Maximus

Dissertations, 37

37.1Σωκράτης ἐν Πειραεῖ διαλεγόμενος πολιτικοῖς ἀνδράσιν ἀναπλάττει τῷ λόγῳ, καθάπερ ἐν δράματι, πόλεώςτε καὶ πολιτείας ἀγαθῆς εἰκόνα, καὶ τίθεται νόμους, καὶ παῖδας τρέφει καὶ φρουροὺς τῇ πόλει, μουσικῇ καὶ γυμναστικῇ παραδοὺς τὰ τῶν πολιτῶν σώματα καὶ τὰς ψυχάς · παραστήσας ἀμφοῖν τοῖν μαθημάτοιν διδασκάλους ἀγαθούς, ἐκκρίτους, ὥσπερ ἀγέλης ἡγεμόνας, φύλακας ὀνομάζων τοὺς ἡγεμόνας · ὄναρ, οὐχ ὕπαρ, ὡς δόξαι ἄν τινι τῶν ἀγροικοτέρων, ξυνιστὰς πόλεις. ἀλλὰ γὰρ τῆς παλαιᾶς φιλοσοφίας τρόπος οὗτος ἦν ἐοικὼς τοῖς χρησμοῖς. εἰ δὲ βούλει, τὸν μὲν Σωκράτην ἐῶ · τὸν δὲ Ἀθηναῖον παρακαλῶμεν ξένον ἀποκρίνασθαι ἡμῖν · καὶ γὰρ αὖ καὶ τούτου ἀκούω ἐν Κρήτῃ διαλεγομένου ἀγχοῦ τοῦ Διὸς τοῦ Δικταίου τῷ ἄντρῳ Μεγίλλῳ τῷ Λακεδαιμονίῳ, καὶ Κλεινίᾳ τῷ Κνωσίῳ, πόλει Δωρικῇ οἰκιζομένῃ τιθέντος νόμους, ἵνα πείθωνται τὸ Κρητῶν γένος μουσικὴν εἰς τὰ τῆς ἀνδρείας ἐπιτηδεύματα εἰσοικίσαι, καὶ ἡμερῶσαι τὸν θυμὸν τῷ μέλει, ἵνα μὴ κολοβὸς αὐτοῖς ἀρετὴ μη δὲ ἀτελὴς γίγνηται · πρὸς τὸν μὲν ἔξω πόλεμον παρασκευάζουσα καρτερεῖν καλῶς καὶ ἀνέχεσθαι πονουμένους, καὶ ἀποθνήσκειν μένοντας · πρὸς δὲ τὸν ἐν τῇ ψυχῇ τὸν στασιωτικὸν μηδεμίαν παρασκευὴν πορισαμένη τοῖς αὑτῆς θρέμμασιν.
37.2πῶς τοῦτο λέγοις, ξένε Ἀττικέ; οὕτω τὸ ἀγαθὸν ἡμῖν στενὸν καὶ γλίσχρον καὶ δύσληπτον, καὶ ἄδηλον καὶ πραγματείας πολλῆς ἐμπεπλησμένον; ὥστε οὐκ ἂν αὐτοῦ τύχοιμεν, ὅτι μὴ τερετίζοντες καὶ ψάλλοντες, καὶ τὰς ἐν γεωμετρίᾳ γραμμὰς ἄνω καὶ κάτω καταγράφοντες, καὶ τριβόμενοι ἐν τούτοις, ὥσπερ ἄλλό τι ἐθέλοντες, ἀλλ’οὐκ ἄνθρωποι ἀγαθοὶ εἶναι; πρᾶγμα κατὰ τὴν χρείαν ὑψηλὸν καὶ μέγα καὶ ἐγγύς που τινὸς τῆς χρείας ἀρετῆς, κατὰ δὲ τὴν κτῆσιν οὐ χαλεπὸν τῷ ἅπαξ ἐθελήσαντι τῷ εἶξαι τῷ καλῷ καὶ πρὸς τὰ αἰσχρὰ ἀντιβλέψαι. ἀποκρίνεται Ἀθηναῖος ξένος, ὅτι καὶ πόλεως τὸ καλούμενον δὴ τοῦτο νόμος ἄνευ πειθοῦς τῶν χρωμένων σύγγραμμά ἐστιν ἄλλως κενόν · δεῖ δὴ αὐτῷ τοῦ δήμου πειθομένου ἑκόντος · δὲ ἐν τῇ ψυχῇ δῆμος πολὺς καὶ ἔμπληκτος · ἀλλ’ἐπειδὰν ἅπαξ εἴξας ὁμολογῆσαι τῷ νόμῳ καὶ ἕπηται, αὐτὸς ἐπικελεύῃ, τοῦτο ἂν εἴη τὸ χρῆμα πολιτεία ψυχῆς ἀρίστη, ἣν καλοῦσιν οἱ ἄνθρωποι φιλοσοφίαν.
