28.1πῶς ἄν τις ἀλυπίαν τῇ ψυχῇ περιποιήσαιτο; ἢ δεῖ κα- κἀνταῦθα ἰατροῦ, καθάπερ ἐν ταῖς τοῦ σώματος ὀδύναις, καὶ πρὸς τῷ ἰατρῷ φαρμάκων τινῶν, καὶ διαίτης κεκραμένης πρὸς ὑγίειαν καλῶς; τίς οὖν ὑμῖν γένοιτο ψυχῆς ἰατρός; καὶ ποῖα τὰ φάρμακα; καὶ πρὸ τῆς διαίτης αὐτὸς τρόπος; ἐγὼ μὲν ὑπὸ φιλίας πρὸς τὰ ἀρχαῖα πάντα οὐ διαιρῶ τὰς τέχνας, πείθομαι δὲ τοῖς ποιηταῖς, ὅτι ἦν ἐν Πηλίῳ ἀνὴρ ἰατρικός · Χείρωνα αὐτὸν καλοῦσιν, ἡ δὲ τέχνη τῷ Χείρωνι ἦν τείνουσα ἐφ’ἑκάτερα · καὶ γὰρ τὸ σῶμα ἐξεπόνει τῶν προσιόντων αὐτῷ εἰς τὸ ἀκρότατον τοῦ ὑγιεινοῦ θήραις καὶ ὀρειβασίαις καὶ δρόμοις καὶ εὐναῖς ἐπὶ στιβάδων καὶ σιτίοις ἐξ ἄγρας καὶ πώμασιν ἐκ ναμάτων · καὶ τὴν ψυχὴν ἐπεμελεῖτο μηδὲν ἀπολείπεσθαι τῶν σωμάτων εὐκινησίᾳ λογισμῶν καὶ τῷ ἀνδρώδει τῶν παθημάτων · καὶ διὰ τοῦτο ἄρα ἰατρικώτατόςτε καὶ δικαιότατος ὁμοῦ ἔδοξεν εἶναι ὁ αὐτός, δύο ὀνόματα τέχνῃ μιᾷ ἐπιφημισάντων τῶν ποιητῶν. εἰ δὲ ἐν τῷ παρόντι διέστηκεν καὶ διεστασίασται πρὸς ἑαυτὴν ἡ τέχνη, μήπω σοι τοῦτο θαυμαστὸν φανῇ, πρὶν ἄν μοι δείξῃς καὶ τὴν τέχνην μίαντὲ οὖσαν καὶ ἠθροισμένην, ἀλλ’οὐ διαλαχοῦσαν τοῦ σώματος τὰ χωρία, ἄλλην ἄλλό τι, τὴν μὲν ὀφθαλμούς, τὴν δὲ νῶτα, τὴν δὲ ἄλλο τι μόριον, καὶ κινδυνεύουσαν, κατασμικρυνομένην ἑκάστοτε εἰς λεπτὰ καὶ ἀγεννῆ μόρια, ἀφανισθῆναι παντάπασι · καθάπερ τὴν Μακεδόνων φασὶν ἀρχὴν ἐμπεσοῦσαν εἰς ἄνδρας πολλούς, οὐκ ἀξιουμένους βασιλείας ὅλης, μετὰ τὸν Ἀλέξανδρον. 28.2τί δὴ οὖν ὁ Χείρων ἦλθεν ἡμῖν δεῦρο ἐπὶ τὸν λόγον; φέρε, ἴδω μετὰ σοῦ, εἰ μὴ ἐν δέοντι, εἴπερ γάρ μοι καλεῖς τι ὀδύνην σώματος · καλεῖς μέντοι. ταύτης τοίνυν, εἰ μὲν ἐξ ἴσου τὸ σῶμα ὑποδύσαιτ’ἄν, καὶ ἀνακραθεῖσα ἐπιεικῶς ὅλῳ διετάραξεν αὐτοῦ τὴν κατὰ φύσιν οὐσίαν, καθάπερ σίδηρον πῦρ, αὐτὸ τοῦτο, ὅ καλοῦμεν πῦρ · ὑποκοριζόμενοι δ’οἱ ἰατρικοὶ μετέβαλλον το- τοὔνομα, ὡς