Maximus

Dissertations, 6

6.1τί ποτ’ἐστὶν τοῦτο, διαφέρει ἄνθρωπος θηρίου; καὶ τί ποτέ ἐστιν, διαφέρει ἀνθρώπου θεός · ἐγὼ μὲν οἶμαι θηρίων μὲν ἀνθρώπους ἐπιστήμῃ κρατεῖν, θεῶν δὲ ἐλαττοῦσθαι μοχθηρίᾳ · θεὸς μὲν γὰρ ἀνθρώπου σοφώτερον, ἄνθρωπος δὲ θηρίου ἐπιστημονέστερον. ἄλλό τι οὖν ἐπιστήμην σοφίας ἡγεῖ; οὐ μὰ τὸν Δία, οὐ μᾶλλον ζωὴν ζωῆς · ἀλλὰ κοινὸν ὑπάρχον τὸ τῆς ζωῆς θνητῇ φύσει πρὸς τὸ ἀθάνατον, κατὰ μὲν τὴν ποιότητα ἰσομοιρεῖ · κατὰ δὲ τὴν βραχύτητα τοῦ βίου σχίζεται · θεοῦ μὲν γὰρ ζωὴ αἰώνιος, ἀνθρώπου δὲ ἐφήμερος. ὥσπερ οὖν εἴ τις ἦν δύναμις ὀφθαλμοῖς ὁρᾶν ἀεὶ, καὶ ἀποτείνειν διηνεκῶς τὴν ὄψιν καὶ δέχεσθαι τὴν προσβολὴν τοῦ φωτός, καὶ μηδὲν αὐτῇ δεῖν καλυπτόντων βλεφάρων, μη δὲ ὕπνου πρὸς ἀνάπαυλαν, μη δὲ νυκτὸς πρὸς ἠρεμίαν · κοινὸν μὲν ἦν τὸ ὁρᾶν ἐκείνοις τοῖς ὀφθαλμοῖς πρὸς ταυτηνὶ τὴν τῶν πολλῶν ὄψιν, διέφερεν δὲ τῷ διηνεκεῖ · οὕτως ἀμέλει καὶ ἐπιστήμη, κοινόν τι οὖσα, διαφορὰν ὅμως ἔχει θεία πρὸς τὴν ἀνθρωπίνην. καὶ τὴν μὲν θείαν τάχα καὶ αὖθις εἰσόμεθα · νῦν δὲ δὴ ἐπὶ τὰ γνωριμώτατα ἴωμεν · τί ποτ’ἐστὶν τῷ ἀνθρώπῳ τὸ ἐπίστασθαι, καὶ εἰδέναι, καὶ μανθάνειν, καὶ ὅσα τοιαυτὶ λέγοντες ἕξιν τινὰ θεωρίας τῇ ψυχῇ προστίθεμεν.
6.2ἆρα πᾶν ὅπερ αἴσθησις ἀθροίσασα τῇ κατὰ βραχὺ θεωρίᾳ, ἐμπειρίαν τοῦτο ὀνομάζουσα, προσαγάγῃ τῇ ψυχῇ, καὶ μετὰ τοῦτο ἐπισφραγίσηται λογισμὸς τῇ ἐμπειρίᾳ, τοῦτο φῶμεν ἐπιστήμην εἶναι; οἷον τὸ τοιόνδε λέγω. οἱ πρῶτοι ἄνθρωποι οὔπω ναῦν εἰδότες, ἐρῶντες ἐπιμιξίας, ἀγόμενοι μὲν ὑπὸ τῆς χρείας, εἰργόμενοι δὲ ὑπὸ τῆς θαλάττης, εἶδον ὄρνιν ἐξ ἀέρος καταπτάντα νηχόμενον, εἶδον δὲ καὶ φόρτον φερόμενον κούφως ὑπὲρ τοῦ κύματος, ἤδη δέ που καὶ δένδρον ἀπενεχθὲν ἐκ ποταμοῦ εἰς κλύδωνα · καὶ τάχα μέν τις καὶ ἄκων κατενεχθείς, κινῶν τὰ ἄρθρα, ἐξενήξατο, τάχα δὲ καὶ ἑκὼν ἐν παιδιᾶς μέρει · ἀθροίσασα δὲ πεῖρα τὴν ἔννοιαν τοῦ πλοῦ σχεδίαν τινὰ φαύλην τὸ πρῶτον ἐξειργάσατο, ὕλην κούφην ξυνδεόντων, αὐτοσχέδιον ναῦν · κατὰ βραχὺ δὲ προϊοῦσα αἴσθησις ὁμοῦ τῷ λογισμῷ ἐσοφίσατο καὶ ἐξεῦρεν ὄχημα κοῖλον, ἐρεσσόμενόντε, καὶ ἐξ ἱστίων πλέον, καὶ ὑπὸ ἀνέμων φερόμενον