33.1χαλεπὸν εὑρεῖν λόγον ἀληθῆ · κινδυνεύει γὰρ ἡ τοῦ ἀνθρώπου ψυχή, δι’εὐπορίαν τοῦ φρονεῖν, τοῦ κρίνειν ἀπορεῖν. καὶ αἱ μὲν ἄλλαι τέχναι, πρόσω ἰοῦσαι, κατὰ τὴν εὕρεσιν εὐστοχώτεραι γίγνονται, ἑκάστη περὶ τὰ αὐτῆς ἔργα · φιλοσοφία δέ, ἐπειδὰν αὐτῆς εὐπορώτατα ἔχῃ, τότε μάλιστα ἐμπίμπλαται λόγων ἀντιστασίων καὶ ἰσορρόπων · καὶ ἔοικεν γεωργῷ, ἐπειδὰν ἐν περιουσίᾳ γένηται ὀργάνων πολλῶν, ἀκαρποτέρᾳ τῇ γῇ χρωμένῳ. τὰς μὲν οὖν πολιτικὰς διαδικασίας εὐθύνει ψῆφος καὶ ἀριθμὸς δικαστῶν, καὶ γνώμη ῥήτορος, καὶ δήμου χεῖρες · ἐνταῦθα δὲ τίς ἡμῖν παρέσται δικαστής, καὶ τίνι ψήφῳ τα- τἀληθὲς κρινοῦμεν; λόγῳ; ἀλλ’οὐκ ἂν ἔχοις εἰπεῖν λόγον, ὅτῳ οὐκ ἄν ἐξεύροις τὸν ἐναντίον. πάθει; ἀλλ’ἄπιστος ὁ δικαστής. πλήθει; ἀλλὰ πλείους οἱ ἀμαθέστεροι. δόξῃ; ἀλλὰ τὰ χείρω ἐνδοξότερα. 33.2αὐτίκα ἐν τῷ παρόντι τούτῳ σκέμματι, ἡδονῆς ἀρετῇ ἁμιλλωμένης καὶ ἀντεξεταζομένης, οὐ παρωσαμένη τὴν ἀρετὴν ἡδονὴ καὶ δόξῃ κρατεῖ, καὶ πλήθει μαρτύρων ὑπερβάλλεται, καὶ κατὰ πάθος δυναστεύει; ὃ δὲ μόνον ὑπόλοιπον ἦν τῇ ἀρετῇ συμμαχικόν, ὁ λόγος, καὶ τοῦτο σχίζεται καὶ διαιρεῖται · καὶ ἐξεύρηταί τις καὶ παρ’αὐτοῦ ἐπικουρία ἡδοναῖς · καὶ λέγει τις καλῶς, ὑπὲρ ἡδονῆς λέγων, καὶ τὴν ἀρετὴν φαυλίζει, καὶ μετατίθησιν τὴν ἀρχὴν ἀπὸ τῆς ἀνδρωνίτιδος ἐπὶ τὴν γυναικωνῖτιν · καὶ τὸ μὲν σχῆμα τοῦ φιλοσόφου μετεκδύεται, τοῦ δὲ ὀνόματος ἀξιοῖ κρατεῖν. ἄφες, ἄνθρωπε, καὶ το- τοὔνομα μετὰ τοῦ λόγου. παρανομεῖς περὶ τοὺς θεμελίους οὐδὲν σοφίᾳ καὶ ἡδονῇ κοινόν · ἄλλος μὲν ὁ φιλήδονος, ἄλλος δὲ ὁ φιλόσοφος · διακέκριται τὰ ὀνόματα, διακέκριται τὰ ἔργα, διῄρηται τὰ γένη, ὡς τὰ Λακωνικὰ τῶν Ἀττικῶν, ὡς τὰ βαρβαρικὰ τῶν Ἑλλήνων. ἐὰν δὲ Σπαρτιάτης εἶναι λέγων καὶ Ἕλλην καὶ Δωριεὺς καὶ Ἡρακλείδης, θαυμάζῃς τιάραν Μηδικὴν καὶ τράπεζαν βαρβαρικὴν καὶ ἁρμάμαξαν Περσικήν, περσίζεις, βαρβαρίζεις, ἀπολώλεκας τὸν Παυσανίαν · Μῆδος εἶ, Μαρδόνιος εἶ. ἀπόθου το- τοὔνομα μετὰ τοῦ γένους. 