32.1Αἰσώπῳ τῷ Φρυγὶ πεποίηνται λόγῳ δίαιται θηρίων καὶ ξυνουσίαι · διαλέγεται δὲ αὐτῷ καὶ τὰ δένδρα, καὶ οἱ ἰχθύες, ἄλλο ἄλλῳ καὶ ἀνθρώποις ἀναμίξ · καταμέμικται δὲ ἐν τοῖς λόγοις τούτοις νοῦς βραχύς, αἰνιττόμενός τι τῶν ἀληθῶν. ᾄδεται δή τις αὐτῷ καὶ τοιοῦτος μῦθος. ἔλαφον διώκει λέων · ἡ δὲ φεύγουσα ὑπεξάγει, καὶ καταδύεται εἰς δρυμὸν βαθύν · ὁ δὲ λέων (ὅσα γὰρ ἀλκῇ προὔχει, τάχει λείπεται) ἐπιστὰς τῷ δρυμῷ ἐρωτᾷ ποιμένα, εἴ που εἶδεν πτήξασαν τὴν ἔλαφον; ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι · καὶ ὁμοῦ λέγων, τὴν χεῖρα ἀποτείνας, ἔδειξε τὸ χωρίον. ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον · ἡ δὲ ἀλώπηξ (σοφὴ γάρ τις αὕτη τῷ Αἰσώπῳ ἐστὶν) πρὸς τὸν ποιμένα λέγει · “ὡς δειλὸς ἄρα καὶ πονηρὸς ἦσθα · δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ ἐς ἐλάφους”. 32.2δοκεῖ μοι δὴ χρήσασθαι, ἂν ᾖ, ὁ Ἐπίκουρος τῷ Φρυγίῳ τούτῳ αἰνίγματι πρὸς τὸν τῆς ἡδονῆς κατήγορον, τῇ μὲν φωνῇ ἀνδριζόμενον, τῇ δὲ γνώμῃ, καθάπερ τῇ χειρί, ἐκτεινόμενον ἐφ’ἡδονῇ. τίς γὰρ οὕτω πολεμήσαιτο ἑαυτῷ, ὥστε τὸ μόνον δὴ πραγμάτων τῇ αὑτοῦ φύσει ἐπαγωγότατον ἀποσείσασθαι ἑκών; τὰ μὲν γὰρ ἄλλα, ἃ ὑπ’ἀνθρώπων διώκεται, ἢ πείρᾳ γνωρισθέντα παρεδέχθη, ἢ τέχνῃ δοκιμασθέντα ἐτιμήθη, ἢ λόγῳ ἐξετασθέντα ἐπιστεύθη, ἢ χρόνῳ βασανισθέντα ἠγαπήθη · ἡδονὴ δὲ καὶ λόγου ἀδεής, καὶ τέχνης πρεσβυτέρα, καὶ τὴν πεῖραν φθάνει, καὶ οὐκ ἀναμένει χρόνον, ἀλλὰ ὑπερφυὴς ἡ πρὸς αὐτὴν φιλία καὶ ἡλικιῶτις τῶν σωμάτων, ὥσπερ κρηπίς, τῇ σωτηρίᾳ τοῦ ζῴου ὑποβέβληται · ἣν εἴ τις ἀφέλοι, τὸ γενόμενον εὐθὺς οἴχεσθαι δεῖ. ἐπιστήμην μὲν γάρ, καὶ λόγον, καὶ τοῦτο δὴ τὸ θρυλούμενον, τὸν νοῦν αὐτόν, προϊὼν τῷ χρόνῳ ὁ ἄνθρωπος, τῇ κατὰ βραχὺ ἐντεύξει τῶν αἰσθήσεων διὰ τῆς πείρας ξυνενεικάμενος, ἤθροισεν ἐφ’ἑαυτῷ · ἡδονὴν δὲ αὐτοδίδακτος παρὰ τῆς φύσεως λαβὼν ἔχει ἐξ ἀρχῆς εὐθύς · καὶ ταύτην μὲν ἀγαπᾷ, πολεμεῖ δὲ τῷ ἀλγεινῷ · καὶ ὑπὸ μὲν τῆς σώζεται, ὑπὸ δὲ τοῦ ἀλγεῖν φθείρεται. 