Maximus

Dissertations, 1

1.1τί δήποτε οἱ ἐν Διονύσου τὰ δράματα ὑποκρινόμενοι, νῦν μὲν τὰς τοῦ Ἀγαμέμνονος ἱέντες φωνάς, νῦν δὲ τὰς τοῦ Ἀχιλλέως, καὶ αὖθις Τήλεφόν τινα ὑποδυόμενοι Παλαμήδην ἄλλ’, τι περ ἂν τὸ δρᾶμα ἐθέλῃ, οὐδὲν πλημμελὲς οὐ δὲ ἔξω τρόπου νομίζονται ποιεῖν, ἄλλοτε ἄλλοι φαινόμενοι οἱ αὐτοί · εἰ δέ τις τὰ μὲν τῷ Διονύσου φυλάττει τὴν παιδιὰν καὶ τῷ θεάτρῳ, ἡγεῖται δέ τι εἶναι αὐτῷ δρᾶμα πολιτικόν, οὐκ ἰαμβείων τινῶν, μὰ Δία, πρὸς ἕνα ἑορτῆς καιρὸν ὑπὸ ποιητοῦ τέχνης συντεθέντων, οὐ δὲ ᾀσμάτων χορῷ ἐς ἁρμονίαν συνταχθέντων, ἀλλὰ τῆς περὶ τὸν βίον πραγματείας, ὅπερ ἂν εἴη τῷ φιλοσόφῳ δρᾶμα, ἀληθέστερον μὲν τῇ ὑποθέσει, διηνεκὲς δὲ τῷ χρόνῳ, διδασκόμενον δὲ ὑπὸ ποιητῇ τῷ θεῷ, κᾆτα τὶς τὸ δρᾶμα τοῦτο ὑποδυόμενος, καὶ τάξας ἑαυτὸν πρωταγωνιστὴν τοῦ χοροῦ, φυλάττοι μὲν τὸ τῶν ποιημάτων ἀξίωμα, σχηματίζοιτο δὲ τῷ ἤθει τοῦ λόγου πρὸς τὴν φύσιν τῶν πραγμάτων, ὧν δραματουργεῖ θεός · ἆρ’ἄν τις ἡγήσαιτο τοῦτον πλημμελῆ καὶ πολύφωνον, καὶ οἷον τὸν Πρωτέα διηγεῖται Ὅμηρος ἥρω θαλάττιον, πολύμορφόν τινα καὶ παντοδαπὸν τὴν φύσιν; καθάπερ εἰ μουσικῆς τέχνης καὶ δυνάμεως τοῖς ἀνθρώποις ἔδει πρὸς εὐδαιμονίαν, οὐθεὶς ἂν δήπου λόγος ἦν ἀνδρὸς πρὸς μὲν τὸν Δώριον τρόπον ἡρμοσμένου καλῶς, εἰ δέ που ἐδέησεν Ἰάστιον ἁρμόσασθαι, κᾆτα τὸ Αἰόλιον ἦθος, ἀφώνου γιγνομένου ἐν τῇ πολυφωνίᾳ τῆς τέχνης.
1.2ἀλλ’ἐπεὶ ᾠδῆς μὲν καὶ τῆς ἐκ μελῶν ψυχαγωγίας ὀλίγη τοῖς ἀνθρώποις χρεία · δεῖ δέ τινος ἄλλης μούσης ἀνδρικωτέρας, ἣν Ὅμηρος μὲν Καλλιόπην ὀνομάζων χαίρει, Πυθαγόρας δὲ φιλοσοφίαν, ἄλλος δὲ ἴσως ἄλλό τι · τὸν τῇ μούσῃ ταύτῃ κάτοχον ἄνδρα καὶ λόγον ἄρα ἧττον ἐκείνων τῶν ᾠδικῶν ἡρμόσθαι δεῖ πολυφώνωςτὲ καὶ πολυτρόπως, σώζοντα μὲν ἀεὶ τὸ τῶν ποιημάτων κάλλος, μηδέποτε δὲ ὑπ’ἀφωνίας ἐκπληττόμενον. εἰ μὲν γάρ ἐστίν τις χρόνος βίου ἐν τῷ μακρῷ τούτῳ καὶ διηνεκεῖ αἰῶνι ἀδεὴς φιλοσόφου λόγου, οὐθὲν δεῖ τῆς πολυμεροῦς ταύτης καὶ πολυτρόπου μούσηςτὲ καὶ ἁρμονίας, εἴπερ τὰ ἀνθρώπινα εἰς ἓν σχῆμα συνταχθέντα ὁμοίως πρόεισιν, οὔτε εἰς λύπας ἐξ ἡδονῆς, οὔτε εἰς ἡδονὴν ἐκ λύπης μεθιστάμενα, οὔτε πάθος ἀμείβοντα ἐκ πάθους, οὔτε ἄνω καὶ κάτω στρέφοντα καὶ μεταβάλλοντα τὴν ἑκάστου γνώμην · τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶντε θεῶντε · ἀντίστροφα γὰρ ὑπὲρ τῶν ἀνθρωπίνων βουλεύεται τὸ δαιμόνιον, καὶ ἔστιν αὐτῶν ἐφήμερος φύσις. ὧσπερ οὖν τῶν ποταμῶν, οὓς ἀφιᾶσιν αἱ ἀέναοι πηγαί, τὸ μὲν ὄνομα ἕν, Σπερχειὸς Ἀλφειὸς ἄλλό τι, ἀμείβουσα δὲ γένεσις τὸ ἐπιὸν πρὸς τὸ οἰχόμενον ἐξαπατᾷ τὴν ὄψιν τῇ συνεχείᾳ τῆς φορᾶς, ὡς ἑνὸς ὄντος ποταμοῦ διηνεκοῦς καὶ ἡνωμένου · οὕτω καὶ τῶν ἀνθρωπίνων πραγμάτων ὥσπερ ἐκ πηγῆς ἀενάου ῥεῖ γένεσις καὶ χορηγία, ὀξέως μὲν καὶ μετὰ ἀμηχάνου τάχους, ἀνεπαίσθητος δὲ φορά · καὶ ἐξαπατᾶται λογισμός, ὥσπερ ἐπὶ τοῦ ποταμοῦ ὄψις, καὶ καλεῖ βίον ἕνα καὶ τὸν αὐτόν, τὸ δέ ἐστιν χρῆμα πολύμορφον καὶ παντοδαπόν, πολλαῖς μὲν τύχαις, πολλοῖς δὲ πράγμασιν, πολλοῖς δὲ καιροῖς ἀλλοιούμενον · ἐπιτέτακται δὲ αὐτῷ λόγος, σχηματιζόμενος ἀεὶ τοῖς παροῦσιν, ὥσπερ ἰατροῦ τέχνη ἐπὶ σώματι οὐχ ἑστῶτι, ἀλλὰ φερομένῳ ἄνω καὶ κάτω, καὶ ὑπὸ κενώσεως καὶ πλησμονῆς κυκωμένῳ, οἰκονομοῦσα αὐτοῦ τὴν ἔνδειαν καὶ τὸν κόρον. τοῦτο καὶ τῷ τῶν ἀνθρώπων βίῳ τῶν φιλοσόφων δύναται λόγος, ξυναρμοζόμενος τοῖς πάθεσιν καὶ πεπαίνων μὲν τὰ σκυθρωπά, συνευφημῶν δὲ τοῖς φαιδροτέροις.
1.3εἰ δὲ διὰ βίου τάξις μία καὶ εἶδος ἕν, ἑνὸς ἔδει λόγου καὶ ἤθους ἑνός · νῦν δὲ ἀοιδοῦ μὲν πρὸς κιθάραν μινυρίζοντος καιρὸς εἷς, ἐπειδὰν πλήθωσιν αἱ τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ’ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος προχέῃσιν · καὶ ῥήτορος καιρὸς εἷς, ἐπειδὰν ἀθροισθῇ τὰ δικαστήρια · καὶ ποιητοῦ καιρὸς ἐν Διονυσίοις, ἐπειδὰν χοροῦ δέῃ · τῷ δὲ φιλοσόφῳ λόγῳ οὐδεὶς ἀποτέτμηται καιρὸς ἴδιος, ἀλλὰ συμπέφυκεν ἀτεχνῶς τῷ βίῳ καὶ ἀνακέκραται, καθάπερ τοῖς ὀφθαλμοῖς τὸ φῶς · τίς γὰρ ἂν ἐπινοήσαι ὀφθαλμοῦ ἔργον, ἀφελὼν τὸ φῶς; ἀλλ’ὄψις μὲν ἤδη καὶ ἐν νυκτὶ θαρσεῖ, ἀμβλὺ μὲν ὁρῶσα, εἰκάζουσα δὲ ἐν τῷ ἀφανεῖ τὴν χειραγωγίαν · τοῦ δὲ τῶν ἀνθρώπων βίου ἂν ἀφέλῃς λόγον, οἰχήσεται κατὰ κρημνῶν τινῶν πονηρὰς καὶ ἀσαφεῖς ὁδοὺς καὶ τραχείας, οἵας ὁδοὺς καὶ τὸ βαρβαρικὸν ἔρχεται, ὅσον αὐτοῦ μὴ μετέσχεν λόγου, τὸ μὲν ληϊζόμενον, τὸ δὲ μένον, τὸ δὲ μισθοφοροῦν, τὸ δὲ πλανώμενον. ἀλλ’αἰπολίου μὲν ἂν ἀποστήσας τὸν ποιμένα καὶ ἀφελὼν τὴν σύριγγα, διέλυσας τὸ αἰπόλιον · τῆς δὲ τῶν ἀνθρώπων ἀγέλης ἐὰν ἀποστήσῃς τὸν ἡγεμόνα τοῦτον καὶ συναγωγέα λόγον, τί ἄλλο δράσεις; λυμαίνῃ καὶ διαλύεις ἀγέλην ἥμερον μὲν τὴν φύσιν, δυσπειθῆ δὲ ὑπὸ πονηρᾶς τροφῆς, καὶ δεομένην ποιμένος μουσικοῦ, μὴ μάστιγι μη δὲ κέντρῳ κολάζοντος αὐτῶν τὴν ἀπείθειαν. παραπλήσιόν μοι γὰρ δοκεῖ δρᾶν, ὅστις οὐκ ἀξιοῖ τὸν φιλόσοφον μηδένα παριέναι καιρὸν λόγου, οἷον εἴ τις καὶ ἀνδρὶ δεινῷ τὰ πολέμια, ἀγαθῷ μὲν ὁπλιτεύειν, ἀγαθῷ δὲ ἑκηβολεῖν καὶ ἐφ’ἵππου καὶ ξὺν ἅρματι, ἀποκρίναι καιρὸν ἕνα ἐξελόμενος τῆς ὅλης τοῦ πολέμου χρείας καὶ τύχης, πράγματος οὐχ ἑστῶτος οὐ δ’ὡμολογημένου.