37.3φέρε δή, νομοθέτου δίκην παρίτω φιλοσοφία, ψυχὴν ἄτακτον καὶ πλανωμένην κοσμήσουσα, καθάπερ δῆμον · παρακαλείτω δὲ ξυλλήπτορας ἐσομένας αὐτῇ καὶ ἄλλας τέχνας, οὐ βαναύσους, μὰ Δία, οὐ δὲ χειρουργικάς, οὐ δὲ οἵας συντελεῖν τὰ φαῦλα ἡμῖν · ἀλλὰ τὴν μὲν τὸ σῶμα τῇ ψυχῇ παρασκευάζουσαν ὄχημα εὐπειθὲς καὶ ἐρρωμένον τοῖς προστάγμασιν ὑπηρετεῖν, γυμναστικὴν ταύτην ὀνομάζουσα · τὴν δὲ ἄγγελον τῶν τῆς ψυχῆς διανοημάτων, ῥητορικὴν ταύτην ὀνομάζουσα · τὴν δὲ ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας, ποιητικὴν ταύτην ὀνομάζουσα · τὴν δὲ ἡγεμόνα τῆς ἀριθμῶν φύσεως, ἀριθμητικὴν ταύτην ὀνομάζουσα · τὴν δὲ καὶ λογισμῶν διδάσκαλον, λογιστικὴν ταύτην ὀνομάζουσα · γεωμετρίαν δὲ καὶ μουσικήν, ξυνερίθωτὲ καὶ ξυνίστορε φιλοσοφίας, τῶν αὐτῶν νείμασα ἑκάστῃ μέρος τοῦ πόνου.
37.4καὶ περὶ μὲν τῶν πόνων τάχα δὴ ἑξῆς διέξειμι · νῦν δὲ δὴ μουσικῆς πέρι, τοῦ πρεσβυτάτου τῶν ἐν ψυχῇ ἐπιτηδευμάτων, προχειρισάμενοι λέγωμεν τὰ εἰκότα · ὡς ἔστιν καλὸν μὲν καὶ ἀνδρὶ ἑνὶ μουσική, καλὸν δ’αὖ καὶ πόλει καὶ γένει ξύμπαντι, τῶν θεῶν μοίρᾳ μουσικὴν συνέβη ἐπιτηδευθῆναι. οὔτι τοι λέγω τὴν δι’αὐλῶν καὶ ᾠδῇς καὶ χορῶν καὶ ψαλμάτων ἄνευ λόγου ἐπὶ τῇ ψυχῇ ἰοῦσαν, τῷ τερπνῷ τῆς ἀκοῆς τιμηθεῖσαν. ταύτην μὲν γὰρ ἔοικεν ἀνθρωπίνη ἀγαπήσασα πλημμέλεια, ἑπομένη τῷ ἡδεῖ φαινομένῳ, νοθεύσασα διὰ τοῦ ἔρωτος τούτου τὴν ἀκρίβειαν τῆς μουσικῆς · τὸ γὰρ νῦν ἔχον ἐξίτηλος ἡμῖν γενομένη οἴχεται, ἀποδυσαμένη τὸ αὑτῆς κάλλος, τὸ ὑγιὲς ἐκεῖνο καὶ ἀρχαῖον, ἐξαπατῶσα ἡμᾶς, καθαπερεὶ ἑταίρας ἐπίχριστον, οὐκ αὐτοφυὲς ἄνθος · καὶ εἰδώλῳ τινὶ μουσικῆς ξυνόντες λανθάνομεν, αὐτὴν ἐκείνην ἀληθῆ καὶ ἐκ τοῦ Ἑλικῶνος μοῦσαν, τὴν Ὁμήρῳ φίλην, τὴν Ἡσιόδου διδάσκαλον, τὴν Ὀρφέως μητέρα, οὔτε ἔχοντες οὔτε εἰδότες · δὲ παρανομία, κατὰ σμικρὸν συμφορηθεῖσα ἡμῖν, τὴν ψυχὴν εἰς τὸν ὄλισθον τοῦτον κατέσπασεν καὶ ἰδίᾳ καὶ δημοσίᾳ · ὅτε Δωριεῖς μὲν οἱ ἐν Σικελίᾳ, τὴν ὄρειον ἐκείνην καὶ ἀφελῆ μουσικὴν οἴκοι καταλιπόντες, ἣν ἐπὶ ἀγέλαις καὶ ποίμναις εἶχον, Συβαριτικῶν αὐλημάτων ἐρασταὶ γενόμενοι, καὶ ὄρχησιν ἐπιτηδεύσαντες, οἵαν αὐλὸς ἠνάγκαζεν Ἰώνων, ἀφρονέστεροι μὲν τὸ εὐφημότατον, ἀκολαστότατοι δὲ τὸ ἀληθέστατον ἐγένοντο · Ἀθηναίοις δὲ μὲν παλαιὰ μοῦσα χοροὶ παίδων ἦσαν καὶ ἀνδρῶν, γῆς ἐργάται κατὰ δήμους ἱστάμενοι, ἄρτι ἀμητοῦ καὶ ἀρότου κεκονιμένοι, ᾄσματα ᾄδοντες αὐτοσχέδια · μεταπεσοῦσα δὲ ψυχὴ ἐπὶ τέχνην ἀκορέστου χάριτος ἐν σκηνῇ καὶ θεάτροις, ἀρχὴ τῆς περὶ πολιτείαν αὐτοῖς πλημμελείας ἐγένετο. δὲ ἀληθὴς ἁρμονία, ἣν ᾄδει μὲν μουσῶν χορός, ἐξάρχει δὲ αὐτῆς Ἀπόλλων μουσηγέτης, σώζει μὲν ψυχὴν μίαν, σώζει δὲ οἶκον, σώζει πόλιν, σώζει ναῦν, σώζει στρατόπεδον.
