Maximus

Dissertations, 11

11.1περὶ μὲν δαιμόνων σκοπῶν ἀμφισβητεῖν λόγον λόγῳ φέρω, καὶ ἀνέχομαι τὴν στάσιν, καὶ οὐδὲν δεινὸν οὐ δὲ πλημμελὲς οὐ δὲ ἔξω τρόπου ἡγοῦμαι δρᾶν τὸν ἀμφισβητοῦντα πρὸς ἑαυτὸν καὶ πρὸς ἄλλον, εἰ ἐστὶν τὸ δαιμόνιον, καὶ τί, καὶ ὁπόσον · καὶ γὰρ ἦν ἐνταῦθα τὸ μὲν ὄνομα δῆλον, δὲ οὐσία ἀφανής, δὲ δύναμις ἀμφισβητήσιμον. νῦν δὲ δὴ τίς γένωμαι, περὶ θεοῦ λέγων; ποῖον κάλλος ῥημάτων περιβαλλόμενος, ποῖον φῶς ἐξ ὀνομάτων σαφεστάτων πορισάμενος, τίνα ἁρμονίαν ᾠδῆς ἐκλόγου ἁρμοσάμενος, δείξαιμι ἂν ἐμαυτῷ καὶ ἄλλῳ τὸ νῦν ζητούμενον; ὁπότε γὰρ οὐ δὲ εὐφωνότατος τῶν ὄντων Πλάτων, εἰ καὶ πρὸς Ὅμηρον παραβάλλειν ἐθέλοις, οὔπω καὶ νῦν ἀξιόχρεως πιστεύεσθαι περὶ θεοῦ λέγων, ἀλλ’ἑτέρωθέν τι πυθέσθαι ποθεῖς τὴν Πλάτωνος δόξαν, σχολῇ γ’ἄν τις ἐπιτολμήσαι τῷ λόγῳ, νοῦν καὶ βραχὺν ἔχων · πλὴν εἰ μὴ καὶ ἀνδρὶ διψῶντι ποταμοῦ παρόντος καθαροῦ καὶ πολλοῦ, ἰδεῖν ἡδίστου, καὶ πιεῖν προσηνεστάτου, καὶ θρέψαι γονιμωτάτου, ἄλλοθέν ποθεν ἐκ πηγῆς ἀσθενοῦς καὶ ἧττον τὰ αὐτὰ ἀγαθῆς ἀρυσάμενοι κομίζοιμεν τῷ διψῶντι ἀναγκαῖον ποτόν. ὁποῖον φασὶ τὴν γλαῦκα πάσχειν, πρὸς μὲν τὸν ἥλιον ἀμαυρουμένην, θηρεύουσαν δὲ ἐν νυκτὶ ἔκπυρον φῶς · εἰ γάρ τις ἐς τὰς Πλάτωνος φωνὰς ἐμπεσὼν ἑτέρων δεῖται λόγων, καὶ εἴ τῳ ἐκεῖθεν φῶς ἀμαυρὸν δοκεῖ καὶ ἥκιστα μετέχον αὐγῆς σαφοῦς, οὗτος οὐ δ’ἂν τὸν ἥλιον ἴδοι ἀνίσχοντα, οὐ δὲ τὴν σελήνην λαμπρυνομένην, οὐ δὲ τὸν Ἕσπερον καταδυόμενον, οὐ δὲ τὸν Ἑωσφόρον φθάνοντα.
11.2ἔχε ἀτρέμας · νῦν γάρ τοι ἠρέμα ἐννοῶ, οἷον ἂν εἴη τὸ πάθος τοῦ τοιοῦδε λόγου · αὐτὸ ἐκεῖνο, οἷον τὸ τῶν μεταλλέων · οὗτοι γάρ που κόπτοντες τὴν γῆν, ὀρύσσοντες τὸν χρυσόν, οὐχ ἱκανοὶ διαγιγνώσκειν τὴν τοῦ χρυσοῦ φύσιν, ἀλλὰ ἐστὶν ἔργον βασανίζον τὸν χρυσὸν ἐν πυρί. εἰκάζω δὴ τὴν μὲν πρώτην ὁμιλία τῶν Πλάτωνος λόγων μετάλλῳ τινὶ ἀτεχνῶς χρυσοῦ · τὸ δὲ ἐπὶ τούτῳ ἑτέρας δεῖται τέχνης, τὸ ληφθὲν δοκιμάζουσα, καὶ ἐκκαθαίρουσα λόγῳ, οὐ πυρί, χρῆσθαι ἤδη δύναται ἀκηράτῳ καὶ βεβασανισμένῳ τῷ χρυσῷ. εἰ τοίνυν δήλη μὲν μεταλλεία τοῦ ἀληθοῦς καὶ μεγαλόδωρος καὶ ἄφθονος, δεῖ δὲ ἡμῖν τέχνης ἑτέρας πρὸς βάσανον τοῦ ληφθέντος · φέρε παρακαλῶμεν τὴν τέχνην ταύτην ξυνεπιλαβέσθαι ἡμῖν τοῦ παρόντος λόγου, τί ποτέ ἐστι τὸ θεῖον κατὰ Πλάτωνα σκοπουμένοις.
