30.1“χαλεπὸν ἐσθλὸν ἔμμεναι”, κατὰ παλαιὸν ᾆσμα. πότερα δὲ ἵππῳ χαλεπὸν ἐσθλὸν ἔμμεναι τὴν ἵππου ἀρετήν, καὶ κυνὶ τὴν κυνός; ἢ ἵππῳ μὲν καὶ κυνὶ οὐ χαλεπὸν τὸ οἰκεῖον ἀγαθόν, ἀλλὰ ῥᾳστώνη τούτων ἑκάστῳ ἐπιλαβέσθαι τῆς αὑτοῦ ἀρετῆς, εἰ ὁ μὲν ἵππος ὑπὸ τέχνης πωλευθείη καλῶς, ὁ δὲ κύων ἐν θήρᾳ σκυλακευθείη δεξιῶς · τῷ δὲ ἀνθρώπῳ μόνῳ δυσθήρατον τὸ ἀγαθὸν καὶ δύσληπτον καὶ ἀμφισβητήσιμον, καὶ οὐδεμία πω ἐξεύρηται τέχνη, ὑφ’ἧς, εἰ παιδευθείη τουτὶ τὸ γένος, οὐ παρέξει τοῖς σοφισταῖς προφάσεις λόγων καὶ διαγωνίας καὶ ὁμιλίας, οὐ δὲ ἀφαιρήσει αὐτοῦ τὴν ἐλπίδα τοῦ τέλους, οὐ δὲ προήσεται τὴν σωτηρίαν, διὰ τὸ ἀστάθμητον τῶν λόγων ὑποτετμημένος ταῖς προσδοκίαις, οὐ δὲ ἀμελήσει τοῦ μανθάνειν, οὐ δὲ πείσεται, ὅπερ τῶν πλεόντων οἱ ναυσιῶντες δὴ καὶ θαλάττῃ πρῶτον ἐντετυχηκότες · οὓς ἐὰν καὶ σμικρὸς ὑπολάβῃ κλύδων, ἐκπλαγέντες τῇ ἀηθείᾳ, καὶ καταλιπόντες τὴν ναῦν, καὶ ἀμελήσαντες τῆς σωζούσης τέχνης, παρέδωκαν αὑτοὺς τῷ κύματι, καὶ προαναλώθησαν τῆς νεώς · τοιοῦτόν τι γάρ μοι δοκοῦσιν δρᾶν καὶ ὅσοι φιλοσοφίας ἐπιλαμβανόμενοι, ἐμπεσόντες αὐτῆς ταῖς πολυφωνίαις, οὐχ ὑπομένουσιν τὸν τῆς ψυχῆς σάλον, ἀλλ’ἀπεγνώκασιν τοῦ λόγου, ὡς στησομένου ποτὲ καὶ καθορμιοῦντος αὐτοὺς εἰς ἑδραίους λιμένας. 30.2ἢ ἀγνοεῖς, ὅτι ἀνθρώπων δόξαι καὶ παθήματα, καὶ αἱ τούτων αἰτίαι καὶ γενέσεις, καὶ ἐπανορθώσεις, καὶ σωτηρίαι, ὑπὲρ ὧν οἱ φιλόσοφοι ὁσημέραι πραγματεύονται καὶ λέγουσιν, χρῆμα οὐ στενόν, οὐ δὲ ἁπλοῦν, οὐ δὲ ἐοικὸς τοῖς εὐθυπόροις τῶν ποταμῶν, οἷς ἔστιν παραδόντα τὴν ναῦν ἀφεῖναι τῷ ῥεύματι κατάγειν αὐτὴν ὡμολογημένας ὁδούς; ἀλλ’ἔστιν γὰρ κα- κἀνταῦθα πέλαγος πλατὺ καὶ μέγα, παντὸς Σικελικοῦ καὶ Αἰγυπτίου πολυπλανέστερον · ἡ δὲ τέχνη οἶδεν τὴν ὁδόν, καὶ πρὸς τὸν οὐρανὸν ἀφορᾷ, καὶ τοὺς λιμένας γνωρίζει. πέπονθεν