1.4ἀθλητῇ μὲν γάρ ἐστιν Ὀλυμπιάσιν ἀγωνισαμένῳ ἀμελῆσαι τοῦ Ἰσθμοῦ · καίτοι κἀνταῦθα ἐπονείδιστος ῥᾳθυμία · καὶ οὐκ ἀνέχεται φιλότιμος ψυχὴ ῥᾳστώνης πόθῳ τὸ μὴ διὰ πάντων ἐλθεῖν, καὶ μετασχεῖν μὴ κοτίνου μόνον Ὀλυμπιάσιν, ἀλλὰ καὶ πίτυος Ἰσθμικῆς καὶ σελίνου Ἀργολικοῦ καὶ μήλων Πυθικῶν · καὶ ταῦτα οὐκ αὐτὴ ἔχουσα ψυχὴ τὴν αἰτίαν τῆς ἀγωνίας, ἀλλὰ διὰ τὴν συνοίκησίντε καὶ πρὸς τὸ σῶμα ὁμιλίαν συναπολαύουσα τῆς νίκης αὐτῷ καὶ τῶν κηρυγμάτων · ὅπου δὲ καὶ πόνος τῆς ψυχῆς αὐτῆς καὶ τὸ ἀγώνισμα τῆς ψυχῆς μόνης, καὶ νίκη μόνης, ἐνταῦθα παρόψεταί τινα ἀγῶνος καιρὸν καὶ ῥᾳθυμήσει ἑκοῦσα; ὅπου μήτε μῆλα μήτε κότινος τὸ ἆθλον, ἀλλ’ἀντὶ τούτων ὡραιότερον μὲν πρὸς φιλοτιμίαν, ἀνυσιμώτερον δὲ τοῖς θεαταῖς πρὸς ὠφέλειαν, εὐδρομώτερον δὲ τῷ λέγοντι πρὸς πίστιν βίου. οἱ δὲ καιροὶ τῆς ἀγωνίας καὶ οἱ τόποι ἄλλοτε ἄλλοι ἄφνω κηρυττόμενοι καὶ ἀθροίζοντες πανδημεὶ Ἑλληνικὸν αὐτόκλητον καὶ αὐτεπάγγελτον καὶ ξυνιὸν οὐκ ἐφ’ἡδονῇ ὀφθαλμῶν, ἀλλὰ ἀρετῆς ἐλπίδι, ὅπερ οἶμαι τῇ τοῦ ἀνθρώπου ψυχῇ ἡδονῆς συγγενέστερον. ἰδεῖν γοῦν ἐστιν ἐπὶ μὲν τὰς ἄλλας θέας, ὁπόσαι ῥώμης τέχνης σωμάτων, ἀφικνουμένους σπουδῇ οὐδένα τῶν θεατῶν ὡς τὸ θέαμα ζηλώσαντα μιμησόμενον · ἀλλ’ἐκεῖ μὲν ἐξ ἀλλοτρίων πόνων τὰς ἡδονὰς τοῖς ὀφθαλμοῖς ἐρανιζόμεθα, καὶ ἐκ μυρίων θεατῶν οὐδεὶς ἂν εὔξαιτο εἷς εἶναι τῶν ἐν μέσῳ τῷ σταδίῳ κονιωμένων θεόντων, ἀγχόντων, ἀγχομένων, τυπτομένων, πλὴν εἴ που τὶς ἀνδραποδώδης ψυχή · ἐνταῦθα δὲ τοσοῦτον οἶμαι καὶ τὴν ἀγωνίαν τήνδε ἐκείνης τῆς ἀγωνίας φιλοτιμοτέραν εἶναι, καὶ τοὺς πόνους τῶν πόνων ἀνυσιμωτέρους, καὶ τὸ θέατρον τοῦ θεάτρου συμπαθέστερον, ὥστε οὐδεὶς τῶν παρόντων νοῦν ἔχων οὐκ ἂν εὔξαιτο ἀποθέμενος τὸν θεατὴν ἀγωνιστὴς γενέσθαι.