11.3εἰ οὖν ἔροιτο ἡμᾶς τέχνη φωνῇ φωνὴν λαβοῦσα, πότερα τοίνυν οὐχ ἡγούμενοι αὐτοί τι εἶναι θεῖον ἐν τῇ φύσει, οὐ δὲ ἔχοντες καθάπαξ ἔννοιαν θεοῦ, ἀμφισβητοῦμεν, περὶ Πλάτωνος, αὐτοί τινας ἔχοντες οἰκείας δόξας, ἕτερ’ἄττα ἡγούμεθα παρὰ ταύτας δοξάζειν ἐκεῖνον, κᾆτα ὑμῶν φασκόντων ἔχειν, ἀξιώσει ἀποκρίνασθαι ὁποῖόν τινα ἡγούμεθα εἶναι τὸν θεόν, τί τοίνυν, ὅταν ἀποκρινοίμεθα, ὅτι ἐστὶν θεὸς γυρὸς ἐν ὤμοιιν, μελάγχροος, οὐλοκάρηνος; καταγέλαστος ἀπόκρισις, κἂν εἰ μειζόνως χαρακτηρίζοις τὸν Δία, κυανὰς μὲν ὀφρύας, χρυσᾶς δὲ χαίτας, ἐλελιζόμενον δὲ ὑπ’αὐτῶν τὸν οὐρανόν. πάντα γάρ που τὰ τοιαῦτα ἀπορίᾳ ὄψεως, καὶ ἀσθενείᾳ δηλώσεως, καὶ γνώμης ἀμβλύτητι, ἐφ’ὅσον δύνανται ἕκαστοι ἐξαιρόμενοι τῇ φαντασίᾳ, πρὸς τὸ κάλλιστον δοκοῦν καὶ γραφεῖς ἀπεργάζονται, καὶ ἀγαλματοποιοὶ διαπλάττουσιν, καὶ ποιηταὶ αἰνίττονται, καὶ φιλόσοφοι καταμαντεύονται.
11.4εἰ δὲ συναγαγὼν ἐκκλησίαν τῶν τεχνῶν τούτων κελεύοις ἅπαντας ἀθρόους διὰ ψηφίσματος ἑνὸς ἀποκρίνασθαι περὶ τοῦ θεοῦ, οἴει ἄλλο μὲν ἂν τὸν γραφέα εἰπεῖν, ἄλλο δὲ καὶ τὸν ἀγαλματοποιόν, καὶ τὸν ποιητὴν ἄλλο, καὶ τὸν φιλόσοφον ἄλλο; ἀλλ’οὐ δέ, μὰ Δία, τὸν Σκύθην, οὐ δὲ τὸν Ἕλληνα, οὐ δὲ τὸν Πέρσην τὸν Ὑπερβόρειον · ἀλλὰ ἴδοις ἂν ἐν μὲν τοῖς, ἄλλοις, ἐν δὲ τοῖς, ἄλλοις ταὐτὸ ψηφιζομένους τοὺς ἀνθρώπους, πάντας δὲ πᾶσιν διαφερομένους · οὐ τὸ ἀγαθὸν τὸ αὐτὸ πᾶσιν, οὐ τὸ κακὸν ὅμοιον, οὐ τὸ αἰσχρόν, οὐ τὸ καλόν · νόμος μὲν γὰρ δὴ καὶ δίκη ἄνω καὶ κάτω φύρεται διασπώμενα καὶ σπαρασσόμενα · μὴ γὰρ ὅτι γένος γένει ὁμολογεῖ ἐν τούτοις, ἀλλ’οὐ δὲ πόλις πόλει, ἀλλ’οὐ δὲ οἶκος οἴκῳ, οὐ δὲ ἀνὴρ ἀνδρί, οὐ δὲ αὐτὸς αὑτῷ · τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶντε θεῶντε.