33.3τοὺς μὲν οὖν πολλοὺς ἡδονὴν ὑμνοῦντας φέρω · βάναυσος γὰρ ψυχὴ καὶ ἀπεληλαμένη λόγου, ἐλεεινὴ μὲν τοῦ πάθους, σύγγνωστος δὲ τῆς ἀγνοίας · Ἐπίκουρον δὲ διὰ το- τοὔνομα οὐ φέρω, οὐ δὲ ἀνέχομαι φιλοσοφίας ὑβριζούσης. οὐ δὲ γὰρ στρατηγοῦ ἀνέχομαι τὴν τάξιν ἀπολείποντος καὶ ἐξηγουμένου τῆς φυγῆς, οὐ δὲ γεωργοῦ ἀνέχομαι ἐμπιμπράντος τὰ λήϊα, οὐ δὲ κυβερνήτου ἀνέχομαι ἀποδειλιῶντος πρὸς τὴν θάλατταν · πλεῖν σε δεῖ, στρατηγεῖν σε δεῖ, γεωργεῖν σε δεῖ · πόνων ταῦτα μεστά · ἀλλ οὐδὲν καλὸν ὑπὸ ῥᾳστώνης γίγνεται. εἰ δὲ ἕπεται ἡδονὴ τοῖς καλοῖς, δίδωμι τοῦτο · ἑπέσθω, ἀλλ’ἡγείσθω τὸ καλὸν πανταχοῦ · “εἶς κοίρανος ἔστω, εἶς βασιλεύς, ἔδωκεν” ἄρχειν ὁ Ζεύς. ἐὰν δὲ μεταθῇς τὴν τάξιν, κοὶ ἄρχῃ μὲν ἡδονή, ἕπηται δὲ λόγος, δίδως τῇ ψυχῇ τύραννον πικρὸν καὶ ἀπαραίτητον, ᾧ δουλεύειν ἀνάγκη, καὶ ὑπηρετεῖν ὑπηρεσίας ἀνεπιτιμήτους καὶ παντοδαπάς, κα- κἂν αἰσχρὰ προστάττῃ, κα- κἂν ἄδικα προστάττῃ. τί γὰρ ἂν εἴη μέτρον ἡδονῆς ἐπιλαβομένης ἐξουσίας ἐπιθυμημάτων; ἀκόρεστος γὰρ ὁ τύραννος οὗτος, καὶ τῶν παρόντων ὑπεροπτικός, καὶ τῶν μὴ παρόντων ὀρεκτικός, καὶ διὰ περιουσίαν ἐξαπτόμενος, καὶ ὑπὸ ἐλπίδος κουφιζόμενος, καὶ δι’εὐπορίαν ἐξυβρίζων. οὗτος ὁ τύραννος ἐπανέστησεν τὰ αἰσχρὰ τοῖς καλοῖς, οὗτος ἐφώπλισεν ἀδικίαν δικαιοσύνῃ, οὗτος μέτρῳ ἀμετρίαν · ὡς ἡ γε χρεία τῶν σωμάτων τὰς αὐτῆς ὀρέξεις οὐ χαλεπῶς ἀναπίμπλησιν. διψῇ τίς; κρῆναι πανταχοῦ · πεινῇ τίς; φηγοὶ πανταχοῦ. ἥλιος οὗτος, χλανίδων ἀλεεινότατος · λειμῶνες οὗτοι, θεαμάτων τὰ ποικιλώτατα · ἄνθη ταῦτα, εὐωδίαι φυσικαί. καὶ μέχρι μὲν τούτων ἐστὶν λαβεῖν ὅρους ἡδονῶν, τὴν χρείαν αὐτήν · ἐὰν δὲ ταῦτα ὑπερβῇς καὶ προσέλθῃς περαιτέρω, δίδως ταῖς ἡδοναῖς δρόμον ἄπαυστον, καὶ τὰς ἀρετὰς ἀποτειχίζεις. 33.4τοῦτο γεννᾷ τὰς πλεονεξίας, τοῦτο ποιεῖ τὰς τυραννίδας · οὐ γὰρ ἱκανὸν βασιλεῖ τῷ Περσῶν χωρίον Πασαργάδαι, καὶ τὸ Κύρου κάρδαμον, ἀλλ’ἡ Ἀσία ἅπασα διέλαχεν χορηγεῖν ἡδοναῖς ἀνδρὸς ἑνός. τρέφει μὲν αὐτῷ Μηδία Νισαῖον ἵππον, πέμπει δὲ Ἰωνία παλλακίδας Ἑλληνικάς, τρέφει δὲ Βαβυλὼν εὐνούχους βαρβάρους, πέμπει δὲ Αἴγυπτος παντοδαπὰς τέχνας, ἐλέφαντα Ἰνδοί, Ἄραβες εὐωδίαν · χορηγοῦσιν δὲ καὶ οἱ ποταμοὶ ταῖς βασιλέως ἡδοναῖς, Πακτωλὸς χρυσόν, Νεῖλος πυρόν, Χοάσπης ὕδωρ · τῷ δὲ οὐ δὲ ταῦτα ἱκανά, ἀλλ’ἐπιθυμεῖ ξένης ἡδονῆς, καὶ διὰ τοῦτο ἐπὶ τὴν Εὐρώπην ἔρχεται, διώκει Σκύθας, ἀνίστησιν Παίονας, Ἐρετρίαν λαμβάνει, Μαραθῶνι ἐπιπλεῖ, καὶ πλανᾶται πανταχοῦ. ὤ τῆς πενίας δυστυχέστατος. τί γὰρ ἂν εἴη πενέστερον ἀνδρὸς ἐπιθυμοῦντος διηνεκῶς; ἐπειδὰν γὰρ ἅπαξ ψυχὴ γεύσηται ἡδονῶν ὑπὲρ τὴν αὐτῆς χρείαν, κόρος αὐτὴν τῶν πρότερον ἔχει, καὶ ἑτέρων ἐρᾷ. καὶ τὸ τοῦ Ταντάλου αἴνιγμα τοῦτο ἦν ἄρα, δίψα διηνεκὴς ἀνδρὸς φιληδόνου, καὶ ἡδονῆς νάματα προσιόντα καὶ ἀπιόντα αὗθις, καὶ παλίρροια ἐπιθυμιῶν, καὶ λῦπαι πικραὶ ταύταις ἀνακεκραμέναι, καὶ ταραχαί, καὶ φόβοι. ψοβερὸν μὲν γὰρ παροῦσα ἡδονὴ μὴ ἀπέλθῃ, ἀνιαρὸν δὲ μὴ παροῦσα μὴ οὐκ ἔλθῃ · ὥστε ἀνάγκη τὸν διώκοντα ἡδονὴν λυπούμενον μὲν μὴ παύσασθαι, ἡδόμενον δὲ μὴ αἰσθάνεσθαι, ἀλλὰ συγκεχυμένον ζῆν ἐν ἀσαφείᾳ πολλῇ. 33.5ὅρα τίνα καὶ ποῖον τύραννον τῇ ψυχῇ δίδως · ὡς Ἀθηναίοις Κριτίαν, παρωσάμενος τὸν Σόλωνα · ὡς Λακεδαιμονίοις Παυσανίαν, παρωσάμενος τὸν Λυκοῦργον. ἐγὼ δὲ ἐλευθερίαν ποθῶν νόμου δέομαι, λόγου δέομαι. οὗτός μοι φυλάξει τὴν εὐδαιμονίαν ὀρθὴν καὶ ἄσειστον καὶ ἀδεῆ καὶ αὐτάρκη, οὐ ταπεινὴν δὲ ὑποβεβλημένην ἀνδραπόδων τέχναις, ὑφ’ὧν ἐρανιζόμενος ἀθροίσω τὸ μέγα τοῦτο ὄφελος, ἡδονήν αἰτίζων οὐκ ἀκόλους, μὰ Δία, κατὰ τὸν Ὁμήρου