35.1ἔχοις εἰπεῖν, τίνας ποτε Ὅμηρος ὀνομάζων χαίρει θεοῖς εἰκέλους, καὶ δίους, καὶ μῆτιν ἀταλάντους Διί; τίνας γάρ, ἀλλ’ἢ τοὺς ἀρίστους, Ἀγαμέμνονάτε καὶ Ἀχιλλέα καὶ Ὀδυσσέα, καὶ ὅστις ἄλλος συνετέλει αὐτῷ εἰς ἐπαίνου μοῖραν; τί δέ, εἰ μὴ τῷ Διὶ εἴκαζεν αὐτούς, ἀλλ’ἢ Μαχάωνι τῷ ἰατρῷ, ἢ Κάλχαντι τῷ μαντικῷ, ἢ Νέστορι τῷ ἱππικῷ, ἢ Μενεσθεῖ τῷ τακτικῷ, ἢ Ἐπειῷ τῷ τέκτονι, ἢ Νιρεῖ τῷ καλῷ; ἆρ’οὐκ ἄν εἶχες ἀποκρίνασθαί μοι τῆς εἰκόνος τὴν αἰτίαν; ἢ ἐκεῖ μὲν γνωρίζεις τὴν ὁμοιότητα, ἐνταῦθα δὲ, ὅτι μὲν ὅμοιοι τῷ Διὶ, οἶσθα, καὶ ἐπαινεῖς τὸν εἰκάσαντα τῆς γνωρίσεως, τὸ δὲ γνώρισμα αὐτὸ ἀγνοεῖς; φέρε οὖν, ἐγώ σοι ὑπὲρ τοῦ Ὁμήρου διηγήσομαι, ὡς δεῖ · οὑτωσὶ ἡρέμα πω λέγων · “οὐ γάρ εἶμι ποιητικός”. πατέρα γάρ που θεῶν καὶ ἀνθρώπων εἶναι λέγει τὸν Δία, οὔτι που διότι ὑπεκδὺς τοῦ οὐρανοῦ, νῦν μὲν ὄρνιθι εἰκασθείς, νῦν δὲ χρυσῷ, καὶ ἄλλοτε ἄλλῳ, γυναιξὶ θνηταῖς ἐπλησίαζεν, σπερμαίνων τὰ πρῶτα γένος κυδρῶν βασιλήων · οὕτω γὰρ ἄν εἴη ὁ Ζεὺς ὀλιγοτεκνότατος · ἀλλὰ τὴν αἰτίαν ἀναθεὶς αὐτῷ τοῦ εἶναι τὰ γένη ταῦτα, καὶ σώζεσθαι, προσειπεῖν πατέρα, τῶν ἐν φιλίᾳ ὀνομάτων τὸ πρεσβύτατον. 35.2εἶεν · οὕτω σοι τὰ τοῦ Διὸς ἔχει. τά δὲ τῶν ὁμοίων τῷ Διὶ ἆρ’ἡγεῖ ἄλλῃ πη ἔχει; ἢ οὐχ ὁρᾷς, ὡς οὐ δὲ τὸν Σαλμωνέα εἴκασαν οἱ ποιηταὶ αὐτῷ, καίτοι κερανοὺς ἀφιέντα, ὡς ᾤετο, καὶ μιμούμενον τὸν βροντῶν κτύπον καὶ τὸ ἀστραπῆς φῶς; ἀλλὰ ταῦτά γε ὁ Σαλμωνεὺς δρῶν, ὅμοιος ἥν Θερσίτῃ μιμουμένῳ τὸν Νέστορα. πῶς οὖν γένοιντ’ἂν ὅμοιοι ἄνθρωποι Διί; μιμούμενοι αὐτοῦ τὸ σωστικὸν καὶ φιλητικὸν καὶ πατρικὸν δὴ τοῦτο. αὕτη θνητὴ πρὸς θείαν ἀρετὴν ὁμοιότης, ἢ παρὰ μὲν θεοῖς καλεῖται θέμις, καὶ δίκη, καὶ ἄλλ’ἄττα μυστικὰ καὶ θεοπρεπῆ ὀνόματα · παρὰ δὲ ἀνθρώποις φιλία, καὶ χάρις, καὶ ἀλλ’ἄττα προσηνῆ καὶ ἀνθρωπικὰ ὀνόματα. ἐνδεέστερον δὲ δὴ τὸ ἀνθρώπειον τῆς θείας ἀρετῆς, τάτε ἄλλα, καὶ κατὰ φιλίας ἔκτασιν · οὐ γὰρ ἐξικνεῖται ἡ θνητὴ φύσις ἐπὶ τὸ ὅμοιον πᾶν, ἀλλ’ὥσπερ αἰ τῶν βοσκημάτων ἀγέλαι, οἰκειοῦται τῷ ξυννόμῳ μόνον · ἀγαπητὸν δὲ εἰ καὶ τούτῳ παντί. νῦν δὲ ἴδοις ἂν ἐν ἀγέλῃ μιᾷ, ὑπὸ ποιμένι ἑνί, στάσεις πολλὰς καὶ διαφωνίας κυριττόντων ἀλλήλους καὶ διαδακνόντων, μόγις ὄντα που ζώπυρα εἰς βραχὺν ἀριθμὸν φιλίας σαφοῦς ξυνεληλαμένα. σιτία μὲν καὶ ποτὰ καὶ ἀμπεχόνας, καὶ ὅση ἄλλη χρεία σωμάτων πορίζονται οἱ ἄνθρωποι ἀμοιβῇ καὶ ἀντιδόσει ἐκ χαλκοῦ καὶ σιδήρου, καὶ τὰ σεμνὰ δὴ ταῦτα, χρυσοῦ καὶ ἀργύρου · ἐξὸν χαίρειν τῇ τῶν μετάλλων φράσαντας τέχνῃ, λαμβάνειν παρ’ἀλλήλων ταῦτα ἀπονητί, μετρουμένους μέτρῳ τῷ πάντων ἰσαιτάτῳ, τὸν μὲν ἐνδεᾶ τὴν χρείαν λαβόντα παρὰ τοῦ ἔχοντος, τὸν δὲ ἐν περιουσίᾳ ἀφεῖναι, κτησάμενον παρὰ τοῦ λαβόντος, ὧν ἡ ἀντίδοσις οὐχ ἔξει αἰτίαν. 35.3τῷ μὲν Λυκίῳ Γλαύκῳ χρυσὸν δόντι καὶ λαβόντι χαλκόν, καὶ ἑκατόμβοι’ἐννεαβοίων ἀλλαξαμένῳ ὀνειδίζει μηρὸς · εἰ δὲ παρωσάμενοι τὴν τούτων ἀξίαν τῇ γνώμῃ τὰς ἀντιδόσεις διεμετροῦντο, ἥν ἂν δήπου τὸ χρῆμα ἰσόρροπον. νῦν δὲ καπηλείας πάντα μεστά, καὶ ἐμπορίας, καὶ συμβολαίων πικρῶν, ἀγοραίωντὲ καὶ θαλαττίων καὶ ἠπειρωτικῶν, ξενικῶντε καὶ ἀστικῶν, καὶ ἐπιχωρίων καὶ διαποντίων, ἄνω καὶ κάτω στρεφομένης τῆς γῆς καὶ τῆς θαλάττης, τὰ ἀθήρατα ἐκθηρωμένων, καὶ τὰ ἀφανῆ μεταλλευόντων, καὶ τὰ πόρρω διωκόντων, καὶ τὰ σπάνια ποριζομένων, καὶ θησαυροὺς κατορυττόντων, καὶ κατώρυχας ἐμπιμπλάντων, καὶ ταμεῖα σωρευόντων. τὸ δὲ τούτων αἴτιον ἀπιστία φιλίας, καὶ πλεονεξίας ἔρως, καὶ ἀπορίας δέος, καὶ μοχθηρίας ἔθος, καὶ ἡδονῆς πόθος · ὑφ’ὧν τὸ φιλεῖν ἐλαυνόμενον, καὶ κατορυττόμενον, καὶ βαπτιζόμενον, μόγις που σώζει ἀμαυρὰ ἴχνη καὶ ἀσθενῆ · καὶ τὸ κοινότατον καὶ ἀταμίευτον καὶ ἀφθονώτατον, διὰ τὴν τῶν χρωμένων σπάνιν, εἴ που καὶ γένοιτο τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γῆς, ᾄδεται τοῦτο, καὶ μύθου σχῆμα ἔχει, καὶ ἀπιστεῖται αὐτοῦ ἡ ἀκρίβεια. καὶ μάλα εἰκότως. 35.4ἦλθεν ἐπὶ τὴν Ἀσίαν Ἑλληνικὸς στόλος νεῶν χιλίων, πλῆθος ἀνδρῶν τὸ καλλιστεῦον τῆς Ἑλλάδος, ὁμόσκηνον καὶ ὁμοδίαιτον, δεκαετεῖ χρόνῳ ἀντικαθημένων αὐτοῖς ἐχθρῶν βαρβάρων. ἡ δὲ φήμη τῶν ἔργων τούτων ἐμπεσοῦσα εἰς τὴν Ὁμήρου ᾠδήν, οὐκ ἔσχεν ἡμῖν ἑταιρείαν εἰπεῖν ἀκριβῆ ἐν τοσούτῳ στόλῳ καὶ χρόνῳ, πλὴν μιᾶς, Θετταλικοῦ μειρακίου πρὸς Λοκρὸν ἄνδρα · ἧς οὐδὲν Ὅμηρος διηγήσατο οὔτε πρὸς ἡδονὴν τερπνότερον, οὔτε πρὸς ἀρετὴν ἀγωγότερον, οὔτε πρὸς μνήμην ἐπικυδέστερον. τὰ δὲ ἄλλα τοῦ Ὁμήρου εἰ σκοποίης, πόλεμοι πάντα, καὶ θυμοί, καὶ ἀπειλαί, καὶ μῆνις · καὶ τὰ τούτων τέλη οἰμωγαί, καὶ στόνοι, καὶ θάνατοι καὶ φθοραί, καὶ ὄλεθροι. ᾄδεταί που καὶ διήγημα Ἀττικὸν ὑπὸ φιλίας σεμνυνόμενον ἐν πολλοῖς τοῖς Ἀθηναίων λόγοις · ἕν τοῦτο ἄξιον τῆς Ἀθηνᾶς, ἄξιον τοῦ Θησέως, φιλία καλὴ καὶ δικαία ἀγαθῶν ἀνδρῶν, ἥ παρέδωκεν ἀμφοτέροις ἐπὶ τυράννῳ κοινὸν ξίφος, καὶ σύνθημα κοινόν, καὶ κοινὸν θάνατον · μεθ’ἢν οὐκέτι ὄναρ μετέχει φιλίας Ἀττικήν, ἀλλὰ πάντα ὕπουλα, καὶ σαθρά, καὶ ἄπιστα, καὶ διαβεβρωμένα, μεστὰ φθόνου, καὶ ὀργῆς, καὶ ἀπειροκαλίας, καὶ φιλοχρηματίας, καὶ φιλοδοξίας. 35.5κα- κἂν τὴν λοιπὴν Ἑλλάδα ἐπίῃς, ἀφθονίαν ὄψει σκυθρωπῶν διηγημάτων, ἄνδρα ἀνδρὶ συμπεπτωκότα, καὶ πόλιν πόλει, καὶ γένος γένει · οὐ τὸ Δωρικὸν τῷ Ἰωνικῷ μόνον, οὐ δὲ τὸ Βοιώτιον τῷ Ἀττικῷ, ἀλλὰ καὶ Ἴωνας Ἴωσιν, καὶ Δωριέας Δωριεῦσιν, καὶ Βοιωτοὺς Βοιωτοῖς συμπίπτοντας, καὶ Ἀθηναίους Ἀθηναίοις, καὶ Θηβαίους Θηβαίοις, καὶ Κορινθίους Κορινθίοις, συγγενεῖς καὶ συνεστίους πολεμίους, πάντας πᾶσιν ἐπιτιθεμένους, τοὺς ὑπὸ τὸν αὐτὸν ἤλιον καὶ τὸν αὐτὸν αἰθέρα καὶ τὸν αὐτὸν νόμον, καὶ τὴν αὐτὴν φωνὴν ἱέντας, καὶ τὴν αὐτὴν γῆν νεμομένους, καὶ καρποὺς τοὺς αὐτοὺς σιτουμένους, καὶ μυστήρια τὰ αὐτὰ τελουμένους · οὕς περιβάλλει τεῖχος ἕν καὶ πόλις μία, πολεμοῦντας σπενδομένους, ὀμνύντας ἐπιορκοῦντας, συντιθεμένους μετατιθεμένους, καὶ προφάσεις μικρὰς μεγίστων κακῶν. οἶς γὰρ ἂν τὸ φιλεῖν τῆς γνώμης ἐκπέσῃ, πάντα ἤδη ἀξιόχρεα κινεῖν ὀργὴν καὶ ταράττειν καθάπερ κοίλην ναῦν ἀφαιρεθεῖσαν τοῦ ἕρματος βραχεῖαι ῥοπαὶ σαλεύουσίντε καὶ περιτρέπουσιν. 