμηρον · ἔξεστιν δὲ ὧδε. πόλιν οἰκίζει Πλάτων τῷ λόγῳ, οὐ Κρητικήν, οὐ δὲ Δωρικήν, οὐ δὲ Πελοποννησίαν, οὐ δὲ Σικελικήν, οὐ δὲ, μὰ Δί’, Ἀττικήν · γὰρ ἂν τοιαύτην οἰκίζων πόλιν, μὴ ὅτι Ὁμήρου ἂν ἐδεήθη μόνου, ἀλλὰ καὶ πρὸ Ὁμήρου Ἡσιόδου καὶ Ὀρφέως, καὶ εἴ τις ἄλλη παλαιὰ μοῦσα ποιητικὴ κατεπᾴδειν ἱκανὴ τὰς τῶν νέων ψυχὰς καὶ δημαγωγεῖν, καὶ ἡδονῇ συνήθει ἀνακιρνάναι πράως ἀληθεῖς λόγους · ἀλλ’ἔστιν αὐτῷ ξυνοίκησις καὶ πολιτεία γιγνομένη λόγῳ, κατὰ τὸ ἀκριβέστατον μᾶλλον χρειωδέστατον · ὅνπερ τρόπον καὶ τοῖς τὰ ἀγάλματα τούτοις διαπλάττουσιν, οἳ παντὸς παρ’ἑκάστου καλὸν συναγαγόντες, κατὰ τὴν τέχνην ἐκ διαφόρων σωμάτων ἀθροίσαντες εἰς μίμησιν μίαν, κάλλος ἓν ὑγιὲς καὶ ἄρτιον καὶ ἡρμοσμένον αὐτὸ αὑτῷ ἐξειργάσαντο · καὶ οὐκ ἂν εὗρες σῶμα ἀκριβὲς κατὰ ἀλήθειαν ἀγάλματι ὅμοιον · ὀρέγονται μὲν γὰρ αἱ τέχναι τοῦ καλλίστου · αἱ δὲ ἐν ποσὶν ὁμιλίαι καὶ χρεῖαι ἀπολείπονται τῶν τεχνῶν. οἶμαι δέ, εἰ καί τις ἦν ἐν ἀνθρώποις δύναμις πλαστικὴ σωμάτων σαρκίνων, ξυμφορήσαντες ἂν οἱ δημιουργοὶ τὰς δυνάμεις ξυμμέτρως γῆς καὶ πυρός, καὶ τῶν ὅσα τούτοις ἁρμοσθέντατὲ καὶ ὁμολογήσαντα συνίστησιν τὴν σωμάτων φύσιν, ἀπέφηναν, ὥστε εἰκός, ἂν σῶμα ἀδεὲς φαρμάκου καὶ μαγγανευμάτων καὶ διαιτημάτων ἰατρικῶν. εἰ οὖν τις ἐκείνων τινὸς τῶν δημιουργῶν ἀκούσας νομοθετοῦντος τοῖς ὑπ’αὐτοῦ πλασθεῖσιν τῷ λόγῳ, ὅτι ἄρα δεήσονται οὐ δὲ Ἱπποκράτους ἰωμένου σφᾶς, ἀλλὰ χρὴ στέψαντας ἐρίῳ τὸν ἄνδρα καὶ χρίσαντας μύρῳ ἀποπέμπειν, παρ’ἄλλου εὐδοκιμήσοντα, ἐκεῖ ὅπου τὴν τέχνην παρακαλεῖ νόσος, κᾆτα ἀγανακτοίη πρὸς αὐτόν, ὡς ἀτιμάζοντα τὴν Ἀσκληπιοῦ καὶ τὴν Ἀσκληπιάδων τέχνην, ἆρα οὐ καταγέλαστος ἂν γίγνοιτο, αἰτίαν προσφέρων τῷ μὴ κατὰ ἀτιμίαν παραιτουμένῳ ἰατρικήν, ἀλλὰ μήτε κατὰ χρείαν δεομένῳ αὐτῆς, μήτε καθ’ἡδονὴν ἀσπαζομένῳ;
