12.1“πότερον δίκα τεῖχος ὕψιον, ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθόνιον γένος ἀνθρώπων, δίχα μοι νόος ἀτρεκίαν εἰπεῖν”. σὺ μέν, ὦ Πίνδαρε, ἀμφισβητεῖς πρὸς ἑαυτὸν περὶ ἀπάτης καὶ δίκης, παραβάλλων χρυσὸν χαλκῷ · ποιητὴς γὰρ ἦσθα · καὶ δεινὸς ᾠδὴν συντιθέναι χορῷ, καὶ τυράννοις ποιεῖν ἐπινίκια ᾄσματα, καί σοι ἐμέλησεν ὀνομάτων μέτρου, καὶ ἁρμονίας μελῶν, καὶ ῥυθμοῦ σχημάτων · ἀνδρὶ δὲ ὅτῳ χορὸς μὲν καὶ ᾠδὴ καὶ ἡ ἐκ μελῶν ἡδονὴ χώραν ἔχει ὅσην περ καὶ τοῖς παισὶν τὰ ἀθύρματα, μέλει δὲ αὐτῷ μέτρου ψυχῆς καὶ ῥυθμοῦ καὶ μέλους καὶ σχήματος τοῦ περὶ τὰς πράξεις καὶ τὸν ἄλλον βίον, οὐ δ’ἂν τὴν ἀρχὴν εἰς νοῦν ἔλθοι “τουτὶ τὸ ἀπόρημα πότερον δίκα τεῖχος ὕψιον” ἢ μή · ἀλλ’οὑτωσὶ φαίην ἂν μεταλαβὼν τὸ ᾆσμα τὸ σόν, ὅτι “καὶ δίκα τεῖχος ὕψιον, καὶ σκολιαῖς ἀπάταις ἀναβαίνειν ἐπιχθόνιον γένος ἀνθρώπων”, ἀλλ’ἀπρόσβατόν τι χρῆμα τῇ ἀπάτῃ ἡ δίκη, ὥσπερ τοῖς Ἀλωΐδαις ὁ οὐρανός · καὶ ὤνησεν αὐτοὺς οὐδὲν ἡ Ὄσσα ἐπιτεθεῖσα τῷ Ὀλύμπῳ, καὶ ὁ Ὄλυμπος τῷ Πηλίῳ, ἀλλὰ ἀπεῖχον τοῦ οὐρανοῦ, ὅσον ἀπέχει ἀπάτη δίκης. οὐκοῦν τῶν μὲν ἀγαθῶν ἡ δίκη, τῶν δὲ μοχθηρῶν ἡ ἀπάτη · καὶ δόκιμον μὲν ἡ δίκη, κίβδηλον δέ τι ἡ ἀπάτη · καὶ ἰσχυρὸν μὲν ἡ δίκη, ἀσθενὲς δὲ ἡ ἀπάτη · καὶ τὸ μὲν ὠφέλιμον, τὸ δὲ οὔ. 12.2ὅτῳ δὴ μέλει δίκης, καὶ περιβέβληται τουτὶ τὸ Πινδάρου τειχίον, οὗτος ἕλοιτο ἄν ποτε ἀδικηθεὶς ἀμύνασθαι ἐκ τῆς ἴσης; φέρε ἴδω τι καὶ λέγων · μὴ γὰρ οὖν καὶ ἀδικεῖσθαι αὐτῷ θέμις ᾖ. εἰ μὲν γὰρ τὸ ἀδικεῖν καὶ τὸ ἀδικεῖσθαι τοιοῦτόν ἐστιν, ὁποῖον τὸ τύπτειν καὶ τύπτεσθαι, καὶ τέμνειν καὶ τέμνεσθαι, οὐδὲν δεινὸν τὸν αὐτὸν καὶ δραστικὸν ὁμοῦ εἶναι ἀδικίας καὶ παθητικόν · εἰ δ’ἐνταῦθα ὁ αὐτὸς μὲν τῇ κοινότητι τῆς φύσεως ἐνέργειαν καὶ πάθος, ἑκάτερον αὐτῶν, καταδέχεται, ἔοικεν δὲ τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι πολὺ μᾶλλον τῷ ὁρᾶν καὶ ὁρᾶσθαι, ὁ μὲν γὰρ τὸ μετέχον ὄψεως, τὸ δὲ, ὁρώμενον, οὐ πάντως καὶ ὁρᾷ, ἢ μᾶλλον οὑτωσὶ λέγωμεν, ὅτι ἔοικεν τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι τῷ ἐλέγχειν καὶ ἐλέγχεσθαι · ἐλέγχει μὲν γὰρ ὁ τὸ ἀληθὲς εἰδώς, ἐλέγχεται δὲ ὁ ἀγνοῶν · καὶ ὡς οὐκ ἂν εἴη οὔτε τοῦ τα- τἀληθὲς εἰδότος τὸ ἐλέγχεσθαι, οὔτε τοῦ τα- τἀληθὲς οὐκ εἰδότος τὸ ἐλέγχειν, οὕτως οὐ δὲ τὸ ἀδικεῖν εἴη ἂν καὶ τὸ ἀδικεῖσθαι τοῦ αὐτοῦ. 12.3ἐπεὶ τοίνυν οὐ τοῦ αὐτοῦ, ἀλλ’ἑτέρου, ὁ δὲ χρηστὸς τῷ πονηρῷ οὐχ ὁ αὐτός, ποτέρῳ πότερον προσθήσομεν; ἆρα τὸ μὲν ἀδικεῖν τῷ πονηρῷ, τὸ δὲ ἀδικεῖσθαι τῷ χρηστῷ; ἢ τὸ μὲν ἀδικεῖν τοῦ μοχθηροῦ, τὸ δὲ ἀδικεῖσθαι οὔπω δῆλον ὁποτέρου αὐτοῖν, οὑτωσὶ δὲ θεασώμεθα. ἀδικία ἐστὶν ἀφαίρεσις ἀγαθοῦ · τὸ δὲ ἀγαθὸν τί ἂν εἴη ἄλλο, ἢ ἀρετή; ἡ δὲ ἀρετὴ ἀναφαίρετον. οὐκ ἀδικηθήσεται τοίνυν ὁ τὴν ἀρετὴν ἔχων, ἢ οὐκ ἔστιν ἀδικία ἀφαίρεσις ἀγαθοῦ · οὐδὲν γὰρ ἀγαθὸν ἀφαιρετόν, οὐ δὲ ἀποβλητόν, οὐ δὲ ἑλετόν, οὐ δὲ ληϊστόν. εἶεν · οὐκ ἀδικεῖται ὁ χρηστὸς οὔτε ὑπὸ τοῦ χρηστοῦ, ἀνεπιβούλευτος γὰρ αὐτοῦ ἀρετή, οὔτε ὑπὸ τοῦ μοχθηροῦ, ἀναφαίρετος γάρ · λείπεται τοίνυν ἢ μηδὲν ἀδικεῖσθαι καθάπαξ, ἢ τὸν μοχθηρὸν ὑπὸ τοῦ ὁμοίου · ἀλλὰ τῷ μοχθηρῷ οὐδενὸς μέτεστιν ἀγαθοῦ, ἡ δὲ ἀδικία ἦν ἀγαθοῦ ἀφαίρεσις · ὁ δὲ μὴ ἔχων ὅ, τι, ἂν ᾖ, ἀφαιρεθῇ, οὐ δὲ εἰς ὅ, τι ἀδικηθῇ ἔχει. 12.4μήποτε οὖν οὐ κατὰ τὴν ἀφαίρεσιν τοῦ πάσχοντος ἡ ἀδικία τέτακται, ἀλλὰ κατὰ τὴν γνώμην τοῦ δράσαντος · καὶ ὁ μοχθηρὸς ὑπὸ τοῦ μοχθηροῦ ἀδικεῖται, κα- κἂν μὴ ἔχῃ τὸ ἀγαθόν · καὶ ὁ χρηστὸς ὑπὸ μοχθηροῦ, ἂν ἔχῃ δὴ ἀναφαίρετον τὸ ἀγαθόν. ἀποδέχομαι τοῦ λόγου τῆς γνώμης τῷ ἡμαρτημένῳ προστιθέντος τὴν ἀδικίαν μᾶλλον ἢ τῷ ἐπιτυχεῖ τοῦ ἔργου · καὶ γὰρ μοιχὸν κολάζει ὁ νόμος, οὐ τὸν δράσαντα μόνον, ἀλλὰ καὶ τὸν βουληθέντα · καὶ τοιχώρυχον τὸν ἐπιχειρήσαντα, κα- κἂν μὴ λάθῃ · καὶ προδότην τὸν μελλήσαντα, κα- κἂν μὴ πράξῃ. ἥξει τοίνυν ὁ σύμπας