13.1ὅτε οἱ Μῆδοι ἐπὶ τὴν Ἑλλάδα ἐστρατεύοντο, ἐχρῶντο οἱ Ἀθηναῖοι τῷ θεῷ, τί χρῆ δρᾶν ἐπιόντος αὐτοῖς βαρβαρικοῦ στόλου, ἵππου Μηδικῆς, ἁρμάτων Περσικῶν, ἀσπίδων Αἰγυπτίων · εἵποντο δὲ καὶ σφενδονῆται Κᾶρες, καὶ ἀκοντισταὶ Παφλαγόνες, καὶ πελτασταὶ Θρᾷκες, καὶ ὁπλῖται Μακεδόνες, καὶ Θετταλικὸν ἱππικόν · ἐχρῶντο οὖν τῷ θεῷ οἱ Ἀθηναῖοι, τί χρὴ δρᾶν, ἐπιόντος ταῖς Ἀθήναις τοσούτου κακοῦ. ὁ δὲ αὐτοῖς χρᾷ φράττεσθαι τὸ ἄστυ ξυλίνῳ τείχει. Θεμιστοκλῆς λέγει ὅτι οἱ δοκεῖ τὸ ξύλινον τεῖχος αἱ τριήρεις εἶναι. συνεδόκει ταῦτα τοῖς Ἀθηναίοις, καὶ ἀναστάντες ἐκ τοῦ ἄστεος ἐς τὸ τεῖχος τοῦ θεοῦ μετῳκίσθησαν. εἰ οὖν οἱ Ἀθηναῖοι τότε τῷ μὲν θεῷ συμβουλεύεσθαι περὶ τούτων οὐκ ἤθελον, νοῦν δὲ ἔχοντι ἀνδρὶ καὶ δυναμένῳ ἐκλογίζεσθαι καὶ τὴν παροῦσαν δύναμιν, καὶ τὴν ἐπιοῦσαν παρασκευήν, καὶ τὸν μέλλοντα κίνδυνον, καὶ τὴν ὑποφαινομένην ἀσφάλειαν · τί εἰκὸς συμβουλεῦσαι ἂν τὸν ἄνδρα τοῦτον καταδεέστερον τῆς χρησμῳδίας τοῦ θεοῦ; ἐγὼ μὲν οἶμαι, οὐ δὲ αἰνίγματος ἂν ἐδεήθη πρὸς αὐτούς, οὐ δὲ τείχους ἀμφισβητησίμου · ἀλλ’εἶπεν ἄν, ὧδέ πως · “ὦ Ἀθηναῖοι, τῶν μὲν λίθων καὶ τῶν οἰκοδομημάτων ἐξίστασθαι τῷ βαρβάρῳ · αὐτοὶ δὲ πανοικησίᾳ, αὐτοῖς παισίν, καὶ ἐλευθερίᾳ, καὶ νόμοις, ἴτε ἐπὶ τὴν θάλατταν · ὑποδέξονται δὲ ὑμᾶς τριήρεις ἱκαναί, καὶ σώζειν φέρουσαι, καὶ νικᾶν μαχόμεναι”. 13.2τί δήποτ’οὖν οἱ ἄνθρωποι ἐπὶ τὰ μαντεῖα παραγίγνονται, ἀμελήσαντες τῆς παρὰ τοῦ ὁμοίου συμβουλῆς; ἢ διότι γνώμη μὲν ἀνθρώπου ἐπισφαλὲς καὶ ἄπιστον καὶ ἐπίφθονον καὶ κίβδηλον καὶ οὐκ ἀεὶ ὅμοιον, καὶ οὐκ ἐν παντὶ εὔστοχον · τὸ δὲ θεῖον κατὰ μὲν τὴν ὑπεροχὴν πιστόν · κατὰ δὲ τὴν ἀλήθειαν δόκιμον, κατὰ δὲ τὴν πεῖραν εὔστοχον, κατὰ δὲ τὴν τιμὴν ἀνεπίφθονον; θεοῦ δὲ μαντεῖα καὶ ἀνθρώπου νοῦς (τολμηρὸν μὲν εἰπεῖν, φράσω δὲ ὅμως) χρῆμα συγγενές, καὶ εἴπέρ τι ἄλλο ἄλλῳ ὅμοιον, οὐδὲν ἂν εἴη ἐμφερέστερον ἀρετῆς ἀνθρωπίνης γνώμῃ θεοῦ. μὴ τοίνυν ἀπόρει, μήθ’ὅντινα τρόπον τὸ αὐτεξούσιον τῆς ἀνθρωπίνης γνώμης χρῆται μαντικῇ, μήθ’ὅπως, ἀληθευούσης τῆς μαντικῆς, δύναταί τι καὶ ἀνθρώπου γνώμη · περὶ γὰρ ὁμοίου πράγματος σκοπεῖς · τὸ γὰρ αὐτὸ ἐρωτᾷς, καὶ ἀπορεῖς, καὶ ἀναστρέφεις, ἐξὸν τὸ πᾶν διελέσθαι ὡς δεῖ. οὔτε τὸ θεῖον πάντων εὔστοχον, οὔτε τὸ ἀνθρώπινον πάντων ἄστοχον. 13.3καὶ περὶ μὲν τοῦ ἀνθρωπίνου νόμου καὶ αὖθις ῥητέον · τὸ δὲ θεῖον δοκεῖ σοι γινώσκειν πάντα ἑξῆς, καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ τὰ τίμια καὶ τὰ ἄτιμα; φείδομαι τῶν ῥημάτων, καὶ αἰδώς με τοῦ θεοῦ ἔχει · σεμνὸν γάρ τι τὸ πάντα εἰδέναι, καὶ ἀριθμὸν ψάμμων, καὶ θαλάττης μέτρα, καὶ ξυνιέναι ἀτόπου λέβητος ἑψομένου ἐν Λυδοῖς. καὶ δηλαδὴ πᾶσι τοῖς δεομένοις θεσπίζει ὁ θεὸς τὸ ἀληθὲς μαθεῖν, καὶ συμφέρει, κα- κἂν μέλλῃ ὁ μαθών, ἄδικος ὤν, πλεονεκτήσειν. δεινῶς τινα πολυπράγμονα ἡγεῖ τὸν θεόν, καὶ περίεργον, καὶ εὐήθη, καὶ μηδὲν τῶν ἐν τοῖς κύκλοις ἀγειρόντων διαφέροντα, οἳ δυοῖν ὀβολοῖν τῷ προστυχόντι ἀποθεσπίζουσιν · ἐγὼ δὲ μὴ ὅτι θεόν, ἀλλ’οὐ δὲ ἄνδρα ἀγαθόν, ἀξίως ἐπιπηδᾶν τῷ ἀληθεῖ · οὐδὲν γὰρ σεμνὸν τὸ τα- τἀληθῆ λέγειν, εἰ μὴ γίγνοιτο ἐπ’ἀγαθῷ τοῦ μαθόντος. οὕτω καὶ ἰατρὸς νοσοῦντα ἐξαπατᾷ, καὶ στρατηγὸς στρατόπεδον, καὶ κυβερνήτης ναύτας, καὶ δεινὸν οὐδέν · ἀλλὰ ἤδη καὶ ψεῦδος ὤνησεν ἀνθρώπους, καὶ τα- τἀληθὲς ἔβλαψεν. εἰ μὲν οὖν ἄλλό τι ἡγεῖ εἶναι τὴν μαντικήν, ἢ νοῦν θεῖον, διαφέροντα τοῦ ἀνθρωπίνου ἀκριβείᾳ καὶ βεβαιότητι, νόμιζε πολεμεῖν λόγον λόγῳ · εἰ δέ ἐστιν οὐδὲν ἀλλοιότερον, ἢ ὅσον τὸ ἐξ ἡλίου φῶς τοῦ ἐκ πυρός, φῶς δὲ ἑκάτερον, ἀγάπα μὲν τὸ λαμπρότερον, μὴ ἀτίμαζε δὲ τῇ διαιρέσει τὸ ἀμαυρότερον. ἀλλ’ἡγοῦ τὸ πᾶν τοῦτο ἁρμονίαν τινὰ εἶναι ὀργάνου μουσικοῦ, καὶ τεχνίτην μὲν τὸν θεόν, τὴν