40.1ἀλλ’ἐπεὶ τὸν Ὅμηρον αἰτιᾷ, μεμφόμενον τῷ Γλαύκῳ τῆς ἀμοιβῆς, πότερα καὶ σοὶ ὑπὲρ τοῦ Ὁμήρου ἀπολογητέον, ἢ Ὁμήρῳ ὑπὲρ τοῦ Γλαύκου; τούτῳ, νὴ Δία · τιμητέος γάρ μοι καὶ πρὸ τῶν ἄλλων Ὅμηρος εἴη, μή τι γε πρὸ δικαστοῦ σου. ὧδε τοίνυν ὁ Γλαῦκος λέγει · “εἰ μέν τι, ὦ Ὅμηρε, ἢ ἔλαττον ἦν ἀγαθὸν ἀγαθοῦ, ἢ ἔλαττον μείζονος, εἰκότως ἄρα σοι εἶχεν αἰτίαν ὁ Ζεύς, ὡς τὰς φρένας μοι λυμαινόμενος · ἐν δὲ χρυσοῦ καὶ χαλκοῦ ἀλλαγῇ μήπω πάνυ αἰτιάσῃ μήτε τὸν Δία, μήτε ἐμέ · οὐδὲν γὰρ οὔτε τῷ λαβόντι χρυσὸς πλέον, οὔτε τῷ ἀλλαξαμένῳ ὁ χαλκὸς ἔλαττον · ἀλλὰ ἀμφοτέροις καλῶς ἔχει ἑκάτερα, ἐν τῷ ἀνίσῳ τῆς ὕλης ἰσοστασίῳ τῇ γνώμῃ δοθέντα”. καὶ ὁ μὲν Γλαῦκος ἡμῖν ἀπίτω ἐκποδών · ἡκέτω δὲ ὁ Ὀδυσσεὺς ὁ τούτου σοφώτερος, ἀποδειξόμενος ἡμῖν τὴν αὑτοῦ γνώμην, ἣν περὶ ἀγαθῶν κτήσεως ἔχει. ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ μακαρίζων μὲν τὸν Ἀλκίνου οἶκον τῆς εὐφροσύνης καὶ τῆς ᾠδῆς, συνευχόμενος δὲ τῇ Ναυσικᾷ ὁμόφρονα αὐτῇ ξυστῆναι γάμον, εὐδαιμονίζων δ’αὖ τῆς ἀθανασίας τὴν Καλυψώ; οἶμαι δὲ αὐτόν, εἰ καὶ παρ’ἄλλόν τινα ἀφίκετο τῶν οὐ κατ’ᾠδὴν καὶ κατὰ δαῖτα εὐδαιμόνων, οὐ δὲ τῶν μακαρίων κατὰ ἁρμονίαν γάμου, ἀλλὰ τὰ ἔτι τούτων μείζονα ἀγαθὰ κεκτημένων, εἰπεῖν ἂν καὶ περὶ ἐκείνων τὰ εἰκότα. ἐπεὶ δὲ καὶ τὸ κάλλος μοι προφέρεις, ὡς ἐν μέτρῳ ἑνὶ τὴν χώραν ἔχον, φέρε καὶ περὶ τούτου σοι βραχέα ἄττα ἀποκρίνωμαι. δοκεῖς γάρ μοι, γενόμενος ἐν χώρᾳ τοῦ Τρωϊκοῦ ποιμένος, ἀφικομένου παρὰ σὲ Ἑρμοῦ πομπῇ Διός, ἄγοντος θεὰς τρεῖς πρὸς δικαστήν γε, προστάττοντος βραβεῦσαι περὶ κάλλους αὐταῖς, ἡσθεὶς τῇ Ἀφροδίτῃ, καθάπερ ἐκεῖνος, καταδικάσαι ἂν αἶσχος τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς · εἰ γὰρ ἓν μὲν τὸ ἐν κάλλει καλόν, κρατῇ δὲ ἐν ἀγῶνι τριῶν μία, ἀνάγκη τὰς ἡττωμένας αἰσχρῶς ἔχειν. 