1.5τί δήποτ’οὖν τὸ τούτου αἴτιον; ὅτι τὰς μὲν τῶν σωμάτων τέχνας καὶ τὰς ἐπὶ ταύταις ταλαιπωρίας οὐ πᾶσα ἀνέχεται σαρκῶν φύσις, οὐ δέ ἐστιν τὸ χρῆμα κομιδῇ ἑκούσιον, ἀλλὰ αὐτοφυὲς καὶ αὐτόματον καὶ εἰς ὀλίγους ἐκ πολλῶν ἧκον · γὰρ κατὰ μέγεθος φῦναι δεῖ Τιτόλμῳ ὅμοιον, κατὰ καρτερίαν Μίλωνι, κατὰ ῥώμην Πουλυδάμαντι, κατὰ τάχος Λασθένει. εἰ δέ τις ἀσθενέστερος μὲν ὢν τοῦ Ἐπειοῦ, αἰσχίων δὲ τοῦ Θερσίτου, μικρότερος δὲ τοῦ Τυδέως, βραδύτερος δὲ τοῦ Αἴαντος καὶ πάσας τὰς τοῦ σώματος ἐλαττώσεις ἠθροισμένας ἔχων ζηλώσαι τὴν ἀγωνίαν, ἔρωτα ἠράσθη κενὸν καὶ ἀτελεύτητον. τὰ δὲ τῆς ψυχῆς ἀγωνίσματα ἔμπαλιν ἔχειν τοῖς ἐκεῖ · ὀλίγον γὰρ καὶ σπάνιον ἐν τῷ τῶν ἀνθρώπων γένει τὸ μὴ πεφυκός · οὐ γὰρ αὐτοφυεῖς αἱ τῆς ψυχῆς ἀρεταὶ, οὐ γὰρ αὐτόματοι · ἀλλὰ προεξεργάζεται μέν τι καὶ φύσις, ὅσον ὑποβάλλειν κρηπῖδα ὀλίγην μεγάλῳ τειχίῳ, τρόπιν μικρὰν ὑψηλῇ ὁλκάδι · συγκατῴκισεν δὲ θεὸς τοῖς λογισμοῖς ἔρωτα καὶ ἐλπίδα, τὸν μὲν ὡσπερεὶ πτέρωμά τι κοῦφον καὶ μετάρσιον, ἐπαῖροντὲ καὶ ἀνακουφίζον τὴν ψυχὴν καὶ παρέχον αὐτῇ δρόμον ἐπὶ τὰς αὐτῆς ὀρέξεις · καλοῦσιν δὲ οἱ φιλόσοφοι τὸ πτέρωμα τοῦτο ὁρμὴν ἀνθρωπίνην · αἱ δὲ ἐλπίδες συγκατῳκισμέναι τῇ ψυχῇ παραμύθιον ταῖς ἑκάστου ὁρμαῖς, οὐ κατὰ τὸν Ἀττικὸν ποιητὴν τυφλαί, ἀλλὰ ὀξυωπεῖς πάνυ, οὐκ ἐῶσιν αὐτὴν ἀπαγορεῦσαι πονοῦσαν ὡς τευξομένην πάντως ὧν ἐρᾷ. πάλαι γὰρ ἂν οὐκ οὔσης ἐλπίδος καὶ χρηματιστὴς ἐπαύσατο χρηματιζόμενος, καὶ μισθοφόρος στρατευόμενος, καὶ ἔμπορος πλέων, καὶ λῃστὴς ληϊζόμενος, καὶ ἀκόλαστος μοιχεύων · ἀλλ’οὐκ ἐῶσιν αἱ ἐλπίδες προστάττουσαι τούτους ἀνήνυτα πονεῖν καὶ ἀτελεύτητα, τὸν μὲν χρηματιστὴν ὡς πλουτήσοντα, τὸν δὲ πολεμοῦντα ὡς νικήσοντα, τὸν δὲ πλέοντα ὡς σωθησόμενον, τὸν δὲ ληϊζόμενον ὡς κερδανοῦντα, τὸν δὲ μοιχεύοντα ὡς λησόμενον · κᾆτα τὶς ἕκαστον ὑπολαβοῦσα αἰφνίδιος συμφορὰ ἐσύλησεν μὲν τὸν χρηματιστήν, ἀπέκτεινεν δὲ τὸν μισθοφόρον, κατέδυσεν δὲ τὸν ἔμπορον, ἔλαβεν δὲ τὸν λῃστήν, ἐφώρασεν δὲ καὶ τὸν μοιχόν · καὶ ἀπολώλασιν αὐτοῖς αἱ ὀρέξεις αὐταῖς ἐλπίσιν. οὐδὲν γὰρ τούτων περιέλαβεν μέτρῳ οὐ δὲ ὥρισεν θεὸς, οὔτε πλοῦτον, οὔτε ἡδονάς, οὔτε ἄλλό τι τῶν ἀνθρωπίνων δὴ ἐπιθυμημάτων, ἀλλ’ἔστιν αὐτῶν ἄπειρος οὐσία · ἔνθέν που καὶ οἱ διώκοντες ταῦτα ἐμπλησθέντες αὐτῶν διψῶσιν μᾶλλον · ἔλαττον γὰρ τὸ ληφθὲν τοῦ προσδοκωμένου. ὁπόταν δὲ ἄξῃ ψυχὴ ἐπὶ πρᾶγμα ἑστὸς καὶ ὡμολογημένον καὶ πεπερασμένον καὶ ὡρισμένον, καὶ καλὸν μὲν τῇ φύσει, ἀνυστὸν δὲ τῷ πόνῳ, ληπτὸν δὲ τῷ λογισμῷ, διωκτὸν δὲ τῷ ἔρωτι, καταληπτὸν δὲ τῇ ἐλπίδι, τότε γίγνεται τῆς ψυχῆς ἀγωνία ἐπιτυχὴς καὶ τελεσιουργὸς καὶ νικηφόρος · ἔστιν δὲ τοῦτο οὐκ ἄλλό τι, οὗπερ εἵνεκα ταυτὶ τὰ θέατρα οἱ φιλοσοφοῦντες ἀθροίζουσιν.
1.6πάλιν αὖ μοι δεῖ τῆς τῶν ἀθλητῶν εἰκόνος. ἐκείνων μέν γε εὔξαιτ’ἂν ἕκαστος μηδένα ἀγωνιστὴν ἄλλον παρελθεῖν ἐπὶ τὸ στάδιον, ἀλλ’ἀκονιτεὶ νικᾶν αὐτάς · δεῖ γὰρ νικᾶν ἐκ πολλῶν ἕνα · ἐνταῦθα δὲ οὗτος μάλιστα τῶν ἀγωνιστῶν νικηφόρος, ὃς ἂν πολλοὺς ἐπὶ τὴν ἀγωνίαν παρακαλέσῃ. εἰ γάρ, θεοί, ἐμῶν θεατῶν γένοιτό τις συναγωνιστής, ἐμοὶ ἐπὶ ταυτησὶ τῆς ἕδρας συγκονιούμενος καὶ συμπονῶν, ἐγὼ τότε εὐδοκίμως στεφανοῦμαι, τότε κηρύττομαι, τότ’, ἐν τοῖς Πανέλλησιν. ἕως δὲ νῦν, ἀστεφάνωτος εἶναι ὁμολογῶ καὶ ἀκήρυκτος, κἂν ὑμεῖς βοᾶτε. τί γὰρ ἐμοὶ ὄφελος τῶν πολλῶν λόγων καὶ τῆς συνεχοῦς ταύτης ἀγωνίας; ἔπαινοι; ἅλις τούτων · ἔχω δόξαν, διακορής εἰμι τοῦ χρήματος · τὸ δὲ ὅλον, ἐπαινεῖ τὶς λόγους καὶ οὐ λέγει, φωνὴν ἔχων, ἀκοὴν ἔχων; ἐπαινεῖ τὶς φιλοσοφίαν καὶ οὐ λαμβάνει, ψυχὴν ἔχων, διδάσκαλον ἔχων; γέγονεν τοίνυν τὸ χρῆμα οἷον αὐλήματα κιθαρίσματα, εἴ τις ἄλλη ἐν Διονύσου μοῦσα τραγική τις καὶ κωμῳδική · ἐπαινοῦσιν μὲν πάντες, μιμεῖται δὲ οὐδείς.
