Maximus

Dissertations, 24

24.1ἐπαμύνωμεν τῷ δήμῳ τῶν γεωργῶν, ἐπείπερ λόγῳ τὰ νῦν γίγνεται δίαιτα, καὶ οὐχ ὅπλοις · εἰ δὲ καὶ ὅπλων δέοι, τάχα που φανεῖται καὶ γεωργὸς οὐδὲν τοῦ ὁπλίτου ἀσθενέστερος. ἀλλὰ τοῦτο μὲν καὶ αὖθις σκεψόμεθα · λόγῳ δὲ δὴ τὰ νῦν, καὶ οὐχ ὅπλοις, κριτέον τοὺς ἄνδρας · καὶ οὐκ εὐλαβητέον οὔτε Ὅμηρον μαρτυροῦντα, οὔτε ὅστις Ὁμήρου εὐφωνότερος. εἰ δέ τοι καὶ τοῦτο δέοι, καὶ αὐτοὶ ἀναβιβασόμεθα ἐκ τοῦ Ἑλικῶνος ποιητὴν ἄλλον οὐδὲν ἀδοξότερον τοῦ Ὁμήρου, μεμφόμενον τῷ νῦν γένει, οἳ πρῶτοι κακοεργὸν ἐτεκτήναντο μάχαιραν, εἰνοδίην, πρῶτοι δέ, βοῶν ἐπάσαντο ἀροτήρων. τὸ γάρ τοι τὰ τοιαῦτα ἐπαινεῖν ἀνδρὸς ἂν εἴη δυσχερέστερον τῷ βίῳ τῆς τοῦ πολεμεῖν χρείας · ἧς κἂν ἀφέλῃς τὸ ἄδικον, ἐλεεινὸν αὐτῆς τὸ ἀναγκαῖον.
24.2οὑτωσὶ δὲ θεασώμεθα. τῶν ἀνθρώπων οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοί εἰσιν. πολεμοῦσιν δέ, ἆρα οἱ δίκαιοι τοῖς δικαίοις; οὐδαμῶς · ἴσοι γὰρ ταῖς γνώμαις ὄντες, τί ἂν τοῦ πολεμεῖν δέοιντο; πολεμοῦσιν οὖν οἱ ἄδικοι τοῖς δικαίοις, τοῖς ὁμοίοις · ἄνισοι γὰρ καὶ πρὸς ἀλλήλους, καὶ πρὸς τοὺς δικαίους. πολεμοῦσιν δὲ καὶ ἀσθενεῖς, ὀρεγόμενοι τοῦ ἴσου · οἱ δὲ ἰσχυροί, τοῦ πλέονος. εἶεν. τρία ταυτὶ συστήματα ἡμῖν πεφώρακεν λόγος · ὧν τὸ μὲν ἐκεχειρίαν ἀεὶ πρὸς ἑαυτὸ καὶ σπονδὰς ἄγει, τὸ δίκαιον · τοῖν δὲ ἄλλοιν πολεμεῖ ἑκάτερον, τὸ μὲν αὐτὸ αὑτῷ, τὸ δὲ τῷ δικαίῳ. φαίνεται τοίνυν πόλεμος τοῖς μὲν δικαίοις ἀναγκαῖος ὤν, τοῖς δὲ ἀδίκοις ἑκούσιος. καὶ περὶ μὲν τῶν ἀδίκων τί χρὴ σκοπεῖν; οὐ γὰρ δέος, μή τις αὐτοῖς προσθῇ ἐπαίνου μοῖραν. ἐπεὶ δὲ οἱ δίκαιοι οὐ βουλήσει πολεμοῦσιν, ἀλλὰ ἀνάγκῃ, σωφρονίζοντες τὸ ἄδικον πᾶν, ὥσπερ Ἡρακλῆς, ἐπιόντας ἀμυνόμενοι, ὡς τοὺς Μήδους οἱ Ἕλληνες, πότερα δέξοιντο ἂν οἱ αὐτοὶ οὗτοι, ἀπηλλαγμένοι τῆς τοῦ πολεμεῖν ἀνάγκης, ἀφῃρῆσθαι καὶ τὴν ἐν ὅπλοις ἀρετήν, σὺν τῷ ἀβουλήτῳ τῆς χρείας τὸ ἀναγκαῖον τῆς ἀρετῆς ἔχειν; ἐγὼ μὲν οἶμαι θάτερον, τὸ πρότερον. καὶ γὰρ οἱ ἰατροί, εἴπερ δίκαιοι εἶεν καὶ φιλάνθρωποι, εὔξαιντο ἂν ἀπολωλέναι τὴν τέχνην σὺν ταῖς νόσοις.
