Maximus

Dissertations, 14

14.1Πρόδικος μὲν Ἡρακλέα ἄγει ἐν τῷ μύθῳ ἄρτι ἡβάσκοντα καὶ ἀνδριζόμενον ἐπὶ διττὰς ὁδούς, Ἀρετὴν καὶ Ἡδονὴν ἐπιστήσας ἡγεμόνας ἑκατέρᾳ τῇ ὁδῷ · μὲν αὐτῷ σοβαρὰ τῶν ἡγεμόνων, δὲ εὐσχήμων ἰδεῖν, βαδίζουσα ἠρέμα, φθεγγομένη μουσικῶς, βλέμμα πρᾶον ἀμπεχόνη λιτή · δὲ δευτέρα θρυπτική, ἐπίχριστος, χλανιδίοις ἐξηνθισμένη, βλέμμα ἰταμόν, βάδισμα ἄτακτον, φωνὴ ἄμουσος. ταῦτα ὁρᾷ καὶ Ἡρακλῆς, ἅτε Διὸς παῖς, καὶ ἀγαθὸς τὴν φύσιν, καὶ χαίρειν τῇ Ἡδονῇ φράσας, ἐπιτρέπει ἑαυτὸν τῇ Ἀρετῇ ἄγειν. φέρε καὶ ἡμεῖς πλάττωμεν μῦθον, διττὰς ὁδούς, καὶ ἄνδρα ἀγαθόν, καὶ ἡγεμόνας ταῖν ὁδοῖν, ἀντὶ μὲν τῆς Ἀρετῆς τὸν φίλον, ἀντὶ δὲ τῆς Ἡδονῆς τὸν κόλακα. οὐκοῦν καὶ τούτω διαφέρετον σχήματι καὶ βλέμματι καὶ ἀμπεχόνῃ καὶ φωνῇ καὶ βαδίσματι · μὲν ὡς ἥδιστος ἰδεῖν ὤν, δὲ ὡς ἀληθέστατος · καὶ μὲν σεσηρώς, ὀρέγων δεξιάν, παρακαλείτω τὸν ἄνδρα ἕπεσθαι αὐτῷ, ἐπαινῶν, καὶ κυδαίνων, καὶ ἀντιβολῶν, καὶ δεόμενος, καὶ διηγούμενος ἐκτόπους τινὰς ἡδονάς, εἰ λαβὼν αὐτὸν ἄξει, λειμῶνας ἀνθοῦντας, καὶ ποταμοὺς ῥέοντας, καὶ ὄρνιθας ᾄδοντας, καὶ αὔρας προσηνεῖς, καὶ δένδρα ἀμφιλαφῆ, καὶ λείας ὁδούς, καὶ δρόμους εὐπετεῖς, καὶ κήπους εὐθαλεῖς, ὄγχνας ἐπ’ὄγχναις, καὶ μῆλα ἐπὶ μήλοις, καὶ σταφυλὴν σταφυλῇ ἐπιφυομένην · δὲ ἕτερος τῶν ἡγεμόνων λέγει μὲν ὀλίγα, τὰ δὲ ἀληθῆ αὐτά, ὅτι πολλὴ μὲν τῆς ὁδοῦ τραχεῖα, ὀλίγη δὲ εὐπετής, καὶ χρὴ τὸν ἀγαθὸν ὁδοιπόρον ἥκειν παρεσκευασμένον, ἵνα δεῖ πόνου, μοχθήσοντα, τὴν δὲ ῥᾳστώνην ἐκ περιουσίας ληψόμενον.
14.2ταῦτά τοι λεγόντων ποτέρῳ πείσεται; καὶ ποίαν ἄπεισιν; ἀποκρινώμεθα τῷ ποιητῇ τοῦ μύθου, ὅτι εἰ μὲν Ἀσσύριός τις οὗτος εἴη κακοδαίμων ἀνήρ, Φοῖνιξ Στράτων, Νικοκλῆς Κύπριος, Συβαρίτης ἐκεῖνος, τὸν μὲν καὶ μισήσει τῶν ἡγεμόνων, καὶ ἡγήσεταί τινα εἶναι ἄξεινον καὶ ἀηδῆ καὶ ἄμουσον, τὸν δὲ ἕτερον χαρίεντα καὶ προσηνῆ καὶ φιλάνθρωπον δεινῶς. ἀγέτω δὴ λαβὼν τὸν ἄνδρα τοῦτον καλὸς ἡγεμών · οὐκοῦν ἄξει τελευτῶν ἐπὶ πῦρ, ὡς τὸν Ἀσσύριον · ἐπὶ πενίαν, ὡς τὸν Φοίνικα · ἐπὶ δεσμά, ὡς τὸν Κύπριον, καὶ ἐπί τι ἄλλο διὰ ψευδοῦς ἡδονῆς ἀληθὲς κακόν. εἰ δὲ εἴη ἀνὴρ κατὰ τὸν Ἡρακλέα, αἱρήσεται τὸν ἀληθῆ τῶν ἡγεμόνων, τὸν φίλον, ὥσπερ ἐκεῖνος τὴν Ἀρετήν.