δὲ αὐτὸ ἐκεῖνο, ὅπερ καὶ τῶν κυβερνητῶν οἱ πολλοί · ἐφίεται μὲν γὰρ ἕκαστος τοῦ εἰδέναι, ἀπολείπονται δὲ οἱ πολλοὶ τοῦ ὀρθῶς εἰδέναι · καὶ τῶν μὲν λιμένων ἀστοχοῦσιν, ἐκφέρονται δ’οἱ μὲν ἐπὶ ῥαχίας δυσχερεῖς, οἱ δὲ ἐπ’ἠϊόνας μαλθακάς, οἱ δὲ ἐπὶ τὰς Σειρῆνας, οἱ δὲ ἐπὶ τοὺς Λωτοφάγους καὶ ἄλλους ἄνδρας ἢ διὰ μοχθηρίαν ἀξένους, ἢ δι’ἀμαθίαν ἀθέους, ἢ ὑφ’ἡδονῆς διεφθαρμένους · εἰ δέ που τίς ἐστιν ἀγαθὸς καὶ εὔστοχος κυβερνήτης, εὐθύ τῶν λιμένων χωρεῖ τῶν ἀσφαλεστάτων, “ἐνθ’οὐ χρεὼ πείσματός ἐστιν, οὔτ’εὐνὰς βαλέειν, οὔτε πρυμνήσι’ἀνάψαι”. τίς οὖν ἐστιν ὁ κυβερνήτης οὗτος; καὶ τίνι φέροντες ἑαυτοὺς ἐπιτρέψομεν; μήπω με τοῦτο, ὦ τάν, ἔρῃ, πρὶν ἂν τοὺς ἄλλους ἴδῃς καὶ ἐξετάσῃς · καὶ πρῶτόν γε αὐτῶν τὸν ἁβρὸν τοῦτον καὶ ἥδιστον κυβερνήτην ἡδίστης νεὼς τῆσδ’ἐκ γῆς ἰδεῖν, ἐν δὲ τῷ πλῷ ἀχρειοτάτης καὶ πονηρᾶς ἀεὶ καὶ δυσέργου ταῖς ὑπηρεσίαις, καὶ ἐκτετμημένης τὰ ὄργανα, καὶ πρὸς τὰς τοῦ χειμῶνος ἐμβολὰς ἀσθενεστάτης καὶ ἐνδοσίμου. 30.3ἐπεὶ δὲ ὁ λόγος οὐκ οἶδ’ὅπως εἰκόνος θαλαττίας ἐπελάβετο, μὴ ἀφῶμεν αὐτὸν ἀπελθεῖν ἡμῖν, πρὶν ἐξεργάσηται σαφῶς τὴν γραφήν, εἰκάζων τὴν Ἐπικούρου φιλοσοφίαν βασιλικῇ ὁλκάδι Ἀσιήτου βασιλέως. λέγω δὲ οὐ μῦθον πλάττων, ἀλλὰ οὐ πολὺς χρόνος, ὅτε ἐξ Αἰγύπτου ἐς Τροίαν ἔπλει βασιλεὺς τῶν ὑπὲρ Φοινίκης βαρβάρων, ἐκείνων τῶν ἀνδρῶν, “οἳ οὐκ ἴσασιν θάλατταν”, οὐ δὲ “ἀλέγουσι τοῦ Αἰγιόχου Διὸς οὐ δὲ θεῶν μακάρων”. παρεσκευάσατο δὴ μέλλων πλεῖν ὁ ἄθεος οὗτος καὶ ἀθάλαττος βασιλεὺς μεγάλην καὶ εὐρύχωρον ναῦν, ἵνα αὐτῷ πᾶσαι αἱ ἡδοναὶ συμπλέωσιν · τὸ μὲν γὰρ αὐτῆς βασίλεια ἦν, οἷα κάλλισται παστάδες, καὶ εὐναί, καὶ δρόμοι · “ἔκτοσθεν δ’αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετραμμένος”, καὶ δένδρα ἐπεφύκεσαν, ῥοιαί, καὶ ὄγχναι, καὶ μηλέαι, καὶ ἄμπελοι · τὸ δὲ αὐτῆς λουτρὸν ἦν, καὶ γυμνάσιον · τὸ δὲ ὀψοποιοῖς χώρα · τὸ δέ, θάλαμοι παλλακίσιν · τὸ δέ, συμπόσιον · τὸ δέ, ἄλλό τι μέρος τρυφώσης πόλεως. περιεβέβλητο δὲ ἡ ναῦς πολλὰς μὲν χρόας ἡδίστας ἰδεῖν, πολὺν δὲ χρυσὸν καὶ ἄργυρον · καὶ διέφερεν οὐδὲν ἀνδρὸς δειλοῦ κεκοσμημένου ὅπλοις χρυσοῖς. ἐθαύμαζον οὖν τὸ θέαμα οἱ Αἰγύπτιοι, καὶ τὸν ἐπιβάτην ἐμακάριζον, καί πού τις εὔξατο ναύτης γενέσθαι ἡδίστης νεώς. ἐπεὶ δὲ ὥρα ἀνάγεσθαι ἦν, ἐξέπλει μὲν ἡ μεγάλη αὕτη ναῦς καὶ πολυτελής, καὶ ἀπεσάλευεν τῶν λιμένων, καθάπερ νῆσος πλωτή. ἐξέπλεον δὲ καὶ αἱ ἄλλαι ὁλκάδες αἱ δημοτικαί, εὔζωνοι καὶ πρὸς τὴν χρείαν παρεσκευασμέναι. μέχρι μὲν ἦν τὸ πνεῦμα πρᾶον, ἐκράτει ταῖς ἡδοναῖς ἡ βασιλικὴ ναῦς, καὶ κνίσης ἦν πάντα μεστά, “αὐλῶν, συρίγγωντὲ ἐνοπῆς, ὁμάδουτὲ ἀνθρώπων”. ἐπεὶ δὲ ἐξ αἰθρίας ἄφνω χειμὼν ἐπετάραξεν τὸν αἰθέρα, καὶ πνεῦμα κάτεισι λάβρον σὺν πολλῷ πατάγῳ, ἔγνωσαν τότε, τίς μὲν ἡδονῆς χρεία, τίς δὲ τέχνης. αἱ μὲν γὰρ ἄλλαι ὁλκάδες ξυνενεικάμεναι τὰ ἱστία πρὸς τὸν κλύδωνα ἡμιλλῶντο, καὶ τὸ πνεῦμα ἔφερον, καὶ τὴν ἐμβολὴν τοῦ κακοῦ ἀπεμάχοντο · ἡ δὲ κακοδαίμων ἐκείνη ναῦς περιεφέρετο, καθάπερ ἀνδρὸς σῶμα μέγα, καρηβαροῦν, καὶ ὑπὸ μέθης σφαλλόμενον · καὶ οὔτε ὁ κυβερνήτης ὅ τι χρήσαιτο τῇ τέχνῃ εἷχεν, ὅτε ἁβρὸς ἐκεῖνος ὄχλος ἔκειτο ἐκπλαγὴς καὶ στένων · κατήριπεν δὲ ὁ χειμὼν τὰ θαυμαστὰ ἐκεῖνα πάντα, “πολλὰ δ’ὅ γε προθέλυμνα χαμαὶ βάλε δούρατα μακρά” · διελύετο δὲ καὶ ἡ βασιλεία, καὶ οἱ θάλαμοι, καὶ τὰ λουτρά, καὶ ἐξέπιπτεν εἰς γῆν πόλεως ναυάγια · “οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν ἐπιφορέοντο”. τοῦτο τέλος ἀνοήτου ἐπιβάτου, καὶ ἀχρήστου νεώς, καὶ ἀκαίρου τρυφῆς. 