Maximus

Dissertations, 16

16.1ἀλλ’εἰ μὲν δίκην ἐφεύγομεν, ἠχθόμεθα ἄν τῷ δικαστῇ μὴ παρέχοντι ἑκατέρῳ ἐκ τῆς ἴσης τὴν ἀπολογίαν, ἀλλ’ἐοικότι τυράννῳ μᾶλλον δικαστῇ · ἐπεὶ δὲ μὲν ἐν δικαστηρίοις ψῆφος καὶ τύχη ἔξω τοῦ κατὰ φιλοσοφίαν ἤθους καὶ τρόπου, κατήγορος δὲ λόγος λόγου, φίλος φίλου, ἐπὶ θήρᾳ τοῦ ἀληθοῦς γίγνεται γοῦν, καὶ δικαστηρίῳ τινὶ ἔοικεν τοιαύτη βάσανος, φέρειν δῶμεν τήμερον τὴν ἀπολογίαν τῷ ἑτέρῳ τῶν λόγων, καὶ τῶν ἀνδρῶν τῷ θεωρητικῷ ἀτεχνῶς, ὥσπερ ἐπὶ δικαστῶν καθισταμένῳ καὶ ἀποτειναμένῳ πρὸς τὴν γραφήν · καὶ μὲν γραφὴ τοιάδε τὶς ἔστω, ὅτι ἐγγυτάτω. ἀδικεῖ Ἀναξαγόρας, γεγονὼς μὲν ἐν τῇ Κλαζομενίων γῇ καὶ πόλει, καὶ μετασχὼν ἱερῶν καὶ ὁσίων, καὶ νόμων, καὶ τροφῆς, καὶ τῶν ἄλλων, ὧν καὶ οἱ λοιποὶ Κλαζομένιοι, ἐπαναχωρῶν δὲ ὥσπερ ἐκ θηρίων, καὶ μήτε ταῖς ἐκκλησίαις ἀναμιγνύμενος, μήτε εἰς Διονύσια ἀπαντῶν, μήτε εἰς δικαστήρια, μήτε ἄλλοθι Κλαζομενίοις, ἀλλὰ αὐτῷ μὲν γῆ μηλόβοτος, δὲ ἑστία ἄοικος, διατελεῖ δὲ καθ’αὐτὸν τὴν θαυμαστὴν σοφίαν, ἄνω καὶ κάτω στρέφων καὶ διερευνώμενος.
16.2 μὲν δὴ γραφὴ ταύτῃ ἐχέτω · ἀπολογείσθω δὲ Ἀναξαγόρας ὧδέ πως · ὅτι μὲν πολλοῦ δέω ἀδικεῖν ὑμᾶς, ἄνδρες Κλαζομένιοι, εὖ τοῦτο οἶδα · οὔτε γὰρ εἰς χρημάτων λόγον ἐπλημμελεῖσθέ τι ὑπ’ἐμοῦ, οὔτε τὸ ἐμαυτοῦ μέρος ἀδοξοτέραν ὑμῖν τὴν πόλιν ἐν τοῖς Ἕλλησιν παρασκευάζω · ἔντ’αὖ τοῖς πρὸς ἕκαστον ὑμῶν συμβολαίοις ἀλυπότατον ἐμαυτὸν παρέχειν οἶμαι καὶ μέτριον, τῶντε νόμων τῶν κειμένων, καὶ τῆς πολιτείας, ὑφ’ἦς κοσμούμεθα, οὐκ ἔστιν ὅτου ἐλάττω ἔχω λόγον. λείπεται δή, εἰ μηδὲν ἀδικῶν ὑμᾶς ἐγὼ ἐν τοῖς καθ’ἡμέραν ἐμαυτοῦ διαιτήμασι καὶ τῷ τοῦ βίου σχήματι, γνώμῃ ἔτι ἁμαρτάνω, τοῦ μὲν ἔχειν αἰτίαν, ὡς ἀδικῶ δημοσίᾳ τὴν πόλιν, ἀφεῖσθαι με, τυχεῖν δὲ εἰς τὰ ἐμαυτοῦ ἰδίᾳ διδασκάλων, ἀλλ’οὐ κατηγόρων. φράσω