14.3καὶ μὲν μῦθος ὡδὶ τελευτᾷ · μεταλαβὼν δὲ λόγος πρὸς αὑτὸν σκοπείτω ἄν, τίσι διακρίναι τὸν κόλακα τοῦ φίλου. τὸν μὲν γὰρ χρυσὸν βασανίζει λίθος, προστριβόμενον αὐτῇ · φιλίας δὲ δὴ καὶ κολακείας τίς ἔσται βάσανος; ἆρα τὸ ἐξ ἑκατέρου τέλος; ἀλλ’εἰ ἀναμενοῦμεν τὸ τέλος, ἄλλη βλάβη φθήσεται τὴν γνῶσιν · δεῖ δὲ κρῖναι, πρὶν ἄρξασθαι χρῆσθαι · ἐὰν δὲ ὑστερῇ τῆς χρήσεως κρίσις, χρήσασθαι φθάσας καὶ μεταγνοὺς εἰς οὐδὲν δέον τὴν κρίσιν κατατίθεται. βούλει τοίνυν ἡδονῇ καὶ λύπῃ κρινοῦμεν τὸν φίλον καὶ τὸν κόλακα; καὶ μὴν καὶ κόλαξ ὑπερβολὴν λαβὼν ἀνιαρότατον καὶ ἐπαχθέστατον, καὶ φίλος ἥδιστον εὐτυχίαν προσλαβών. μήποτε οὖν βλάβῃ καὶ ὠφελείᾳ τοὺς ἄνδρας κριτέον. ἀμφισβητήσιμον καὶ τοῦτο λέγεις. μὲν γὰρ κόλαξ, κἂν βλάψῃ, εἰς χρήματα ἐζημίωσεν, εἰς ἡδονὴν ἐξέχεεν · ὧν τὸ μὲν εἰς χρήματα κουφότατον, τὸ δὲ εἰς ἡδονὴν τερπνότατον · διὰ δὲ φιλίας πολλοὶ ἤδη καὶ φυγῆς ἐκοινώνησαν, καὶ ἀτιμίας συναπέλαυσαν, καὶ θανάτῳ περιέπεσον.
14.4τῷ οὖν διακρινοῦμεν τὸν κόλακα τοῦ φίλου; μήτε τῷ τέλει, μήτε ἡδονῇ, μήτε βλάβῃ · φέρε χωρὶς ἑκάτερον θεασώμεθα. ἆρά γε πρὸς ἡδονὴν ὁμιλῶν φίλος; καὶ πάνυ εἰκός · καὶ μὴν εἰ ἐχθρὸς λύπης παρασκευαστικός, φίλος ἂν εἴη ἡδονῆς παρασκευαστικώτατος. τὸ δὲ οὐχ οὕτως ἔχει · καὶ γὰρ ἰατρῶν φιλάνθρωπος λυπηρότατος, καὶ στρατηγῶν ἀκριβέστατος, καὶ κυβερνητῶν ἀσφαλέστατος. φιλοῦσιν δέ που καὶ παῖδας πατέρες, καὶ διδάσκαλοι μαθητάς · καὶ τί ἂν εἴη ἀνιαρότερον, παιδὶ πατήρ, καὶ μαθητῇ διδάσκαλος; ἐπεὶ καὶ Ὀδυσσεὺς ἐφίλει δή που τοὺς ἑαυτοῦ ἑταίρους, ὡς πολλὰ καὶ δεινὰ ἀνέτλη ἀρνύμενος ἥντε ψυχήν, καὶ νόστον ἑταίρων · ἀλλ’ἐντυχὼν ἀνδρῶν γένει ἀκολάστῳ καὶ φιληδόνῳ, οἳ διῆγον, καθάπερ τὰ θρέμματα, λωτὸν ἐρεπτόμενοι μελιηδέα, (οὕτω γάρ που τὴν ἡδονὴν ὀνομάζει Ὅμηρος), ἀναμιχθέντας αὐτῷ τοὺς ἑταίρους τῇ τούτων τρυφῇ, καὶ γευσαμένους τῆς ἀτοπίας τοῦ λωτοῦ, ἄκοντας καὶ δακρύοντας λαβὼν ἐπὶ ναῦν ἄγει. ἀλλ’οὐχ Εὐρύμαχος τοῖς μνηστῆρσι τοιοῦτος, ἀλλὰ τοῦ ἑτέρου γένους τοῦ κολακευτικοῦ, οἵου σιάλους σῦς αἶγας εὐτραφεῖς συγκατακόπτειν αὐτοῖς, καὶ τοῦ οἴνου ἅδην συνεκροφεῖν, καὶ συγκυλινδεῖσθαι ἐᾶν τῆς νυκτὸς θεραπαινιδίοις, καὶ κείρειν οἶκον ἀνδρὸς βασιλέως, καὶ διεπιβουλεύειν τῷ γάμῳ.