11.5ἐν τοσούτῳ δὴ πολέμῳ καὶ στάσει καὶ διαφωνίᾳ ἕνα ἴδοις ἂν ἐν πάσῃ γῇ ὁμόφωνον νόμον καὶ λόγον, ὅτι θεὸς εἷς πάντων βασιλεύς, καὶ πατήρ, καὶ θεοὶ πολλοί, θεοῦ παῖδες, συνάρχοντες θεοῦ. ταῦτα καὶ Ἕλλην λέγει, καὶ βάρβαρος λέγει, καὶ ἠπειρώτης, καὶ θαλάττιος, καὶ σοφὸς καὶ ἄσοφος · κἂν ἐπὶ τοῦ ὠκεανοῦ ἔλθῃς τὰς ἠϊόνας, κἀκεῖ θεοί, τοῖς μὲν ἀνίσχοντες ἀγχοῦ μάλα, τοῖς δὲ καταδυόμενοι. εἰ δή, τούτοις Πλάτωνα ἀντιχειροτονεῖν καὶ ἀντινομοθετεῖν ἄλλα, οὐχ ὁμόφωνον εἶναι καὶ ὁμοπαθῆ καλλίστης φωνῆς καὶ ἀληθεστάτου πάθους; τί τοῦτο; ἥλιος, ὀφθαλμὸς λέγει · τί τοῦτο; βρονταί, ἀκοὴ λέγει · τί ταῦτα ὡραῖα καὶ καλά, καὶ περίοδοι, καὶ μεταβολαί, καὶ κράσεις ἀέρων, καὶ ζώων γενέσεις, καὶ καρπῶν φύσεις; θεοῦ πάντα ἔργα, ψυχὴ λέγει, καὶ τὸν τεχνίτην ποθεῖ, καὶ καταμαντεύεται τῆς τέχνης. εἰ δὲ ἐξεγένοντο ἐν τῷ ξύμπαντι αἰῶνι δύο που καὶ τρεῖς, ἄθεον καὶ ταπεινὸν καὶ ἀναισθὲς γένος, καὶ πεπλανημένον μὲν τοῖς ὀφθαλμοῖς, ἐξηπατημένον δὲ ταῖς ἀκοαῖς, ἐκτετμημένον δὲ τὴν ψυχήν, ἄλογον καὶ ἄγονον καὶ ἄκαρπον, ὡς ἄθυμος λέων, ὡς βοῦς ἄκερως, ὡς ὄρνις ἄπτερος, καὶ παρὰ τούτου ὅμως τοῦ γένους οὐκ εἰκῇ πεύσει τὸ θεῖον · ἴσασιν γὰρ οὐχ ἑκόντες, καὶ λέγουσιν ἄκοντες · κἂν ἀφέλῃς αὐτοῦ τὸ ἀγαθόν, ὡς Λεύκιππος · κἂν προσθῇς τὸ ὁμοπαθές, ὡς Δημόκριτος · κἂν ὑπαλλάξῃς τὴν φύσιν, ὡς Στράτων · κἂν δῷς τὴν ἡδονήν, ὡς Ἐπίκουρος · κἂν μὴ εἶναι φῇς, ὡς Διαγόρας · κἂν ἀγνοεῖν τι φῇς, ὡς Πρωταγόρας.
11.6τούτους μὲν οὖν ἐῶμεν χαίρειν, εἰ δυναμένους ἐπαύρασθαι τοῦ ἀληθοῦς ὅλου καὶ ἀρτίου, ἰόντας δὲ ἐπ’αὐτὸ ἀσαφεῖς ὁδοὺς καὶ πεπλανημένας · αὐτοῖς δὲ δὴ τί δράσωμεν, ἔπιμεν, ἐκ τοῦ Λοξίου δὲ ἴχνη αὐτοῦ σκεψάμενοι, οὐ δὲ ὅσον εἰδώλοις ἐντυχόντες; ἀλλ’ μὲν Ὀδυσσεὺς προσχὼν τῇ ξένῃ, εἰς περιωπὴν ἀνελθών, ἐσκέπτετο τέχνῃ τῶν ἐχόντων, ῥ’οἵγ’ὑβρισταίτε καὶ ἄγριοι, οὐ δὲ δίκαιοι, ἠὲ φιλόξενοι, καί σφιν νόος ἐστὶ θεουδής · ἡμεῖς δὲ ἆρα οὐ τολμήσομεν ἀναβιβασάμενοι τὸν λογισμὸν εἴς τινα περιωπὴν ἄνω τῆς ψυχῆς περισκέψασθαι τὰ τοῦ θεοῦ ἴχνη, τίνα χώραν ἔχει, τίνα φύσιν · ἀγαπήσομεν δὲ ἀμυδρῶς ἰδόντες; εἴθέ μοι μαντεῖον ἦν ἓν