24.3φέρε καὶ ἐπὶ γεωργίας θεασώμεθα, εἰ τοῦτον αὐτοῖς ἔχει τὸν τρόπον, ὅνπερ καὶ ἐν τῷ πολεμεῖν χειρουργία. ἅπτονται ἄνθρωποι γῆς, οἱ μὲν σὺν δίκῃ, οἱ δὲ ἄνευ δίκης · σὺν δίκῃ μὲν κατὰ χρείαν καρποῦ, δίκης δὲ ἄνευ ἐπὶ χρηματισμῷ. εἴη ἂν οὖν κἀνταῦθα δίαιτα οὐ ξυλλήβδην περὶ πάσης γεωργίας. ἀλλὰ ἐπεὶ καὶ τοῦτο κοινὸν δικαίων καὶ μή, κοινὸν δ’ἦν καὶ τὸ πολεμεῖν ἑκατέρῳ τῷ γένει, δέος μὴ λάθῃ ἐξαπατήσας ἡμᾶς λόγος οὗτος, οὐ γεωργικῷ τὸ πολεμικόν, ἀλλὰ τῷ δικαίῳ τὸ ἄδικον παραβαλεῖν ἐθέλων. δικαίους οὖν ἄμφω ὑποθέμενοι, καὶ τὸν πολεμικὸν καὶ τὸν γεωργικόν, τὸν μὲν ὑπ’ἀνάγκης ἐπὶ τὸ πολεμεῖν ἰόντα, τὸν δὲ ὑπὸ χρείας γεωργεῖν ἠναγκασμένον, οὕτως σκοπῶμεν περὶ ἑκατέρου. καίτοι τί ταῦτα λέγω; εἰ γὰρ ἐπ’ἀμφοῖν τὸ δίκαιον ἴσον, καὶ τὸ καλὸν ἴσον, καὶ ἔπαινος ἴσος, καὶ ἀπ’ἴσης εἰσὶν ἡμῖν ἄμφω νικηφόροι. βούλει τοίνυν, ἀφελὼν τὸ δίκαιον ἑκατέρου, τὸ ἄδικον προσθείς, οὕτω σκοπεῖν; ἀλλὰ κἀνταῦθα ἐπ’ἀμφοῖν κακία ἐπανισουμένη τὸν ἔπαινον ἐξ ἀμφοῖν ἀφαιρεῖ. τῷ ἂν οὖν τις κρίναι τὸ λεγόμενον; βούλει σοι φράσω; καὶ δὴ λέγω. μαντεύεταί μοι ψυχή, κατὰ τοὺς Πλάτωνος λόγους, εἶναί τι ἀνθρώπων γένος, μήτε ἀρετῆς κομιδῇ ἐπήβολον, μήτ’εἰς κακίαν ἐσχάτην παντάπασιν ἐκκεκυλισμένον, βιοτεῦον δὲ ἐν δόξαις ὀρθαῖς, τροφῇ καὶ παιδεύσει ὑπὸ νόμῳ σώφρονι πολιτευόμενον. τοῦτο τοίνυν τῶν ἀνθρώπων τὸ γένος διελόντες δίχα, τὸ μὲν παραδόντες τῇ γῇ, τὸ δὲ εἰς τὰ ὅπλα ἀποπέμψαντες, ἅτε ἀμφίβολον ὂν καὶ ἐν μεταιχμίῳ ἀρετῆς καὶ κακίας καθωρμισμένον, θεασώμεθα ὑπὸ τῶν ἐπιτηδευμάτων ἑκάτερον ὑπὸ ἑκατέρου, πότερον ἐφ’ὁπότερον ἄγεται θᾶττον · θεασώμεθα δὲ οὑτωσί.