37.5εἰ δὲ Πυθαγόρᾳ πειθόμεθα, ὥσπερ καὶ ἄξιον, καὶ μελῳδεῖ οὐρανός, οὐ κρουόμενος, ὥσπερ λύρα, οὐ δὲ ἐμπνεόμενος, ὥσπερ αὐλός, ἀλλ’ περιφορὰ τῶν ἐν αὐτῷ δαιμονίων καὶ μουσικῶν σωμάτων, σύμμετρόςτε οὖσα καὶ ἀντίρροπος, ἦχόν τινα ἀποτελεῖ δαιμόνιον. τῆς ᾠδῆς ταύτης τὸ κάλλος θεοῖς μὲν γνώριμον, ἡμῖν δὲ ἀναισθές, δι’ὑπερβολὴν μὲν αὐτοῦ, ἔνδειαν δὲ ἡμετέραν. τοῦτό μοι ἀμέλει καὶ Ἡσίοδος αἰνίττεται, Ἑλικῶνά τινα ὀνομάζων τὸν θεόν, καὶ χοροὺς ἠγαθέους ἐν αὐτῷ, κορυφαῖον δὲ εἴτε Ἥλιον, εἴτε Ἀπόλλωνα, εἴτέ τι ἄλλο ὄνομα φανοτάτῳ καὶ μουσικῷ πυρί. δέ γε ἀνθρωπίνη, καὶ περὶ τὴν ψυχὴν ἰοῦσα, τί ἂν εἴη ἄλλο, παιδαγώγημα τῶν τῆς ψυχῆς παθημάτων, τὸ μὲν ἐξᾶττον αὐτῆς καὶ φερόμενον κατεπᾴδουσα, τὸ δὲ παρειμένον καὶ ἐκλελυμένον ἔμπαλιν ἐπαίρουσα καὶ παροξύνουσα; δεινὴ μὲν γὰρ ἐπελαφρῦναι οἶκτον, δεινὴ δὲ ἀμβλῦναι ὀργήν, δεινὴ δὲ ἐπισχεῖν θυμόν, ἀγαθὴ ἐπιθυμίαν σωφρονίσαι, καὶ λύπην ἰάσασθαι, καὶ ἔρωτα παραμυθήσασθαι, καὶ συμφορὰν κουφίσαι · ἀγαθὴ καὶ ἐν θυσίαις παραστάτις, καὶ ἐν δαιτὶ σύσιτος, καὶ ἐν πολέμῳ στρατηγός · δεινὴ δὲ καὶ ἐν ἑορταῖς εὐφρᾶναι, καὶ ἐν Διονυσίοις κωμάσαι, καὶ ἐν τελεταῖς ἐπιθειάσαι · δεινὴ καὶ πολιτείας ἦθος κεράσαι τῷ μέτρῳ. οὕτω Βοιωτοὺς τοὺς ἀγροίκους αὐλὸς ἐπιτηδευόμενος ἡμέρωσεν, καὶ ποιητὴς Πίνδαρος συνῳδὸς τῷ αὐλῷ · καὶ Σπαρτιάτας ἤγειρεν τὰ Τυρταίου ἔπη, καὶ Ἀργείους τὰ Τελεσίλλης μέλη, καὶ Λεσβίους Ἀλκαίου ᾠδή · οὕτω καὶ Ἀνακρέων Σαμίοις Πολυκράτην ἡμέρωσεν, κεράσας τῇ τυραννίδι ἔρωτα, Σμερδίου καὶ Κλεοβούλου κόμην, καὶ αὐλοὺς Βαθύλλου, καὶ ᾠδὴν Ἰωνικήν.