Διός, Ἀπόλλωνος, οὐ λοξὰ χρησμῳδοῦν οὐ δὲ ἀμφίβολα · ἠρόμην ἂν τὸν θεόν, οὐ τὸν Κροίσου λέβητα, τοῦ βασιλέων ἀνοητοτάτου καὶ μαγείρων δυστυχεστάτου, ἀλλ’οὐ δὲ θαλάττης μέτρα, οὐ δὲ ἀριθμὸν ψάμμου · ἠμέλησα δ’ἂν καὶ τῶν σεμνῶν τούτων ἐρωτημάτων · ἐπίασιν Μῆδοι, πῶς φυλάξομαι; κἂν θεὸς μὴ συμβουλεύῃ, τὰς τριήρεις ἔχω · ἐπιθυμῶ Σικελίας, πῶς λάβω; κἂν γὰρ θεὸς μὴ κωλύῃ, Σικελία πολλή · ἐμοὶ δὲ σαφῶς Ἀπόλλων ἐκ Δελφῶν περὶ τοῦ Διὸς ἀποκρινάσθω, Ζεὺς αὐτός · ὑπὲρ αὐτοῦ τίς; ἐξ Ἀκαδημίας ὑποφήτης τοῦ θεοῦ, ἀνὴρ Ἀττικός, μαντικός · ἀποκρίνεται δὲ ὧδε.
11.7τῇ τοῦ ἀνθρώπου ψυχῇ δύο ὀργάνων ὄντων πρὸς σύνεσιν, τοῦ μὲν ἁπλοῦ, ὃν καλοῦμεν νοῦν, τοῦ δὲ ποικίλου καὶ πολυμεροῦς καὶ πολυτρόπου, ἃς αἰσθήσεις καλοῦμεν, συνῆπται μὲν αὐτῶν ἐργασία, κεχώρισται δὲ οὐσία · ὡς δὲ ταῦτα πρὸς ἄλληλα ἔχει, οὕτω κἀκεῖνα ὧν ἐστι ταῦτα ὄργανα · καὶ διαφέρει νοητὸν καὶ αἰσθητόν, ὅσον νοῦς αἰσθήσεως. ἔστιν δὲ τούτων κατὰ μὲν τὴν ὁμιλίαν θἄτερον γνωριμώτερον, τὸ αἰσθητόν · τὰ δὲ νοητὰ ἄγνωστα μὲν ταῖς ὁμιλίαις, γνωριμώτερα δὲ τῇ φύσει · ζῷα γάρ που, καὶ φυτά, καὶ λίθοι, καὶ φωναί, καὶ θυμοί, καὶ ὁρμαί, καὶ σχήματα, καὶ χροιαί, ὑπὸ τοῦ ἔθους ξυναγειρόμενα, καὶ τῇ καθ’ἡμέραν διαίτῃ ἀνακιρναμένῃ παρεσκεύακεν τὴν ψυχὴν καὶ ἀναπέπεικεν, μηδὲν ἄλλο ἡγεῖσθαι εἶναι, ὅτι μὴ ταῦτα · τὸ δὲ νοητόν, ἀπηλλαγμένον τῆς τούτων ἐπαφῆς καὶ ἐπερείσεως αὐτὸ καθ’ἑαυτὸ ὁρᾶσθαι πέφυκεν ὑπὸ τούτου · δὲ τῇ πάσῃ ψυχῇ ἐμπεφυτευμένος διασπᾶται ὑπὸ τῶν αἰσθήσεων, καὶ ταράττεται, καὶ ἀσχολίαν ἄγει, ὥστε μὴ διορᾶν τὰ αὑτοῦ θεάματα, ἤδη δὲ καὶ δημαγωγηθεὶς ἀναπείθεται, ὥστε συμφθέγγεσθαι ταῖς τῶν αἰσθήσεων φωναῖς, καὶ μηδὲν ἡγεῖσθαι ἄλλο εἶναι παρὰ τὰ ὁρατὰ καὶ ἀκουστὰ καὶ ὀσφραντὰ καὶ γευστὰ καὶ ἁπτά. ὥσπερ οὖν ἐν συμποσίῳ μεστῷ κνίσσης πολλῆς, καὶ οἴνου χεομένου, καὶ αὐλῶν ἤχου, καὶ συρίγγων, καὶ ψαλμάτων, καὶ θυμιαμάτων, ἀνδρὸς ἂν εἴη καρτεροῦ συναγείραντος καὶ συστείλαντος καὶ τὰς αἰσθήσεις ἀποστρέφοντος, νηφάλιον καὶ κόσμιον · οὕτως ἀμέλει καὶ ἐν τῇ τῶν αἰσθήσεων πολυφωνίᾳ χαλεπὸν εὑρεῖν νήφοντα νοῦν, καὶ δυνάμενον προσβλέπειν τοῖς αὑτοῦ θεάμασιν. καὶ μὲν δὴ καὶ τῶν αἰσθητῶν φύσις, πολυειδήςτε οὖσα, καὶ συμπεφορημένη, καὶ ῥέουσα, ἐν μεταβολῇ παντοίᾳ συνδιατίθησιν αὐτῇ τὴν ψυχήν, ὥστε καὶ μεταβιβάζουσαν αὐτὴν ἐπὶ τὴν τοῦ νοητοῦ φύσιν, στάσιμόντε οὖσαν καὶ ἑδραίαν, μὴ δύνασθαι διορᾶν ἀσφαλῶς ὑπὸ τοῦ σάλου καὶ τοῦ ταράχου κραδαινομένην · οἷόν που ξυμβαίνειν φιλεῖ καὶ τοῖς ἐκ νεὼς εἰς ἤπειρον ἀποβᾶσιν · μόγις γάρ που καὶ τούτοις ἵσταται τὸ σῶμα ὑπὸ τοῦ ἐν τῷ κλύδωνι ἔθους κινούμενόντε, καὶ περιφερόμενον, καὶ σειόμενον.
11.8ἐν ποτέρᾳ δὴ τῶν φύσεων τούτων τὸν θεὸν τακτέον; ἆρα οὐκ ἐν τῇ στασιμωτέρᾳ καὶ ἑδραιοτέρᾳ, καὶ ἀπηλλαγμένῃ τοῦ ῥεύματος τούτου καὶ τῆς μεταβολῆς; τί γὰρ ἂν καὶ τῶν ὄντων σταίη, ὅτι μὴ τοῦ θεοῦ ἐπαφησαμένου τῆς ἐκείνου φύσεως; εἰ δέ σοι πρὸς τὸ πᾶν ὥσπέρ τινος χειραγωγίας δεῖ, ἔφες τῷ λόγῳ δὲ ἐρήσεται, διαιρούμενος τὰς γνωριμωτάτας φύσεις δίχα, καὶ τὴν ἑτέραν τὴν τιμιωτέραν τέμνων ἀεί, ἔστ’ἂν ἐφίκηται τοῦ νῦν ζητουμένου. τῶν ὄντων τοίνυν τὰ μὲν ἄψυχα, τὰ δὲ ἔμψυχα · καὶ τὰ μὲν ἄψυχα, λίθοι καὶ ξύλα καὶ ὅσα τοιαῦτα · τὰ δὲ ἔμψυχα, φυτὰ καὶ ζῷα · κρεῖττον δ’ἔμψυχον, ἀψύχου · τοῦ δ’ἐμψύχου τὸ μὲν φυτικόν, τὸ δὲ αἰσθητικόν · τὸ αἰσθητικὸν τοῦ φυτικοῦ κρεῖττον · τοῦ δὲ αἰσθητικοῦ τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον · κρεῖττον δὲ τὸ λογικὸν τοῦ ἀλόγου. ἀλλὰ καὶ ἐν λογικῇ ψυχῇ, ἐπειδήπερ ἐστὶν πᾶσα ὥσπερ ἄθροισμά τι, θρεπτικόν, αἰσθητικόν, κινητικόν, παθητικόν, νοητικόν. ὃν οὖν ἔχει λόγον τὸ ἄψυχον πρὸς τὸ ἔμψυχον, τοῦτον ἔχει καὶ ἔννους ψυχὴ αὐτὸ τοῦτο πρὸς τὴν ὅλην ψυχήν · καὶ δηλαδὴ ὡς κρεῖττον ἔννους ψυχὴ τῆς ἐξ ἁπάντων τούτων ἠθροισμένης · ποῦ τοίνυν τούτων τὸν θεὸν τάττωμεν; πότερα ἐν τῷ ἀθροίσματι; ἀλλὰ εὐφημεῖν ἄξιον. λείπεται δὴ ὥσπερ εἰς ἀκρόπολιν ἀναβιβασαμένους τῷ λόγῳ τὸν θεὸν ἱδρῦσαι κατὰ τὸν νοῦν αὖ τὸν ἀρχηγικώτατον · ἀλλὰ καὶ ἐνταῦθα διφυῆ ὁρῶ · τοῦ γὰρ νοῦ μὲν νοεῖν πέφυκεν, καὶ μὴ νοῶν · δέ, καὶ πέφυκεν, ἀλλὰ καὶ οὗτος οὔπω τέλειος, ἂν μὴ προσθῇς αὐτῷ τὸ καὶ νοεῖν ἀεί, καὶ πάντα νοεῖν, καὶ μὴ ἄλλοτε ἄλλα · ὥστε εἴη ἂν ἐντελέστατος, νοῶν ἀεί, καὶ πάντα, καὶ ἅμα.
