Maximus

Dissertations, 34

34.1δεινόν γε, εἰ οἱ μὲν θεοὶ διέκριναν τοῖς ἀνθρώποις τἀγαθὰ ἐκ τῆς τῶν κακῶν ὁμιλίας, ἀνεπίμικτον ἑκάτερον ἑκατέρῳ εἶναι θέμενοι, καὶ διαστήσαντες αὐτῶν τὰς φύσεις, καθάπερ ἡμέρας πρὸς νύκτα, καὶ φωτὸς πρὸς ζόφον, καὶ πρὸς ὕδωρ πυρός · ὧν ἕκαστον εἰ ἐθελήσαις πρὸς τοὐναντίον ἀγαγεῖν, καὶ ἀνακεράσαι αὐτῶν τὴν διαφορὰν εἰς κοινὴν φύσιν, διαφθερεῖς τὸ ἑκατέρου ἴδιον · οἱ δὲ ἄνθρωποι αὐτοὶ ἑκόντες, εὐδαίμονα διώκοντες βίον, καταμίγνυσιν αὐτῷ κακά · κἄν τις θεῶν συγχωρήσῃ αὐτοῖς ζῆν δι’ἡμέρας ἐν φωτὶ λαμπρῷ καὶ διηνεκεῖ, ἀΰπνῳ καὶ ἀδεεῖ τῆς ἐν νυκτὶ ἀναπαύλης, ἄχθοιντο τῷ ἡλίῳ μηδέποτε ἐξισταμένῳ μη δὲ εἰς τὸ παλίσκιον παραχωροῦντι. ἔχε δὴ αὐτόθι. μὴ ἀποκρινούμεθα σού πη δικαιότερον, ὡς εἰ μέν που τίς ἐστιν ἀνθρώπου ὄψις ἀνέχεσθαι φωτὸς διηνεκοῦς, καὶ εἴπέρ τις μηχανὴ στῆσαι τὸν ἥλιον τοῦ κύκλῳ δρόμου, ὥστε ἀνέχειν ὑπὲρ γῆς αἰεί, καθάπερ πυρσὸν ἐκ κορυφῆς ὑψηλῆς ἐκπέμποντα ἐφ’ἡμᾶς τὸ παρ’ἑαυτοῦ φῶς · εἰ ταῦτα ὑπάρχοι, καὶ σταίη μὲν ἥλιος, ἀνέχοιντο δὲ οἱ ὀφθαλμοὶ πρὸς αὐτὸν διηνεκῶς δεδορκότες, τίς οὕτως ἀνόητος καὶ ἐπιμανὴς καὶ κακοδαίμων τοῦ ἔρωτος, ὥστε ποθῆσαι νύκτα καὶ σκότος, καὶ ὀφθαλμῶν ἀργίαν, καὶ σώματος ῥίψιν ἐγγύτατα νεκροῦ; εἰ δὲ θᾶττον μὲν ἀνάσχοιντο οἱ ὀφθαλμοὶ ἀϋπνίας, σταίη ἥλιος, θᾶττον δ’ἀνεὶς σταίη ἥλιος, νὴ Δία, ἀνέχοιντο οἱ ὀφθαλμοὶ ἀϋπνίας, οὐκ εὐχῆς ἔργον πρὸς τὸ φῶς φιλία, ἀλλὰ ἀνάγκης πρὸς νύκτα συνουσία.