δὲ ἁρμονίαν αὐτὴν ἀρξαμένην παρ’αὐτοῦ, δι’ἀέρος ἰοῦσαν, καὶ γῆς καὶ θαλάττης, καὶ ζῴων, καὶ φυτῶν, ἐμπεσοῦσαν μετὰ τοῦτο εἰς πολλὰς καὶ ἀνομοίους φύσεις, συντάττειν τὸν ἐν αὐταῖς πόλεμον · ὡς κορυφαία ἁρμονία, ἐμπεσοῦσα εἰς πολυφωνίαν χοροῦ, συντάττει τὸν ἐν αὐτῇ θόρυβον. 13.4τίς δὲ ὁ τρόπος τῆς θείας τέχνης, ὀνόματι μὲν εἰπεῖν οὐκ ἔχω, εἴσῃ δὲ αὐτῆς τὴν δύναμιν ἐξ εἰκόνος ἣ οἵα δήποτε · ἐθεάσω νεῶν ἐρύσεις ἐκ θαλάττης ἄνω, καὶ λίθων ἀγωγὰς ὑπερφυῶν κατὰ μέγεθος, παντοδαποῖς ἑλιγμοῖς καὶ ἀναστροφαῖς ὀργάνων · ὧν ἕκαστον πρὸς τὸ πλησίον τὴν ῥώμην νειμάμενον, ἕτερον ἐξ ἑτέρου διαδεχόμενον τὴν ἀγωγήν, κινεῖ τὸ πᾶν · καὶ τὸ μὲν ὅλον ἔχει τὴν αἰτίαν τοῦ ἔργου · συνεπιλαμβάνει δέ τι αὐτῷ καὶ τὰ μερικά. κάλει τοίνυν τεχνίτην μὲν τὸν θεόν, ὄργανα δὲ τοὺς λογισμοὺς τοὺς ἀνθρωπίνους, τέχνην δὲ τὴν ἀνθρωπίνην σπῶσαν ἡμᾶς ἐπὶ τὴν ἀγωγὴν τῆς εἱμαρμένης. εἰ δέ σοι καὶ σαφεστέρας εἰκόνος δεῖ, νόει μοι στρατηγὸν μὲν τὸν θεόν, στρατείαν δὲ τὴν ζωήν, ὁπλίτην δὲ τὸν ἄνθρωπον, σύνθεμα δὲ τὴν εἱμαρμένην, ὅπλα δὲ τὰς εὐπορίας, πολεμίους δὲ τὰς συμφοράς, σύμμαχον δὲ τὸν λογισμόν, ἀριστείαν δὲ τὴν ἀρετήν, ἧτταν δὲ τὴν μοχθηρίαν, μαντικὴν δὲ τὴν τέχνην αὐτὴν τὴν ἐκ τῆς παρασκευῆς ἐπισταμένην τὸ μέλλον. καὶ γὰρ κυβερνήτης ναῦν ἔχων, καὶ εἰδὼς τὰ ὄργανα, καὶ τὴν θάλατταν ὁρῶν, καὶ αἰσθανόμενος τῶν πνευμάτων, οἶδεν τὸ ἀποβησόμενον. καὶ στρατηγὸς στρατόπεδον ἔχων, καὶ τὰ ὅπλα εἰδώς, καὶ τῆς παρασκευῆς μεμνημένος, καὶ τῶν πολεμίων αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον. καὶ ἰατρὸς τὸν κάμνοντα ἰδών, καὶ τῆς νόσου ξυνείς, καὶ τῆς τέχνης αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον. ὁρᾷς τὸ πλῆθος τῶν μάντεων, ὡς σαφές, ὡς τεχνικόν, ὡς εὔστοχον; εἰ μὲν οὖν τὸ ἐφ’ἡμῖν αὐτὸ ἦν καθ’αὑτό, ἀπήλλακτο δὲ εἱμαρμένης, οὐδὲν ἔδει μαντικῆς · εἰ δὲ ἀνακέκραται τὸ ἐφ’ἡμῖν τοῖς ὅλοις, μέρος ὅσον καὶ τοῦτο τῆς εἱμαρμένης, κατὰ μὲν τὸ ἀναγκαῖον ἡ μαντικὴ στήσεται · κατὰ δὲ τὸ δῆλον ἢ μή, βουλεύσεται. 