11.9εἰ δὲ βούλει, τῇδε εἴκαζέ μοι τὸ λεγόμενον · τὸν μὲν θεῖον νοῦν τῷ ὁρᾶν, τὸν δὲ ἀνθρώπινον τῷ λέγειν · ὀφθαλμοῦ μὲν γὰρ βολὴ ὀξύτατον, ἀθρόως σπῶσα τὴν αἴσθησιν τοῦ ὁρωμένου · λόγου δὲ ἐνέργεια ἔοικεν σχολαίῳ βαδίσματι. μᾶλλον δὲ ταύτῃ εἰκαζέσθω · μὲν θεῖος νοῦς κατὰ τὴν περιβολὴν τοῦ ἡλίου πάντα ἐφορᾷ τὸν ἐν γῇ τόπον ἀθρόως, δὲ ἀνθρώπινος κατὰ τὴν πορείαν αὐτοῦ, ἄλλοτε ἄλλα μέρη τοῦ ὅλου ἐπιπορευομένου. τοῦτον μὲν δὴ ἐξ Ἀκαδημίας ἡμῖν ἄγγελος δίδωσιν πατέρα καὶ γεννητὴν τοῦ ξύμπαντος · τούτου ὄνομα μὲν οὐ λέγει, οὐ γὰρ οἶδεν · οὐ δὲ χρόαν λέγει, οὐ γὰρ εἶδεν · οὐ δὲ μέγεθος λέγει, οὐ γὰρ ἥψατο · φύσεις αὗται, σαρκῶν καὶ ὀφθαλμῶν συνέσεις. τὸ δὲ θεῖον αὐτὸ ἀόρατον ὀφθαλμοῖς, ἄρρητον φωνῇ, ἀναφὲς σαρκί, ἀπευθὲς ἀκοῇ, μόνῳ δὲ τῷ τῆς ψυχῆς καλλίστῳ καὶ καθαρωτάτῳ καὶ νοερωτάτῳ καὶ κουφοτάτῳ καὶ πρεσβυτάτῳ ὁρατὸν δι’ὁμοιότητα, καὶ ἀκουστὸν διὰ συγγένειαν, ὅλον ἀθρόον ἀθρόᾳ συνέσει παραγινόμενον. ὥσπερ οὖν εἴ τις ἐπιθυμεῖ ἰδεῖν τὸν ἥλιον, οὐχὶ ταῖς ἀκοαῖς θηρᾶται αὐτοῦ τὴν σύνεσιν · οὐ δὲ εἴ τις τῆς ἐν φωναῖς ἁρμονίας ἐρᾷ, τοῖς ὀφθαλμοῖς αὐτὴν μεταδιώκει · ἀλλ’ὄψις μὲν ἐρᾷ χρωμάτων, ἀκοὴ δὲ ἀκουστῶν · οὕτω καὶ νοῦς νοητὰ ὁρᾷ, καὶ νοητῶν ἀκούει. τοῦτ’ἔστιν ἀμέλει τὸ τοῦ Συρακοσίου αἴνιγμα νοῦς ὁρῇ καὶ νοῦς ἀκούει.