πτωχεύοντα, οὐ δὲ ἄορας καὶ λέβητας μόνον, ἀλλὰ τὰ τούτων ἔτι ἀτοπώτερα · παρὰ μὲν Μιθαίκου ὄψον, παρὰ δὲ Σαράμβου οἶνον, παρὰ δὲ Μιλησίου ἑταίραν, παρὰ δὲ Κόννου ᾠδήν. καὶ τί τούτων ἔσται μέτρον; τίς τῆς ἐξ ἡδονῶν εὐδαιμονίας ὅρος; ποῖ στησόμεθα; τίνι δῶμεν τὰ νικητήρια φέροντες; τίς ὁ μακάριος ἀνὴρ οὗτος καὶ ἄγρυπνος καὶ ἐπίπονος, ὅν οὐκ ἔλαθεν οὐ δὲ ἐξέφυγεν οὐδεμία ἡδονή, οὐ νύκτωρ, οὐ μεθ’ἡμέραν, ἀλλὰ ἀποτείνασα αὐτῷ ἡ ψυχὴ τὰς αἰσθήσεις πάσας, καθάπερ ὁ θαλάττιος πολύπους τὰς πολλὰς κόμας, διὰ τούτων πάντοθεν τὰς ἡδονὰς ἐπάξεται πάσας ὁμοῦ; 33.6πλάττωμεν, εἰ δυνατόν, τοιαύτην εἰκόνα, ἄνδρα εὐδαίμονα τὴν ἐξ ἡδονῶν εὐδαιμονίαν · ὁρῶντα μὲν τὰ ἥδιστα τῶν χρωμάτων, ἀκούοντα δὲ ἡδίστων ψόφων, ὀσφραινόμενον ὀδμῶν τερπνοτάτων, γευόμενον χυμῶν ποικιλωτάτων, χλιαινόμενον, ἀφροδισιάζοντα ὁμοῦ · ἐὰν γὰρ δῷς χρόνον, καὶ διαστήσῃς τὰς ἡδονάς, καὶ τὰς αἰσθήσεις διέλῃς, κολούσεις τὴν εὐδαιμονίαν · πᾶν γάρ, ὅ παρὸν εὐφραίνει, ἀφαιρεθὲν λυπεῖ. καὶ τίς ἀνάσχοιτο ψυχὴ ἡδονῶν τοσούτων ὄχλον ἐπιρρέοντα αὐτῇ καὶ ἐπιφερόμενον, καὶ μηδεμίαν ἀνακωχὴν μη δὲ ἀναψυχὴν παρεχόμενον; ἀλλ’οὐκ ἀθλιώτατα εἰκὸς διάγειν, καὶ ἐπιθυμεῖν καταβολῆς, καὶ ἀναπαύλης ἐρᾶν; χρονίζουσα γὰρ ἡδονὴ λύπην γεννᾷ. τί ἄν οὖν γένοιτο ἀπιστότερον εὐδαιμονίας ἐλεουμένης; ὧ Ζεῦ καὶ θεοί, πατέρες καὶ ποιηταὶ γῆς καὶ θαλάττης, καὶ ὅσα γῆς καὶ θαλάττης θρέμματα, οἷον τοῦτο ζῷον τῷ δεῦρο τόπῳ καὶ βίῳ ἐγκατεστήσατε; ὡς θρασὺ καὶ ἰταμὸν καὶ λάλον, ἀγαθοῦ ἄπορον, ἔργου ἔρημον, ἡδοναῖς βοσκόμενον καὶ δημαγωγούμενον; “αἴθ’ὄφελεν ἄγονόντ’ἔμεναι, ἄγαμόντ’ἀπολέσθαι τὸ γένος τοῦτο πᾶν, εἰ μηδὲν ἔξει παρ’ὑμῶν ἡδονῆς κρεῖττον”. 