32.3φαῦλόν τι χρῆμα ἡδονή; οὐκ ἂν ἦν ξύμφυτον, οὐ δὲ τῶν σωζόντων ἡμᾶς τὸ πρεσβύτατον. τὰ δὲ ὑπὸ τῶν σοφιστῶν θρυλούμενα ἐς αὐτήν, ἡ Σαρδαναπάλλου τρυφή, καὶ ἡ Μηδικὴ χλιδή, καὶ ἡ Ἰωνικὴ ἀβρότης, καὶ τράπεζαι Σικελικαί, καὶ ὀρχήσεις Συβαριτικαί, καὶ ἑταῖραι Κορίνθιαι, ταῦτα ἀθρόα, καὶ ὅσα τούτων ποικιλώτερα, οὐχ ἡδονῆς ἔργα, ἀλλὰ τέχνης καὶ λόγου, παρανομησάντων τῶν ἀνθρώπων εἰς ἡδονὰς δι’εὐπορίαν τῶν τεχνῶν ὀψὲ τοῦ χρόνου. ὥσπερ οὖν οὐδεὶς λοιδορεῖται λόγῳ, ὡς οὐκ ἔστιν καλὸν τῇ φύσει, κα- κἂν ἀπάγῃ τὶς αὐτοῦ τὴν χρείαν ἐπὶ τὸ μὴ φύσει καλόν, οὕτως οὐ δὲ τῇ ἡδονῇ λοιδορητέον, ἀλλὰ τοῖς χρωμένοις ἡδονῇ κακῶς. δύο δὲ ὄντων τούτων ἐν ἀνθρώπου ψυχῇ, ἡδονῆς καὶ λόγου, λόγῳ μὲν ἡδονὴ κραθεῖσα, μηδὲν ἀφελοῦσα τοῦ ἀναγκαίου, προσέθηκεν αὐτῷ τὸ ἀγωγότερον · λόγος δὲ ἡδοναῖς προσγενόμενος, αὐξήσας αὐτῶν δι’εὐπορίας τὸ μέτριον, ἀφεῖλεν τοῦ φύσει τερπνοῦ τὸ ἀναγκαῖον. 32.4“ἀλλ’οὐκ ἴδιον ἀνθρώπου ἡδονή, κοινὸν δὲ καὶ τῶν ἄλλων ζῴω”. τοῦτο λέγεις τὸ ἐχεγγυώτατον ἡδονῆς πρὸς σωτηρίαν, τὸ παντὸς τοῦ πεφυκότος ζῆν διασωστικόν · ἢ διὰ τὴν κοινότητά σε ἐνοχλεῖ; ὤ τῆς πλεονεξίας. σύ μοι δοκεῖς οὐ δὲ τοῦ ἡλίου ἀγαπᾶν τὸ φῶς, ὅτι ἐστὶν κοινὸν ὀφθαλμῶν πάντων · ἀλλὰ ἔδει γὰρ τὸν ἄνθρωπον μόνον ὁρᾶν, καὶ διὰ τοῦτο οὐκ ἀγαθὸν ἀνθρώπῳ τὸ φῶς · οὐ δέ γε ὁ ἀήρ, εἰσπνεόμενόςτε καὶ οἰκονομῶν τὰ σώματα ταῖς αὐτοῦ ὁδοῖς · οὐ ποταμῶν νάματα, οὐ γῆς καρποί · μέρη γὰρ τῶν ἀναγκαίων, ἐὰν προέλθῃς, πάντα κοινά, ἴδιον δέ, οὐδενός. ἐνταῦθά μοι τάττε καὶ τὴν ἡδονήν, ἐν κοινότητι ἀγαθοῦ σώζοντος πᾶσαν αἰσθητικὴν φύσιν. 