Maximus

Dissertations, 25

25.1ἦλθεν εἰς Ἕλληνας ἐκ τῆς Σκυθῶν γῆς τῶν ἐκεῖ βαρβάρων ἀνὴρ σοφὸς σοφίαν οὐ πολυρρήμονα οὐ δὲ λάλον · ἀλλ’ἦν αὐτῆς τὸ κεφάλαιον βίος ἀκριβής, καὶ γνώμη ὑγιής, καὶ λόγος βραχύς, εὔστοχος, ἐοικὼς οὐ πελταστῇ μισθοφόρῳ, ἀπροοράτως θέοντι, ἀλλ’ὁπλίτῃ βάδην ἰόντι καὶ κινουμένῳ ἀσφαλῶς. ἐλθὼν δὲ Ἀθήναζε, ἐντυγχάνει αὐτόθι ὁπλίτῃ μὲν οὐδενί, πελτασταῖς δὲ πολλοῖς · καὶ τὸν μὲν τούτων δρόμον καὶ τὴν πτοίαν τοῦ παντὸς ἐδέησεν Ἀνάχαρσις ἐπαινέσαι. περιῄει δὲ τὴν Ἑλλάδα ἐν κύκλῳ, ποθῶν ἰδεῖν σοφίαν στάσιμον καὶ ἑδραίαν. καὶ εἰ μέν που καὶ ἄλλοθι ἐξεῦρεν, εἰπεῖν οὐκ ἔχω · εὗρε δ’οὖν ἐν Χηναῖς, σμικρῷ καὶ ἀσθενεῖ πολίσματι, ἄνδρα ἀγαθόν · ὄνομα ἦν αὐτῷ Μύσων. ἀγαθὸς δὲ ἦν ἄρα Μύσων οἶκον οἰκῆσαι καλῶς, καὶ γῆν τημελῆσαι δεξιῶς, καὶ γάμου προστῆναι σώφρονος, καὶ παῖδα ἐκθρέψαι γεννικῶς. καὶ ἐξήρκεσεν τῷ Σκύθῃ ξένῳ μηκέτι σοφίαν ζητεῖν λαλιστέραν, παρόντων ἔργων, τότε ἀκριβῶς ἅπαντα διεσκόπει. ἐπεὶ δὲ ἱκανῶς εἶχεν τῆς θέας, λέγει πρὸς αὐτὸν Χηνεὺς Μύσων · διὰ ταῦτά τοι, Ἀνάχαρσι, καὶ σοφοὶ δοκοῦμεν, οὐκ οἶδα ὅπως, τοῖς ἀνθρώποις εἶναι · εἰ δὲ ἐγὼ σοφὸς ταῦτα ἐπιτηδεύων, ποῖ ποτε οἰχήσεται φερόμενον τὸ μὴ σοφόν; ἠγάσθη μάλα τοῦ Ἕλληνος ξένου Ἀνάχαρσις τὴν ἀφθονίαν τῶν ἔργων καὶ τὴν φειδὼ τῶν λόγων.
25.2ἦσαν δέ που καὶ οἱ Πυθαγόρου λόγοι ἐοικότες τοῖς νόμοις, βραχεῖς καὶ ἐπίτομοι · τὰ δὲ ἔργα μακρὰ καὶ διηνεκῆ, καὶ νύκτωρ καὶ μεθ’ἡμέραν μηδαμοῦ τὴν ψυχὴν ἀνιέντα, μη δὲ εἰς ῥᾳθυμίαν χαλῶντα. ὥσπερ γὰρ ἐν ταῖς τῶν μελῶν ἁρμονίαις τὸ παραλειφθέν, κἂν σμικρὸν , διαλύει τὸν κόσμον τοῦ μέλους, οὕτω κἀν τῇ τοῦ βίου ἁρμονίᾳ, εἴπερ μὴ ἐκμελὴς ἡμῖν ἔσται μη δὲ εἰκῇ διαπεραινόμενος, ὁμολογίαν εἶναι δεῖ ἔργου καὶ λόγου · καὶ μήτε τὰ ἔργα εἰς ἀφάνειαν κομιδῇ ξυνεληλάσθαι, μήτε τοὺς λόγους ὑπὲρ τὰ ἔργα χωρεῖν, ὥσπερ ἐξ ἀγγείου στενοῦ ἀποχεομένους, ἀλλ’ἑκάτερα ἑκατέροις συντεταγμένοις ἰσομέτρητάτε καὶ ἰσοχειλῆ εἶναι. ὅστις οὖν τῆς ἁρμονίας ταύτης ἐρᾷ, καὶ ἐθέλει ἠχεῖν τὸν τῶν ἔργων φθόγγον, οὗτος ἄν ποτε ἐπ’εὐγλωττίᾳ σεμνύνοιτο; πολλοῦ μοι δοκεῖ δεῖν. οὐ δὲ γὰρ τοὺς ταώς, ἡδίστους ὄντας ὀρνίθων ἰδεῖν, μακαρίσαι ἄν τις τοῦ κάλλους οὐδὲν αὐτοῖς εἰς εὐπτησίαν συντελοῦντος, ἥπέρ ἐστιν ὀρνίθων ῥώμη. καὶ τῶν ἀηδόνων τῆς ᾠδῆς, ὅσα μὲν ἐς ἡδονὴν ἀκοῆς, ἀποδεχόμεθα · τὸ δὲ ἡμῖν τερπνὸν ἀσύμβολον ἐκείναις εἰς σωτηρίαν Αἰετοῦ κλάγξαντος, λέοντος βρυχησαμένου, γνωρίσαι ἄν τις τῷ λυπηρῷ τῆς ἀκοῆς τὴν ῥώμην τοῦ φθεγγομένου.
25.3εἰ δὲ μὴ φαυλότερον ἦχος ἀνδρὸς μη δὲ ἀσθενέστερον ἐλέγξαι τὸ τοῦ λέοντος ἦθος βρυχηθμοῦ λέοντος καὶ αἰετῶν κλαγγῆς, ἆρα οὐκ ἄξιον ἐκθηρᾶσθαι τῇ ἀκοῇ, πότερον ἀηδὼν τὸ φθεγγόμενον, γλῶττα δειλὴ καὶ ᾠδὴ ἐφήμερος, αἰετός, τι ἄλλο ζῷον ἄρρεν καὶ θυμοῦ μεστόν; ἀλλ’ μὲν Ζώπυρος ἐκεῖνος δεινὸς ἦν τῇ προσβολῇ τῶν ὀφθαλμῶν, τοῖς τοῦ σώματος τύποις ἐντυγχάνων, γνωρίζειν τὸ ἦθος, καὶ καταμαντεύεσθαι τῆς ψυχῆς διὰ τῶν ὁρωμένων, μαντείαν ἀσαφῆ · τίς γὰρ ἐπιμιξία πρὸς ὁμοιότητα ψυχῆς καὶ σώματος; εἰ δ’ἐστὶ μαντείαν ἐπὶ ψυχῇ θέσθαι οὐ διὰ ἀμυδρῶν οὐ δὲ ἀσθενῶν συμβόλων, τοῖς μὲν ὀφθαλμοῖς παραχωρητέον τὴν χρωμάτωντε καὶ σχημάτων καὶ τῆς ἐν τούτοις ἡδονῆς καὶ ἀηδίας ὁμιλίαν, τῇ δὲ ἀκοῇ ἐξιχνευτέον τὸ τῆς ψυχῆς ἦθος, οὐ κατὰ τοὺς τῶν πολλῶν λογισμοὺς ἀπόχρη πρὸς ἔπαινον λόγου γλῶττα εὔστοχος, ὀνομάτων δρόμος, ῥήματα Ἀττικά, περίοδοι εὐκαμπεῖς, ἁρμονία ὑγρά · τὰ δ’ἐστὶν πάντα, κατὰ τὸν ἐν Διονύσου ποιητήν, ἐπιφυλλίδες, καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης.