καὶ ὑπὸ οἰάκων εὐθυνόμενον, καὶ ἐπέτρεψεν αὐτοῦ τὴν σωτηρίαν ἐπιστήμῃ μιᾷ τῇ κυβερνητικῇ. φασὶν δὲ καὶ ἰατρικὴν εὑρῆσθαι τὸ ἀρχαῖον ὡδί · κομίζοντες οἱ οἰκεῖοι τὸν κάμνοντα εἰς τῶν ἀγυιῶν τὴν ἐντριβῆ, κατετίθεντο · ἐφιστάμενοι δὲ οἱ ἄνθρωποι, καὶ ἀνερωτῶντες τὸ ἄλγος ὅτῳ τὸ αὐτὸ ξυμπεσόν, ἔπειτα ὤνατο ἐδωδῇ τινι, καύσας, τεμών, διψήσας, παρετίθεντο ἕκαστοι ταῦτα τῷ κάμνοντι οἱ πεπονθότες πρότερον καὶ ὠφελημένοι · δὲ ὁμοιότης τοῦ πάθους συναθροίσασα τὴν τοῦ ὠφελήσαντος μνήμην τῇ κατ’ὀλίγον ἐντεύξει ἐπιστήμην ἐποίησεν τὸ πᾶν. οὕτω καὶ τεκτονικὴ συνέστη, καὶ χαλκευτική, καὶ ὑφαντική, καὶ γραφική, ὑπὸ τῆς πείρας ἑκάστη χειραγωγουμένη.
6.3εἶεν · τοῦτο ἐπιστήμην φῶμεν, ἐθισμὸν ψυχῆς πρὸς ὁτιοῦν τῶν ἀνθρωπίνων ἔργων καὶ ἐπιτηδευμάτων · τοῦτο μὲν διατείνει καὶ ἐπὶ τὰ θηρία; καὶ αἴσθησις γὰρ καὶ πεῖρα οὐκ ἀνθρώπου ἴδιον · ἀλλὰ καὶ τὰ θηρία αἰσθάνεται, καὶ ἐκμανθάνει τὶ ὑπὸ τῆς πείρας, ὥστε καὶ τούτοις ὥρα μεταποιεῖσθαι σοφίας. αἱ γέρανοι ἐξ Αἰγύπτου ὥρᾳ θέρους ἀνιστάμεναι, οὐκ ἀνεχόμεναι τὸ θάλπος, τείνασαι τὰς πτέρυγας ὥσπερ ἱστία, φέρονται διὰ τοῦ ἀέρος εὐθὺ τῆς Σκυθῶν γῆς · ἅτε δὲ οὐκ ἐν ῥυθμῷ ὂν τὸ ζῷον, ἀλλὰ ἐμβριθὲς μὲν τὰ μέσα, μακρὸν δὲ κατὰ τὸν αὐχένα, κοῦφον δὲ κατὰ τὸ οὐραῖον, ἀραιὸν δὲ κατὰ τὰς πτέρυγας, ἐσχισμένον δὲ κατὰ τὰ κῶλα, κλυδάζεται τὴν πτῆσιν, ὥσπερ ναῦς χειμαζομένη. τοῦτο γνοῦσα γέρανος, αἰσθανομένη πειραθεῖσα, οὐ πρότερον ἀνίπταται, πρὶν ξυλλάβῃ λίθον τῷ στόματι ἕρμα εἶναι αὐτῇ πρὸς τὴν πτῆσιν. ἔλαφοι ἐκ Σικελίας ἐπὶ Ῥηγίου περαιοῦνται, νηχόμεναι ὥρα θέρους ἐπιθυμίᾳ καρπῶν · ἅτε δὲ ἐν μακρῷ πλῷ, ἐξασθενεῖ ἔλαφος ἀνέχουσα τὴν κορυφὴν ὑπὲρ τοῦ ὕδατος · κουφίζονται δὴ τὸν κάματον ὧδέ πως · νήχονται ἐπὶ μιᾶς τεταγμέναι, ἀλλήλαις ἑπόμεναι, ὥσπερ στρατόπεδον ἐπικέρως βαδίζον · νήχονται δὲ ἐπιθεῖσα ἑκάστη τὴν κορυφὴν τῇ τῆς ἡγουμένης ἰξύϊ · δὲ στρατηγοῦσα τῆς τάξεως, ἐπειδὰν κάμῃ, ἐπὶ οὐραῖον μεθίσταται, καὶ ἡγεῖται ἄλλη, καὶ οὐραγεῖ ἄλλη · ὡς ἐν τοῖς στρατοπέδοις Ξενοφῶν μὲν οὐραγεῖ, ἡγεῖται δὲ Χειρίσοφος · ὥστε καὶ στρατηγίας τακτικῆς μεταποιεῖται ταυτὶ τὰ θηρία.