37.6τὰ δὲ τούτων ἀρχαιότερα εἰς τί χρὴ λέγειν; Ὀρφεὺς ἐκεῖνος ἦν μὲν Οἰάγρου παῖς καὶ Καλλιόπης αὐτῆς, ἐγένετο δὲ ἐν Θρᾴκῃ ἐν τῷ Παγγαίῳ ὄρει · νέμονται δὲ τοῦτο Θρᾳκῶν οἱ Ὀδρύσαι, ὄρειον γένος, λῃσταὶ καὶ ἄξενοι · ἀλλ’εἵποντό γε Ὀδρύσαι ἑκόντες ἡγεμόνι Ὀρφεῖ, καλῇ κηλούμενοι τῇ ᾠδῇ. τοῦτο ἄρα δρῦς καὶ μαινὰς ἐγένετο, ἄγειν εἰκαζόντων τὸ ἀγεννὲς τοῦ τῶν κηλουμένων τρόπου ἀψύχοις σώμασιν. ἄλλος ἦν περὶ Βοιωτίαν κιθαριστὴς γενναῖος, οὐ λίθους, οὐ δὲ οἷον μῦθος φησίν, προσαγόμενος τῇ τέχνῃ (πῶς γὰρ ἂν γένοιτο ἐξ ᾠδῆς τεῖχος); ἀλλ’ὑπὸ μέλει ἐμβατηρίῳ καὶ τακτικῷ συναγαγὼν εἰς φάλαγγα τοὺς Βοιωτῶν νέους τεῖχος ἄμαχον ταῖς Θήβαις περιέβαλλεν · οἷον τεῖχος καὶ Σπαρτιάταις ἐμηχανήσατο Λυκοῦργος, ἐπιτάξας τοῖς νέοις αὐλὸν ἡγεμόνα ἐν ταῖς μάχαις · οἱ δὲ ἐπείθοντο, καὶ ἐπολέμουν χοροῦ νόμῳ. τοῦτον ἔχων καὶ Θεμιστοκλῆς τὸν αὐλὸν εἰς τὰς ναῦς ἐνεβίβασεν τὰς Ἀθήνας, οἱ δὲ ὑπ’αὐλῷ οἱ μὲν εἴρεσσον, οἱ δὲ ἐμάχοντο, ἐνίκων δὲ ἄμφω, ξυνεπήχουν δὲ καὶ αἱ θεαὶ τῷ χορῷ Ἐλευσινόθεν. ἐκεῖθεν ἐπινίκια ἕστηκεν, ἐκεῖθεν τρόπαια Λακωνικὰ καὶ Ἀττικά, θαλάττια καὶ ἠπειρωτικά, μετ’ἐπιγραμμάτων καλῶν · τοῦτον τὸν χορὸν ἐνίκων μὲν Λακεδαιμόνιοι, ἐδίδασκεν δὲ Λεωνίδης.