25.4ποῖον οὖν ἐστιν τὸ ἐν λόγοις καλόν; φαίη ἄν τις. μήπω μέν, τάν, ἔρῃ · ὄψει γὰρ αὐτὸ ὄν, ἐπειδὰν ἰδεῖν δυνηθῇς. οὐ δὲ γὰρ τῷ Κιμμερίῳ διηγήσασθαι δύναταί τις τὸ τοῦ ἡλίου κάλλος, οὐ δὲ τῷ ἠπειρώτῃ τὴν θάλατταν, οὐ δ’Ἐπικούρῳ τὸν θεόν · οὐ γὰρ δι’ἀγγέλων ἱστορία ἔρχεται, ἀλλ’ἐπιστήμης πρὸς ταῦτα δεῖ · μέχρι δὲ ἀπιστεῖ τὸ εἰδέναι, ἀνάγκη πλανᾶσθαι καὶ τὰς κρίσεις. καὶ γὰρ τῶν ἐκ γῆς φυομένων παντοδαπὸς μὲν θεατὴς ὁδοιπόρος, δὲ γεωργός, ὑγιής · μὲν ἄνθος ἐπαινεῖ φυτῷ, δὲ μέγεθος, σκιάν, δὲ χρόαν · τῷ δὲ γεωργῷ καρπὸς τὸν ἔπαινον μετὰ τῆς χρείας ἔχει. εἰ μὲν δή τις καθ’ὁδοιπόρον πλησιάζει τῷ λόγῳ, οὐ νεμεσῶ τῆς ἡδονῆς παρατρέχοντι ἐπαινεῖν · εἰ δὲ κατὰ τοὺς γεωργοὺς τάττεται, οὐκ ἀνέχομαι τῶν ἐπαίνων, πρὶν ἄν μοι καὶ τὴν χρείαν τῶν ἐπαινουμένων φράσῃ.
25.5λέγε, τίνας εἶδες καρποὺς ἐν τῷ λόγῳ; τίνας ἔλαβες; πῶς ἔχοντας; ἐπειράθης, ἐξήτασας, εἰ τελεσιουργοὶ καὶ γόνιμοι ἑτέρων καρπῶν; ἐξέφυσέ τι σοι ψυχὴ ἀπ’αὐτῶν χρηστὸν καὶ ἔγκαρπον; ὄγχνη μὲν ἐπὶ ὄγχνῃ γηράσκει, καὶ ἐπὶ μήλῳ μῆλον, καὶ σταφυλὴ σταφυλῇ ἐπιφύεται, καὶ σῦκον σύκῳ · λόγου δὲ ἄρα ἐφήμερος μὲν γένεσις, ἄσπερμος δὲ καρπός, καὶ οὐ τρόφιμος, οὐ δὲ ἀνακιρνάμενος τῇ ψυχῇ, ἀλλάτέ μιν καθύπερθεν ἐπιρρεῖ, ἠΰτ’ἔλαιον; ταύτην μοι διήγησαι τὴν γεωργίαν, τοὺς δὲ ἐπαίνους ἔα. ἐὰν γὰρ ἀφέλῃς αὐτῶν τὴν χρείαν, ὑποπτεύω τὴν αἰτίαν, καὶ τὸν ἐπαινέτην ἐλεῶ, καὶ τὸν ἔπαινον μέμφομαι. τοῦτον τὸν ἔπαινον φθέγγεται τὰ μέλη τῆς ψυχῆς, τὰ ἀκόλαστα, τὰ κρίνειν ἀσθενῆ, τὰ ἀπατᾶσθαι πεφυκότα · οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς τοιῇδ’ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν. ὁρᾷς τοῦ ἐπαίνου τὴν μοχθηρίαν, ἀντικαταλλασσομένου γύναιον μανὲν καὶ τὴν ἀπ’αὐτοῦ ἡδονήν, Ἑλληνικῶν καὶ Τρωϊκῶν κακῶν; ἔστι κἀνταῦθα ἐπαινέτης τοιοῦτος, ἐπειδάν τις ἐντυχὼν ἀκολάστῳ λόγῳ, τὸ μὲν ἀπατηλὸν αὐτοῦ μὴ γνωρίσῃ, τὸ δὲ ἡδὺ στέρξῃ, κατὰ βραχὺ ὑποφερόμενος ταῖς καθ’ἡμέραν ἡδοναῖς ἀψοφητί, ὥσπερ τῶν πλεόντων οἱ πνευμάτων μὲν ἐξ οὐρίας πρὸς τὸν ἀληθῆ δρόμον οὐ τυχόντες, ῥεύματι δὲ γαληνῷ δι’ἀκυμάντου τῆς θαλάττης εἰς