14.5βούλει δὴ συνελὼν τὸν μὲν κόλακα κατὰ τὴν μοχθηρίαν τάξαι, τὸν δὲ φίλον κατὰ τὴν ἀρετήν, λύπην δὲ καὶ ἡδονὴν χαίρειν ἐᾶν; οὔτε γὰρ τὸ φιλεῖν ἡδονῆς ἀτυχές, οὔτε τὸ κολακεύειν λύπης ἄμοιρον, ἀλλ’ἑκάτερον ἐν ἑκατέρῳ φύρεται, καὶ ἡδονὴ ἐν φιλίᾳ, καὶ λύπη ἐν κολακείαις · ἐπεὶ καὶ αἱ μητέρες καὶ αἱ τιτθαὶ φιλοῦσιν τὰ βρέφη, καὶ πρὸς ἡδονὴν αὐτὰ θεραπεύουσιν, καὶ οὐκ ἀφαιρήσεις αὐτῶν τὸ φιλεῖν διὰ τὴν ἡδονήν. Ἀγαμέμνων τῷ Μενελάῳ παραινεῖ, πάντας κυδαίνειν, μη δὲ μεγαλίζεο θυμῷ · , οἴει, κολακείαν αὑτῷ ὑποτίθεται; Ὀδυσσεύς, ἐκνηξάμενος τῆς θαλάττης εἰς τὴν Φαιάκων γῆν, γυμνὸς διαναστὰς ἐκ τῆς εὐνῆς, ἐντυχὼν παιζούσαις κόραις, τὴν βασιλίδα γνωρίσας, Ἀρτέμιδι εἰκάζει αὐτήν, καὶ αὖθις φυτῷ καλῷ · καὶ οὐδεὶς ἂν διὰ ταῦτα κόλακα εἴποι τὸν Ὀδυσσέα · προθέσει γὰρ καὶ χρείᾳ καὶ διαθέσει ψυχῆς κόλαξ διακρίνεται τοῦ φίλου. καὶ γὰρ ἀριστεὺς ὅπλοις χρῆται, καὶ μισθοφόρος, καὶ οὐδεὶς αὐτῶν εἰκάζει τὰ ἔργα κατὰ τὴν χειρουργίαν, ἀλλὰ χωρίζει τὴν ἑκατέρου χρείαν κατὰ τὴν πρόθεσιν · μὲν γὰρ διασωστικὸς διὰ τὴν φιλίαν · δὲ μισθαρνικὸς τῶν βουλομένων · καὶ μὲν αὐθαίρετος, δὲ ὤνιος · καὶ μὲν τοῖς ἐνσπόνδοις πιστός, δὲ καὶ τοῖς φίλοις ἄπιστος.