11.10πῶς οὖν ὁρᾷ νοῦς; καὶ πῶς ἀκούει; ὀρθῇ τῇ ψυχῇ καὶ ἐρρωμένῃ, πρὸς τὸ ἀκήρατον ἐκεῖνο φῶς ἀντιβλέπων, καὶ μὴ σκοτοδινιῶν, μη δὲ εἰς γῆν καταφερόμενος · ἀλλὰ ἀποφράττων μὲν καὶ τὰ ὦτα, ἀποστρέφων δὲ τὰς ὄψεις καὶ τὰς ἄλλας αἰσθήσεις ἔμπαλιν πρὸς ἑαυτόν · καὶ ἐκλαθόμενος μὲν τῶν κάτω οἰμωγῶν καὶ στόνων καὶ ἡδονῶν καὶ δοξῶν καὶ τιμῆς καὶ ἀτιμίας, ἐπιτρέψας δὲ τὴν ἡγεμονίαν αὐτοῦ λόγῳ ἀληθεῖ καὶ ἔρωτι ἐρρωμένῳ · τῷ μὲν λόγῳ φράζοντι χρὴ ἰέναι · τῷ δὲ ἔρωτι ἐπισταμένῳ, καὶ τοὺς πόνους τῆς πορείας πειθοῖ καὶ χάρισιν ἐπελαφρύνοντι · ἰόντι δὲ ἐκεῖσε, καὶ ἀφισταμένῳ τῶν κάτω, ἀεὶ τὰ πρόσθεν σαφῆ καὶ εὐλαμπέστατα καὶ τὴν τοῦ θεοῦ φύσιν προοιμιαζόμενα · καὶ πορευόμενος μὲν ἀκούει τὴν φύσιν τοῦ θεοῦ, ἀνελθὼν δὲ ὁρᾷ. τέλος δὲ τῆς ὁδοῦ οὐχ οὐρανός, οὐ δὲ τὰ ἐν τῷ οὐρανῷ σώματα · καλὰ μὲν γὰρ ταῦτα καὶ θεσπέσια, ἅτε ἐκείνου ἔγγονα ἀκριβῆ καὶ γνήσια, καὶ πρὸς τὸ κάλλιστον ἡρμοσμένα · ἀλλὰ καὶ τούτων ἐπέκεινα ἐλθεῖν δεῖ, καὶ ὑπερκύψαι τοῦ οὐρανοῦ ἐπὶ τὸν ἀληθῆ τόπον καὶ τὴν ἐκεῖ γαλήνην, ἔνθ’οὐκ ἔστ’οὔτ’ἂρ χειμὼν πολύς, οὐ δέ ποτ’ὄμβρῳ, δεύεται, ἀλλὰ μάλ’αἴθρη πέπταται ἀννέφελος, λευκὴ δ’ἐπιδέδρομεν αἴγλη · μηδενὸς ἐνοχλοῦντος τὴν θέαν πάθους σαρκίνου, οἷα δεῦρο ἐνοχλεῖ τὴν δειλαίαν ψυχήν, ὅσον αὐτῇ τοῦ φρονεῖν ἔνεστιν, ὑπὸ τοῦ κυκηθμοῦ καὶ τοῦ θορύβου καταβάλλοντα. πῶς γὰρ ἄν τις συνίῃ θεὸν ὑπὸ πλήθους ἐπιθυμιῶν καὶ λογισμῶν ἀλλοκότων ταραττομένων; οὐ μᾶλλον ἐν δημοκρατίᾳ πολυφώνῳ καὶ συντεταραγμένῃ συνίῃ ἄν τις νόμου καὶ ἄρχοντος · ἀνδρῶν δὲ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσῃ; καταπεσοῦσα γὰρ ψυχὴ εἰς τουτονὶ τὸν θόρυβον, καὶ δοῦσα ἑαυτὴν ἐπ’ἀμηχάνου φορεῖσθαι κύματος, νήχεται δυσέκνευστον πέλαγος · ἐστ’ἂν αὐτὴ φιλοσοφία ὑποδέξηται ὑπολαβοῦσα τοὺς ἑαυτῆς λογισμούς, ὥσπερ τὸ κρήδεμνον τῷ Ὀδυσσεῖ Λευκοθέα.
11.11πῶς ἂν οὖν τις ἐκνήσαιτ’ἂν καὶ ἴδοι τὸν θεόν; τὸ μὲν ὅλον, ὄψει τότε, ἐπειδὰν πρὸς αὐτὸν καλῇ · καλέσει δὲ οὐκ εἰς μακράν · ἀνάμεινον τὴν κλῆσιν · ἥξει σοι γῆρας, ὁδηγοῦν ἐκεῖ · καὶ θάνατος, ὃν μὲν δειλὸς ὀδύρεται καὶ προσιόντα δέδιεν, δὲ ἐραστὴς τοῦ θεοῦ ἐκδέχεται ἄσμενος, καὶ προσιόντος θαρσεῖ. εἰ δὲ καὶ νῦν ἤδη μαθεῖν ἐρᾷς τὴν ἐκείνου φύσιν, πῶς τὶς αὐτὴν διηγήσεται; καλὸν μὲν