ἠϊόνας ἐρήμους ῥαχίας δυσχερεῖς ἐκπεπτωκότες · μετὰ τοῦτο προσηνέχθη λαθὼν ἀμαθίᾳ, καὶ μετὰ τοῦτο φιληδονίας πάσης ἠϊόνος ἐρημοτέροις χωρίοις, καὶ πάσης ῥαχίας δυσχερεστέροις, ἀγαπῶν τὴν πλάνην καὶ χαίρων τῇ ψυχαγωγίᾳ · ὥσπερ οἱ πυρέττοντες, ἐμπιπλάμενοι ποτοῦ καὶ σιτίων παρὰ τοὺς τῆς τέχνης νόμους · παρατιθέντες γὰρ κακὸν κακῷ, νόσῳ πόνους, αἱροῦνται ἡδόμενοι νοσεῖν μᾶλλον, πονοῦντες ὑγιασθῆναι. καί τις ἤδη ἰατρὸς εὐμήχανος ἀνεκέρασεν βραχεῖαν ἡδονὴν τῷ ἀλγεινῷ τῆς ἰάσεως · ποριστὴς δὲ ἡδονῆς, καὶ παντοίας ἡδονῆς, οὔτε Ἀσκληπιός, οὔτε οἱ Ἀσκληπιάδαι, ἀλλ’ὀψοποιῶν τὸ ἔργον. οὐδὲν δὲ σεμνότερον ἀκόλαστος λόγος τῶν τῆς γαστρὸς κολακευμάτων · ἐὰν γὰρ τούτου ἀφέλῃς μὲν τὸ ὠφελοῦν, τερπνὸν δὲ προσθῇς, ἰταμὸν καὶ ἄκρατον ἰσοτιμίαν καὶ ἰσηγορίαν χειροτονεῖς λόγου πρὸς τὰ αἰσχρὰ πάντα, ὅσα δι’αἰσθήσεων ἐπὶ ψυχὴν ἔρχεται, ὑφ’ἡδονῆς παραπεμπόμενα.
25.6ἀλλὰ τοὺς μὲν ὀψοποιοὺς τούτους τοῖς συμποσίοις ἐῶμεν, καὶ γαστρὸς καὶ ἀκοῆς ὑπηρέτας πονηρούς · ἡμῖν δὲ δεῖ λόγου ὀρθοῦ καὶ διανεστηκότος, μέγα βοῶντος, καὶ τὰς ψυχὰς αὑτῷ συνεπαίροντος ὑπὲρ τὴν γῆν ἄνω, καὶ ὅσα περὶ γῆν παθήματα ἡδονῶν καὶ ἐπιθυμημάτων, καὶ φιλοτιμιῶν, καὶ ἐρώτων, καὶ ὀργῆς καὶ λύπης καὶ μέθης ἐχόμενα · ὧν συμπάντων κρείττονα χρὴ γενέσθαι τὸν τῷ φιλοσόφῳ λόγῳ συνανιστάμενον ῥήτορα ἀληθῆ, οὐκ ἀργόν, οὐ δὲ ἐκλελυμένον, οὐ δ’ἐπίχριστον κατὰ τὴν τέχνην, οὐ δὲ ἐν δικαστηρίῳ μόνον ἐν ἀμφιβόλῳ ἐπικουρίᾳ τεταγμένον · ἀλλὰ πανταχοῦ καὶ ἐν ἅπαντι ἐξεταζόμενον, ἐν μὲν ἐκκλησίαις σύμβουλον φρόνιμον, ἐν δὲ δικαστηρίοις ἀγωνιστὴν δίκαιον, ἐν δὲ πανηγύρεσιν ἀγωνιστὴν σώφρονα, ἐν δὲ παιδείᾳ διδάσκαλον ἐπιστήμονα · οὐ περὶ Θεμιστοκλέους μόνον τοῦ μηκέτι ὄντος, οὐ δ’ἐν Ἀθηναίοις τοῖς τότε, οὐ δ’ὑπὲρ ἀριστέως τοῦ μηδαμοῦ, οὐ δὲ κατὰ μοιχοῦ λέγοντα μοιχὸν ὄντα, οὐ δὲ κατὰ ὑβριστοῦ ὑβριστὴν ὄντα · ἀλλ’ἀπηλλαγμένον τῶν παθῶν τούτων, ἵνα γένηται κατήγορος ἀδικημάτων ἀληθής. τοιοῦτος ἐξ ἀγαθῆς παλαίστρας ἀγωνιστὴς γίγνεται, λόγων μεστὸς ἀκολακεύτων, καὶ ἠσκημένων ὑγιῶς, καὶ δυναμένων ἄγειν πειθοῖ καὶ βίᾳ ἐκπληκτικῇ τὸ πλησιάζον πᾶν.