13.5ἤδη δὲ καὶ τοῦ ἀναγκαίου ἡ γνώμη μαντικῇ δηλωτική. πῶς καὶ τίνα τρόπον ἑκατέρα; αὐχμοὺς μέν, καὶ ἀνομβρίας, καὶ σεισμοὺς γῆς, καὶ πυρὸς ἐκβολάς, καὶ πνευμάτων ἐμβολάς, καὶ ἀέρων μεταβολὰς οὐ θεὸς οἶδεν μόνος, ἀλλὰ καὶ ἀνθρώπων ὅσοι δαιμόνιοι. οὕτω καὶ Φερεκύδης σεισμὸν Σαμίοις προεμήνυσεν, καὶ Ἱπποκράτης Θετταλοῖς προσιόντα λοιμόν, καὶ Τιμήσιος Κλαζομενίοις ἐκλείποντα ἥλιον, καὶ ἄλλος ἄλλό τι. πῶς δὲ δὴ καὶ θεὸς τῶν ὅσα ἐφ’ἡμῖν καταμαντεύεται; “μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων ἄτερ”, ὁ θεὸς λέγει · “ἢν γὰρ φυτεύσῃς παῖδα, ἀποκτενεῖ σε ὁ φῦς” · ταῦτα λέγει μέν, ἀλλὰ οἶδεν ἀνδρὶ συμβουλεύων ἀκολάστῳ καὶ ἀκρατεῖ μέθης, καὶ διὰ τοῦτο προλέγει τὴν συμφοράν, ἧς παρέσχεν μὲν τὴν ἀρχὴν ὁ Λάϊος, ἐγνώρισεν δὲ τὴν αἰτίαν ὁ θεός. Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει · ὅτι μὲν διαβήσεται οὐ λέγει, τί δὲ πείσεται διαβὰς λέγει. εἰ δὲ ἀπαλλάξεις τῆς συμπλοκῆς καὶ διοικίσεις μαντικὴν θεοῦ καὶ ἀνθρώπου νοῦν, καὶ διέλυσας ἁρμονιῶν τὴν μουσικωτάτην. 13.6οἶκος οὗτος εἷς θεῶν καὶ ἀνθρώπων, οὐρανὸς καὶ γῆ, δυοῖν ἑστία ἢ ὀχήματα, τὰ ἀθάνατα. ὧν τὸν μὲν νέμονται θεοὶ καὶ θεῶν παῖδες, τὴν δὲ ὑποφῆται θεῶν, ἄνθρωποι, οὐ “χαμαιεῦναι,” καθ’Ὅμηρον, οὐ δὲ “ἀνιπτόποδες,” ἀλλὰ ἄνω εἰς τὸν οὐρανὸν ὁρῶντες ὀρθῇ τῇ ψυχῇ, καὶ ἀνηρτημένοι τῇ γνώμῃ πρὸς τὸν Δία. διέλαχον δὲ αὐτῶν τοὺς βίους ἐπιστάται θεοί · γῆντε γὰρ θεοὶ ἐπιβόσκονται, σώζοντες τὰ τῆς γῆς ἔγγονα, οὐχ ὁρώμενοι, οὐ δὲ τοξεύοντες, ἢ τιτρωσκόμενοι, οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’αἴθοπα οἶνον. ἄνθρωποι δὲ εἰς τὸν οὐρανὸν ἀφορῶντες, ᾗ θέμις ὁρᾶν τὸν