17.4δύο γὰρ ὄντων τούτων, ὑφ’ὧν Ὅμηρος καὶ Ἡσίοδος καὶ ὅστις ἄλλος ἐν ἁρμονίᾳ ποιητικῇ εὐδόκιμοι ἦσαν, χρείας καὶ ἡδονῆς, κατ’οὐδέτερον αὐτοῖν ἐπιτήδεια τὰ ἔπη τῇ Πλάτωνος πολιτείᾳ, οὔτε κατὰ τὴν χρείαν, οὔτε κατὰ τὴν ἡδονήν. τε γὰρ χρεία ξυνελήλαται αὐτοῖς εἰς τροφὴν ἀκριβῆ καὶ ἀκούσματα ἀναγκαῖα, οὐδὲν αὐθαίρετον, οὐ δὲ αὐτεξούσιον, οὐ δὲ οἷον ἂν δέξαιντο παρὰ μητέρων παῖδες ὑπὸ φήμης ἀλόγου πλασθέντα μῦθον · οὐδὲν γὰρ ἐκεῖ οὐ δὲ ἐκ τοῦ προστυχόντος, οὔτε ἄκουσμα, οὔτε παίδευμα · οὔτε ἀθύρματα παρέλθοι ἂν εἰς τοιαύτην πόλιν, ὥστε καὶ δεηθῆναι Ὁμήρου, τὰς οὔσας περὶ θεῶν δόξας ἐμμελῶς μεγαλύνοντος, καὶ τρέφοντος τὰς τῶν πολλῶν ψυχὰς ἐκ ταπεινῆς φαντασίας εἰς ἔκπληξιν. τοῦτο γάρ τοι δύναται ποιητοῦ λόγος ἐμπεσὼν ἀκοαῖς τεθραμμέναις κακῶς, περιβομβεῖν αὐτάς, καὶ μὴ παρέχειν σχολὴν διαπιστεύειν τοῖς εἰκῇ θρυλουμένοις λόγοις, ἀλλ’εἰδέναι μὲν ὅτι ποιητικὴ πᾶσα αἰνίττεται, καταμαντεύεσθαι δὲ τῶν αἰνιγμάτων μεγαλοπρεπῶς, κατὰ τὴν θεῶν δίκην. ὁπόθεν δὲ ἐξελήλαται τὸ ταπεινὸν πᾶν καὶ τὸ ἠμελημένον, τί δεῖ ἐνταῦθα τοιούτου φαρμάκου; τὸν Ἀνάχαρσιν ἐκεῖνον ἤρετο Ἕλλην ἀνήρ, εἰ ἔστιν αὐλητικὴ ἐν Σκύθαις · οὐ δὲ ἄμπελοι, ἔφη. ἄλλη γὰρ ἄλλην παρακαλεῖ ἡδονήν, καὶ ἐστὶν ξυμφυὲς τὸ χρῆμα, καὶ ἄπαυστον, καὶ ἀέναον, ἐπειδὰν ἄρξηται ῥεῖν · καὶ μία μηχανὴ πρὸς σωτηρίαν, στῆσαι τὰς πηγάς, καὶ ἀποφράξαι τὴν ἡδονῶν γένεσιν. δὴ τοιαύτη πόλις, ἣν συνεστήσατο Πλάτων, ἄβατος ἡδονῇ, καὶ ἀδεὴς θεαμάτων καὶ ἀκουσμάτων · ὥστε οὔτε εἰ ποιητικὴ παρασκευαστικὸν ἡδονῆς, εἰσδέξαιτο ἂν αὐτήν, καὶ πολὺ μᾶλλον κατὰ τὴν χρείαν.