ἔλαττον ἡμῖν τὸ δεινὸν φανούμενον, εἰ πυρετὸς καλοῖτο, ἀλλὰ μὴ πῦρ. ἕτερον δ’αὗ ἐστιν ὀδύνης γένος, ἐπειδὰν μόριον μὲν ᾖ τὸ τὴν αἰτίαν ἔχον καὶ τὴν πηγὴν τοῦ νοσήματος, ὁρμηθὲν δὲ ἐντεῦθεν τὸ δεινὸν συνελκύσῃτὲ καὶ συνεπισπάσηται τῇ ὀδύνη καὶ τὸ ἄλλο σῶμα πᾶν · καὶ ἔστιν οὕτω δή τις ὀξύτατος ὁ τοῦ ἀλγεῖν δρόμος ἐπὶ τὸ ὑγιαῖνον ἀπὸ τοῦ κάμνοντος, ὡς μάθοις ἂν τῷ προσπταίσματι ἄκρῳ τῷ ποδί · ἐκ γὰρ ὀνύχων, φασίν, ἐπὶ τὴν κεφαλὴν τὸ ἀλγεινὸν ἀκαρεῖ θεῖ. τοῦτο δὲ οἴει γίγνεσθαι ἄν, εἰ μὴ ἐτύγχανεν ἡ ψυχὴ διειληφυῖα τὸ σῶμα πᾶν πάντοθεν, καὶ ἀνακεκραμένη αὐτῷ, καθάπερ τὸ φῶς τῷ ἀέρι; ἢ μᾶλλον οὑτωσὶ λέγωμεν · καθάπερ αἱ τῶν θυμιαμάτων ὀδμαὶ καὶ τοῖς πόρρω οὖσιν προσέβαλλον, ἀνακεράσασαι τὸν διὰ μέσου ἀέρα τῇ εὐωδίᾳ · ἢ καθάπερ τὰ χρώματα ἐν ὀφθαλμοῖς πόρρωθεν ἔρχεται ὡς ἐπιγράψαντα καὶ ταῦτα τὸν ἀέρα τῇ αὑτῶν φύσει · ταύτῃ νόμιζε καὶ τὴν ψυχὴν πανταχοῦ διεληλυθέναι, καὶ μηδὲν εἶναι ἄψυχον σώματος μέρος · τρίχας δὲ καὶ ὄνυχας ἐξαιρετέον λόγου · καὶ γὰρ τῶν δένδρων τὰ φύλλα · καὶ γὰρ ταῦτά ἐστιν, ὅσα ἐν φυτοῖς τὰ ἀναισθητότατα. οὕτω δὴ πρὸς τὸ σῶμα ἡ ψυχὴ ἔχουσα, ἀνακέκραται αὐτοῦ ταῖς λύπαις καὶ ταῖς ἡδοναῖς. καὶ τὸ ἀλγεῖν ἔστιν αἰτία μὲν σώματος, ψυχῇ δὲ πάθος. μία μὲν δὴ αὕτη χορηγία ὀδύνης τῷ ἀνθρώπῳ. δευτέρα δὲ ἥδε, ἔμπαλιν αὖθις αὖ πρὸς τὴν προτέραν ἔχουσα · ἀπὸ γὰρ τῆς ψυχῆς αὕτη ἔρχεται, καὶ τελευτᾶ ἐπὶ τὸ σῶμα. ψυχῆς γοῦν καμούσης λύπῃ, συγκάμνει τοι σῶμα τὶ καὶ ὑποτήκεται τοῦτο μὲν ἐκ τῶν ὀφθαλμῶν ἀπολεῖβον δάκρυα, τοῦτο δὲ πᾶν ὠχραινόμενον καὶ ἰσχναινόμενον · ὁποῖα αἱ ἐξ ἐρώτων λῦπαι ἀπεργάζονται, καὶ διὰ πενίαν τρυχώσεις, καὶ διὰ πένθη ἀκομισίαι. ἀποπέμπουσιν δὲ τῷ σώματι ὀδύνας καὶ θυμοὶ καὶ ὀργαὶ καὶ φθόνοι, καὶ τῶν τῆς ψυχῆς παρὰ μέλος κινημάτων οὐδὲν ὁτιοῦν. 