24.4μέγιστον ἀνθρώπῳ κακὸν ἐπιθυμία. πότερον ἐπιθυμίας ἐργαστικώτερον, πόλεμος, γεωργία; καὶ μὴν τὸ μὲν ἀκόρεστον, τὸ δὲ φειδωλόν · ἀκόρεστον μὲν πόλεμος, φείδωλον δὲ γεωργία. καὶ τὸ μὲν παντοδαπὸν πόλεμος, ἁπλοῦν γεωργία · καὶ τὸ μὲν ἄδηλον, τὸ δὲ ὡμολογημένον. τί γὰρ ἂν εἴη ἀδηλότερον τῆς ἐν πολέμῳ τύχης; βέβαιος δὲ ἐν γῇ πόνος. πόλεμος ὑπ’εὐτυχίας μάλιστα θρασύνεται, δὲ γεωργία ὑπ’εὐκαρπίας σωφρονίζεται. εἰ δὲ καὶ θυμὸς ἀνθρώπῳ σύνοικος, χαλεπὸς καὶ δεόμενος πολλῆς παιδαγωγίας, τί, ἂν , θυμοῦ παρασκευαστικώτερον πολέμου καὶ ὅπλων; τί δὲ γεωργίας ἠπιώτερον; πρός γε μὴν τὰς ἀρετὰς αὐτὰς οὕτως ἔχει ἑκάτερον. καὶ πρῶτόν γε πρὸς σωφροσύνην · ὅπλα ἔχων ἀνήρ, μὲν ἰσχυρὸς ἰταμώτερος, δὲ δειλὸς σφαλερώτερος · καὶ μὲν θρασὺς ἰταμώτερος, δὲ ἀσθενὴς θρασύτερος, δὲ φιλήδονος ἀκολαστότερος. γεωργῶν ἀνήρ, μὲν ἰσχυρὸς εὐκαρπότερος, δὲ ἀσθενέστερος ὑγιεινότερος, δὲ δειλὸς ἀσφαλέστερος, δὲ φιλήδονος σωφρονέστερος. εἰ δὲ καὶ πρὸς δικαιοσύνην ἐξετάζοις, πόλεμος μὲν διδάσκαλος ἀδικίας, γεωργία δὲ δικαιοσύνης. μὲν γὰρ πλεονέκτηςτέ ἐστιν καὶ ἐπὶ τὰ ἀλλότρια ἄγει, καὶ αὐτὸς αὑτοῦ κράτιστα ἔχει, ἐπειδὰν τὰ μέγιστα ἀδικῇ καὶ ἀδικῶν εὐστοχῇ. παρὰ δὲ γεωργίας ἴση μὲν ἀντίδοσις, δικαία δὲ ὁμιλία. θεραπεύεις φυτόν, τὸ δὲ ἀντιδίδωσιν καρπούς · θεραπεύεις λήϊον, τὸ δὲ εὐτροφεῖ · τημελεῖς ἄμπελον, δὲ εὐοινεῖ · τημελεῖς ἐλαίαν, δὲ εὐανθεῖ. φοβερὸς γεωργὸς οὐδενί, πολέμιος οὐδενί, φίλος πᾶσιν, ἄπειρος αἵματος, ἄπειρος σφαγῆς, ἱερὸς καὶ παναγὴς θεῶν ἐπικαρπίων καὶ ἐπιληναίων καὶ ἁλώων καὶ προηροσίων · ἴσος μὲν ἐν δημοκρατίᾳ, ὀλιγαρχίαν δὲ καὶ τυραννίδα πάντων μάλιστα μισεῖ γεωργία. οὐ γὰρ ταύτης θρέμματα Διονύσιος, οὐ δὲ Φάλαρις, ἀλλ’ἑκάτερος ἀπὸ τῶν ὅπλων.