40.2μὴ σύ γε, ὦ δικαστῶν εὐδαιμονέστατε, ἀλλὰ φειδὼ ἔχε ὀνομάτων αἰσχρῶν, καὶ ἠρέμα κάτιθι ἐκ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα · ἵνα μὴ τὸν Ὅμηρον αὖθίς σοι προφέρω, λευκώλενον τὴν Ἥραν λέγοντα, καὶ ῥοδόπηχυν τὴν Ἠώ, καὶ τὴν Ἀθηνᾶν γλαυκῶπιν, καὶ ἀργυρόπεζαν τὴν Θέτιν, καὶ Ἥβην καλλίσφυρον · ὧν οὐδεμιᾶς ἀφαιρήσει τὸ κάλλος, κα- κἂν ἐν μέρει ᾖ, εὔφημός γε ἐθέλων εἶναι τὰ θεῖα, καὶ ἥκιστα πλημμελής. ἀκούεις δ’αὐτοῦ διηγουμένου χορὸν ἀγρευτικόν, παιζούσας ἐν ὄρει τὰς νύμφας, ἐξηγουμένης τῆς Ἀρτέμιδος; πασάων δ’ὕπερ ἥδε κάρη ἔχει ἠδὲ μέτωπα, φησίν · καὶ ῥεῖα δ’ἀριγνώτη πέλεται, καλαὶ δέτε πᾶσαι. ἤ που καταγελᾷς τοῦ Ὁμήρου, προτιμῶντος μὲν νυμφῶν κατὰ κάλλος Ἄρτεμιν; ἀκούεις δὲ αὐτοῦ καὶ περὶ Μενελάου κάλλους τοιαυτὶ λέγοντος · ὅτε ἔφη τρωθέντος ῥυῆναι τὸ αἷμα κατὰ τοῦ μηροῦ, ἔπειτα εἰκάζει τὸ τοῦ μηροῦ κάλλος γυναικὸς τέχνῃ ἐλέφαντα χραινούσης φοίνικι, ἵπποις εἶναι παρήϊον · “τοῖοί τοι, Μενέλαε, μιάνθην αἵματι μηροί · εὐφυεῖς φησὶν καὶ κνῆμαι καὶ σφυρά”. τοῦ δὲ Ἀγαμέμνονος αὖθις αὖ ἐπαινῶν τὸ κάλλος, οὐκ ἐδεήθη εἰκόνος Λυδίας, ἢ Καρικῆς, οὐ δὲ ἐλέφαντος ὑπὸ γυναικὸς βαρβάρου φοίνικι ἐξηνθισμένου · ἀλλὰ εἰκάζει αὐτοῦ τῷ Διὶ τὴν κεφαλὴν καὶ τὰ ὄμματα, ᾧ καὶ δῆλον, ὡς καλλίων ὁ Ἀγαμέμνων ἦν · τῷ μὲν γὰρ ἦν τὸ κάλλος περὶ τὴν κεφαλὴν καὶ τὰ ὄμματα, τῷ δὲ ἀμφὶ τοὺς μηροὺς καὶ τὰ σφυρά · ὁ δὲ τὰ κρείττω καλός, καλλίων · ὁ δὲ τὰ ἥττω καλός, οὔπω μὲν αἰσχρός, καλὸς δὲ ἧττον. τί δὲ ἐν τῷ στρατοπέδῳ τῷ Ἑλληνικῷ οὐ διέφερεν μὲν ὥρᾳ ὁ Ἀχιλλεύς, εἶχεν δὲ τὰ δεύτερα ὁ Νιρεύς; δικαστῇ δέ σοι, ἀπολειπόμενος ὁ Νιρεὺς τοῦ Ἀχιλλέως, οὐδὲν ἦν διαφέρων τοῦ Θερσίτου. καὶ ἵνα μὴ περὶ κάλλους σοι μόνον διαλέγωμαι, οὐκ ἀμφισβητεῖ τῷ Ἀχιλλεῖ περὶ ἀνδρείας ὁ Αἴας, οὐ δὲ τῷ Αἴαντι ὁ Διομήδης, οὐ δὲ τῷ Διομήδει ὁ Σθένελος, οὐ δὲ τῷ Σθενέλῳ ὁ Μενεσθεύς · ἀλλ’οὐδεὶς διὰ τοῦτο τὴν ἀρετὴν ἀφαιρεῖ τοῦ Μενεσθέως διὰ τὸν Σθένελον · οὐ δὲ τοῦ Σθενέλου διὰ τὸν Διομήδην, οὔτε τοῦ Διομήδους διὰ τὸν Αἴαντα, οὔτε τοῦ Αἴαντος διὰ τὸν Ἀχιλλέα · ἀλλ’ἔστιν κα- κἀνταῦθα ἡ ὁδὸς τῆς ἀρετῆς οὐ διαπηδῶσα τὰς διὰ μέσου φύσεις, ἀλλὰ κατιοῦσα ἠρέμα ἀπὸ τῶν ἀρίστων ἐπὶ τοὺς καταδεεστέρους. 