δὴ πρὸς ὑμᾶς, οἷον τοὐμὸν πρᾶγμα ἐστίν, οὐδὲν ὑποστειλάμενος, εἰ καὶ μέλλω γέλωτα ὀφλισκάνειν τὸ ἐπιθύμημα τοὐμὸν ῥηθέν. ἐγὼ γάρ, ὅτι μέν ἐστιν πολλοῦ ἄξιον δύναμις ἐν πόλει, καὶ κοινωνία βίου, καὶ ἔργων ἐπιφάνεια, καὶ χρῆσις πραγμάτων, σαφῶς οἶδα · εὖ γε μὴν ἐπίσταμαι ταυτὶ τὰ πολλοῦ ἄξια, μετὰ μὲν τρόπου ἀρετῆς καὶ καλοκαγαθίας, εἰς μέγα πάνυ συντελοῦντα τῷ σχόντι · εἰ δὲ μή, εἰς τοὐναντίον κατασμικρύνοντα καὶ καταβάλλοντα, καὶ μη δὲ τὸ λαθεῖν τοῖς ἔχουσιν, μοχθηροῖς οὖσιν, παρεχόμενα. ἐκλαμπρύνουσι γὰρ αἱ δυνάμεις τοὺς ἄνδρας · καθόσον δ’ἄν τις ἁμάρτῃ τοῦ καλοῦ, κατὰ τοσοῦτον αὐτοὺς ἐξήλεγξαν. εἰ μὲν δή τις γνώμης ἔχοι καλῶς, τὴν ἐπιφάνειαν ἐν τῷ ἀσφαλεῖ κτησάμενος, τῆς δυνάμεως ὤνατο · εἰ δὲ ταύτῃ ἐνδέων ἐπιθοῖτο, οἷς αὕτη χρῆται, ἀνάγκη πολυαμαθίᾳ τέχνης καὶ εὐπορίᾳ ὀργάνων σφαλῆναι τὸν χρώμενον. ταῦτά τοι ἐννοῶν, ἡγούμην δεῖν φροντιστέον εἶναί μοι μᾶλλον, ἀλλ’οὐ μὴ λάθω προσιὼν παρὰ δύναμιν τοῖς κοινοῖς πταίων περὶ αὐτὰ καὶ σφαλλόμενος · οὐ δὲ γὰρ εἰ ἐν χορῷ ξυνᾴδειν ὑφ’ὑμῶν ἐταττόμην, ἠδίκουν ἄν, πρὶν ἔχειν φωνῆς ἐμμελῶς, οὐκ ἐθέλων ἐγκαταμίγνυσθαι τῷ χορῷ. διά τοι ταῦτα τῆς μὲν γῆς, ὅπως μοι ἔξει καλῶς, ὀλίγα ἐφρόντιζον · κατεθέμην δὲ ἐμαυτὸν φέρων εἰς τοῦτον τὸν βίον, ἐξ οὐ τὸ εἰδέναι τῇ ψυχῇ παραγενόμενον, ὥσπερ φῶς ὀφθαλμοῖς, τὴν ἀσφάλειαν τῇ λοιπῇ πορείᾳ παρασκευάσει. τοῦτο γε μὴν τὸ φῶς κτητόν ἐστιν, καὶ αὕτη ἐπιστήμη λαμβάνεται · ἀλλ’οὐ λαμπάδες ἐν πανηγύρεσιν οἷςτε λέγομεν Παναθήναια ὁδοὶ αἱ ἐπ’αὐτὴν τετμημέναι, οὐ λῆροι, οὐ δὲ φλυαρίαι, οὐ δ’ἐπιμέλειαι γεωργικαὶ οὐ δὲ ἀγοραῖοι σπουδαί, οὐ δὲ δημώδεις κοινωνίαι, ἀλλ’ἀληθείας ἔρως, καὶ τῶν ὄντων θέα, καὶ περὶ ταῦτα φιλοτιμία. ταύτῃ νομίσας ἰέναι δεῖν εἱπόμην τοῖς ἄγουσιν λόγοις, καὶ τὰ ἴχνη τῆς ὁδοῦ διεσκόπουν.