28.3τί δή οὖν τούτων ἐπιμέμνημαι; ὅτι τὸ ἀλγεῖν καὶ ἀπὸ ψυχῆς σώματι ἐπιπεμπόμενον, καὶ ἀπὸ σώματος ἐπὶ ψυχὴν παραγινόμενον, εἰκότως ἄρα δέοιτο ἂν καὶ ἰατρικῆς μιᾶς πρὸς ἀλυπίαν, καθάπερ ὁ Εὔριππος κυβερνητικῆς μιᾶς πρὸς εὔπλοιαν. καὶ τοῦτο μὲν ταῦτά μοι ἔστω ἀποπεφασμένον · τὴν δὲ ἰατρικὴν αὐτήν, ἥτις ἀμυνεῖται τὰ δεινὰ ἀμφοτέρωθεν ἐπιόντα, τίς ἡμῖν λέξει; ἐγὼ μὲν γὰρ ἀπορῶ, εἴ τινα ἐξευρήσω δεινὸν τὴν τέχνην κατὰ τὸν Χείρωνα κεῖνον, ἵνα μοι διπλᾶ τα- τἀγαθὰ ἔλθῃ · καὶ οὔτε πιστεύω τῷ τεχνιτεύματι (τὸ γὰρ ἔργον μέγα, τῆς Ὄσσης καὶ τοῦ Ὀλύμπου ὑψηλότερον), οὔτε ἀπιστῷ κομιδῇ. τί γὰρ οὐκ ἂν ἐθελήσασα πάντολμος ψυχὴ ἐπιτεχνήσαιτο; 28.4διὰ μέσου δὴ ἥκων πίστεως καὶ ἀπιστίας, καὶ πρὸς ἄγνοιαν τοῦ εἰδέναι τῇδέ μοι δοκῶ διαιτήσειν τὴν στάσιν. ὑποπτεύω τοι μίαν μὲν εἶναι τὴν τέχνην, μὴ μέντοι δυοῖν, ψυχῆς καὶ σώματος, ἀλλὰ τῇ πραγματείᾳ τοῦ κρείττονος τὴν τοῦ ἑτέρου ἐλάττωσιν ἐξιωμένην. ὑπῆλθεν γάρ με λέγοντα ὁμοῦ τὸ τοῦ Σωκράτους πρὸς τὸν Χαρμίδην, οὐκ αὐτὸ ἐκεῖνο, ἡ Θρᾴκιος ἐπῳδή, ἀλλὰ ἀντιστρόφως. ὁ μὲν γὰρ φησὶν σὺν τῷ ὅλῳ ἰᾶσθαι καὶ τὸ μέρος, καὶ ἀδύνατον εἶναι σωτηρίαν παραγίνεσθαι τῷ μορίῳ, πρὶν καὶ τῷ παντὶ ἔλθῃ · ὀρθῶς λέγων, κα- κἀγὼ πείθομαι, ὅσα γε ἐπὶ σώματος · ἐν δὲ τῇ ψυχῆς καὶ σώματος συζυγίᾳ ἀντιστρόφως φημὶ ἔχειν · ᾧ γὰρ ἂν τὸ μέρος καλῶς ἔχῃ, ἀνάγκη τὸ πᾶν τούτῳ ἔχειν καλῶς, οὐχ ὁποτερονοῦν τοῖν μεροῖν, τα- θάτερον δέ ἡ γὰρ τοῦ χείρονος πρὸς τὸ κρεῖττον ὁμιλία ἐκ τῆς τοῦ κρείττονος σωτηρίας ἀνάπτει τὸ χεῖρον · ἤ σοι δοκεῖ ἄνθρωπος ὑγιαίνων τῇ ψυχῇ λόγον τινὰ ποιεῖσθαι προσπεσούσης ὀδύνης καὶ τραυμάτων ἤ τινος ἄλλης κακουχίας σωμάτων; οὐδαμῶς μὰ Δία. ἐκείνην δὴ τὴν ἰατρικὴν μαστευτέον καὶ βασανιστέον, καὶ ἐκείνην τὴν ὑγίειαν ποριστέον καὶ ἐκθηρατέον, ᾗ τάχα μὲν καὶ περὶ τουτὶ τὸ σῶμα ῥᾳστώνη ἕψεται, εἰ δὲ μή, πάντως γε ἡ ὑπεροψία τῶν ἐν αὐτῷ δεινῶν.