40.3καὶ ἵνα ποτὲ ἀπαλλαγῶμεν τῶν σωμάτων, οἷς ἀναμέμικται ἡ ῥώμη καὶ τὸ κάλλος, εἰ τὴν Ἀνδρομάχην τῇ Πηνελόπῃ ἀντεξετάζοις, οὐχὶ σώφρων μὲν ἑκατέρα καὶ φίλανδρος; προτιμήσεις δὲ τὴν Πηνελόπην, οὐχ ὅσα γυναικὸς βαρβαρικῆς Ἑλληνίδα, ἀλλὰ τῷ περιόντι κατὰ τὴν ἀρετὴν τὸ πλεῖον νέμων. συμβουλεύει δὲ καὶ ὁ Νέστωρ τῷ Ἀγαμέμνονι · ἆρ’ἀνοήτῳ φρόνιμος; ἢ οὐκ ἂν ἐθελήσαις τὸν τῶν Πανελλήνων βασιλέα, τὸν διογενῆ καὶ λαῶν ποιμένα, καθυβρίσαι δυσφήμῳ αἰτίᾳ; ἀλλὰ καὶ ὣς ἐδέησεν αὐτῷ φρονίμῳ ὄντι φρονιμωτέρων συμβούλων, τοῦ Νέστορος. πείθω δέ γε οὐδέν τι μᾶλλον περὶ τῶν ἀρετῶν διαλεγόμενος, τὰ ὅμοια τοῖς ὁμοίοις, τῷ ἀνίσῳ κατὰ τὴν μετουσίαν, εἰς ὑπεροχῆς καὶ ἐλαττώσεως μοῖραν παραβαλεῖν ἐθέλων · ὅς γε καὶ τὴν ὑγίειαν ἡγεῖ ἁπλοῦν τι εἶναι. τί δέ ἐστιν ἁπλοῦν παντὸς ἧττον; αἱ γὰρ τῶν σωμάτων φύσεις πολὺ τῶν τῆς ψυχῆς ἀμφιλαφέστεραι εἰς ὑγείας μέτρον · καὶ αὐτὸ το- τοὐναντίον, ὁ μὲν διώκων ἀκρότητα ἐν ὑγιεινῷ διώκει πρᾶγμα φεῦγον, καὶ οὔτε Ἀσκληπιῷ οὔτε Χείρωνι ἐξ ἐπιδρομῆς ἁλώσιμον · ὁ δὲ ἐν τῷ ἀνίσῳ τοῦ ἐφικτοῦ τὸ ληφθὲν ἀγαπῶν, εὐγνωμονέστερος μὲν πρὸς τὴν τέχνην, οὐκ ἀνέλπιστος δὲ πρὸς τὴν ἀκρότητα. οὕτω τοι καὶ τοῖς ἀγαθοῖς ἔχει. τριῶν γὰρ ὄντων οἷς ἄν τις διαιτήσαι τὸ παρὸν τουτὶ τὸ σκέμμα, ἑνὸς μὲν τείνοντος ἐπὶ τὸ ἀληθὲς αὐτό, δευτέρου δὲ ἐπὶ τὸ δυνατόν, τρίτου δὲ ἐπὶ τὸ ὠφέλιμον, καθ’ἕκαστον τούτων σκεψώμεθα, ἀνατρέψαντες αὐτῶν τὴν ἀκολουθίαν, ἀπὸ τοῦ ὠφελίμου ἀρξάμενοι · μήπω γὰρ δυνατὸν ἔσται μη δὲ ἀληθὲς τὸ λεγόμενον, ὡς ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον, ἀλλὰ ἴδωμεν αὐτοῦ τὸ ὠφέλιμον · πολλὰ γάρ που καὶ τῶν οὔτε ἀληθῶν οὔτε δυνατῶν ὠφέλησεν πιστευθέντα. 40.4οὐχ ὁ μὲν ἰσοκρατὲς τὰ πρῶτα ἄγων τὸ ἀγαθὸν καὶ περιγράφων αὐτοῦ τὴν οὐσίαν ἐν τῷ ἀρίστῳ μόνῳ, διέσκαψεν καὶ διετείχισεν τὴν ἐλπίδα τῶν πολλῶν τῆς ἐπ’αὐτὸ ὁδοῦ; ὁ δὲ ὑποβάθρας διδούς, καὶ ἀναπαύλας διὰ μέσου καὶ ἀναγωγὰς πολλάς, προὔπεμψεν πόρρω πάνυ ὡς τευξόμενον τοῦ μετρίου, παρεμυθήσατο δὲ τῇ ἐπιτυχίᾳ τὸν προσελθόντα ἤδη, ὡς προεληλυθότα τῷ ἀρίστῳ · ἀνεκήρυξεν δὲ τὸν ἀφικόμενον εἰς τὸ ἄκρον, ὡς ἐν ἀγαθοῖς ἄριστον · ὁ δὲ ἕτερος τῶν λόγων οὐχὶ τὸν μὲν ἀριστέα ἐν δειλοῖς στεφανοῖ, τὸν δὲ ἰσχυρὸν ἐν ἀσθενεστάτοις; καὶ τὸ ὅλον ἀνταγωνιστὰς τοῖς ἀρίστοις οὐ δίδωσιν, οὐ δὲ ἐλέγχει τὰς ἀρετὰς ἐν τοῖς ὁμοίοις. καὶ τοῦ μὲν ὠφελίμου παύομαι, τὸ δὲ δυνατὸν ἤδη σκοπῶ. χρυσὸν μὲν τὸν διαφέροντα ἐλέγχει χρυσὸς ἥττων, οὐ μόλιβδος, καὶ ἄργυρον ἄργυρος, καὶ χαλκὸν χαλκός. καὶ πάντως ἁπλῶς γίγνονται αἱ ἐξετάσεις ἐν τῇ παραβολῇ τοῦ ὁμοίου μὲν κατὰ τὴν οὐσίαν, ἀνομοίου δὲ κατὰ τὴν ὑπεροχήν. τὸ δὲ ἀγαθὸν εἰς τὰ κακὰ αὐτὰ ἐμβαλὼν οὕτως ἐξετάζεις · καὶ πῶς οὐ φανεῖταί σοι τὸ σμικρότατον τῶν ἀγαθῶν ἐν χώρᾳ τοῦ ἀρίστου; ὡς γὰρ ἐν νυκτὶ φῶς ἐκ πυρὸς τοῦ δι’ἡμέρας φανέντος ἀκμαιότερον ὑπὸ πολλοῦ τοῦ περικεχυμένου σκότους ἐλεγχόμενον, ἐν δὲ ἡλίῳ τὸ αὐτὸ ἀμυδρὸν καὶ ἀσθενὲς καὶ ἀνταγωνιστὴν ἰσχυρότερον οὐ φέρον · οὕτως ἀμέλει καὶ τὸ ἀγαθὸν τοῖς μὲν κακοῖς συνεξεταζόμενον, καὶ τὸ τυχόν, ἄριστον καὶ μέγιστον καὶ ἐξοχώτατον, ὡς ἐν πολλῷ ζόφῳ μικρὸν ζώπυρον, ἐν πολλῇ νυκτὶ ὀλίγον φῶς · ἐὰν δὲ παράσχῃς αὐτῷ πρὸς τὰ ὅμοια δρόμον καὶ ἅμιλλαν, τότε ὄψει τὸ ἄριστον ὄντως · νῦν δὲ συγχεῖς τὴν κρίσιν καὶ ταράττεις. οὐχ ὁρᾷς καὶ τὴν σελήνην, ἄστρον ἀμφίβιον πρὸς νύκτα καὶ ἡμέραν, ἐν μὲν νυκτὶ λαμπράν, μετὰ δὲ ἡλίου ἀμαυράν; οὐκοῦν ἐν ἡμέρᾳ ἥλιος κρατεῖ, τὸ ἄριστον καὶ ἀκμαιότατον τῶν ἐν οὐρανῷ σωμάτων · ἐν δὲ νυκτὶ σελήνη κρατεῖ, τὸ ἀσθενέστατον. καὶ τοίνυν καὶ τὸ ἀγαθόν, ἐὰν μὲν εἰς νύκτα καὶ ζόφον καὶ ἀφέγγειαν κακῶν ἐμβάλῃς, κρατεῖ τὸ ἀμαυρότατον · ἐὰν δὲ παραθῇς ἀγαθὰ ἀγαθοῖς, ἀνάγκη κρατεῖν τὰ περιλαμπέστερα. 