37.7καὶ τί δεῖ πλέω λέγειν, μουσικῆς πέρι ἀπομηκύνειν; ἀγαθὴ μὲν γὰρ εἰρήνης ξυνεργός, ἀγαθὴ δὲ ἐν πολέμῳ παραστάτις, ἀγαθὴ δὲ ἐν πολιτείᾳ ξύνοικος, ἀγαθὴ δὲ καὶ παίδων τροφός. ταχεῖα γὰρ τῶν αἰσθήσεων ἀκοή, καὶ ὀξέως ἐπὶ τὴν ψυχὴν τὰ γνωσθέντα ἀναπέμπουσα, καὶ προσαναγκάζουσα συμφθέγγεσθαι καὶ συνορμᾶν τοῖς αὐτῆς πάθεσιν. ὅθεν ἄμουσοι ψυχαὶ καὶ ἐκμελεῖς, παντὶ τῷ ἡδεῖ φαινομένῳ ἐνδιδοῦσαι, οὐδαμῶς ἄν ποτε γένοιντο μέτοχοι ὀρθοῦ νόμου · μουσικὴν δὲ ὀνομάζουσιν τὴν αὑτῶν ἡδονὴν δι’ὁμοιότητα οὐ τοῦ τέλους, ἀλλὰ τῆς περὶ τὰ μέλη πραγματείας · οἷον εἴ τις καὶ ἰατρικὴν καλοῖ τέχνην, ἀπεληλαμένην μὲν τοῦ ὑγιεινοῦ, περὶ δὲ τὰ αὐτὰ φάρμακα ἐξεταζομένην. οὕτως ἀμέλει καὶ γεωμετρίαν, τὸ γενναιότατον φιλοσοφίας μέρος, οἱ μὲν πολλοὶ φαῦλον, καὶ ἐπὶ τῷ φαύλῳ τέλει, μέχρι τοῦ περὶ τὴν χρείαν ἀναγκαίου δοκοῦντος, προσίενται, διαμετρῆσαι γῆν, καὶ ἀναστῆσαι τειχίον, καὶ πᾶν ὅσον εἰς χειρουργίαν αὐτῆς συντελεῖ, δοκιμάζοντες, πρόσω δὲ οὐχ ὁρῶντες · δὲ οὐχ οὕτως ἔχει, πολλοῦ γε καὶ δεῖ · οὐ γὰρ ἂν ᾠκεῖτο χεῖρον γῆ, μὴ διαμετρουμένων αὐτὴν ἀκριβῶς πενήτων γεωργῶν · ἀλλὰ τοῦτο μὲν εἴη ἄν τι τῶν ἐν γεωργίᾳ τὸ φαυλότατον · τὸ δ’ἔργον αὐτό, ὥσπέρ τι ὀξυωπὲς τῆς διανοίας φάρμακον, ῥώμην αὕτη οὐκ ἀγεννῆ παρασκευάζει πρὸς τὴν θέαν τῶν ὅλων · ἀθέατοι δὲ οἱ πολλοὶ τῆς χρείας ταύτης, καθάπερ εἴ τις ἠπειρώτης ἀνὴρ ναῦν ἰδὼν ἐν λιμένι, ἀγασθεὶς τοῦ σοφίσματος ἔνδον τῇ νηῒ χρῷτο, πάντα κινῶν τὰ ὄργανα, τοῦτο οἰόμενος εἶναι τέλος τῆς νεώς.