32.5ἐπεὶ δὲ ἀρετῆς πρὸς ἡδονὴν ἡ ἐξέτασις γίγνεται, οὐ λοιδορήσομαι μὲν τῇ ἀρετῇ (οὐ γὰρ πικρός, οὐ δὲ βλάσφημος ὁ καθ’ἡδονὴν λόγος), τοσοῦτον δὲ λέγω, ὡς εἰ τῆς ἀρετῆς ἀφαιρήσει τὶς τὸ ἡδύ, καὶ τὸ δυνατὸν αὐτῆς προσαφῄρηκεν · οὐδὲν γὰρ τῶν καλῶν αἱρετόν, ἀπογενομένης ἡδονῆς · καὶ γὰρ ὁ κατ’ἀρετὴν πονῶν ἑκὼν φιλίᾳ ἡδονῆς πονεῖ, παρούσης ἢ προσδοκωμένης. ὥσπερ γὰρ ἐν τοῖς χρηματισμοῖς οὐθεὶς ἑκὼν ἀντικαταλλάττεται δραχμὴν ταλάντου, οὐ δὲ χρυσοῦ χαλκόν, ᾧ μὴ “φρένας ἐξέλετο Ζεύς”, ἀλλὰ δεῖ τὰς ἀμοιβάς, κα- κἂν ἰσοστάσιοι ὦσιν, λυσιτελεῖν τῷ ἀλλαττομένῳ κατὰ τὴν χρείαν τοῦ λαβόντος, οὕτως ἀμέλει κα- κἂν ταῖς τῶν πόνων ὁμιλίαις οὐδεὶς πονεῖ πόνου ἐρᾶν (τί γὰρ ἂν εἴη δυσεραστότερον), ἀλλάττεται δὲ τοὺς παρόντας πόνους, ὡς μὲν εἴποι ἄν τις τῶν ἀγροικοτέρων, τοῦ καλοῦ · ὡς δέ τις τῶν ἀληθεστέρων, ἡδονῆς · κα- κἂν γὰρ τὸ καλὸν εἴπῃς, ἡδονὴν λέγεις · σχολῇ γὰρ ἂν εἴη τὸ κάλλος κάλλος, εἰ μὴ ἥδιστον εἴη. 32.6ἐγὼ δὲ οἶμαι καὶ αὐτὸ το- τοὐναντίον, διὰ τούτων ἀποφαίνεσθαι τὴν ἡδονὴν πάντων χρημάτων αἱρετωτέραν, ἧς εἵνεκα ἄν τις καὶ θάνατον ἀλλάξαιτο, καὶ τραύματα, καὶ πόνους, καὶ ἄλλα μυρία δυσχερῆ. κα- κἂν γὰρ ἄλλο ἄλλῳ ἐπιτιθῇς ὄνομα τῆς τούτων ἀξίας, Ἀχιλλεῖ μὲν ἀποθνήσκοντι ἑκόντι, καὶ τιμωροῦντι ἀποθανόντι τῷ Πατρόκλῳ φιλίαν, Ἀγαμέμνονι δὲ ἀγρυπνοῦντι καὶ προβουλευομένῳ καὶ προπολεμοῦντι βασιλείαν, τῷ δὲ Ἕκτορι ἐξηγουμένῳ καὶ προμαχομένῳ καὶ ἀριστεύοντι σωτηρίαν πατρίδος, πάντα ταῦτα ἐρεῖς ἡδονῶν ὀνόματα. ὥσπερ γὰρ ἐν ταῖς σωμάτων νόσοις ἀγαπᾷ ὁ κάμνων τεμνόμενος καὶ ἐμπιμπράμενος, καὶ διψῶν, καὶ λιμώττων, καὶ τὰ δυσχερῆ τῇ φύσει προσιέμενος ἑκών, ἀντικαταλλαττόμενος ταῦτα τῆς προσδοκίας τοῦ ὕπνου, εἰ δὲ ἀφέλοις τὴν ἐλπίδα τοῦ μέλλοντος ἀγαθοῦ, ἀφαιρήσεις τὴν αἵρεσιν τῶν παρόντων κακῶν, οὕτω κὰν ταῖς πράξεσιν ἀντίδοσις γίγνεται πρὸς ἡδονὰς πόνων, ἣν σὺ μὲν ἀρετὴν καλεῖς, ἐγὼ δὲ τὴν μὲν ἀρετὴν δίδωμι, ἐρήσομαι δέ σε, εἰ ἄνευ τῆς πρὸς αὐτὴν φιλίας τὴν ἀρετὴν ψυχὴ εἵλετο; ἐὰν γὰρ τὴν φιλίαν δῷς, ἡδονὴν δίδως. 