1.7 κἀνταῦθα πάμμηκες διαφέρει ἔπαινος ἡδονῆς · ἥδονται μὲν γὰρ πάντες ἀκροώμενοι, ὃς δ’ἂν τῷ ὄντι ἐπαινέσῃ, καὶ μιμήσεται · μέχρι δέ τις μὴ ζηλοῖ, οὐκ ἐπῄνεσεν. ἤδη τὶς καὶ ὑπὸ αὐλημάτων ἀνὴρ ἄμουσος διετέθη μουσικῶς, καὶ τὰ ὦτα ἔναυλος ὢν διαμέμνηται τοῦ μέλους, καὶ μινυρίζει πρὸς αὑτόν. κἂν τοῦτο τὶς ὑμῶν τὸ πάθος ζηλωσάτω · τάχα γάρ που ἐρασθήσεται καὶ τῶν αὐλῶν αὐτῶν. ἀνὴρ φιλοθρέμμων ὄρνιθας εἶχεν τῶν ἡδὺ μὲν φθεγγομένων τὸ ὄρθριον δὴ τοῦτο, ἄσημον δὲ, καὶ οἷον ὄρνιθας εἰκός. ἦν αὐτῷ γείτων αὐλητικός · ἀκροώμενοι δὲ οἱ ὄρνιθες διαμελετωμένου τοῦ αὐλητοῦ, καὶ ἀντᾴδοντες αὐτῷ ὁσημέραι, ἐτυπώθησαν τῇ ἀκοῇ πρὸς τὰ αὐλήματα, καὶ τελευτῶντες ἀρξαμένου αὐλεῖν συνεπήχουν πρὸς τὸ ἐνδόσιμον, δίκην χοροῦ · ἄνθρωποι δὲ ὄντες οὐ δὲ κατὰ ὄρνιθας ξυνᾴσονται ἡμῖν, ἀκούοντες θαμὰ οὐκ ἀσήμων αὐλημάτων, ἀλλὰ νοερῶν λόγων καὶ διηρθρωμένων καὶ γονίμων καὶ πρὸς μίμησιν εὖ πεφυκότων; ὥστε ἔγωγε τέως καὶ πρὸς ἅπαντας ὑπὲρ τῶν ἡμετέρων σιγὴν ἔχων καὶ μηδὲν σεμνὸν μη δὲ ὑπέραυχον μήτε ἰδίᾳ μήτε εἰς κοινὸν εἰπεῖν, νῦν μοι δοκῶ ὑμῶν εἵνεκεν γαυρότατα ἂν καὶ μεγαλαυχότατα εἰπεῖν. παρελήλυθεν εἰς ὑμᾶς, νέοι, παρασκευὴ λόγων αὕτη πολύχους καὶ πολυμερὴς καὶ πάμφορος, καὶ ἐπὶ πάσας ἐξικνουμένη ἀκοὰς καὶ πάσας φύσεις, καὶ πάσας ζηλώσεις λόγων, καὶ πάσας παιδευμάτων ἰδέας, ἀταμίευτος καὶ ἄμισθος καὶ ἀπροφάσιστος καὶ ἄφθονος, ἐν μέσῳ κειμένη τοῖς δυναμένοις λαβεῖν. εἴτέ τις ῥητορείας ἐρᾷ, οὗτος αὐτῷ δρόμος λόγου πρόχειρος καὶ πολυαρκὴς καὶ εὔπορος, καὶ ὑψηλός, καὶ ἐκπληκτικός, καὶ ἄρρατος, καὶ ἰσχυρός, καὶ ἄκμητος · εἴτέ τις ποιητικῆς ἐρᾷ, ἡκέτω πορισάμενος ἄλλοθεν τὰ μέτρα μόνον, τὴν δὲ ἄλλην χορηγίαν λαμβανέτω ἐντεῦθεν ἔκπλεων ποιητικῆς, τὸ σοβαρόν, τὸ ἐπιφανές, τὸ λαμπρόν, τὸ γόνιμον, τὸ ἔνθεον, τὴν οἰκονομίαν, τὴν δραματουργίαν, τὸ κατὰ τὰς φωνὰς ἀταμίευτον, τὸ κατὰ τὴν ἁρμονίαν ἄπταιστον · ἀλλὰ πολιτικῆς καὶ τῆς περὶ δήμους καὶ βουλευτήρια παρασκευῆς ἥκεις ἐνδεὴς ὤν; σὺ μὲν καὶ πεφώρακας τὸ ἔργον, ὁρᾷς τὸν δῆμον, ὁρᾷς τὸ βουλευτήριον, τὸν λέγοντα, τὴν πειθώ, τὸ κράτος. ἀλλὰ τούτων μέν τις ὑπερορᾷ, φιλοσοφίαν δὲ ἀσπάζεται καὶ ἀλήθειαν τιμᾷ; ἐνταῦθα ὑφαιρῶ, τῆς μεγαλαυχίας ὑφίεμαι, οὐχ αὐτός εἰμι · μέγα τὸ χρῆμα καὶ δεόμενον προστάτου οὐ δημοτικοῦ, μὰ Δία, οὐ δὲ ἐρχομένου χαμαί, οὐ δὲ ἀνακεκραμένου τῷ τῶν πολλῶν τρόπῳ.