34.2ταύτῃ τοι καὶ πρὸς τὸ ἀγαθὸν ἔρως ἔχει. ἐφίεται μὲν γὰρ αὐτοῦ ψυχή · τί δὲ οὐ μέλλει; καὶ πολεμεῖ τῷ κακῷ · τί δὲ οὐ μέλλει; ἀλλ’οὐκ ἔστιν αὐτῇ οὔτε ὧν ἐφίεται καθαρῶς τυχεῖν, οὔθ’οἷς πολεμεῖ μὴ περιπεσεῖν ἐξ ἀνάγκης. οὔπω λέγω τὴν μοχθηρὰν ψυχήν (αὕτη μὲν γὰρ πάγκακός τις, καὶ ἀγαθῶν ἄμοιρος, καὶ ἐν ἐλπίσιν ἄπιστος, καὶ ἐν εὐτυχίᾳ ἀκροσφαλής), ἀλλὰ τὴν ἐπιεικῆ καὶ φρονήσεως ἐπήβολον · φέρε ἴδω πότερα καὶ ταύτην φῶμεν ἐπιλαβομένην τῆς ἀρετῆς εὐροίᾳ τινὶ βίου καὶ εὐτυχημάτων ἀκμῇ συγγίγνεσθαι ἀεί; τοῦτο μὲν ἀμήχανον ἐν ἀνθρωπίνῃ φύσει · πολλὰ γὰρ τὰ ἐν ποσίν, καθάπερ ἀνδρὶ κούφως θέοντι ὀρύγματα καὶ κρημνοὶ καὶ βάραθρα καὶ τειχία · ἐν οἷς μὲν ἀμαθὴς τῆς ὁδοῦ, καὶ μαλθακὸς θεῖν, καὶ διαπηδᾶν ἀσθενής, καὶ παραθεῖν ἀκροσφαλής, πταίει καὶ σφάλλεται καὶ ἀποδειλιᾷ · δὲ ἀγαθὸς καὶ δρομικὸς ἀνὴρ καὶ ἐπιστήμων τῆς ὁδοῦ, κατὰ μὲν τὴν ῥώμην ὀξέως θεῖ, κατὰ δὲ τὴν ἐμπειρίαν ἀπλανῶς, κατὰ δὲ τὴν τέχνην ἀσφαλῶς · οἶδε μὴν τίς μὲν τῆς ὁδοῦ λεία καὶ ἄπταιστος, τίς δὲ διεσκαμμένη, καὶ ἀναγκαία μὲν διελθεῖν, ἀπροαίρετος δὲ τῷ θέοντι.
34.3τοῦτό τοι καὶ περὶ τὸν βίον Ὅμηρος ᾐνίξατο · δοιοὶ γάρτε πίθοι κατακείαται ἐν Διὸς οὔδει, φησίν · μὲν πλήρης κακῶν, ἀγαθῶν ἀνεπίμικτος · δὲ ἐξ ἀμφοῖν κεκραμένος (τρίτον γὰρ πίθον οὐδαμοῦ ἐν Διὸς εἶναι λέγει, ἀγαθῶν ἀκηράτων). νέμει δὲ Ζεὺς τῷ τῶν ἀνθρώπων γένει, κατὰ τὴν Ὁμήρου ᾠδήν, ἐκ τοῖν πίθοιν τούτοιν ἀρυτόμενος · ἐκ μὲν τοῦ, κακῶν ἀενάων ῥεῦμα ἰσχυρὸν καὶ βίαιον, μεστὸν ἐρίδων καὶ ἐρινύων, καὶ πτοίας καὶ φόβου, καὶ ἄλλων μυρίων δυσαντήτωντὲ καὶ ἀκράτων κακῶν · ἐκ δὲ τοῦ νέμει, ὡς μὲν ἄν Ὅμηρος εἴποι, ῥεῦμα μικτὸν ἀγαθῶν καὶ κακῶν · ἐγὼ δὲ ὁρῶ μὲν τὴν μῖξιν, καὶ πείθομαι τῷ λόγῳ, εὐφημότερον δὲ ὀνομάζειν θέλω τὴν βελτίω παρὰ Διὸς νομήν · ἔχει γὰρ δὴ ὧδε.