6.4μήποτε οὖν αἴσθησις μὲν καὶ πεῖρα οὐκ ἀνθρώπινον, λόγος δὲ ἀνθρώπου ἴδιον · καὶ οὐδὲν ἂν εἴη ἄλλο ἐπιστήμη πλὴν βεβαιότης λόγου, ὁδεύοντος κατὰ τὰ αὐτά, ἐκθηρωμένου τὰ συγγενῆ τῶν πραγμάτων, καὶ διακρίνοντος τὰ ἀνόμοια, καὶ τὰ ὅμοια συγκρίνοντος, καὶ τὰ οἰκεῖα συντιθέντος, καὶ τὰ συγκεχυμένα διαιροῦντος, καὶ τὰ ἀλλότρια χωρίζοντος, καὶ τὰ ἄτακτα συντάττοντος, καὶ τὰ ἀνάρμοστα ἁρμοζομένου. τοιοῦτον γὰρ ἀμέλει καὶ ἀριθμητική, καὶ γεωμετρία, καὶ μουσική, καὶ ὅσαι ἄλλαι χειρουργίας ἀδεεῖς τῇ τοῦ λόγου ῥώμῃ ἐπεξῆλθον τοῖς αὐτῶν νοήμασιν καὶ ἐξειργάσαντο. καὶ μὴν Ὅμηρος οὐ ταύτας πρεσβυτάτας ἐπιστημῶν λέγει, παλαιὸς ἀνήρ, καὶ ἀξιόχρεως δήπου πιστεύεσθαι, ἀλλὰ θαυμάζει τούτους μόνους, ὡς σοφούς, μάντιν, ἰητῆρα κακῶν, τέκτονα δούρων, καὶ θέσπιν ἀοιδόν. τῆς ἰσοτιμίας. μάντις σοφός, καὶ τέκτων σοφός, καὶ Ἀπόλλων δήπου, καὶ ἰατρός, καὶ Ἀσκληπιὸς δήπου ὁμοίως τίμιος, καὶ Φήμιος. μήποτ’οὖν Ὅμηρος μὲν ταῖς ἐπιστήμαις τὰς τιμὰς νέμει κατὰ τὴν εὕρεσιν μᾶλλον κατὰ τὴν χρείαν αὐτῶν, ἡμῖν δὲ οὐ ταύτῃ θηρατέον, ἀλλὰ ὡδὶ λέγωμεν · ὅτι τοῦ ἀνθρώπου ψυχὴ τὸ εὐκινητότατον οὖσα τῶν ὄντων καὶ ὀξύτατον, κεκραμένη ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, κατὰ μὲν τὸ θνητὸν αὐτῆς ξυντάττεται τῇ θηριώδει φύσει, καὶ γὰρ τρέφει, καὶ αὔξει, καὶ κινεῖ, καὶ αἰσθάνεται · κατὰ δὲ τὸ ἀθάνατον τῷ θείῳ καὶ ξυνάπτει, καὶ γὰρ νοεῖ, καὶ λογίζεται, καὶ μανθάνει, καὶ ἐπίσταται · καθὸ δὲ ξυμβάλλουσιν αὐτῆς αἱ θνηταὶ φύσεις τῷ ἀθανάτῳ, τοῦτο πᾶν καλεῖται φρόνησις, διὰ μέσου οὖσα ἐπιστήμης πρὸς αἴσθησιν. καὶ ἐστὶν ἔργον ψυχῆς, ὡς μὲν ἀλόγου, αἴσθησις · ὡς δὲ θείας, νοῦς · ὡς δὲ ἀνθρωπίνης, φρόνησις · ἀθροίζει δὲ αἴσθησις μὲν ἐμπειρίαν, φρόνησις δὲ λόγον, νοῦς δὲ βεβαιότητα · τὴν δὲ ἐξ ἁπάντων ἁρμονίαν ἐπιστήμην καλῶ · εἰ δέ τοι δεῖ καὶ εἰκόνος τῷ λόγῳ, ἔστω μὲν αἴσθησις κατὰ τὴν ἐν τεκτονικῇ χειρουργίαν, δὲ νοῦς κατὰ γεωμετρίαν, δὲ φρόνησις οἵα καὶ τῶν ἀρχιτεκτόνων ἤδη τέχνη, διὰ μέσου οὖσα γεωμετρίας καὶ τεκτονικῆς, πρὸς μὲν τὴν χειρουργίαν ἐπιστήμη τὶς οὖσα, πρὸς δὲ γεωμετρίαν ἐλαττουμένη κατὰ τὴν βεβαιότητα.