λόγος εἴς τι δέον. ὁ μὲν γὰρ ἀγαθὸς οὔτε ἀδικεῖ, οὔτε ἀδικεῖται · οὐκ ἀδικεῖ μὲν διὰ τὴν βούλησιν, οὐκ ἀδικεῖται δὲ διὰ τὴν ἀρετήν. ὁ δὲ μοχθηρὸς ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ · ἀδικεῖ μὲν διὰ μοχθηρίαν, οὐκ ἀδικεῖται δέ, δι’ἀπουσίαν ἀγαθοῦ. ἔτι τοίνυν, εἰ μὲν ἀγαθὸν ἡ ἀρετὴ μόνον καὶ οὐκ ἄλλό τι, ὁ μοχθηρὸς τὴν ἀρετὴν οὐκ ἔχων οὐ δ’εἰς ὅ, τι ἀδικηθῇ ἔχει · εἰ δὲ πρὸς τῇ ἀρετῇ καὶ ταυτὶ ἀγαθὰ τὰ περὶ σῶμα, καὶ τὴν ἐκτὸς τύχην καὶ περιβολήν, ἀρετῆς μὴ παρούσης, βέλτιον ἀπεῖναι ταῦτα, ἢ μή · ὥστε οὐ δ’ὣς ἀδικηθείη ἂν ὁ μοχθηρός, ἀφαιρούμενός τι τούτων, οἷς χρῆται κακῶς. οὐκοῦν ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ, προστιθέντων ἡμῖν τῇ βουλήσει τὸ ἄδικον, οὐ τῷ ἔργῳ. πονηρῶν νῦν βούλεται μὲν ὁ μοχθηρὸς ἀδικεῖν, οὐ μὴν δυνατός · βουλόμενος δέ, ἢ πρὸς τὸν ὅμοιον ἀποτείνεται, ἢ πρὸς τὸν κρείττονα. 12.5τί δὲ τῷ κρείττονι δραστέον; ἢ ἀνταδικητέον τὸν μοχθηρόν; καὶ μὴν εἰς ὅ, τι ἀδικεῖ, οὐκ ἀδικεῖ, ὅτι οὐκ ἔχει · ἀπουσίᾳ γὰρ ἀγαθοῦ μοχθηρὸς ὁ μοχθηρὸς ἦν. οὔτ’οὖν κατὰ τὸ ἔργον ἀνταδικήσει ὁ νοῦν ἔχων τὸν μοχθηρόν, οὐ γὰρ ἔχει εἰς ὅ, τι ἀδικηθήσεται · οὔτε κατὰ τὴν βούλησιν, οὐ γὰρ ἐθέλει ἀδικεῖν χρηστὸς ὢν οὐ μᾶλλον, ἢ αὐλητικὸς παρὰ μέρος αὐλεῖν. καθόλου δέ, εἰ τὸ ἀδικεῖν πονηρόν, καὶ τὸ ἀνταδικεῖν ὅμοιον · οὐ γὰρ τῷ ὑπάρξαι πλεονεκτεῖ κατὰ πονηρίαν ὁ ἀδικῶν, ἀλλὰ τῷ ἀμύνασθαι ἐξισοῦται κατὰ μοχθηρίαν ὁ ἀνταδικῶν. καὶ μήν, εἰ ὁ ἀδικῶν κακῶς ποιεῖ, ὁ ἀντιποιῶν κακῶς οὐδὲν ἧττον ποιεῖ κακῶς, κα- κἂν ἀμύνηται. ὥσπερ γὰρ ἀποδιδοὺς χάριν τῷ προϋπάρξαντι οὐδὲν ἧττον εὖ ποιεῖ, κα- κἂν προπεπονθὼς ᾖ · οὕτως ὁ μετατιθεὶς τὴν ἀμοιβὴν εἰς κάκωσιν οὐδὲν ἧττον κακῶς δρᾷ, κα- κἂν προπεπονθὼς ᾖ. 12.6τί δὲ τοίνυν ἔσται καὶ πέρας τοῦ κακοῦ; εἰ γὰρ ὁ ἀδικηθεὶς ἀμύνεται, ἀεὶ μεταβαίνει τὸ κακὸν ἀπ’ἄλλου πρὸς ἄλλον καὶ μεταπηδᾷ, καὶ διαδέξεται ἀδικία