14.6ταύτῃ νόμιζε καὶ τὸν κόλακα διαφέρειν τοῦ φίλου, καὶ συμπίπτειν μὲν ἑκάτερον ἑκατέρῳ πολλάκις εἰς τὰς αὐτὰς πράξεις καὶ τὰς ὁμιλίας, διαφέρειν δὲ ἑκάτερον ἑκατέρου τῇ χρείᾳ καὶ τῷ τέλει, καὶ τῇ διαθέσει τῆς ψυχῆς. μὲν γὰρ φίλος τὸ φαινόμενον αὐτῷ ἀγαθὸν εἰς κοινὸν καταθέμενος τῷ φίλῳ, ἐάντε λυπηρὸν τοῦτο , ἐάντε ἡδύ, συναπολαύει αὐτῷ ἐκ τῆς ἴσης · δὲ κόλαξ ἐπακολουθῶν τῇ αὑτοῦ ὀρέξει οἰκονομεῖ τὴν ὁμιλίαν πρὸς τὸ ἴδιον πλεονέκτημα · καὶ μὲν φίλος ὀρέγεται τοῦ ἴσου, δὲ κόλαξ τοῦ ἰδίου · καὶ μὲν ἰσοτιμίας κατὰ τὴν ἀρετήν, δὲ πλεονεξίας κατὰ τὴν ἡδονήν · καὶ μὲν ἰσηγορίας κατὰ τὴν ὁμιλίαν, δὲ ταπεινότητος κατὰ τὴν θεραπείαν · μὲν ἀληθείας ἐν τῇ κοινωνίᾳ, δὲ ἀπάτης · καὶ μὲν ὠφελείας τῆς εἰς τὸ μέλλον, δὲ χάριτος τῆς ἐν τῷ παρόντι · μὲν δεῖται μνήμης ὧν ἔπραξεν, δὲ λήθης ὧν ἐπανούργησεν · μὲν ὡς κοινῶν κήδεται, δὲ ὡς ἀλλότρια λυμαίνεται · μὲν φίλος καὶ εὐτυχίας κοινωνὸς κουφότατος, καὶ συμφορῶν κοινωνὸς ἰσότατος · δὲ κόλαξ εὐτυχίας μὲν κοινωνὸς ἀπληστότατος · ἐν δὲ ταῖς συμφοραῖς ἀμικτότατος. φιλία μὲν ἐπαινετόν, κολακεία δὲ ἐπονείδιστον · φιλία γὰρ ἑκατέρου πρὸς ἑκάτερον ἴσην ἔχει τὴν ἀντίδοσιν, δὲ κολακεία χωλεύει · γάρ του ἐνδεὴς θεραπεύων τὸν ἔχοντα κατὰ τὴν χρείαν, καθόσον οὐκ ἀντιθεραπεύεται, ἐλέγχει τὸ ἄνισον. φίλος λανθάνων δυστυχεῖ, κόλαξ μὴ λανθάνων. φιλία βασανιζομένη κρατύνεται, κολακεία ἐλεγχομένη θραύεται · φιλία χρόνῳ αὔξεται, κολακεία χρόνῳ ἐλέγχεται · φιλία χρείας ἀδεής, κολακεία χρείας ἐνδεής. εἰ δέ ἐστιν καὶ ἀνθρώποις πρὸς θεοὺς ἐπιμιξία, μὲν εὐσεβὴς φίλος θεῷ, δὲ δεισιδαίμων κόλαξ θεοῦ · καὶ μακάριος εὐσεβὴς φίλος θεοῦ, δυστυχὴς δὲ δεισιδαίμων.
14.7ὅνπερ οὖν τρόπον μὲν θαρσῶν τῇ ἀρετῇ πρόσεισιν τοῖς θεοῖς ἄνευ δέους, δὲ ταπεινὸς διὰ μοχθηρίαν μετὰ πολλοῦ δέους, δύσελπις, καὶ δεδιὼς τοὺς θεούς, ὥσπερ τοὺς τυράννους, τοῦτον, οἶμαι, τὸν τρόπον καὶ πρὸς ἀνθρώπους εὔελπις μὲν καὶ θαρσαλέον φιλία, δύσελπις δὲ καὶ ἐπτηχὸς κολακεία. τυράννῳ οὐδεὶς φίλος, βασιλεῖ δὲ οὐδεὶς κόλαξ · βασιλεία δὲ τυραννίδος θειότερον. εἰ δέ ἐστιν φιλία ἰσότης τρόπου, τὸ δὲ μοχθηρὸν οὔτε αὐτὸ αὑτῷ οὔτε τῷ χρηστῷ ἴσον, μὲν ἀγαθὸς τῷ ἀγαθῷ φίλος, ἴσος γάρ · δὲ κόλαξ τοῦ μὲν ἀγαθοῦ πῶς ἂν εἴη κόλαξ; οὐ γὰρ ἂν λάθοι · τοῦ δὲ μοχθηροῦ κόλαξ ὤν, εἰ μὲν εἴη ἴσος ἐκείνῳ, οὐκ ἂν εἴη