γὰρ εἶναι τὸν θεόν, καὶ τῶν καλῶν τὸ φανότατον · ἀλλ’οὐ σῶμα καλόν · ἄλλοθεν καὶ τῷ σώματι ἐπιρρεῖ τὸ κάλλος · οὐ δὲ λειμὼν καλόν · ἄλλοθέν ποθεν καὶ λειμὼν καλός · καὶ ποταμοῦ κάλλος, καὶ θαλάττης, καὶ οὐρανοῦ, καὶ τῶν ἐν οὐρανῷ θεῶν, πᾶν τὸ κάλλος τοῦτο ἐκεῖθεν ῥεῖ ὂν ἐκ πηγῆς ἀενάου καὶ ἀκηράτου · καθόσον δὲ αὐτοῦ μετέσχεν ἕκαστα, καλὰ καὶ ἑδραῖα καὶ σωζόμενα · καὶ καθόσον αὐτοῦ ἀπολείπεται, αἰσχρὰ καὶ διαλυόμενα καὶ φθειρόμενα. εἰ μὲν ταῦτα ἱκανά, ἑώρακας τὸν θεόν, εἰ δὲ μή, πῶς τις αὐτὸν αἰνίξηται; ἐννόει γάρ μοι μήτε μέγεθος, μήτε χρῶμα, μήτε σχῆμα, μήτε ἄλλό τι ὕλης πάθος, ἀλλ’ὥσπερ ἂν εἰ καὶ σῶμα καλὸν ἀπεκρύπτετο πρὸς τὴν θέαν ὑπὸ ἐσθήτων πολλῶν καὶ ποικίλων, ἀπέδυσεν αὐτὸ ἐραστής, ἵνα εἰδῇ σαφῶς · οὕτω καὶ νῦν ἀπόδυσον καὶ ἄφελε τῷ λόγῳ τὴν περιβολὴν ταύτην, καὶ τὴν ἀσχολίαν τῶν ὀφθαλμῶν, καὶ τὸ καταλειπόμενον ὄψει, αὐτὸ ἐκεῖνο οἷον ποθεῖς.
11.12εἰ δὲ ἐξασθενεῖς πρὸς τὴν τοῦ πατρὸς καὶ δημιουργοῦ θέαν, ἀρκεῖ σοι τὰ ἔργα ἐν τῷ παρόντι ὁρᾶν, καὶ προσκυνεῖν τὰ ἔγγονα πολλὰ καὶ παντοδαπὰ ὄντα, οὐχ ὅσα Βοιώτιος ποιητὴς λέγει · οὐ γὰρ τρισμύριοι μόνον θεοὶ θεοῦ παῖδες καὶ φίλοι, ἀλλ’ἄληπτοι ἀριθμῷ · τοῦτο μὲν κατ’οὐρανὸν αἱ ἀστέρων φύσεις · τοῦτο δ’αὖ κατ’αἰθέρα αἱ δαιμόνων οὐσίαι. βούλομαι δέ σοι δεῖξαι τὸ λεγόμενον σαφεστέρᾳ εἰκόνι. ἐννόει μεγάλην ἀρχήν, καὶ βασιλείαν ἐρρωμένην, πρὸς μίαν ψυχὴν βασιλέως τοῦ ἀρίστου καὶ πρεσβυτάτου συμπάντων νενευκότων ἑκόντων · ὅρον δὲ τῆς ἀρχῆς οὐχ Ἅλυν ποταμόν, οὐ δὲ Ἑλλήσποντον, οὐ δὲ τὴν Μαιῶτιν, οὐ δὲ τὰς ἐπὶ τῷ ὠκεανῷ ἠϊόνας · ἀλλὰ οὐρανόν, καὶ γῆν, τὸν μὲν ὑψοῦ, τὴν δ’ἔνερθεν · οὐρανὸν μὲν οἷον τεῖχος τὶ ἐληλαμένον ἐν κύκλῳ, ἄρρηκτον, πάντα χρήματα ἐν ἑαυτῷ στέγον · τὴν δὲ οἷον φρουρὰν καὶ δεσμοὺς ἀλιτρῶν σωμάτων. βασιλέα δὲ αὐτὸν δὴ τὸν μέγαν ἀτρεμοῦντα, ὥσπερ νόμον, παρέχοντα τοῖς πειθομένοις σωτηρίαν ὑπάρχουσαν ἐν αὐτῷ · καὶ κοινωνοὺς τῆς ἀρχῆς πολλοὺς μὲν ὁρατοὺς θεούς, πολλοὺς δὲ ἀφανεῖς, τοὺς μὲν περὶ τὰ πρόθυρα αὐτὰ εἱλουμένους, οἷον εἰσαγγελέας τινὰς καὶ βασιλεῖς συγγενεστάτους, ὁμοτραπέζους αὐτοὺς καὶ συνεστίους, τοὺς δὲ τούτων ὑπηρέτας, τοὺς δὲ ἔτι τούτων καταδεεστέρους. διαδοχὴν ὁρᾷς καὶ τάξιν ἀρχῆς καταβαίνουσαν ἐκ τοῦ θεοῦ μέχρι γῆς.