32.7κα- κἄν ὑπαλλάξῃς τὸ ὄνομα, καὶ χαρὰν τὴν ἡδονὴν καλῇς, οὐ νεμεσῶ τῆς ἀφθονίας τῶν ὀνομάτων, τὸ δὲ πρᾶγμα ὁρῶ, καὶ τὴν ἡδονὴν γνωρίζω · ἥ ποιεῖ τὸν Ἡρακλέα ἐκεῖνον, τὸν τῶν πολλῶν καὶ θαυμαστῶν πόνων ὁμιλητὴν καὶ ἀγωνιστὴν καὶ ἐθάδα, τὸν πρὸς τὰ θηρία παραβαλλόμενον, τὸν τοῖς πανταχοῦ δυνάσταις προσφερόμενον, τὸν πρὸς τοὺς ἀγρίους φιλονεικοῦντα, τὸν ἡμερωτὴν τῆς γῆς, τὸν καθαρτήν, τὸν ἐπὶ τὴν Οἴτην ἰόντα, τὸν ἐπὶ πῦρ παραγιγνόμενον. ἄλλο τι ἢ μεγάλαις καὶ θαυμασταῖς καὶ ἀκράτοις ἡδοναῖς χειραγωγούμενον, ταῖς μὲν παρούσαις ὁμοῦ τοῖς πόνοις, ταῖς δὲ μελλούσαις μετὰ τοὺς πόνους, ἐπὶ ταῦτα ἰέναι ἑκόντα. ἀλλὰ σὺ μὲν τότε πόνους ὁρᾷς, τὰς δὲ Ἡρακλέους ἡδονὰς οὐχ ὁρᾷς, αἷς ἔχαιρεν. ἔχαιρεν καὶ ὁ Ἡρακλῆς ταῦτα δρῶν, καὶ διὰ τοῦτο ἔδρα · καὶ οὐκ ἄν ἔδρα, εἰ μὴ δρῶν ἔχαιρεν. αἱ μὲν γὰρ Διονύσου ἡδοναὶ καὶ τελετῆς χώραν ἔχουσιν, κῶμοι ἐκεῖνοι καὶ θίασοι καὶ χορὸς καὶ αὐλοὶ καὶ ἄσματα · πάντα ταῦτα Διονύσου ἡδονῶν σχήματα ἐν μυστηρίοις ὀργιαζόμενα. 32.8τί λέγω Διόνυσον καὶ Ἡρακλέα; μῦθοι ταῦτα, ἡρωϊκὰ ταῦτα. τὸν Σωκράτην λέγω. ἐρᾷς, ὦ Σώκρατες, Ἀλκιβιάδου, καὶ μετὰ τοῦτον Φαίδρου, καὶ μετ’ἐκεῖνον Χαρμίδου; ἐρᾶς, ὦ Σώκρατες, καί σε οὐ λανθάνει κάλλος Ἀττικόν · ἀλλ’ὁμολόγησον αὐτοῦ τὴν αἰτίαν, καὶ μὴ φοβηθῇς τὴν ἀδοξίαν · ἔξεστιν καὶ μεθ’ἡδονῆς σωφρόνως ἐρᾶν, ὡς ἔξεστιν καὶ μετὰ λύπης ἀκολάστως ἐρᾶν. εἰ δὲ καὶ χωρὶς ἡδονῆς ἐρᾷς, καὶ ψυχῆς μόνης, καὶ σώματος οὐκ ἐρᾷς, ἐράσθητι Θεαιτήτου · ἀλλ’οὐκ ἐρᾷς, σιμὸς γὰρ ἦν · ἐράσθητι Χαιρεφῶντος · ἀλλ’οὐκ ἐρᾷς, ὠχρὸς γὰρ ἦν · ἐράσθητι Ἀριστοδήμου · ἀλλ’οὐκ ἐρᾷς, αἰσχρὸς γὰρ ἦν. ἀλλὰ τίνων ἐρᾷς; εἴ πού τις εὐκόμης, εἴ πού τις ὡραῖος, εἴ που ἁβρός, εἴ που καλός. καὶ πιστεύω μὲν τῇ ἀρετῇ, ὅτι δικαίως ἐρᾷς, οὐκ ἀπιστῶ δὲ τῇ ψυχῇ, ὅτι δι’ἡδονὴν ἐρᾶς · οὐ δὲ γὰρ σώματι