37.8φαίη δ’ἄν, οἴομαι, πρὸς αὐτὸν Ἀθηνᾶ, εὑρέτις τοῦ ἔργου τούτου · ὁρᾷς πέλαγος πλατὺ καὶ ἄπειρον, κεχυμένον ὑπὲρ τῆς γῆς, συνάπτον αὐτῆς τὰ τέρματα, ὧν πρόσθεν οὐ δὲ ἀκοὴν εἶχέςτε οὐ δὲ ἐλπίδα τῆς θέας; ἑκάστῳ δὲ εἷς ἦν τόπος γνώριμος, ὥσπερ οἱ φωλεοὶ τοῖς ἑρπετοῖς · φιλία δέ, καὶ ἐπιμιξία, καὶ κοινωνία, καὶ ἀμοιβὴ τῆς παρ’ἑκάστοις εὐπορίας, ἐκποδῶν ἦν, ἕως ὑμῖν τὸ σόφισμα τοῦτο ἐμηχανευσάμην τὴν ναῦν. τοῦτό γε τὸ ὄχημα, ἀράμενον ὄρνιθος δίκην, διαπτήσεται πανταχοῦ · εἰ δὲ ἀπιστεῖς, πείρᾳ μάθε. τοῦτο καὶ περὶ γεωμετρίας λέγει τὶς θεῶν, ἐκείνη θεὸς Ἀθηνᾶ λέγει · ἐκεῖσε βλέψον · ὁρᾷς τουτὶ τὸ ὑπὲρ κεφαλῆς θέαμα, τὸ καλόν, τὸ ποικίλον, ἐληλαμένον περὶ γῆν ἐν κύκλῳ καὶ περὶ αὐτὴν ἑλιττόμενον, μεστὸν ἄστρων, ἥλιον φέρον, σελήνην ἔχον; τοῦτο , τι μέν ἐστιν οὐκ οἶσθα, δοκεῖς δὲ ὁρᾶν καὶ εἰδέναι Ἀλλὰ ἐγώ σε, οὗτος, ἀνάξω κεῖσε ἠπειρώτην ὄντα, ὄχημά σοι πηξαμένη κοῦφον, παραδοῦσα γεωμετρίᾳ · σε τὰ μὲν πρῶτα ἔνδον ἐν τῷ λιμένι ὀχήσει, ἐθίζουσα ἀνέχεσθαι τῆς πορείας, καὶ μὴ ἰλιγγιᾶν πρὸς τὸ πέλαγος, μη δὲ ἀποδειλιᾶν πρὸς τὸ πέλαγος · ἔπειτα ἀγαγοῦσα ἔξω τοῦ λιμένος, εἰς καθαρὸν καὶ εὔδρομον τὸ τῶν ὄντων πέλαγος ἀνάξει, κεῖσ’, ὅθιτ’ἠοῦς ἠριγενείης οἰκία καὶ χοροί εἰσι, καὶ ἀντολαὶ ἠελίοιο καὶ σελήνης αὐγαὶ καὶ τῶν ἄλλων ἀκηράτων σωμάτων. ἕως δὲ ἀθέατος τούτων εἶ, μένεις εὐδαιμονίας ἀμέτοχος, ἄμοιρος.