τοῦ Διὸς περιλαμπῆ οἶκον, οὐ χρυσοῖς, καθ’Ὅμηρον, κόσμοις καὶ κόραις δᾷδας μετὰ χεῖρας φέρουσιν λαμπόμενον, ἀλλὰ ἡλίῳ καὶ σελήνῃ καὶ τῶν τούτοις συντεταγμένων ἀκμαίῳ πυρὶ καταφεγγόμενον. στρατὸν ὁρᾷς ἡγεμόνων ἀγαθῶν καὶ θεραπόντων ἀναγκαίων · τοῦτό μοι φύλαττε τὸ σύνθημα, καὶ ὄψει μὲν τὴν μαντικήν, συνήσεις δὲ τὴν ἀρετήν, γνωριεῖς δὲ τὴν ἑκατέρου ἐπιμέλειαν καὶ κοινωνίαν. 13.7πολιτείαν ὁρᾷς τὸν ἀνθρώπινον βίον, οὐχ ἑδραῖον οὐ δὲ ἠπειρωτικόν, ἀλλὰ νεὼς ὁλκάδος, ἐν πελάγει πλατεῖ περαιούμενος · σώζει δὲ αὐτὴν οὐ μόνον κυβερνήτου τέχνη, ἀλλὰ καὶ πνευμάτων καιροί, καὶ ὑπηρεσία ναυτῶν, καὶ εὐκολία ὀργάνων, καὶ θαλάττης φύσις. τάττε δέ μοι κατὰ μὲν τὰ ὄργανα καὶ τὰς ὑπηρεσίας τοὺς λογισμοὺς τῆς ψυχῆς, κατὰ δὲ θάλατταν καὶ τὰ πνεύματα τὸ ἄδηλον τῶν ἀνθρωπίνων, κατὰ δὲ τὸ προορατικὸν τῆς κυβερνητικῆς τέχνης τὸ εὔστοχον τῆς μαντικῆς. εἰ δέ σου ἀντετίθει τύχη τῷ λογισμῷ τῆς πολιτείας κράσεις, ἀκούσῃ Πλάτωνος ὡδὶ λέγοντος, “ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα κυβερνῶσιν τὰ ξύμπαντα · ἡμερώτερόν γε μὴν τρίτον ἐπὶ τούτοις προσθεῖναι δεῖν ἕπεσθαι, τὴν τέχνην”. καιρῷ γὰρ χειμῶνι συλλαβέσθαι κυβερνητικήν, ἢ μή, μέγα πλεονέκτημα ἔγωγ’ἂν θείην. 13.8ταῦτά μου τὰ μαντεύματα τὴν ψυχὴν ταράττει, καὶ οὔτε καθαρῶς εἰς ὑπεροψίαν ἄγει τῆς μαντικῆς, οὔτε καθαρῶς τοῖς λογισμοῖς διαπιστεύει · ἀλλ’ὥσπερ τῶν ἀμφιβίων ζῴων οἱ ὄρνιθες κοινωνοῦσιν τοῦ ἐν ἀέρι δρόμου τοῖς μεταρσίοις, τοιαύτην ὁρῷ καὶ τῷ ἀνθρώπῳ τὴν διαγωγὴν τοῦ βίου, ἀμφίβιον καὶ κεκραμένην ὁμοῦ ἐξουσίᾳ καὶ ἀνάγκῃ · οἵα γένοιτ’ἂν καὶ δεσμώτῃ ἀνδρὶ ἐξουσία ἑπομένῳ αὐθαιρέτως τοῖς ἄγουσιν · ὥστε ἐγὼ ὑποπτεύω μὲν τὴν ἀνάγκην, ὀνομάσαι δὲ αὐτὴν εὐπόρως οὐκ ἔχω. κα- κἂν γὰρ πεπρωμένην φῶ, ὄνομα λέγω πλανώμενον ἐν ἀνθρώπων δόξαις · τίς γὰρ ἡ πεπρωμένη; ποίας φύσεως; τίνος