ἀπιστῶ ὑπὸ πυρὸς θερμαινομένῳ, οὐ δὲ ὀφθαλμοῖς ὑπὸ ἡλίῳ φωτιζομένοις, οὐ δὲ ἀκοαῖς ὑπὸ αὐλῶν γανυμέναις, οὐ δὲ Ἡσιόδῳ ὑπὸ Μουσῶν διδασκομένῳ, οὐ δὲ Ὁμήρῳ ὑπὸ Καλλιόπης λιγαινομένῳ, οὐ Πλάτωνι ὑπὸ Ὁμήρου μεγαλυνομένῳ · πάντα ταῦτα ὑφ’ἡδονῆς ἕλκεται, καὶ ὀφθαλμοί, καὶ ἀκοαί, καὶ σώματα, καὶ λόγοι. 32.9ἀλλὰ καὶ τὸν Διογένην ἐκεῖνον εἰς τὸν πίθον ἡδονὴ εἰσάγει · εἰ δὲ καὶ ἡ ἀρετὴ αὐτῷ συνεισέβαλλεν. τί τὴν ἡδονὴν ἐξοικίζεις τῷ λόγῳ; ἥδετο ὁ Διογένης τῷ πίθῳ, ὡς Βαβυλῶνι Ξέρξης · ἥδετο τῇ μάζῃ ὁ Διογένης, ὡς ὁ Σμινδυρίδης τῇ καρύκῃ · ἥδετο ταῖς κρήναις ταῖς πανταχοῦ, ὡς ὁ Καμβύσης Χοάσπῃ μόνῳ · ἥδετο τῷ ἡλίῳ, ὡς Σαρδανάπαλλος ταῖς πορφυρίσιν · ἥδετο τῇ βακτηρίᾳ, ὡς Ἀλέξανδρος τῷ δόρατι · ἥδετο τῷ θυλάκῳ, ὡς ὁ Κροῖσος τοῖς θησαυροῖς. κα- κἂν παραβάλῃς ἡδονὰς ἡδοναῖς, τὰ Διογένους κρατεῖ · τὰ γὰρ ἐκείνων μεστὰ μὲν ἡδονῆς, ἀλλὰ ἀναμέμικται λύπῃ πανταχοῦ · ὀδύρεται Ξέρξης ἡττώμενος, στένει Καμβύσῃς τιτρωσκόμενος, οἰμώζει Σαρδανάπαλλος ἐμπιμπράμενος, ἀνιᾶται Σμινδυρίδης ἀπελαυνόμενος, δακρύει Κροῖσος λαμβανόμενος, λυπεῖται Ἀλέξανδρος μὴ μαχόμενος · αἱ δὲ Διογένους ἡδοναὶ οἰμωγῆς ἄπειροι, ἄστονοι, ἀδάκρυτοι, ἄλυποι. σύ δὲ τὰς ἡδονὰς αὐτοῦ πόνους καλεῖς · μετρεῖς γὰρ τὰ Διογένους τῇ σαυτοῦ φύσει, πονηρῷ μέτρῳ · σύ μὲν γὰρ ἀλγήσεις ταῦτα δρῶν, Διογένης δὲ ἥδετο. ἐπιτολμήσαιμι δ’ἄν ἔγωγε εἰπεῖν, ὡς οὐδεὶς ἡδονῆς Διογένους ἥν ἐραστὴς ἀκριβέστερος. οὐχ ἑστίαν ἔνεμεν, ἐπίλυπον γὰρ οἰκονομία · οὐ πολιτείας ἐφήψατο, ἀνιαρὸν γὰρ τὸ χρῆμα · οὐκ ἐπειράθη γάμου, ἤκουεν γὰρ τὴν Ξανθίππην · οὐκ ἐπειράθη παιδοτροφίας, ἐώρα γὰρ τὰ δεινά · ἀλλὰ ἄφετος παντὸς τοῦ δεινοῦ, ἐλεύθερος, ἄφροντις, ἀδεής, ἄλυπος ἐνέμετο τὴν πᾶσαν γῆν, ὡς οἶκον ἕνα, μόνος ἀνθρώπων ἡδοναῖς συνὼν ἀφρουρήτοις καὶ ἀταμιεύτοις καὶ ἀφθόνοις. 