1.8εἰ μὲν οὖν τις τοῦτ’εἶναι φιλοσοφίαν λέγει, ῥήματα καὶ ὀνόματα, τέχνας λόγων, ἐλέγχους καὶ ἔριδας καὶ σοφίσματα, καὶ τὰς ἐν τούτοις διατριβάς, οὐ χαλεπὸν εὑρεῖν τὸν διδάσκαλον · πάντα ὑμῖν μεστὰ τοιούτων σοφιστῶν, εὔπορον τὸ χρῆμα, καὶ ταχὺ ἀναφαινόμενον · θαρρήσαιμι δ’ἂν ἔγωγε εἰπεῖν, ὅτι τῆς τοιαύτης φιλοσοφίας πλείους οἱ διδάσκαλοι τῶν μαθητῶν. εἰ δὲ ταῦτα μὲν ὀλίγη τοῦ φιλοσοφεῖν μοῖρα, καὶ τοσαύτη, ὅση αἰσχρὸν μὲν μὴ εἰδέναι, οὐ σεμνὸν δὲ εἰδέναι, διαφεύγομεν τὸ αἰσχρὸν καὶ ταῦτα εἰδότες, μὴ καλλωπιζώμεθα δὲ ἐπ’αὐτοῖς · γὰρ ἂν πολλοῦ ἄξιοι καὶ οἱ γραμματισταὶ εἶεν, πραγματευόμενοι περὶ τὰς συλλαβάς, καὶ συμψελλίζοντες ἔθνει παίδων ἀνοητοτάτῳ. τὸ δὲ ἐν φιλοσοφίᾳ κεφάλαιον καὶ ἐπ’αὐτὸ ὁδὸς δεῖται διδασκάλου τὰς τῶν νέων ψυχὰς ξυνεπαίροντος, καὶ διαπαιδαγωγοῦντος αὐτῶν τὰς φιλοτιμίας, καὶ οὐδὲν ἀλλ’ λύπαις καὶ ἡδοναῖς τὰς ὀρέξεις αὐτῶν συμμετρουμένου · οἷόν που καὶ οἱ πωλευταὶ δρῶσιν, μήτε ἀποσβεννύντες τὸν θυμὸν τῶν πωλευμάτων, μήτε ἐφιέντες αὐτοῖς ἀνέδην χρῆσθαι τῇ γενναιότητι. οἰκονομεῖ δὲ πώλου μὲν θυμὸν χαλινός, καὶ ῥυτῆρες, καὶ ἱππέως καὶ ἡνιόχου τέχνη · ψυχὴν δὲ ἀνδρὸς λόγος, οὐκ ἀργός, οὐ δὲ ῥυπῶν, οὐ δὲ ἠμελημένος, ἀλλὰ ἀνακεκραμένος ἤθει καὶ πάθει, καὶ μὴ παρέχων σχολὴν τοῖς ἀκροωμένοις τὰς φωνὰς ἐξετάζειν καὶ τὰς ἐν αὐταῖς ἡδονάς, ἀλλὰ ἀνίστασθαι προσαναγκάζει καὶ συνενθουσιᾶν, ὥσπερ ὑπὸ σάλπιγγι, νῦν μὲν τὸ ἐφορμητικὸν φθεγγομένῃ, νῦν δὲ τὸ ἀνακλητικόν.
1.9εἰ τοιούτου δεῖ λόγου τοῖς φιλοσοφίας ἐφιεμένοις, τὸν ἔχοντα ἀθρητέον καὶ δοκιμαστέον καὶ αἱρετέον, ἐάντε πρεσβύτης οὗτος , ἐάντε νέος, ἐάντε πένης, ἐάντε πλούσιος, ἐὰν ἔνδοξος · ἀσθενέστερον δέ, οἶμαι, καὶ νεότητος γῆρας, καὶ πλούτου πενία, καὶ δόξης ἀδοξία. οἷς δ’ἂν τὰ ἐλαττώματα ταῦτα προσῇ, ῥᾷον ἐπ’αὐτοὺς οἱ ἄνθρωποι παραγίγνονται, καὶ γεγόνασιν αἱ παρὰ τῆς τύχης συμφοραὶ πρὸς φιλοσοφίαν ἐφόδια · καὶ ὅτι μὲν πένης ἦν Σωκράτης, πένης εὐθὺς μιμήσεται τὸν Σωκράτην · ὡς ὠνάμεθα, ὅτι μὴ καὶ οἱ σιμοὶ καὶ οἱ προγάστορες ἀμφισβητοῦσιν φιλοσοφίας · ὅτι δὲ Σωκράτης οὐκ ἐπὶ τοὺς πένητας ὠθεῖτο μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς πλουσίους καὶ τοὺς ἐνδόξους καὶ τοὺς εὐγενεστάτους, διαμέμνηται οὐδείς. ἡγεῖτο γάρ, οἶμαι, Σωκράτης Αἰσχίνου μὲν φιλοσοφήσαντος καὶ Ἀντισθένους ὄνασθαι ἂν ὀλίγα τὴν Ἀθηναίων πόλιν · μᾶλλον δὲ μηδένα τῶν τότε, πλὴν ἡμῶν τῶν ἔπειτα, κατὰ τὴν μνήμην τῶν λόγων · εἰ δὲ Ἀλκιβιάδης ἐφιλοσόφει, Κριτίας, Κριτόβουλος, Καλλίας, οὐδὲν ἂν τῶν δεινῶν τοῖς τότε Ἀθηναίοις ξυνέπεσεν · οὐ δὲ γὰρ Διογένους ζήλωσις θυλάκιον καὶ βακτηρία, ἀλλ’ἔξεστίν που καὶ ταῦτα περιβεβλημένον Σαρδαναπάλλου εἶναι κακοδαιμονέστερον · Ἀρίστιππος ἐκεῖνος πορφυρίδι ἀμπισχόμενος, καὶ μύροις χριόμενος, οὐχ ἧττον τοῦ Διογένους ἐσωφρόνει. ὥσπερ γάρ, εἴ τις δύναμιν σώματος παρεσκευάσατο οὐδὲν ὑπὸ πυρὸς λυμαινομένην, ἐθάρσει ἂν, οἶμαι, καὶ τῇ Αἴτνῃ αὐτοῦ παραδοὺς τὸ σῶμα · οὕτω καὶ ὅστις πρὸς ἡδονὴν παρεσκεύασται καλῶς, οὐ δὲ ἐν αὐταῖς ὢν θάλπεται, οὐ δὲ ἐμπίμπραται, οὐ δὲ ἐκτήκεται.