ἀδικίαν. ὧι γὰρ δικαίῳ συγχωρεῖς τῷ παθόντι ἐπεξεῖναι, τῷ αὐτῷ τούτῳ δικαίῳ ἐπαναχωρεῖ αὖθις ἀπ’ἐκείνου πρὸς τὸν αὐτὸν ἡ τιμωρία · τὸ γὰρ δίκαιον ἐπ’ἀμφοῖν ἴσον. ὦ Ζεῦ, καὶ οἷον πεποίηκας; δικαιοσύνην ἐξ ἀδικημάτων; καὶ ποῖ βαδιεῖται τὸ κακόν; καὶ ποῦ στήσεται; οὐκ οἶσθα, ὅτι πηγὴν ταύτην ἀέναον κινεῖς πονηρίας, καὶ γράφεις νόμον ἀρχέκακον τῇ πάσῃ γῇ; τοῦτο γὰρ ἀμέλει ἐστὶν τὸ τῶν πάλαι κακῶν τοῖς ἀνθρώποις ἡγησάμενον, στόλων βαρβαρικῶν καὶ Ἑλληνικῶν ἐπ’ἀλλήλους περαιουμένων, ἁρπαζόντων, καὶ πολεμούντων, καὶ ληϊζομένων, προκάλυμμα ποιουμένων τῆς παρούσης ἀδικίας τὴν φθάσασαν. Φοίνικες ἐξ Ἄργους βασιλικὴν κόρην ἄγουσιν, Ἕλληνες ἐκ Κόλχων βαρβαρικὴν παρθένον ἄγουσιν, καὶ αὖθις Φρύγες ἐκ Πελοποννήσου Λακωνικὴν γυναῖκα. ὁρᾷς τὴν διαδοχὴν τῶν κακῶν, καὶ τὰς προφάσεις τῶν πολέμων, καὶ τὸν πολυπλασιασμὸν τῶν ἀδικημάτων. τοῦτο καὶ τὴν Ἑλλάδα συνέτριψεν αὐτήν, ἡ περὶ ἑαυτὴν δόξα ἀδικίας διαβαίνουσα ἐπὶ τοὺς πλησίον, καὶ ἄπαυστοι θυμοί, καὶ ὀργαὶ ἀθάνατοι, καὶ τιμωρίας ἔρως, καὶ ἀμαθία δίκης. 12.7ἀλλ’εἴπερ οἱ ἀδικούμενοι ἠπίσταντο, ὅτι τοῖς ἀδικοῦσιν μέγιστον κακὸν ἡ ἀδικία αὐτή, τοῦτ’εἶναι πολέμου μεῖζον, καὶ τειχῶν ἀφαιρέσεως καὶ γῆς δῃώσεως, καὶ τυραννίδος καταστάσεως, οὐκ ἂν ἐμπέπληστο ἡ Ἑλλὰς τοσούτων κακῶν. Ποτίδαιαν Ἀθηναῖοι πολιορκοῦσιν · ἔασον, ὦ Λακεδαιμόνιε · μεταγνώσονταί ποτε · μὴ μιμήσῃ τὸ κακόν, μὴ μεταλάβῃς τοῦ ψόγου · ἐὰν δὲ ἀγαπᾷς μὲν τὴν πρόφασιν καὶ ἐπὶ Πλαταιὰς ἔλθῃς, ἀπόλωλέ σοι Μῆλος νῆσος γείτων, ἀπόλωλεν Αἴγινα νῆσος φίλη, ἀπόλωλεν Σκιώνη πόλις σύμμαχος, μίαν πόλιν λαβὼν πολλὰς πορθήσεις. ὥσπερ γὰρ τῶν ἐπὶ χρηματισμῷ παραβαλλομένων ἐν θαλάττῃ οἱ τόκοι μεγάλοι τῶν δανεισμάτων, οὕτω καὶ τῶν ἐπεξιόντων τοῖς θυμοῖς οἱ τόκοι μεγάλοι τῶν συμφορῶν. καὶ πρὸς τὸν Ἀθηναῖον λέγω · Σφακτηρίαν ἔχεις, ἀπόδος τῇ Σπάρτῃ τοὺς ἄνδρας · ἕως εὐτυχεῖς, σωφρόνησον · εἰ δὲ μή, τοὺς μὲν ἄνδρας ἕξεις, τὰς δὲ τριήρεις οὐχ ἕξεις. Λύσανδρος περὶ Ἑλλήσποντον εὐτυχεῖ, καὶ ἡ Σπάρτη μεγάλη. ἀλλὰ ἀπέχου Θηβῶν · εἰ δὲ μή, δακρύσεις τὴν ἐν Λεύκτροις τύχην, καὶ τὴν ἐν Μαντινείᾳ συμφοράν · 12.8ὢ δίκης ἀφανοῦς καὶ πλανωμένης. διὰ τοῦτο ὁ Σωκράτης οὐκ Ἀριστοφάνει ὠργίζετο, οὐ Μελήτῳ ἐχαλέπαινεν, οὐκ Ἄνυτον ἐτιμωρεῖτο, ἀλλὰ ἐβόα μέγα · ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὐ δύνανται · οὐ γὰρ θέμις ἀγαθῷ ἀνδρὶ ὑπὸ πονηροῦ βλαβῆναι. αὕτη φωνὴ δίκης, ἣν εἴπερ ἅπαντες ταύτην ἐφθέγγοντο, οὐκ ἂν ἦσαν αἱ τραγῳδίαι, οὐ δὲ τὰ ἐπὶ τῇ σκηνῇ δράματα, οὐ δὲ πολλαὶ καὶ παντοδαπαὶ συμφοραί. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ σώματος νοσημάτων χαλεπὰ τὰ ἑρπηστικά, καὶ δεῖ τοῦ τῆς ἐπικουρίας στασίμου, ἵνα τὸ περιλειφθὲν σωθῇ · οὕτως ἐπειδὰν ἐμπέσῃ οἴκῳ ἢ πόλει ἀδικίας ἀρχή, στῆναι δεῖ τὸ κακόν, εἰ μέλλει τὸ περιλειφθὲν σωθήσεσθαι. τοῦτο Πελοπίδας ἐξέτριψεν, τοῦτο Ἡρακλείδας ἠφάνισεν, τοῦτο τὴν Κάδμου οἰκίαν, τοῦτο Πέρσας ἀπώλεσεν, τοῦτο Μακεδόνας, τοῦτο Ἕλληνας. 12.9ὢ νοσήματος διηνεκοῦς, καὶ ἐπὶ πολλὰς περιόδους χρόνων καταλαβόντος τὴν γῆν. ἐπιτολμήσαιμι δ’ἂν ἔγωγε εἰπεῖν, ὅτι εἴπερ ἐστιν ἀδικίας πρὸς ἀδικίαν ὑπερβολή, ὁ τιμωρῶν τοῦ προϋπάρξαντος ἀδικώτερος. ὁ μὲν γὰρ ὑπὸ ἀμαθίας ἐπὶ τὸ ἀδικεῖν ἐλθὼν ἔχει τὴν δίκην ἐκ τοῦ ψόγου · ὁ δὲ ἐπεξιών, προσλαβὼν ἐκ τοῦ ὁμοίου τὸ ἄδικον, ἀφῄρηκεν ἐκείνου τὸ ἐπίψογον. ὥσπερ γὰρ τῷ μαρίλῃ ἐμπεπλεγμένῳ τὸν συμπλεκέντα ἀνάγκη καὶ αὐτὸν συναισχῦναι τὸ σῶμα, οὕτω καὶ ὅστις ἀδίκῳ ἀνδρὶ συμπλέκεσθαι καὶ συγκυλινδεῖσθαι ἀξιοῖ, ἀνάγκη τοῦτον συναπολαύειν τοῦ κακοῦ, καὶ συναναπίμπλασθαι τῆς μαρίλης. ἀθλητῇ μὲν οὖν ἀνδρὸς προσφερομένου ἀθλητοῦ, ἐκ τῆς ἴσης ἀγωνίας καὶ φιλοτιμίας ἀποδέχομαι · ὁρῶ γὰρ αὐτοῖς ὁμοίαν μὲν τὴν φύσιν, παραπλησίαν δὲ τὴν μελέτην, ἰσότιμον δὲ τὴν ἐπιθυμίαν τοῦ νικᾶν · ὅταν δὲ ἀγαθὸς ἀνὴρ πονηρῷ συμπέσῃ, οὐκ ἐκ τῆς αὐτῆς παλαίστρας προσεληλυθὼς ἑκάτερος, οὐ δὲ ὑπὸ τῷ αὐτῷ παιδοτρίβη ἀσκηθείς, οὐ δὲ τὴν αὐτὴν τέχνην ἐκμαθών, οὐ δὲ τοῖς αὐτοῖς παλαίσμασιν ἐντεθραμμένος, οὐ δὲ τοῦ αὐτοῦ στεφάνου ἐρῶν, οὐ δὲ τοῦ αὐτοῦ κηρύγματος, οἰκτείρω τὴν μάχην, ἄνισος ἡ ἀγωνία. ἀνάγκη τὸν πονηρὸν κρατεῖν ἀγωνιζόμενον ἐν τοιούτῳ σταδίῳ, οὗ πονηροὶ μὲν θεαταί, ἄδικοι δὲ οἱ ἀθλοθέται · ὁ δὲ ἀγαθὸς ἐν τούτοις ἄτεχνος, καὶ ἀμαθής, καὶ ἄπορος ἀπιστίας, καὶ πανουργίας, καὶ ἀπάτης, καὶ τῶν ἄλλων παλαισμάτων, ὑφ’ὧν μοχθηρία κρατύνεται καὶ ἰσχυρίζεται · ὥστε καὶ καταγέλαστος ἂν γίγνοιτο ἀντεπιχειρῶν ἀδικεῖν ὁ μὴ πεφυκὼς τὸν ἄδικον καὶ τῇ φύσει, καὶ τῇ τέχνῃ, καὶ τῷ ἔθει. 12.10ἀλλὰ διὰ τοῦτο, φαίη ἄν τις, ὁ δίκαιος ἀνὴρ προπηλακίζεται, καὶ συκοφαντεῖται, καὶ διώκεται, καὶ χρήματα ἀφαιρεῖται, καὶ εἰς δεσμωτήριον ἐμβάλλεται, καὶ φεύγει, καὶ ἀτιμοῦται, καὶ ἀποθνήσκει. τί οὖν, εἰ καὶ οἱ παῖδες νόμους πρὸς ἀλλήλους θέμενοι, καθίσαντες δικαστήριον ἑαυτῶν, ὑπάγοιεν ἄνδρα κατὰ τοὺς αὐτῶν νόμους, κα- κᾆτα, εἰ δόξαι ἀδικεῖν, ψηφίζοιντο αὐτὸν ἄτιμον εἶναι ἐν τῷ τῶν παίδων δήμῳ, δημεύοιεν δὲ αὐτοῦ τὰ παιδικὰ χρήματα, τοὺς ἀστραγάλους καὶ τὰ παίγνια, τί εἰκὸς πρᾶξαι τὸν ἄνδρα ἐκ τοιούτου δικαστηρίου αὐταῖς ψήφοις καὶ καταδίκαις αὐταῖς; οὕτω καὶ ὁ Σωκράτης Ἀθηναίων κατεγέλα, ὡς παιδαρίων ψηφιζομένων, καὶ κελευόντων ἀποθνήσκειν ἄνδρα θνητόν. καὶ ἄλλος ὅστις ἀγαθὸς ἀνὴρ καὶ δίκαιος καταγελάσεται γέλωτα ἀκραιφνῆ, ὁρῶν τοὺς ἀδίκους ἐπ’αὐτὸν ὡρμημένους σπουδῇ, οἰομένους τὶ δρᾶν, δρῶντας δὲ οὐδέν · ἀλλὰ καὶ ἀτιμαζόντων ἐκείνων, βοήσεται τὸ τοῦ Ἀχιλλέως, “φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ” · καὶ ἀφαιρουμένων τὰ χρήματα, προήσεται ὡς παίγνια καὶ ἀστραγάλους ἀφαιρουμένους, καὶ ἀποθανεῖται ὡς ὑπὸ πυρετοῦ καὶ λίθου, οὐδὲν ἀγανακτῶν πρὸς τοὺς ἀποκτειννύντας.