17.5ἐῶ λέγειν ὅτι καὶ τῶν ἐν ἀνθρώποις γενῶν οὐ λόγῳ μόνον πλαττόμεναι πόλεις, ἀλλὰ καὶ ἔργῳ γενόμεναι πολλαὶ καὶ πολιτευθεῖσαι ὑγιῶς, καὶ ξυνοικισθεῖσαι νομίμως, ἀγνοοῦσιν τὸν Ὅμηρον. ὀψὲ μὲν γὰρ Σπάρτη ῥαψῳδεῖ, ὀψὲ δὲ καὶ Κρήτη, ὀψὲ δὲ καὶ τὸ Δωρικὸν ἐν Λιβύῃ γένος · ἐπαινοῦνται δὲ οὐκ ὀψέ, ἀλλ’ἐκ παλαιᾶς ἀρετῆς. τὰ δὲ τῶν βαρβάρων τί χρὴ λέγειν; σχολῇ γὰρ ἂν ἐκεῖνοι τὰ Ὁμήρου μάθοιεν, ἀλλ’εὕροις ἂν ὅμως καὶ ἐν βαρβάροις ἀρετὴν ἀπεσχισμένην τῶν Ὁμήρου ἐπῶν · γὰρ ἂν καὶ τὸ τῶν ῥαψῳδῶν γένος τὸ ἀνοητότατον εὐδαιμόνει κατὰ τὴν συνουσίαν τῆς τέχνης · τὸ δὲ οὐχ οὕτως ἔχει. καλὰ μὲν γὰρ τὰ Ὁμήρου ἔπη, καὶ ἐπῶν τὰ κάλλιστα, καὶ φανότατα, καὶ ᾄδεσθαι Μούσαις πρέποντα · ἀλλ’οὐ πᾶσιν καλά, οὐ δὲ ἀεὶ καλά · οὐ δὲ γὰρ τῶν ἐν μουσικῇ μελῶν εἷς νόμος, οὐ δὲ εἷς χρόνος. καλὸν μὲν ἐν πολέμῳ τὸ ὄρθριον, καλὸν δὲ ἐν συμποσίῳ τὸ παροίνιον, καὶ καλὸν μὲν Λακεδαιμονίοις τὸ ἐμβατήριον, καλὸν δὲ Ἀθηναίοις τὸ κύκλιον, καὶ καλὸν μὲν ἐν διώξει τὸ ἐγκελευστικόν, καλὸν δὲ ἐν φυγῇ τὸ ἀνακλητικόν · ἡδεῖα μὲν πᾶσα μοῦσα, ἀλλὰ τὸ τῆς χρείας οὐχ ὅμοιον πᾶσιν. ἂν τοίνυν καθ’ἡδονὴν κρίνῃς Ὅμηρον ᾄδειν ἄνδρας, εἰσκυκλεῖς ποιητῶν χορὸν ἀκόλαστον καὶ βακχεύοντα, κρατοῦντα ἡδονῇ τῆς Ὁμήρου ᾠδῆς, ἀποχειροτονεῖς τῆς ἡδονῆς τὸν ἄνδρα. ἡδὺς μὲν γάρ, ἡδύς, ἀλλὰ τὸ κάλλος ἀκμαιότερον τῆς ἡδονῆς, καὶ μὴ παρέχον σχολὴν εὐφραίνεσθαι, ἀλλὰ ἐπαινεῖν · ἀλλ’ἔπαινος σὺν ἡδονῇ μέν, ἀλλ’οὐκ αὐτὸ ἡδονή. εἰ δὲ καθ’ἡδονὴν τὰ Ὁμήρου ἀσπαζόμεθα, ὡς αὐλήματα, ὡς κιθαρίσματα, ἐξελαύνεις Ὅμηρον οὐκ ἐκ τῶν Πλάτωνος τροφίμων μόνον, ἀλλὰ καὶ ἐκ τῶν Λυκούργου, καὶ ἐκ τῶν Κρητικῶν, καὶ παντὸς χωρίου καὶ πάσης πόλεως, ὅπου μετὰ ἀρετῆς εὐδοκιμοῦσιν οἱ πόνοι.