33.7καὶ πῶς οὐκ ἔχει; ἀποκρινώμεθα γὰρ καθ’Ὅμηρον ὑπὲρ τοῦ Διός. ἔχει μὲν γάρ, ἔχει νοῦν καὶ λόγον · συγκέκραται δὲ αὐτῷ ὁ βίος ἐξ ἀθανάτων καὶ θνητῶν πραγμάτων, ὡς ζῴῳ τινὶ ἐν μεθορίῳ τεταγμένῳ, καὶ παρὰ μὲν θνητῆς πλημμελείας τὸ σῶμα ἔχοντι, ἐκ δὲ τῆς ἀθανάτου ἀπορροῆς τὸν νοῦν λαμβάνοντι. ἴδιὸν δὲ σαρκῶν μὲν ἡδοναί, νοῦ δὲ λόγος · καὶ κοινὸν μὲν αὐτῷ αἱ σάρκες πρὸς τὰ θηρία, ἴδιον δὲ νοῦς. ἐνταῦθα τοίνυν ζήτει τὸ ἀνθρώπου ἀγαθόν, ὅπου τὸ ἔργον · ἐνταῦθα τὸ ἔργον, ὅπου τὸ ὄργανον · ἐνταῦθα τὸ ὄργανον, ὅπου τὸ σῶζον. ἀπὸ τοῦ σώζοντος ἄρξαι. πότερον ποτέρου διασωστικόν, σῶμα ψυχῆς, ἢ ψυχὴ σώματος; εὗρες τὸ σῶζον. τί ψυχῆς ὄργανον; νοῦς. ζήτει τὸ ἔργον. τί νοῦ ἔργον; φρόνησις · εὗρες τὸ ἀγαθόν. εἰ δέ τις τότ’ἀνθρώπου τὴν μοῖραν ταύτην τὴν φρονοῦσαν καὶ θεοφιλῆ ἀτιμάσας, τὸ ἄτιμον ἐκεῖνο μόνον θρέμμα, τὰς σάρκας λέγω, τὸ ἀκόλαστον, τὸ ἀδηφάγον, τὸ ἡδοναῖς φίλον εὐωχεῖν ἐθέλοι, τίνι ἂν εἰκάσαιμι τὴν τοιαύτην τροφήν, ἢ τῷ μύθῳ, νὴ Δία; 33.8γενέσθαι φασὶν οἷ ποιηταὶ ἄνδρας ἐν Πηλίῳ, Θετταλικὸν γένος, ἀτόπους τὰ σώματα, ἐξ ὀμφαλοῦ ἐπισυρομένους ἵππου φύσιν. ἐν δὲ τῇ τοιαύτης ξυνουσίας ἀμουσίᾳ πᾶσά που ἀνάγκη βόσκειν ὁμοῦ τὴν θηριώδη φύσιν · φθέγγεσθαι μὲν ὡς ἄνθρωπον, σιτεῖσθαι δὲ ὡς θηρίον · ὁρᾶν ὡς ἄνθρωπον, ὀχεύειν δὲ ὡς θηρίον. εὗ γε, ὧ ποιηταὶ καὶ ποιητῶν παῖδες, πατέρες παλαιᾶς καὶ γενναίας μούσης, ὡς ἐναργῶς ἄρα ἡμῖν τὸν πρὸς τὰς ἡδονὰς δεσμὸν ᾐνίξασθε. ἐπειδὰν ψυχῆς θηριώδεις κρατήσωσιν ἐπιθυμίαι, φυλάττουσαι τὴν ἀνθρωπίνην ἐπιφάνειαν, τῇ τῶν ἔργων ὑπηρεσίᾳ ἀπέφηναν τὸν χρώμενον ἐξ ἀνθρώπου θηρίον. τοῦτο οἱ Κένταυροι, τοῦτο αἱ Γοργόνες, τοῦτο αἱ Χίμαιραι, ὁ Γηρυόνης, ὁ Κέκροψ. ἄφελε τὴν γαστρὸς ἐπιθυμίαν, καὶ ἀφεῖλες τοῦ ἀνθρώπου τὸ θηρίον · ἄφελε τὴν αἰδοίων ἐπιθυμίαν, καὶ διέκοψας τὸ θηρίον. μέχρι δὲ ταῦτά τῳ συζῇ καὶ συντρέφεται, καὶ πρὸς αὐτὰ τῇ θεραπείᾳ νένευκεν, ἀνάγκη τὰς ἐκείνων ὀρέξεις κρατεῖν, καὶ βοᾶν τὴν ψυχὴν τὰς ἐκείνων φωνάς.