24.5ἑορταῖς γε μὴν καὶ μυστηρίοις καὶ πανηγύρεσιν ποῖον πλῆθος ἐπιτηδειότερον; οὐχ μὲν ὁπλίτης ἑορταστὴς ἄμουσος, δὲ γεωργὸς ἐμμελέστατος; καὶ μὲν μυστηρίοις ἀλλότριος, δὲ οἰκειότατος; καὶ μὲν ἐν πανηγύρει φοβερώτατος, δὲ εἰρηναιότατος; δοκοῦσι δέ μοι μη δὲ τὴν ἀρχὴν συστήσασθαι ἑορτὰς καὶ τελετὰς θεῶν ἄλλοί τινες, γεωργοί · πρῶτοι μὲν ἐπὶ ληνῷ στησάμενοι Διονύσου χορούς, πρῶτοι δὲ ἐπὶ ἅλῳ Δημητρὶ ὄργια, πρῶτοι δὲ τὴν ἐλαίας γένεσιν τῇ Ἀθηνᾷ ἐπιφημίσαντες, πρῶτοι δὲ τῶν ἐκ γῆς καρπῶν τοῖς δεδωκόσιν θεοῖς ἀπαρξάμενοι · οἷς εἰκὸς χαίρειν τοὺς θεοὺς μᾶλλον, Παυσανίᾳ τὴν δεκάτην ἀποθύοντι, Λυσάνδρῳ τὴν δεκάτην ἀνατιθέντι · ἐκ πολέμων αἱ ἀπαρχαί, ἐκ συμφορῶν αἱ εὐσέβειαι. γεωργῶν δὲ φιλάνθρωποι μὲν αἱ εὐχαί, εὔφημοι δὲ αἱ θυσίαι, ἀπ’οἰκείων πόνων, ἄμοιροι συμφορῶν, ἄμοιροι κακῶν.
24.6εἰ δὲ δὴ καὶ πρὸς σοφίαν ἀντεξεταστέον τοὺς ἄνδρας, ἐρώμεθα ἑκάτερον. οὐκοῦν μὲν ἐν πολέμῳ σοφός, κοσμῆσαι δεινός, ἵππους καὶ ἀνέρας ἀσπιδιώτας, τὸ ἀκοσμότατον τῶν ἐν ἀνθρώποις πραγμάτων καὶ σκυθρωπότατον · δὲ ἐν γεωργίᾳ σοφὸς Πληϊάδων Ἀτλαγενέων περιτελλομενάων ἀμήτου ἄρχεται, ἀροτοῖο δυομενάων · μέλει δὲ αὐτῷ καὶ ἐνιαυτῶν ὡρῶν, καὶ σελήνης δρόμου, καὶ ἄστρων ἐπιτολῆς, καὶ ὄμβρου μέτρων, καὶ πνευμάτων καιροῦ. εἰ δὲ καὶ σωμάτων ἀρετῇ τοὺς ἄνδρας κριτέον, καὶ ἀνδρείᾳ πόνων, ὀλίγοι μὲν τῷ στρατιώτῃ οἱ καιροὶ τοῦ πονεῖν, τῷ δὲ γεωργῷ διηνεκεῖς · ὑπαίθριος ἀεί, ἡλίῳ φίλος, συνήθης νιφετῶν, πεπηγώς, νηλίπους, αὐτουργός, εὔπνους, ὀξὺς δραμεῖν, ἰσχυρὸς φέρειν · εἰ δέ που καὶ δεήσαι μάχης, ὄψει στρατιώτην ἠσκημένον πόνοις ἀληθινοῖς, οἵων ἐπειράθη Δαρεῖος