16.3καὶ τὰ μὲν ἐμὰ ταύτῃ ἔχει · ὅτι δὲ καὶ περὶ ὑμᾶς τὰ ἄριστα καὶ τὰ δικαιότατα βουλεύομαι ταύτῃ ἰών, νῦν ἐρῶ. τὰ γὰρ κοινὰ σώζεσθαι φιλεῖ, οὐκ ἐὰν τὰ τείχη ὑμῖν ἀραρότα , οὐ δὲ νεὼς οἶκοι σωζόμενοι, οὐ δὲ νῆες αὐταὶ πλέουσαι, οὐ δέ γε στοαί, καὶ ἄλση, καὶ γυμνάσια, καὶ τεμένη, καὶ πομπεῖα (ταῦτα γὰρ δὴ εἰ καὶ μὴ οἱ πολέμιοι, μη δὲ πῦρ, μη δὲ ἄλλή τις συμφορά, ἀλλ’ γε χρόνος λαβὼν οἰχήσεται) · τὸ δὲ σῶζον τὰς πόλεις ἁρμονία, καὶ τῆς πολιτείας κόσμος · φημὶ κἀγώ. ταῦτα δὲ ὑπὸ τῆς εὐνομίας γίγνεται, τὴν δὲ εὐνομίαν τῶν χρωμένων ἀρετὴ φυλάττει, τὴν δὲ ἀρετὴν διδόασιν οἱ λόγοι, τοὺς δὲ λόγους ἄσκησις, τὴν δὲ ἄσκησιν ἀλήθεια, τὴν δὲ ἀλήθειαν περὶ αὐτὴν σχολή. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἄλλο ὄργανον, κτητὸν ἀρετή, πλὴν ἀληθὴς λόγος, ὑφ’οὗ παροξύνεται ψυχὴ καὶ ζωπυρεῖται, καὶ οὐκ εἰδυῖα μὲν μανθάνει, μαθοῦσα δὲ φυλάττει ἔμαθεν, φυλάττουσα δὲ χρῆται, χρωμένη δὲ οὐ σφάλλεται. τοῦτο διατριβή, τοῦτο σχολή, ἀληθείας μελέτη, καὶ τέχνη βίου, καὶ ῥώμη λόγου, καὶ παρασκευὴ ψυχῆς, καὶ ἄσκησις καλοκαγαθίας. εἰ μὲν οὖν ταῦτα ἐπ’οὐδὲν συντελεῖ τῶν καλῶν, συντελοῦντά γε οὐ δεδίδακται οὐ δὲ ἤσκηται, ἀλλὰ εἰκῇ καί, εἰ ἔτυχεν, παραγιγνόμενα, σκηνὴ τὸ χρῆμα, εἰσαγγελίας ἄξιον ὄντα φῇς · εἰ δὲ τοῦτο μὲν οὐδεὶς φήσει, οὐχ οὕτω μέμηνεν. ἀλήθειάν γε καὶ ὑγιῆ λόγον, καὶ ἀρετήν, καὶ γνῶσιν νόμου καὶ δίκης, οὐκ ἔστιν ἑτέρως λαβεῖν, περὶ αὐτὰ πραγματευόμενον, οὐ μᾶλλον τὰ σκυτοτομικὰ μὴ περὶ αὐτὰ ἄγοντας σχολήν, τὰ χαλκευτικὰ μὴ πρὸς τῷ βαύνῳ καὶ τῷ πυρὶ διημερεύοντας, τὰ κυβερνητικὰ μὴ θαλαττουργοῦντας καὶ ναυτιλλομένους · πράττοντες μὲν ταῦτα ἀδικοῦμεν οὐδέν, ἀπολειπόμενοι δὲ αὐτῶν, καὶ μηλόβοτον ἐῶντες τὴν ψυχὴν καὶ ἄγονον, ἦμεν ἂν γραφῆς καὶ εἰσαγγελίας. ἐγὼ μέν, νομίζω καὶ δίκαια ἄμα καὶ ἀληθῆ εἶναι, ἀπελογησάμην πρὸς ὑμᾶς, ἄνδρες Κλαζομένιοι · ἀξιῶ δὲ ὑμᾶς μὴ αὐτόθεν διενέγκαι τὴν ψῆφον, ἀλλ’ἐπισχεῖν τὸ νῦν ἔχον, αὐτόπτας δὲ καὶ θεατὰς γενομένους τῶν αὐτῶν ἐμοί · εἰ μέν τι χρηστὸν περιγίγνεται, δόξετε, διδαχθέντες ἔργῳ, ἀφεῖναι τῆς γραφῆς · εἰ δὲ μή, τότε ὑμεῖς μὲ ψηφιεῖσθαι τὰ ὑμῖν δοκοῦντα · ἡμεῖς δὲ καὶ ὣς περὶ αὐτῶν καλῶς βουλευσόμεθα.
16.4ταῦτα λέγοντος καὶ ἀπολογιζομένου τοῦ Ἀναξαγόρου, γελάσονται, ὡς τὸ εἰκός, οἱ Κλαζομένιοι · οὐ γὰρ δὴ πιθανώτερός γε δόξει εἶναι τῆς γραφῆς, ἀληθῆ δὲ οὐδὲν ἧττον αὐτῷ λελέξεται, κἂν ἐκεῖνοι καταψηφίσωνται. εἰ δέ που τὶς οἷος δικαστοῦ χώραν ἔχειν μὴ κυάμῳ λαχόντος, ἀλλ’ᾗπερ δεῖ χειροτονίᾳ δικαστοῦ μόνῃ, αὐτῷ τῷ εἰδέναι, πρὸς τοῦτον οὐχ ὡς ἀδικῶν, οὐ δ’ὡς φεύγων γραφήν, ἀπολογιεῖται, εἴτε Ἀναξαγόρας ἐν Κλαζομεναῖς, εἴτε ἐν Ἐφέσῳ Ἡράκλειτος, εἴτε ἐν Σάμῳ Πυθαγόρας, εἴτε ἐν Ἀβδήροις Δημόκριτος, εἴτε ἐν Κολοφῶνι Ξενοφάνης,, εἴτε ἐν Ἐλαίᾳ Παρμενίδης, εἴτε ἐν Ἀπολλωνίᾳ Διογένης, εἴτέ τις ἄλλος τῶν δαιμονίων ἐκείνων ἀνδρῶν · ἀλλ’ἐξ ἰσοτιμίας οὑτωσὶ πείθων καὶ διαλεγόμενος, συνετὰ συνετοῖς λέγων, καὶ πιστὰ πιστοῖς, καὶ ἔνθεα ἐνθέοις · ὅτι τῇ τοῦ ἀνθρώπου ψυχῇ ἔνειμεν θεὸς δυνάμεις τρεῖς καὶ χώρας καὶ φύσεις, ὥσπέρ τινα ἀθροίζων ξυνοίκησιν πόλεως · ἧς τὸ μὲν ἄρχον καὶ προβουλευόμενον εἰς ἀκρόπολιν ἀναγαγών, ἱδρύσας αὐτοῦ, πλέον οὐδὲν αὐτῷ προσέταξεν λογισμοῦ · τὸ δ’ἀκμάζον, καὶ πράττειν δεινόν, καὶ τελεσιουργεῖν ἱκανὸν τὰ βουλευθέντα, συνῆψέντε καὶ ξυνεκέρασεν δι’ὑπηρεσίας προσταγμάτων τῷ βουλευτικῷ · τρίτον δ’αὗ, τὸ ἀργὸν τοῦτο πλῆθος καὶ ἀκόλαστον καὶ βάναυσον, καὶ μεστὸν μὲν ἐπιθυμιῶν, μεστὸν δὲ ἐρώτων, μεστὸν δὲ ὕβρεως, μεστὸν δὲ ἡδονῶν παντοδαπῶν, τρίτην ἔχειν μοῖραν, οἷον δῆμόν τινα ἀργόν, καὶ πολύφωνον, καὶ πολυπαθῆ, καὶ ἔμπληκτον. ταύτῃ δὴ νενεμημένης τῆς ψυχῆς τὴν οἰκονομίαν τῆς τοῦ ἀνθρώπου συντάξεως, στάσις ἐγγίγνεσθαι φιλεῖ, αὐτὸ ἐκεῖνο τὸ ἐν πόλει πάθος · ὧν μὲν εὐδαίμων πόλις βασιλεύεται, τῶν ἄλλων μερῶν εἰκόντων κατὰ τὸν τοῦ θεοῦ νόμον τῷ δυναμένῳ καὶ πεφυκότι ἐξηγεῖσθαι · δὲ ταύτης ἐλλειπεστέρα κατ’εὐδαιμονίαν πόλις, ἀριστοκρατίαν ὀνομάζουσα τὴν τῶν ἐν δυνάμει ξυνεληλυθότων ἀρχήν, ἐλάττων μέν ἐστιν βασιλευομένης, κρείττων δὲ δημοκρατουμένης, ἰσχυρὰ μέν τις καὶ πρακτική, κατὰ τὴν Λακωνικήν, Κρητικήν, Μαντινικήν, Πελληνικήν, Θετταλικὴν πολιτείαν ἱσταμένη, φιλότιμος δὲ ἄγαν καὶ φιλόνεικος, καὶ δύσερίς, καὶ πολυπράγμων, καὶ ἰτητική, καὶ θαρσαλέα. τρίτον δ’αὗ πολιτείας γένος, ὄνομα μὲν εὔφημον δημοκρατία, τὸ δὲ ἀληθὲς ὀχλοκρατία, κατὰ τὴν Ἀττικήν, Συρακοσίαν, Μιλησίαν, τινα ἄλλην πλήθους ἰσχύν, πολύφωνόντε καὶ ἀκόλαστον καὶ παντοδαπόν.
16.5τριῶν δὴ πολιτειῶν, τρίατ’οὖ τιμήματα βίων ἴδοις ἂν ἐν ἀνθρώπου ψυχῇ · κατὰ μὲν τὸ βουλευτικόν καὶ ἀρχικὸν καὶ ἐκποδὼν τῇ πράξειτὲ καὶ χειρουργίᾳ, τὸ θεωρητικὸν ψυχῆς γένος · τὸ δὲ πρακτικὸν δεύτερον, δευτέρως τιμώμενόντε καὶ δοκιμαζόμενον · τήντε ἐν ἀνδρὶ δημοκρατίαν οὐ χαλεπὸν ἰδεῖν · πολὺ γὰρ τὸ τῆς πολιτείας τοῦτο γένος ἐπινέμεται πᾶσαν ψυχήν. καὶ τοῦτο μὲν ἐατέον καὶ ἀποχειροτονητέον τοῦ ἀρίστου · θεωρίαν δὲ πράξει παραβαλλομένην, ἑκατέραν τυγχάνουσαν τοῦ καλοῦ, τὴν μὲν θεωρίαν κατὰ τὴν γνῶσιν, τὴν δὲ πρᾶξιν κατὰ τὴν ἀρετήν, ποτέραν προτιμητέον; ἀποκρίνεται λόγος · ὅτι εἰ μὲν κατὰ τὴν χρείαν αὐτὴν ἱστάμεθα, τιμητέον τὴν πρᾶξιν · εἰ δὲ κατὰ τὴν αἰτίαν τοῦ γενομένου καλῶς, προτιμητέον τὴν θεωρίαν. ὥστε καὶ σπονδὰς ἑκατέρῳ σπεισάμενοι, νείμωμεν τὰς δυνάμεις καὶ τὸ σχῆμα τοῦ βίου τοῖς ἀνδράσιν κατὰ φύσιν, καθ’ἡλικίαν, κατὰ τύχην. καὶ γὰρ φύσει διαφέρει ἕτερος ἑτέρου · μὲν ἐν πράξει ἐξασθενῶν, εὐχερὴς δέ τις ὢν κατὰ τὴν ψυχὴν πρὸς θεωρίαν · δὲ ἐν μὲν θεωρίᾳ καματηρὸς ὤν, πράττειν δὲ ἐρρωμένος. διίστησιν δὲ καὶ ἡλικία τοὺς ἄνδρας · νεότητος μὲν γὰρ πρᾶξις · Ὅμηρος λέγει, κἀγὼ πείθομαι νέῳ δέτε παντ’ἐπέοικεν. νέος μὲν γὰρ ὢν φιλόσοφος πραττέτω, λεγέτω, πολιτευέσθω, στρατευέσθω, ἀρχέτω. καὶ γὰρ οἱ Πλάτωνος ἐπὶ Σικελίαν δρόμοι καὶ πόνοι, καὶ περὶ Δίωνα σπουδή, κατὰ τὴν ἀκμὴν ἐγίγνοντο τῆς ἡλικίας · γηράσαντα δ’αὐτὸν ὑπεδέξατο