35.6τίς ἄν οὖν παρασκευὴ γένοιτο ἀνδρὶ φιλίας ἐραστῇ πρὸς τὸ κτῆμα τοῦτο; χαλεπὸν μὲν εἰπεῖν, ῥητέον δὲ ὅμως · “ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐ δὲ λύκοιτὲ καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν” · οὐκ ἔστιν οὐ δὲ ἀνδρὶ πρὸς ἄνδρα φιλίας ὁλκή, μέχρις ἂν αὐτῷ οἱ ὀφθαλμοὶ φαντάζωνται χρυσὸν καὶ ἄργυρον. κα- κἂν τούτων ἀπαγάγῃς τὴν ὄψιν, οὐκ ἀπόχρη πρὸς φιλίαν ἡ καρτερία, ἀλλ’ἐνοχλεῖ αὖθις ἢ παιδίσκων ὥρα, ἢ γυναικὸς κάλλος · κα- κἂν καταμύσῃ πρὸς ταῦτα, “εὐπρόσωπος ὁ τοῦ μεγαλήτορος Ἐρεχθέως δῆμος”, καὶ τὰ ἐν ἐκκλησίαις κηρύγματα, καὶ ἡ ἀπ’αὐτῶν δόξα, κοῦφον χρῆμα, καὶ πᾶσαν γῆν ὀξέως ὑπεριπτάμενον. κα- κἂν ὑπερίδῃς ταύτης, οὐχ ὑπερόψει δικαστηρίου · κα- κἂν ὑπερίδῃς τούτου, οὐχ ὑπερόψει δεσμωτηρίου · κα- κἂν ἐνέγκῃς δεσμά, οὐχ ὑπερόψει προσιόντος τοῦ θανάτου. πολλάς σε δεῖ ἡδονὰς παραδραμεῖν, καὶ πολλοῖς πόνοις ἀντιβλέψαι, ἵνα κτήσῃ κτῆμα ἡδοναῖς πάσαις ἰσοστάσιον, καὶ πόνοις πᾶσιν ἀντίρροπον, κτῆμα χρυσοῦ τιμιώτερον, κτῆμα ὥρας βεβαιότερον, κτῆμα δόξης ἀσφαλέστερον, κτῆμα τιμῆς ἀληθέστερον, κτῆμα αὐθαίρετον, αὐτεπάγγελτον, κτῆμα ἀδεκάστως ἐπαινούμενον, κτῆμα, κα- κἂν λύπην, κα- κἂν πρᾶξιν φέρῃ, εὐφραῖνον τὸν δρῶντα κατὰ τὴν μνήμην τῆς αἰτίας. 35.7σπάνιον δὲ τὸ κτῆμα τοῦτο · τὸ δὲ εἴδωλον αὐτοῦ πρόχειρον καὶ παντοδαπόν, κολάκων ἐσμοὶ καὶ θίασοι, σεσηρότων καὶ σαινόντων, καὶ ἐπ’ἄκρᾳ τῇ γλώττῃ τὸ φιλεῖν ἔχουσιν · οὐχ ὑπ’εὐνοίας ἀγομένων, ἀλλ’ὑπὸ τῆς χρείας ἠναγκασμένων · καὶ μισθοφόρων, ἀλλὰ οὐ φίλων · καὶ οὐκ ἔστιν ἀπαλλαγὴ τοῦ κακοῦ, μέχρις ἄν ὠφελοῦν τὸ φιλεῖν νομίζωσιν · τὸ δὲ ἔστιν μέν, ἀλλ’οὐχ ὁρῶσιν οἱ πολλοὶ τὴν ἀντίδοσιν, οὔτε ἰδίᾳ, οὔτε κατὰ πόλιν · ἡ γὰρ ἂν αὐτοὺς ἐξοπλίσαντες, καὶ χαίρειν φράσαντες στρατηγῶν τέχναις, καὶ ὁπλοποιῶν δημιουργίαις, καὶ μισθοφόρων