34.4ἀρετὴ ψυχῆς καὶ μοχθηρία, αὗται πηγαὶ τῶν Διὸς πίθων · ὧν μὲν μοχθηρία λάβρον καὶ ἔμπληκτον ὀχετὸν ἐξιεῖσα συγχεῖ τὸν βίον καὶ ταράττει, καθάπερ ἐμβολὴ χειμερίου νάματος ἐπὶ λήϊα καὶ φυτουργίας ὁρμηθεῖσα, ἐχθρὰ μὲν γεωργοῖς, ἐχθρὰ δὲ καὶ ποιμέσιν, ἐχθρὰ καὶ ὁδοιπόροις, ἄκαρπος, ἄγονος, ἀνόνητος, ἐπισφαλής · αἱ δὲ ἀρετῆς πηγαί, ὅτῳ ἂν ἐν ψυχῇ διαφανῶσιν, πάντα τούτῳ ποιοῦσιν τὸν βίον ἔγκαρπον καὶ ἀρόσιμον καὶ τελεσφόρον. ἀλλὰ ἱδρῶτος δεῖ τῷ γεωργῷ, καὶ πόνου δεῖ, καὶ ταλαιπωρίας δεῖ. οὐ δὲ γὰρ Αἰγύπτιος τῷ Νείλῳ θαρρεῖ μόνῳ, οὐ δὲ παραδίδωσιν αὐτῷ τὰ σπέρματα, πρὶν τἀρότρῳ ζεύξῃ βοῦν, πρὶν τέμῃ αὔλακα, πρὶν πονήσῃ μακρά · καὶ μετὰ τοῦτο ἤδη καλεῖ τὸν ποταμὸν ἐπὶ τὰ αὐτοῦ ἔργα. αὕτη μῖξις ποταμοῦ πρὸς γεωργίαν, καὶ ἐλπίδων πρὸς πόνους, καὶ καρπῶν πρὸς ταλαιπωρίαν · οὕτως ἀγαθοῖς κακὰ κεραννυτέον. εἰ βούλει, ἄφελε μὲν τὴν δυσφημίαν, ἴσθι δὲ αὐτῷ τὴν οὐσίαν οὐκ αὐθαίρετον οὗσαν τοῖς πονοῦσιν. κἄν ἐπὶ τοὺς λιμένας ἔλθῃς, κυβερνήτην λήψῃ, οὐ τὸν ἄπειρον χειμῶνος, οὐ δὲ ὅστις ἀθέατος κλύδωνος, ἀλλ’ἐκ πολλῶν σφαλμάτων ἀθροίσαντα τὴν τέχνην, ἐκ πείρας κακῶν. ἐγὼ καὶ στρατηγῷ διαπιστῶ πάντα εὐτυχήσαντι · οἷος ἄν ἦν Ἀθηναίοις στρατηγὸς Νικίας, σωθεὶς ἐκ Σικελίας · οἷος ἂν ἥν σωφρονέστερος δημαγωγὸς Κλέων, ἐπανελθὼν ἐξ Ἀμφιπόλεως. ὅταν δὲ ἴδω πάντα εὐτυχοῦντα καὶ κυβερνήτην καὶ στρατηγόν, καὶ ἰδιώτην, καὶ ἄρχοντα, καὶ ἄνδρα, καὶ πόλιν, διαπιστῶ ταῖς εὐτυχίαις · ὡς Σόλων Κροίσῳ, ὡς Ἄμασις Πολυκράτει.
34.5Κροῖσος μὲν γὰρ εἶχεν εὔϊππον γῆν, Πολυκράτης δὲ εὔνεω θάλατταν · ἀλλ’οὐδὲν τούτων βέβαιον, οὐχ γῆ Κροίσῳ, οὐχ θάλαττα Πολυκράτει · ἀλλ’ἐλάμβανεν Ὀρόντης μὲν Πολυκράτην, Κροῖσον δὲ Κῦρος · καὶ διαδοχὴ μετ’εὐτυχίαν μακρὰν ἀθρόων κακῶν. διὰ τοῦτο Σόλων οὐκ εὐδαιμόνισε Κροῖσον, σοφὸς γὰρ ἦν · διὰ τοῦτο Ἄμασις ἀπείπατο Πολυκράτην, ἀσφαλὴς γὰρ ἦν · διὰ τοῦτ’ἐγὼ ἐπαινῶ βίον γευόμενον κακῶν, ἀλλὰ γευόμενον μόνον, χείλεα μέντ’ἐδίην’, ὑπερῴην δ’οὐκ ἐδίηνεν · ἔχοντα μὲν τὴν ἀρετήν, χρώμενον δὲ αὐτῇ καὶ πρὸς ἀκουσίους τύχας. καὶ γὰρ ὀφθαλμοῖς φίλον μὲν χρωμάτων τὸ λαμπρότατον, ἀλλ’ἐὰν μὴ παραθῇς τὸ φαιόν, ἐλύπησας αὐτοῦ τὴν ἡδονήν · ἐὰν δὲ μίξῃς ταῖς εὐτυχίαις τὰ δυσχερῆ, μᾶλλον αἰσθητῷ τῆς ἀρετῆς καὶ συνήσεις τῆς εὐτυχίας.