25.7εἰ δὲ καὶ ἡδονῆς πρὸς τὴν ἀγωγὴν ταύτην δεησόμεθα καὶ τυράννου, δότω μοι τὶς ἡδονήν, οἵαν καὶ ἐπὶ σάλπιγγος ἁρμονίᾳ ἐν μέσοις τοῖς ὁπλίταις τεταγμένῃ, καὶ ἐξορμώσῃ τὰς ψυχὰς τῷ μέλει · τοιαύτης δέομαι ἡδονῆς λόγου, φυλάξει μὲν αὐτοῦ τὸ μέγεθος, οὐ προσθήσει δὲ τὴν αἰσχύνην · τοιαύτης δέομαι ἡδονῆς, ἣν οὐκ ἀπαξιώσει ἀρετὴ ὀπαδὸν αὐτῇ γίνεσθαι. ἀνάγκη γὰρ παντὶ τῷ φύσει καλῷ συντετάχθαι χάριτας, καὶ ὥραν, καὶ πόθον, καὶ εὐφροσύνην, καὶ πάντα δὴ τὰ τερπνὰ ὀνόματα. οὕτω καὶ οὐρανὸς οὐ καλὸς μόνον, ἀλλὰ καὶ ἥδιστον θεαμάτων, καὶ θάλαττα πλεομένη, καὶ λήϊα καρποτρόφα, καὶ ὄρη δενδροτρόφα, καὶ λειμῶνες ἀνθοῦντες, καὶ νάματα ῥέοντα. ἥδιστον ἦν θέαμα Ἀχιλλεύς, (πῶς δὲ οὐκ ἔμελλεν); οὐ διὰ τὴν ξάνθην κόμην · καὶ γὰρ Εὔφορβος εὐκόμης ἦν, τῷ δὲ Ἀχιλλεῖ τὸ καλὸν ἥδιστον ἦν ὑπὸ τῆς ἀρετῆς ἐξαπτόμενον. ἥδιστον μὲν ἐν ποταμοῖς θέαμα Νεῖλος · ἀλλ’οὐ δι’ἀφθονίαν ὕδατος, καὶ γὰρ Ἴστρος εὔνεως · ἀλλὰ Ἴστρος οὐ γόνιμος, δὲ Νεῖλος γόνιμος. ἥδιστον θέαμα Νεῖλος, ἀλλ’οὐ τολμῶ παραπεμψάμενος τὴν ἀρετὴν τοῦ θεοῦ ἡδονὴν αὐτῶ ἐπιφημίσαι. ἐγὼ καὶ τῶν Φειδίου ἀγαλμάτων αἰσθάνομαι μὲν τῆς ἡδονῆς, ἐπαινῶ δὲ τὴν τέχνην · καὶ τῆς Ὁμήρου ᾠδῆς συνίημι μὲν τῆς ἡδονῆς, ἀλλ’ἐκ τῶν σεμνοτέρων αὐτὴν ἐπαινῶ. ἀλλ’οὐ δὲ τὸν Ἡρακλέα ἔγωγε ἡγοῦμαι ἄγευστον καὶ ἀμέτοχον ἡδονῆς διαβιῶναι · οὐ πείθομαι παντάπασι τῷ Προδίκῳ · ἀλλ’εἰσὶν γὰρ καὶ ἀνδρὸς ἡδοναὶ παραμυθούμεναι τοὺς δι’ἀρετῆς πόνους, οὐ διὰ σαρκῶν, οὐ δέ γε δι’αἰσθήσεων ἐπίρρυτοι, ἀλλ’αὐτοφυεῖς τινες καὶ ἔνδοθεν διανιστάμεναι, ἐθιζομένης τῆς ψυχῆς χαίρειν τοῖς καλοῖς καὶ ἔργοις καὶ ἐπιτηδεύμασιν καὶ λόγοις. οὕτω καὶ Ἡρακλῆς ἔχαιρεν ἐπὶ τὸ πῦρ ἰών · καὶ Σωκράτης ἔχαιρεν ἐν τῷ δεσμωτηρίῳ μένων καὶ πειθόμενος τῷ νόμῳ. παραβάλλωμεν τὴν Σωκράτους κύλικα ἐκείνην τῇ Ἀλκιβιάδου · πότερος αὐτῶν ἔπινεν ἀλυπότερον; Ἀλκιβιάδης τὸν οἶνον; τὸ φάρμακον Σωκράτης;