Ἀκαδημία, καὶ βαθεῖα σχολή, καὶ λόγοι καλοί, καὶ θεωρία ἄπταιστος, ἐν πολλῇ καὶ ἀμφιλαφεῖ ἀληθείᾳ κατατιθέμενον τὸ τοῦ βίου τέλος. καὶ Ξενοφῶντα νεανιευόμενον μὲν ἐν τοῖς ἔργοις φιλῶ, γηράσκοντα δὲ ἐν τοῖς λόγοις ἐπαινῶ. διίστησιν δὲ ἤδη καὶ τύχη · τὸν μὲν γὰρ δυνάμει καὶ πράξει ἀναγκαίᾳ περιέβαλλεν · τὸν δὲ σχολῇ καὶ ἡσυχίᾳ προσηνεῖ · ὧν τὸν μὲν ἐπαινῶ ἐν τῷ ἀναγκαίῳ ἀνδριζόμενον · τὸν δὲ καὶ μακαρίζω μένοντα καὶ ἐπαινῶ · μακαρίζω μὲν τῆς σχολῆς, ἐπαινῶ δὲ τῆς ἱστορίας.
16.6ἀλλὰ τὸν μὲν ἐκ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν πλέοντα, ἵνα ἴδῃ τὴν Αἰγυπτίων γῆν, καὶ τοῦ Νείλου τὰς ἐκβολάς, πυραμίδας ὑψηλάς, ὄρνεις ξένους, βοῦν, τράγον, μακαρίζομεν τῆς θέας · κἂν ἐπὶ τὸν Ἴστρον τὶς ἔλθῃ, κἂν τὸν Γάγγην ἴδῃ, κἄν τις αὐτόπτης γένηται Βαβυλῶνος κειμένης, τῶν ἐν Σάρδεσιν ποταμῶν, τῶν ἐν Ἰλίῳ τάφων, τῶν ἐν Ἑλλησπόντῳ τόπων · καὶ τῆς Ἀσίας ἐπὶ τὴν Ἑλλάδα περαιοῦνται στόλοι, ἐπὶ τὰς Ἀθήνησιν τέχνας, ἐπὶ τοὺς Θήβαισιν θυμούς, ἐπὶ τοὺς ἐν Ἄργει τόπους. Ὁμήρῳ δὲ καὶ Ὀδυσσεὺς σοφὸς διὰ πολλὴν πλάνην, πολλῶν δ’ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω · τὰ δὲ Ὀδυσσέως θεάματα Θρᾷκες ἦσαν, Κίκονες οἱ ἄγριοι, Κιμμέριοι οἱ ἀνήλιοι, Κύκλωπες οἱ ξενοκτόνοι, γυνὴ φαρμακίς, τὰ ἐν Ἅιδου θεάματα, Σκύλλα, Χάρυβδις, Ἀλκινόου κῆπος, Εὐμαίου αὐλή · πάντα θνητά, πάντα ἐφήμερα, πάντα ἄπιστα. τὰ δὲ τοῦ φιλοσόφου ἀνδρὸς θεάματα τῷ εἰκάσω; ὀνείρῳ, νὴ Δί, ἐναργεῖ, καὶ πανταχοῦ περιφερομένῳ · οὗ τὸ μὲν σῶμα οὐδαμοῦ στέλλεται, δὲ ψυχὴ πρόεισιν, πᾶσαν γῆν, ἐκ γῆς ἐπ’οὐρανόν, πᾶσαν μὲν περαιουμένη θάλατταν, πᾶσαν δὲ διερχομένη γῆν, πάντα δὲ ἀέρα ἀνιπταμένη, συνθέουσα ἡλίῳ, συμπεριφερομένη σελήνῃ, συνδεδεμένη τῷ τῶν ἄλλων ἄστρων χορῷ, καὶ μονονουχὶ τῷ Διὶ συνοικονομοῦσα τὰ ὄντα καὶ συντάττουσα. στόλου μακαρίου, καὶ θεαμάτων καλῶν καὶ ὀνείρων ἀληθινῶν.