1.10ἐξεταστέον δὴ τὸν φιλόσοφον οὐ σχήματι, οὐχ ἡλικίᾳ, οὐ τύχῃ, ἀλλὰ γνώμῃ, καὶ λόγῳ, καὶ παρασκευῇ ψυχῆς, ὑφ’ὧν μόνων χειροτονεῖται φιλόσοφος · τὰ δὲ ἄλλα ταυτὶ παρὰ τῆς τύχης σχήματα ἔοικεν τοῖς ἐν Διονύσου περιβλήμασιν. τὸ μὲν γὰρ τῶν ποιημάτων κάλλος ἓν καὶ ταὐτόν, ἐάντε δυνάστης λέγων , ἐάντε οἰκέτης · αἱ δὲ χρεῖαι τῶν δραμάτων μεταποιοῦσι τὰ σχήματα. Ἀγαμέμνων τὸ σκῆπτρον φέρει, βουκόλος διφθέραν, Ἀχιλλεὺς ὅπλα, Τήλεφος ῥάκια καὶ θύλακον · ἀκροῶνται δὲ οἱ θεώμενοι οὐδὲν μᾶλλον τοῦ Τηλέφου, τοῦ Ἀγαμέμνονος · ἀποτείνεται γὰρ ψυχὴ ἐπὶ τὰ ποιήματα αὐτά, οὐ τὰς τύχας τῶν λεγόντων. νόμιζε δὴ κἀν τοῖς τῶν φιλοσόφων λόγοις, τὸ μὲν καλὸν οὐκ εἶναι παντοδαπὸν οὐ δὲ διαπεφορημένον, ἀλλ’ἓν καὶ αὐτὸ αὑτῷ παραπλήσιον · τοὺς δὲ ἀγωνιστὰς αὐτούς, ἄλλον ἄλλῳ σχήματι ὑπὸ τῆς τύχης περιβεβλημένον, εἰσπέμπεσθαι ἐπὶ τὴν σκηνὴν τοῦ βίου, Πυθαγόραν μὲν πορφυρᾷ ἀμπισχόμενον, τρίβωνι δὲ Σωκράτην, Ξενοφῶντα δὲ θώρακι καὶ ἀσπίδι, τὸν δὲ ἐκ τῆς Σινώπης ἀγωνιστήν, κατὰ τὸν Τήλεφον ἐκεῖνον, βακτηρίᾳ καὶ θυλάκῳ. συνετέλει δὲ αὐτοῖς καὶ τὰ σχήματα αὐτὰ πρὸς τὴν δραματουργίαν · καὶ διὰ τοῦτο μὲν Πυθαγόρας ἐξέπληττεν, δὲ Σωκράτης ἤλεγχεν, δὲ Ξενοφῶν ἔπειθεν, δὲ Διογένης ὠνείδιζεν. μακάριοι μὲν τῶν δραμάτων οἱ ὑποκριταί, μακάριοι δὲ τῶν ἀκουσμάτων οἱ θεαταί. τίς ἂν ἡμῖν καὶ νῦν ποιητὴς καὶ ἀγωνιστὴς γένοιτο οὐκ ἀσχήμων, οὐ δὲ ἄφωνος, ἀλλ’ὁμιλεῖν ἀξιόχρεως θεάτροις Ἑλληνικοῖς; ζητῶμεν τὸν ἄνδρα · τάχα που φανήσεται, καὶ φανεὶς οὐκ ἀτιμασθήσεται.