32.10τὸν Διογένην ἐῶμεν, καὶ μετίωμεν τοὺς νομοθέτας, καὶ πολιτείας σκεψώμεθα. μή με οἰηθῇς ἐπὶ Σύβαριν ἥξειν, μη δὲ Συρακοσίων μνησθήσεσθαι τῶν ἁβροτάτων, μη δὲ Κορινθίων τῶν φιληδόνων, μη δὲ Χίων τῶν πλουσίων, μη δὲ Λεσβίων τῶν εὐοινοτάτων, μη δὲ Μιλησίων τῶν εὐειμονωτάτων · ἀλλ’ἐπὶ τοὺς ἡγεμόνας ἔρχομαι, ἐπὶ Ἀθηναίους ἔρχομαι, καὶ τὰ Λακεδαιμονίων ἐξετάζω. μάστιγες αὗται καὶ πληγαὶ Λακωνικαί, καὶ θῆραι, καὶ δρόμοι, καὶ δεῖπνα λιτά, καὶ στιβάδες εὐτελεῖς · ἀλλ’ὁρῶ καὶ τούτων τὰ τερπνά. σὺ γε, ὧ Λυκοῦργε, σμικρῶν πόνων μεγάλας ἡδονὰς ἀντεισάγεις · ὀλίγα δούς, μεγάλα ἔλαβες · ἐφημέρους δοὺς πόνους, ἡδονὰς διηνεκεῖς ἀντέλαβες. τίνες, λέξεις, Σπαρτιατικαὶ ἡδοναί; πόλις ἀτείχιστος, ἄφοβος, ἄπειρος πυρός, ἀθέατος πολεμίων, ἀθέατος ξενικῶν ἀσπίδων, ἀνήκοος στόνων, ἀνήκοος ἀπειλῆς. τί δ’ἄν εἴη φόβου λυπηρότερον; τί δὲ δουλείας ἀνιαρότερον; τί δὲ ἀνάγκης ἐπιπονώτερον; ὅταν δὲ ταῦτα ἀπαλλάξῃς πόλεως, πολλὰς αὐτοῖς ἡδονὰς ἀντεισάγεις. ἐκείνης τῆς ἡδονῆς θρέμμα ἦν ὁ Λεωνίδας, ἐκείνης ὁ Ὀθρυάδας, ἐκείνης ὁ Καλλικρατίδας. “ἀλλ’ἀπέθνησκον οὗτοι”. ἀπέθνησκον καλῶς · “ὑπὲρ ποίων ἡδονῶν”; καὶ γὰρ τῶν σωμάτων ἐκκόπτεται μέρη ὑπὲρ ῥᾳστώνης τοῦ ὅλου. μέρος ἦν ὁ Λεωνίδας καὶ τῆς Σπάρτης, ἀλλὰ ἀπέθνησκεν ὑπὲρ τῆς Σπάρτης · μέρος ὁ Ὀθρυάδας, Καλλικρατίδας μέρος · τοιγαροῦν ἀφαιρουμένων σμικρῶν μερῶν, ἐσώζοντο αἱ οἴκοι ἡδοναί. τὰ δὲ Ἀθηναίων τί χρὴ λέγειν; πάντα μεστὰ ἑορτῆς τὰ Ἀττικά, πάντα θυμηδίας · καὶ διέλαχον αὐτοῖς ὧραι τὰς ἡδονάς, ἦρος Διονύσια, μετοπώρου μυστήρια · καὶ ἄλλην ὥραν ἔχει ἄλλος θεός, Παναθήναια, Σκειροφόρια, Ἁλῶα, Ἀπατούρια. ναυμαχοῦσιν ἐν θαλάττῃ, οἱ δὲ οἴκοι ἑορτάζουσιν · πολεμοῦσιν ἐν γῇ, οἱ δὲ ἐν Διονύσου γελῶσιν. ἀλλ’οὐ δὲ οἱ πόλεμοι, τὸ σκυθρωπότατον, ἡδονῶν ἔρημοι · ἀλλὰ συντάττεται τούτοις Τυρρηνὴ σάλπιγξ, ἢ αὐλὸς τριηρικός, ἢ ᾠδὴ ἐμβατήριος. ὁρᾷς τὴν ἀφθονίαν τῶν ἡδονῶν.