6.5διείληχε δὴ καὶ τὰς τῶν ἀνθρώπων δυνάμεις ἐπιστήμη, καὶ φρόνησις, καὶ ἐμπειρία. καὶ μὲν ἐμπειρία, περὶ πῦρ καὶ σίδηρον καὶ ἄλλας ὕλας πραγματευομένη παντοδαπάς, ἐρανίζει τὰς χρείας τοῦ βίου ταῖς εὐπορίαις τῶν τεχνῶν. δὲ φρόνησις ἐπιτεταγμένη τοῖς τῆς ψυχῆς παθήμασιν, καὶ οἰκονομοῦσα ταῦτα τῷ λογισμῷ, πρὸς μὲν ἐμπειρίαν ἐπιστήμης ἔχει λόγον, ἀπολείπεται δὲ ἐπιστήμης, καθόσον περὶ πρᾶγμα οὐχ ἑστὸς οὐ δὲ ὡμολογημένον πραγματευομένη σχηματίζεται τῇ τούτου φύσει. δὲ νοῦς τὸ τιμιώτατον ἐν ψυχῇ καὶ ἀρχικώτατον, καθάπερ ἐν πόλει νόμος, οὐκ ἐπ’ἀξόνων γεγραμμένος, οὐ δὲ ἐπὶ στήλης ἐγκεχαραγμένος, οὐ δὲ ὑπὸ ψηφισμάτων κεκυρωμένος, οὐ δ’ὑπ’ἐκκλησίας κεχειροτονημένος, οὐ δ’ὑπὸ δήμου ἐπῃνημένος, οὐ δ’ὑπὸ δικαστηρίου δεδοκιμασμένος, οὐ δ’ὑπὸ Σόλωνος Λυκούργου τεθείς · ἀλλὰ θεὸς μὲν νομοθέτης, ἄγραφος δὲ νόμος, ἀχειροτόνητος δὲ τιμή, ἀνυπεύθυνος δὲ ἐξουσία. καὶ μόνος ἂν εἴη οὗτος νόμος · οἱ δὲ ἄλλως, οἱ καλούμενοι, δόξαι ψευδεῖς καὶ διημαρτημέναι καὶ σφαλλόμεναι. κατ’ἐκείνους τοὺς νόμους καὶ Ἀριστείδης ἔφευγεν, καὶ Περικλῆς ἐζημιοῦτο, καὶ Σωκράτης ἀπέθνησκεν · κατὰ δὲ τὸν θεῖον τοῦτον νόμον καὶ Ἀριστείδης δίκαιος ἦν, καὶ Περικλῆς ἀγαθὸς ἦν, καὶ Σωκράτης φιλόσοφος. ἐκείνων τῶν νόμων ἔργον δημοκρατία, καὶ δικαστήρια, καὶ ἐκκλησίαι, καὶ δήμου ὁρμαί, καὶ δημαγωγῶν δωροδοκίαι, καὶ τύχαι παντοδαπαί, καὶ συμφοραὶ ποικίλαι · τούτου τοῦ νόμου ἔργον ἐλευθερία, καὶ ἀρετή, καὶ βίος ἄλυπος, καὶ ἀσφαλὴς εὐδαιμονία. ὑπ’ἐκείνων τῶν νόμων ἀθροίζεται μὲν τὰ δικαστήρια, πληροῦνται δὲ αἱ τριήρεις, ἐκπέμπονται δὲ οἱ στόλοι, τέμνεται γῆ, πολεμεῖται θάλαττα, Αἴγινα ἀνίσταται, Δεκέλεια τειχίζεται, Μῆλος ἀπόλλυται, Πλαταιαὶ ἁλίσκονται, Σκιώνη ἀνδραποδίζεται, Δῆλος καθαιρεῖται · ὑπὸ τούτων τῶν νόμων ἀρετὴ ἀθροίζεται, πληροῦται ψυχὴ μαθημάτων, οἰκεῖται οἶκος καλῶς, εὐνομεῖται πόλις, εἰρήνην ἄγει γῆ καὶ θάλαττα, οὐδὲν σκαιόν, οὐ δὲ ἀπάνθρωπον, οὐ δὲ βαρβαρικόν, πάντα εἰρήνης μεστά, καὶ ἐκεχειρίας, καὶ ἐπιστήμης, καὶ φιλοσοφίας, καὶ λόγων μουσικῶν.