ἀθροισμῷ, καὶ συνθημάτων παραδόσει, καὶ φρουρίων ἐπιτειχίσει καὶ στρατοπέδων, πάλιν ἐδέξαντο ἂν τὰς σπονδὰς ἑκόντες παρ’αὐτοῦ τοῦ Διός, οὐκ ἐν Ὀλυμπίᾳ, οὐ δὲ ἀπὸ τοῦ Ἰσθμοῦ τὴν ἐκεχειρίαν κηρύττοντος, ἀλλ’ἐξ οὐρανοῦ μέγα βοῶντος · “σχέσθε, φίλοι, καὶ μ’οἶον ἐάσατε, κηδόμενόν περ”, σώζειν ὑμᾶς, καὶ μὴ περιορᾶν ὑπ’ἀλλήλων κακουμένους. νῦν δὲ ἐφημέρους σπονδὰς σπενδόμενοι, τριακοντούτιδας, ἀνάπαυλαν κακῶν ἐπορίζοντο ἀμυδρὰν καὶ οὐ πάντῃ ἀσφαλῆ, μέχρις ἂν ἄλλη πρόφασις ἐπιπεσοῦσα πάντα ἄνω καὶ κάτω ἐπιταράξῃ αὗθις. ἀλλὰ κα- κἂν τὰ ὅπλα ἀποδύσωνται, κα- κἂν εἰρήνην ἄγωσιν, ἄλλος αὗ πόλεμος ἐμπεσὼν τῇ ψυχῇ, οὐ δημόσιος, ἀλλ’ἰδιωτικός, οὐ σιδηροφόρων, οὐ δὲ πυρφόρων, οὐ δὲ νηίτην ἄγων στρατόν, οὐ δὲ ἱππικόν, ἀλλὰ γυμνὸς ὅπλων, ἀσίδηρος, ἄπυρος, λυμανεῖται τῇ ψυχῇ, καὶ πολιορκεῖ αὐτήν, ἐμπιμπλὰς φθόνου καὶ ὀργῆς καὶ θυμοῦ καὶ προπηλακισμοῦ καὶ ἄλλων μυρίων κακῶν. 35.8ποῖ τις τράπηται; τίνα εὕρῃ ἐκεχειρίαν; ποίαν Ὀλυμπίαν; τίνα Νεμέαν; καλὰ μὲν τὰ Ἀθήνησιν Διονύσια καὶ Παναθήναια, ἀλλὰ ἑορτάζουσιν μισοῦντες καὶ μισούμενοι · πόλεμόν μοι λέγεις, οὐχ ἑορτήν. καλαὶ καὶ ἐν Λακεδαίμονι αἱ Γυμνοπαιδίαι, καὶ τὰ Ὑακίνθια, καὶ οἱ χοροί · ἀλλὰ Ἀγησίλαος Λυσάνδρῳ φθονεῖ, καὶ Ἀγησίπολις Ἆγιν μισεῖ, καὶ Κινάδων τοῖς βασιλεῦσιν ἐπιβουλεύει, καὶ Φάλανθος τοῖς ἐφόροις, καὶ Παρθενίαι Σπαρτιάταις · οὐ πιστεύω τῇ ἑορτῇ, πρὶν τοὺς ἑορταστὰς ἴδω φίλους. οὗτος ἀληθινῆς ἐκεχειρίας νόμος καὶ τρόπος, ὑπὸ νομοθέτῃ τῷ θεῷ τεταγμένος, ὄν οὐκ ἔστιν μὴ κτησάμενον φιλίαν ἰδεῖν, οὐ δ’ἂν πολλάκις τις σπείσηται, οὐ δ’ἄν πολλάκις ἀναγράψηται τὰ Ὀλυμπιάσιν, καὶ Ἰσθμοῖ, καὶ Νεμέᾳ. εἴσω δεῖ ἐπὶ τὴν ψυχὴν τὸ κήρυγμα ἐλθεῖν, εἴσω τὴν ἐκεχειρίαν · ἕως δὲ ἄσπονδος καὶ ἀκήρυκτος ὁ ἐν ψυχῇ πόλεμος, ἄφιλος ἡ ψυχὴ μένει, ἐχθρά, σκυθρωπῇ. ταῦτα αἱ Ποιναί, ταῦτα αἱ Ἐρινύες, τὰ δράματα, αἱ τραγῳδίαι. διώκωμεν τὴν ἐκεχειρίαν, παρακαλῶμεν φιλοσοφίαν · ἡκέτω, σπενδέσθω, κηρυττέτω.