40.5παύομαι τοῦ δυνατοῦ, καὶ ἐπὶ τὸ ἀληθὲς μέτειμι. τὸν γὰρ τοῦ ἀνθρώπου βίον ἆρα ἄλλο τι ἡγητέον ἢ διαγωγὴν ζωῆς συγκεκραμένην ἐκ ψυχῆς καὶ σώματος καὶ τύχης; ἐκ δὲ τῆς τούτων ἁρμονίας κραθέντων καλῶς, ἑκάστου εἰς τὸ ἀκρότατον τῆς ἑαυτοῦ ῥώμης ἀφιγμένου, τὸ ἄθροισμα τοῦτο εὐδαιμονίαν κλητέον · ἀρχούσης μὲν τῆς ψυχῆς, στρατηγοῦ δίκην, ὑπηρετοῦντος δὲ τοῦ σώματος, στρατιώτου δίκην, συνεργούσης δὲ τῆς τύχης, ὅπλων δίκην · ἐξ ὧν ἁπάντων τὸ νικᾶν ἔρχεται. ἐὰν δὲ ἀφέλῃς τὴν τύχην, τὸν στρατιώτην ἐξοπλίζεις · κα- κἂν τὸν στρατιώτην ἀφέλῃς, ἀποχειροτονεῖς τὸν στρατηγόν · τιμιώτερον δὲ καὶ στρατιώτης ὅπλων, καὶ στρατιώτου στρατηγός. ἐὰν δὲ δυοῖν τα- θάτερον, ἢ τὸν στρατηγὸν τιμῶν τὰ λοιπὰ ἀτιμάσῃς, τί χρήσεται ὁ στρατηγὸς τῇ τέχνῃ; ἢ καὶ ταῦτα εἰσάγων ἰσοτιμίαν νέμῃς, τί χρήσεται τέχνη τῷ στρατηγῷ; ἀρχέτω ψυχή, στρατευέτω τὸ σῶμα, συναγωνιζέσθω ἡ τύχη · πάντα ἐπαινῶ, πάντα δέχομαι · ἀλλὰ τὴν ἰσοτιμίαν αὐτῶν ἀφαιρῶ. οὐχ ὁρᾷς καὶ τὸν ἐν θαλάττῃ πλοῦν, ἔνθα ὁ μὲν κυβερνήτης ἄρχει, ὡς ψυχὴ σώματος · ἡ δὲ ναῦς ἄρχεται, ὡς ὑπὸ ψυχῆς σῶμα · τὰ δὲ πνεύματα ἐπιρρεῖ, ὡς ταῖς ἀρεταῖς ἡ τύχη; ἐὰν δὲ χειμὼν ἐπιγένηται, καὶ μένῃ μὲν ἡ ναῦς, μένῃ δὲ ὁ κυβερνήτης, ἐλπὶς σωτηρίας, κα- κἂν οἴχηται ἡ ναῦς ὀρθά, ἢ κατακλύζεται, διὰ τῆς τέχνης · ἐὰν δὲ ἀπὸ τοῦ κυβερνήτου ἄρξῃ, καὶ ἐκεῖνον ἀφέλῃς, ἀχρεῖος μὲν ἡ ναῦς κειμένη · ἀχρεῖος δὲ ἡ ἐπιρροὴ τῶν πνευμάτων, κα- κἂν φέρῃ. καὶ διὰ τοῦτο ἐν μὲν θαλάττῃ καὶ νηῒ καὶ πλῷ τιμιώτατον ὁ κυβερνήτης, καὶ μετὰ τοῦτον ἡ ναῦς, καὶ μετὰ ταύτην ἡ ἔξωθεν ἐπικουρία · ἐν δὲ τῷ τοῦ βίου τούτῳ δρόμῳ τιμιώτατον μὲν ἡ ψυχή, μετὰ δὲ ταύτην τὸ σῶμα, καὶ τρίτον ἡ τύχη · τὰ δὲ τοῦ τιμιωτέρου ἀγαθὰ τῶν ἧττον τιμίων τιμιώτερα. 40.6ἐγὼ καὶ τῶν αἰσθήσεων τὴν ἰσοτιμίαν ἀφαιρῶ. τυφλὸς ἦν Ὅμηρος, ἀλλ’ἤκουεν τῆς Καλλιόπης · κωφὸς ἦν Ἄτυς, ἀλλ’ἑώρα τὸν ἥλιον. μετάθες τὰς συμφοράς · ἀκουέτω Ἄτυς μὴ ὁρῶν, βλεπέτω Ὅμηρος μὴ ἀκούων · Ἄτυϊ μὲν οὐκ ᾄσεται ἡ Καλλιόπη, Ὁμήρου δὲ οὐκ ἀφαιρήσεις τὴν διδάσκαλον. ἐγὼ καὶ τῶν θεῶν τὴν ἰσοτιμίαν ἀφαιρῶ · πείθομαι γὰρ Ὁμήρῳ λέγοντι · τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ἔμμορε τιμῆς · τιμῆς οὐκ ἴσης, οὐ δὲ γὰρ ἀρχῆς ἴσης · οὐ γὰρ ἴση ἡ νομὴ οὐρανοῦ πρὸς θάλατταν, καὶ θαλάττης πρὸς Ἅιδην · θεὸς δὲ ὅμοιος καὶ Κρόνου παῖς, καὶ Ἅιδης, καὶ Ποσειδῶν, καὶ Ζεύς · καὶ γὰρ Λύσανδρος Σπαρτιάτης, ἀλλὰ Ἀγησίλαος Ἡρακλείδης · λέγω δὲ κατὰ τὰς ἀρετάς, καὶ τὰ γένη προστιμῶ (οὐ γὰρ ὁ μὲν πωλοδάμνης “εὐγενείας ἱππικῆς ἐρᾷ”, ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχ’υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ἄρισται ἵπποι ἔσαν, ὁ δὲ θηρευτὴς εὐγενείας σκυλάκων ἐρᾷ · φιλάνθρωπος δὲ καὶ φιλοθρέμμων τοῦ ζῴου τούτου, οὐκ ἐξετάσει τὰ γένη) · λέγων οὐκ Ἀρτοξέρξην τὸν Ξέρξου (δειλόν μοι γένος λέγεις), οὐ δὲ Ἱππίαν τὸν Πεισιστράτου (πονηρόν μοι γένος λέγεις), οὐ δὲ Κροῖσον τὸν Ἀλυάττου (ἀσθενὲς λέγεις) · ἐὰν δὲ Λεωνίδαν λέγῃς καὶ Ἀγησίλαον, γνωρίζω τὴν ἀρετήν, καὶ μέμνημαι τοῦ Ἡρακλέους, καὶ ἐπαινῶ τὴν εὐγένειαν. εἴθε μοι καὶ τὸ Ἀριστείδου γένος ἦν Ἀθήνησιν, εἴθε τὸ Σωκράτους · ἐτίμησα ἂν τούτους ὡς Ἡρακλείδας, ὡς Περσείδας, ὡς εὐπατρίδας. ἢ ποταμῶν μὲν ῥεύματα ἐπαινεῖς, ἐὰν καθαρὰ ἐκ πηγῶν ἔλθῃ, καὶ φυτὰ ἐπαινεῖς, κα- κἂν γηράσκῃ μὲν αὐτῶν τὰ σώματα, μένῃ δὲ τὰ σπέρματα · εὐγένειαν δὲ ἀνθρωπίνην οὐκ ἐπαινέσεις, ἐὰν ἀρξαμένη ἀπὸ τῆς ἀρετῆς, ὡς ἐκ πηγῆς καθαρᾶς, γνήσιος μένῃ, ἀνεπίμικτος μένῃ; καὶ μέχρι μὲν ταύτης ἀνδρίζῃ, καὶ ἀξιόπιστος εἶ λέγων · ἐὰν δέ σου καὶ περὶ πλούτου πυνθάνομαι, τί φῆς; ποῖ τὸ πρᾶγμα τάττεις; ἐν ποίῳ χορῷ; λέγε γυμνῇ τῇ κεφαλῇ, τὰς τῆς ψυχῆς φωνὰς λέγε · τί φῆς τὸν πλοῦτον; κακόν; τί οὖν ἐρᾷς; ἀγαθόν; τί οὖν φεύγεις; ἡ γλῶττα ἐπώμοσεν, ἡ δὲ φρὴν ἀνώμοτος. ἀλλ’οὐδέτερον ἡγεῖ, οὐκ ἀγαθόν, οὐ κακόν · ἀλλ’ἐν μεθορίᾳ καὶ χώρᾳ μέσῃ. τήρησον αὐτὸ ἀδιάφορον, μὴ προσέλθῃς περαιτέρω, μὴ ὑπερβῇς τοὺς ὅρους. ἂν δὲ ὑπαλλάξας τὸ ὄνομα ἀγαθὸν μὲν μὴ καλῇς, προηγμένον δὲ καλῇς, τὴν μὲν φωνὴν μετέβαλες, τὴν δὲ τιμὴν δίδως.