6.6 νόμοι νόμων πρεσβύτεροι, καὶ νομοθέται νομοθετῶν ἡμερώτεροι · οἷς μὲν ἑκὼν ὑπορρίψας ἑαυτόν, ἐλεύθερος, καὶ εὔπορος, καὶ ἀδεὴς ἐφημέρων νόμων καὶ ἀνοήτων δικαστῶν · εἰ δέ τινες παράνομοι ἐν τούτοις καὶ ὑβρισταὶ ἄνδρες, ἔχουσιν τὴν δίκην, οὐκ Ἀθηναίων καταψηφιζομένων, οὐ δὲ τῶν ἕνδεκα ἀπαγόντων, οὐ δὲ τοῦ δημίου προσφέροντος τὸ φάρμακον, ἀλλ’αὐτόθεν ἐξ αὐτοφυοῦς καὶ ἑκουσίου μοχθηρίας · αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο. τοῦτον παραβὰς τὸν νόμον Ἀλκιβιάδης ἐδυστύχει, οὐχ ὁπότε αὐτὸν Ἀθηναῖοι ἐκ Σικελίας ἐκάλουν, οὐ δ’ὁπότε ἐπηράσαντο αὐτῷ κήρυκες καὶ Εὐμολπίδαι, οὐ δ’ὁπότε ἔφευγεν ἔξω τῆς Ἀττικῆς · μικρὰ ταῦτα, καὶ καταδίκη εὐκαταφρόνητος · κρείττων γὰρ ἦν καὶ φεύγων Ἀλκιβιάδης τῶν οἴκοι μενόντων · οὗτος παρὰ Λακεδαιμονίοις φεύγων εὐδοκίμει, οὗτος Δεκέλειαν ἐπετείχισεν, οὗτος Τισσαφέρνῃ φίλος, καὶ Πελοποννησίων ἡγεῖτο · ἀλλ’ ἀληθὴς Ἀλκιβιάδου δίκη πρεσβυτέρα μακρῷ, πρεσβυτέρου νόμου καὶ πρεσβυτέρων δικαστῶν. ἡνίκα ἐξῆλθεν Λυκείου, καὶ ὑπὸ Σωκράτους κατεγινώσκετο, καὶ ὑπὸ φιλοσοφίας ἐξεκηρύττετο · τότε φεύγει Ἀλκιβιάδης, τότε ἁλίσκεται. καταδίκης πικρᾶς, καὶ ἀμειλίκτου ἀρᾶς, καὶ ἐλεεινῆς πλάνης. τοιγαροῦν Ἀθηναῖοι μὲν αὐτὸν καὶ δεηθέντες κατεδέξαντο · φιλοσοφία δέ, καὶ ἐπιστήμη, καὶ ἀρετὴ τοῖς ἅπαξ φεύγουσιν ἄβατος μένει καὶ ἀδιάλλακτος. τοιοῦτον ἐπιστήμη, τοιοῦτον ἀμαθία.
6.7ἐγὼ δὲ καὶ τοὺς Μίνω νόμους ἐπιστήμην καλῶ, ἣν ἐδίδασκεν μὲν Ζεὺς ἐν ἐνναετεῖ χρόνῳ, ἐμάνθανεν δὲ Μίνως, εὐδαιμόνει δὲ τὸ Κρητῶν γένος. καὶ τὴν Κύρου ἐπιστήμην, ἀρετήν καλῶ βασιλικήν, ἣν ἐδίδασκεν μὲν Κῦρος, Καμβύσης δὲ οὐκ ἐμάνθανεν, οὐ δὲ Ξέρξης ἐμάνθανεν. Κῦρος μὲν γὰρ ἡγεῖτο Περσῶν, ὡς ποιμὴν θρεμμάτων, σώζων τὸ αἰπόλιον καὶ τρέφων, καὶ Μήδοις πολεμῶν, καὶ Βαβυλωνίους λαμβάνων, καὶ μηδενὶ ἐφιεὶς λύκῳ βαρβάρῳ καὶ ἀργίᾳ ἀναμιχθῆναι τῇ ἀγέλῃ. Καμβύσης δ’ἦν καὶ αὖθις Ξέρξης ἐκ ποιμένων ἀγαθῶν πονηροὶ λύκοι, κείροντες τὴν ἀγέλην, καὶ τῆς ἐπιστήμης ἀπεληλαμένοι. ἐγὼ καὶ τοὺς Λυκούργου νόμους ἐπιστήμην καλῶ μουσικήν.