ἐπὶ Μαραθῶνα ἐλθών. ἦν γὰρ τότε Ἀθηναίοις στρατιωτικόν, οὐχ ὁπλιτικόν, οὐ τοξικόν, οὐ ναυτικόν, οὐχ ἱππικόν, ἀλλὰ κατὰ δήμους νενεμημένον · οἳ καὶ γεωργοῦντες, ἐπιπλεύσαντος αὐτοῖς βαρβαρικοῦ στόλου ἐπὶ Μαραθῶνα, ἐκ τῶν ἀγρῶν ἔδραμον, στρατιῶται ὀργιζόμενοι, μὲν σμινύην ἔχων, δὲ ὑννιμάχος, δὲ θεριστηρίῳ ἀμυνόμενος. στρατιωτικοῦ καλοῦ, καὶ αὐτουργοῦ, καὶ μεστοῦ ἐλευθερίας · γῆς καὶ γεωργίας καλὰ καὶ γενναῖα θρέμματα, ὡς ὑμῶν ἐπαινῶ μὲν τὰς ἀρετάς, ἐπαινῶ δὲ καὶ τὰ ὅπλα, οἷς ὑπὲρ τῆς οἰκείας γῆς ἐμαχέσασθε, ὑπὲρ ἀμπέλων, ἃς ἐκάμετε, ὑπὲρ ἐλαῶν, ἃς ἐφυτεύσασθε. ἀπὸ τοιούτων πάλιν ἐπὶ τὴν γῆν ἤλθετε, ἐκ πολέμων γεωργοί, ἐκ γεωργῶν ἀριστεῖς. τῆς καλῆς ἀντιδόσεως.
24.7ἀλλὰ Πέρσαις μὲν αἱ παλλακίδες ἕπονται, ἵνα μάχωνται καλῶς ὑπὲρ τῶν φιλτάτων · γεωργὸς δὲ ἀνὴρ οὐκ ἀμυνεῖται καλῶς ὑπὲρ τῶν φιλτάτων, ὑπὲρ ἀμπέλου τεμνομένης, ὑπὲρ ἐλαίας κοπτομένης, ὑπὲρ ληΐου δῃουμένου; ἐὰν δὲ παραβάλῃς τῷ στρατιωτικῷ τούτῳ τὰ ὕστερα, εὑρήσεις μὲν πλείστους, ἀλλ’οὐ νικηφόρους · ὁπλίτας, ἀλλὰ μισθοφόρους, ὁπλίτας ἐσκιατροφημένους, ὁπλίτας ὑβριστάς, ἐν Σικελίᾳ ἡττωμένους, ἐν Ἑλλησπόντῳ λαμβανομένους. τὰ δὲ Περσικὰ εἰ λέγοις, στρατιωτικόν μοι καὶ τοῦτο λέγεις ἐκ γεωργίας. πότε γάρ ποτε Μῆδοι μὲν ἡττῶνται, κρατοῦσιν δὲ Πέρσαι; ὅτε Πέρσαι μὲν ἐγεώργουν ἔτι, Μῆδοι δ’ἐπολέμουν, τότε ἦλθεν αὐτοῖς ἀγὼν κύριος. στρατιωτικὸν ἐν Πασαργάδαις νενικημένον, γῇ τραχείᾳ ὑπ’αὐτουργίᾳ στρατιώτας διαπεπονημένους · ἀλλ’ἐπεὶ γεωργοῦντες ἐπαύσαντο οἱ Πέρσαι, καὶ τῆς γῆς ἐπελάθοντο, καὶ τῶν ἀρότρων καὶ τῶν ἀμητηρίων, τότε ἀπέβαλλον καὶ τὰς ἀρετὰς ὁμοῦ τοῖς ὀργάνοις.