οὐσίας; εἰ μέν τοι θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οὐδὲν τῶν δεινῶν σὸν ἔργον, οὐ δὲ καθ’εἱμαρμένην αἱ ἀνθρώπιναι συμφοραί · οὐ γὰρ θέμις ἀνάπτειν θεῶν αἰτίαν κακοῦ · εἰ δέ τις ἐστὶ βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, ψεύδεται μὲν ὁ Ἐλπήνωρ λέγων, “ἆσέ με δαίμονος αἶσα κακή” · ψεύδεται δὲ ὁ Ἀγαμέμνων λέγων, “ἐγὼ δ’οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεύς, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς”. 13.9ἔοικεν δὲ καὶ ταυτὶ τὰ ὀνόματα εἶναι μοχθηρίας ἀνθρωπίνης εὔφημοι ἀποστροφαί, ἀναθέντων αὐτῆς τὴν αἰτίαν τῷ δαιμονίῳ, καὶ ταῖς Μοίραις, καὶ ταῖς Ἐρινύσιν · οἱ δὲ ἐν μὲν ταῖς τραγῳδίαις ἐχέτωσαν χώραν, οὐ νεμεσῶ τοῖς ποιηταῖς τῶν ὀνομάτων · ἐν δὲ τῷ βίου ὁράματι μήποτε ταῦτα κενά. ἡ δὲ Ἐρινὺς καὶ ἡ Αἶσα καὶ οἱ δαίμονες καὶ ὅσα ἄλλα διανοίας εἱμαρμένης ὀνόματα, ἔνδον ἐν τῇ ψυχῇ καθειργμένα, καὶ τὸν Ἀγαμέμνονα ἐνοχλεῖ, “ὅτ’ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν” · ταῦτα καὶ τὸν Ἐλπήνορα εἰς μέθην ἄγει, ταῦτα καὶ τὸν Θυέστην ὠθεῖ ἐπὶ τὸν τοῦ ἀδελφοῦ γάμον, ταῦτα καὶ τὸν Οἰδίποδα ἐπὶ τὸν τοῦ πατρὸς φόνον, ταῦτα καὶ τὸν συκοφάντην ἐπὶ τὰ δικαστήρια, καὶ τὸν λῃστὴν ἐπὶ τὴν θάλατταν, καὶ τὸν ἀνδροφόνον ἐπὶ τὸ ξίφος, καὶ τὸν ἀκόλαστον ἐφ’ἡδονάς. αὗται πηγαὶ συμφορῶν ἀνθρωπίνων · ἐντεῦθεν ῥεῖ τὸ τῶν κακῶν πλῆθος, ὡς ἀπὸ τῆς Αἴτνης τὸ πῦρ ῥεῖ, ὡς ἐξ Αἰθιοπίας ὁ λοιμὸς ῥεῖ; καὶ τὸ μὲν πῦρ ἐπὶ γῆν ῥεῖ, καὶ ὁ λοιμὸς μέχρι τῶν Ἀθηνῶν προελθὼν ἔστη · οἱ δὲ ὀχετοὶ τῆς μοχθηρίας πολλοὶ καὶ ἀέναοι, καὶ δεόμενοι μαντείων πολλῶν καὶ χρησμῶν μυρίων. τίς ἂν οὖν ἁμάρτοι μαντευόμενος τί τέλος μοχθηρίας; τί τέλος ἀπιστίας; τί τέλος ἀκολασίας; ταῦτα καὶ Σωκράτης προὔλεγεν, οὐχ ὁ Ἀπόλλων μόνον · διὰ τοῦτο ὁ Ἀπόλλων ἐπῄνει Σωκράτην, ὅτι ἦν ὁμότεχνος αὐτῷ.