κόλαξ · οὐ γὰρ ἀνέχεται κολακεία ἰσηγορίας · εἰ δὲ οὐκ εἴη ἴσος, οὐκ ἂν εἴη φίλος. ἀλλὰ καὶ τῶν πολιτειῶν μὲν ἀριστοκρατία φιλίας μεστή, δημοκρατία δὲ κολακείας ἀνάπλεως · κρείττων δὲ ἀριστοκρατία δημοκρατίας. οὐδεὶς ἐν Λακεδαίμονι Κλέων ἦν, οὐ δὲ Ὑπέρβολος, κόλακες πονηροὶ τρυφῶντος δήμου. ἀλλὰ Καλλίαν μὲν ἐν Διονυσίοις ἐκωμῴδει Εὔπολις, ἰδιώτην ἄνδρα ἐν συμποσίοις κολακευόμενον, ὅπου τῆς κολακείας τὸ ἆθλον ἦν κύλικες καὶ ἑταῖραι καὶ ἄλλαι ταπειναὶ καὶ ἀνδραποδώδεις ἡδοναί · τὸν δὲ δῆμον αὐτόν, τὸν τῆς Εὐπόλιδος στωμυλίας θεατήν, ποῦ τὶς ἐλθὼν κωμῳδήσει; ἐν ποίῳ θεάτρῳ; ποίοις Διονυσίοις; καὶ τοὺς πολλοὺς ἐκείνους κόλακας, οἷς τὰ ἆθλα ἦν οὐ ταπεινά, οὐ δὲ μέχρι γαστρὸς καὶ ἀφροδισίων ἥκοντα, ἀλλὰ αἱ τῆς Ἑλλάδος συμφοραί; εἰ δὲ ἤθελον Ἀθηναῖοι, παρωσάμενοι τοὺς κόλακας, πείθεσθαι Περικλεῖ καὶ Νικίᾳ, εἶχον ἂν δημαγωγοὺς ἀντὶ κολάκων φίλους.
14.8ἂν δὲ ἐπὶ τὰς μοναρχίας ἔλθῃς, κολακεύει καὶ Ξέρξην Μαρδόνιος, βάρβαρος βάρβαρον, ἀνόητος ἀνόητον, δειλὸς οἰκέτης δεσπότην τρυφῶντα · τὰ δὲ τῆς κολακείας τέλη, ἀνίσταται Ἀσία, μαστιγοῦται θάλαττα, Ἑλλήσποντος ζεύγνυται, Ἄθως ὀρύττεται · τέλος δὲ τῆς σπουδῆς ἧττα, καὶ φυγή, καὶ θάνατος αὐτοῦ κόλακος. κολακεύουσιν καὶ Ἀλέξανδρον Μακεδόνες · τῆς δὲ κολακείας τὰ ἔργα ἀναξυρίδες Περσικαί, καὶ προσκυνήσεις βαρβαρικαί, καὶ λήθη τοῦ Ἡρακλέως, καὶ τοῦ Φιλίππου, καὶ τῆς Ἀργεάδων ἑστίας. τὰς δὲ τυραννίδας τί χρὴ λέγειν; ὅπου γὰρ δέος καὶ ἐξουσία δεσποτικὸν τὸ ἀρχόμενον ἄγχει, ἀνάγκη δεῦρο κολακείαν μὲν ἀνθεῖν, φιλίαν δὲ κατορωρύχθαι. ἔστιν καὶ ἐν ἐπιτηδεύμασιν καὶ τέχναις κολακείας ἰδεῖν, ὁμοίους μὲν ταῖς τέχναις κατὰ τὸ σχῆμα, ἀνομοίους δὲ κατὰ τὰ ἔργα. ἐκολάκευσεν ἀνθρώπους καὶ μουσικὴ νόθος, ὅτε Δωριεῖς τὴν πάτριον ἐκείνην καὶ ὄρειον μουσικὴν καταλιπόντες (ἦσαν ἐπ’ἀγέλαις καὶ ποίμναις ἦχοι), Ἰωνικῶν αὐλημάτων καὶ ὀρχημάτων ἐρασταὶ γενόμενοι, ἐνόθευσαν ὁμοῦ τῇ μουσικῇ καὶ τὴν ἀρετήν. ἐκολάκευσεν ἀνθρώπους καὶ ἰατρικὴ νόθος, ὅτε τὴν Ἀσκληπιοῦ καὶ τὴν Ἀσκληπιαδῶν ἴασιν καταλιπόντες οὐδὲν διαφέρουσαν ἀπέφηναν τὴν τέχνην ὀψοποιϊκῆς, πονηρὰν κόλακα πονηρῶν σωμάτων. κολακεύει καὶ συκοφάντης ῥήτορα, λόγον λόγῳ ἐπανιστάς, καὶ ἐπιτειχίζων τὸ ἄδικον τῷ δικαίῳ, καὶ τὸ αἰσχρὸν τῷ καλῷ. κολακεύει καὶ σοφιστὴς φιλόσοφον · οὗτος μὲν κολάκων ἀκριβέστατος.