34.6 δίψα μὲν σώματι παρασκευάζει ἡδονὴν ποτοῦ, καὶ λιμὸς σώματι παρασκευάζει ἡδονὴν βρωτοῦ, καὶ νὺξ ὀφθαλμοῖς παρασκευάζει ἡδονήν, ἥλιον ποθεῖ ἄνθρωπος καὶ νύκτα μεθ’ἥλιον, καὶ λιμὸν μετὰ κόρον, καὶ δίψαν μετὰ μέθην · κἂν ἀφέλῃς αὐτοῦ τὴν μεταβολήν, λύπην τὴν ἡδονὴν ποιεῖς. οὕτω λέγεται καὶ Ἀρτοξέρξης, Περσῶν βασιλεύς, τέως μὲν ὑπ’εἰρήνης μακρᾶς καὶ ἡδονῆς διηνεκοῦς μὴ συνιέναι τῆς εὐτυχίας · παρεσκεύαζε μὲν Ἀσία τὸ δεῖπνον, ἔπεμπον δὲ πῶμα ποταμῶν οἱ κάλλιστοι, ἐμηχανῶντο δὲ αὐτῷ τὴν δίαιταν τέχναι μυρίαι · ἀλλ’ἐπεὶ πόλεμος αὐτῷ ἐκ θαλάττης ἦλθεν, καὶ Ἕλληνες μύριοι, καὶ στρατηγοὶ δεινοί, ἡττηθεὶς ἔφευγεν ἐπὶ ψιλὸν λόφον, ὅπου τῆς νυκτὸς ἀναπαυόμενος ἐδίψησεν δύστηνος πρῶτον τότε, ἔνθα ἦν οὐ Χοάσπης, οὐ Τίγρις, οὐ Νεῖλος, οὐκ ἐκπώματα, οὐκ οἰνοχόοι · καὶ ἠγάπησεν παρὰ ἀνδρὸς Μάρδου λαβὼν ἐν ἀσκῷ ὀδωδὸς ὕδωρ · καὶ τότε ἄρα δείλαιος ἔγνω, τίς μὲν δίψης χρεία, τίς δὲ ἡδονὴ ποτοῦ.
34.7εἶτα ἡδονῆς μὲν ἔσται κόρος, εὐτυχημάτων δὲ οὐκ ἔσται κόρος; εἷς μέν, οἶμαι, σιτίων καὶ μέθης ἀνιαρότερος. οὐ γὰρ ἀνασχετὸν εἶναι οὔτε τῷ Ἀχιλλεῖ τὴν σχολήν, οὔτε τῷ Νέστορι τὴν σιωπήν, οὔτε τῷ Ὀδυσσεῖ τὴν ἀσφάλειαν. ἐξῆν γάρ που καὶ τῷ Ἀχιλλεῖ ζῆν καὶ βασιλεύειν Μυρμιδόνων, καὶ γεωργεῖν τὴν Θετταλῶν γῆν, καὶ γηροκομεῖν τὸν Πηλέα · καὶ τῷ Νέστορι ἐν Πύλῳ ἐν εἰρήνῃ ἄρχειν, καὶ γηράσκειν καθ’ἡσυχίαν · καὶ τῷ Ὀδυσσεῖ, οἴκοι μένειν περὶ τὸ Νήριτον τὸ εὔφυλλον, ἐν τῇ γῇ τῇ κουροτρόφῳ, τὸ τελευταῖον παρὰ Καλυψὼ βιοῦν ἐν ἄντρῳ καταρρύτῳ καὶ κατασκίῳ, ὑπὸ Νυμφῶν θεραπευομένῳ, ἀγήρῳ ὄντι καὶ ἀθανάτῳ · ἀλλ’οὐχ εἵλετο ἀθάνατος εἶναι ἀργὸς ὢν καὶ μηδὲν χρώμενος τῇ ἀρετῇ. ἀνάγκη δὲ τὸν ταύτην μεταχειριζόμενον, ἀνθρωπίνοις συμπτώμασιν παραβαλλόμενον, πολλάκις βοᾶν, τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλο ποτ’ἔτλης.
34.8τί δ’ἄν ἦν μνήμη τοῦ Ὀδυσσέως, ἐὰν ἀφέλῃς αὐτοῦ τὰ δυσχερῆ; τίς δὲ τοῦ Ἀχιλλέως, ἐὰν ἀφέλῃς αὐτοῦ τὸν Ἕκτορα καὶ τὸν Σκάμανδρον, καὶ τὰς δώδεκα μὲν σύν νηυσὶ πόλεις, ἕνδεκα δὲ ἠπειρώτιδας; τὸν μὲν γὰρ Ἡρακλέα οὐ δὲ ἄλλοθεν οἱ ἄνθρωποι προσέθεσαν ἂν φέροντες τῷ Διί, μὴ οὔσης τῆς πρὸς τὰ κακὰ ὁμιλίας, ἀγωνισαμένης αὐτοῖς · ἐὰν ἀφέλῃς αὐτοῦ τὰ θηρία, καὶ τοὺς δυνάστας, καὶ τὰς ἄνω καὶ κάτω ὁδούς, καὶ τὰ δεινὰ ἐκεῖνα πάντα, ἠκρωτηρίασας τὴν ἀρετὴν τοῦ Ἡρακλέος. Ὀλυμπιάσιν μὲν καὶ Πυθοῖ οὐκ ἔνεστιν κότινον λαβεῖν, οὐ δὲ μήλων τυχεῖν, αὐτὸν ἐφ’ἑαυτοῦ κονισάμενον, ἀλλὰ ἀνταγωνιστῶν δεῖ τῷ κηρύγματι · ἐν δὲ τῷ τοῦ βίου σταδίῳ καὶ τῇ δεῦρο ἀγωνίᾳ τίς ἂν γένοιτο ἀνταγωνιστὴς ἀνδρὶ ἀγαθῷ, πλὴν τῆς πείρας τῶν δυσχερῶν;
34.9φέρε τοὺς ἀγωνιστὰς παρακαλῶμεν ἐπὶ τὸ στάδιον. ἔχε, τίνες μὲν Ἀθηνῶν; Σωκράτης ἀγωνιούμενος πρὸς Μέλητον, καὶ πρὸς τὰ δεσμὰ καὶ τὸ φάρμακον. ἐκ δὲ Ἀκαδημίας Πλάτων ἀγωνιούμενος πρὸς τυράννου ὀργήν, καὶ θάλατταν πολλήν, καὶ κινδύνους μεγάλους. ἡκέτω καὶ ἄλλος ἀγωνιστὴς Ἀττικός, ἀγωνιούμενος πρὸς Τισσαφέρνην ἐπιορκοῦντα, καὶ Ἀριαῖον ἐπιβουλεύοντα, καὶ Μένωνα προδιδόντα, καὶ βασιλέα ἐπιτιθέμενον. καὶ δεῖ μοι καὶ τὸν ἐκ τοῦ Πόντου ἀθλητὴν ἀγωνίζεσθαι · καὶ οὗτος, ἀγῶνα ἰσχυρὸν, πρὸς ἀνταγωνιστὰς πικρούς, πενίαν καὶ ἀδοξίαν καὶ λιμὸν καὶ κρύος · ἐγὼ δὲ αὐτοῦ καὶ τὰ γυμνάσια ἐπαινῶ · αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κακ’ἀμφ’ὤμοισι βαλών, οὐ χαλεπῶς διὰ τοῦτο ἐκράτει. τοιγαροῦν στεφανῶ τοὺς ἄνδρας, καὶ ἀνακηρύττω νικηφόρους τῆς ἀρετῆς · ἔὰν δὲ ἀφέλῃς αὐτῶν τὴν πρὸς τὰ καλὰ ἀγωνίαν, ἀποστεφανοῖς τούς ἄνδρας καὶ ἀποκηρύττεις. ἄφελε Ἀθηναίων τὸν ἐπὶ Μαραθῶνα δρόμον, καὶ τὸν ἐκεῖ θάνατον, καὶ τὴν Κυναιγείρου χεῖρα, καὶ τὴν Πολυζήλου συμφοράν, καὶ τὰ Καλλιμάχου τραύματα, καὶ οὐδὲν Ἀθηναίοις καταλείπεις σεμνόν, πλὴν τοῦ Ἐριχθονίου καὶ τοῦ Κέκροπος, μύθων ἀπιστουμένων. διὰ τοῦτο Σπάρτη ἐπὶ πλεῖστον ἐλευθέρα, ὅτι ἐν οὐ δὲ εἰρήνῃ σχολὴν ἄγει · μάστιγες αὐταὶ καὶ πληγαὶ Λακωνικαί, καὶ ἔθη κακῶν, ταῖς ἀρεταῖς ἀναμιγνύμενα.