30.4ἐπανάγωμεν δὲ αὖθις ἐπὶ τὸν λόγον, ὡς τὴν εἰκόνα ταύτην παρελάβομεν. ἔοικεν γὰρ ἀμέλει καὶ οὗτος οὐ πλοῦν βραχύν, οὐ δὲ ἡμερῶν ὀλίγων ἡμῖν δρόμον διαγωνιουμένοις, ἀλλὰ τὸν τοῦ ζῆν ξύμπαντα χρόνον νομοθετεῖν ἡδονὰς οὐδὲν τῶν θαλαττίων ἐκείνων ἀσφαλεστέρας · μήπω γάρ τις ἡμᾶς πειθέτω λόγος, ὡς οὐκ ἀγαθὸν ἡδονή, ἀλλὰ ἀγωνιζέσθω, ἐὰν πεῖσαι δυνηθῇ, ὡς ἀσφαλής. εἰ δὲ μεταβάλλειν μὴ δυνηθῇ, ἀνέξομαι, ἡδόμενος τὸν πάντα χρόνον, καὶ ἀμελήσω τῆς ἀρετῆς, ἐάν μοι δείξῃς ἡδονὴν ἀσφαλῆ καὶ λύπης ἀμιγῆ, ἡδονὴν ἀμετάγνωστον, ἡδονὴν ἐπαινουμένην. δείξεις δέ πως οὐ μᾶλλον, ἢ λύπην · οὐδὲν γὰρ ὑγιὲς οὐ δὲ εἰλικρινὲς τούτων κατεστήσατο τοῖς ἀνθρώποις ἡ φύσις, ἀλλὰ ἀναμέμικται πανταχοῦ τὰ λυπηρὰ τοῖς ἡδέσιν, ἑκάτερον ἐν ἑκατέρῳ φυρόμενον · ἀνάγκη δὲ αἱρούμενον τα- θάτερον καὶ τοῦ ἄλλου μετέχειν εὐθύς · ἅτε γὰρ ἀλλήλοις συμπεφυκότα, τὸ ἕτερον τῷ ἑτέρῳ ἐπιρρεῖ, καὶ ἀντικαταλλάττεται τὰς γενέσεις, καὶ ἀμείβει τὰς συνουσίας. ὑπὸ δὲ τῆς παλιρροίας ταύτης ψυχὴ κυκωμένη, πῶς ἄν ποτε ἐπιλάβοιτο ἀλυπίας, συνοῦσα ἀγαθοῖς ἐστερημένοις; ἐγὼ καὶ θαλάττῃ διὰ τοῦτο ἀπιστῶ, κα- κἂν νήνεμος ᾖ, κα- κἂν γαλήνην ἔχῃ · ὑποπτεύω γὰρ αὐτῆς τὴν ἡσυχίαν · εἰ δέ με βούλει πιστεῦσαι γαλήνῃ, ἄγε λαβὼν εἰς πέλαγος ἀσφαλές, “ἔνθ’οὐκ ἔστ’οὔτ’ἂρ χειμὼν πολύς, οὔτέ ποτ’ὄμβρῳ δεύεται, ἀλλὰ μάλ’αἴθρη πέπταται ἀννέφελος, λευκὴ δ’ἐπιδέδρομεν αἴγλη”. συγκεκλήρωται δὲ καὶ ἡ ψυχὴ τοιούτῳ πάθει · καὶ μέχρις ἂν αὐτῇ ἀπῇ μὲν ὁ κυβερνήτης, ἀπῇ δὲ καὶ ἡ τέχνη, κα- κἂν γαλήνην ἴδῃ, χειμῶνα δέδιεν · κα- κἂν χειμῶνι ἐντύχῃ, γαλήνην ποθεῖ. ἀνδρὸς γὰρ βίος πρὸς ἡδονὴν νενευκότος, καὶ λύπην ἐπτοημένου, κοῦφος καὶ ψοφοδεὴς καὶ ἄπιστος καὶ θαλάττης πάσης ἀδηλότερος. 30.5οὐχ ὁρᾷς τοὺς μνηστῆρας νεανικαῖς ἡδοναῖς συγγιγνομένους, πίονας αἶγας κατέδοντας, καὶ ἁπαλῶν ἐρίφων ἐμπιμπλαμένους, καὶ αὐλῶν ἀκούοντας, καὶ οἶνον ἀπομισγομένους, καὶ δίσκοις ταρπομένους, καὶ αἰγανέας ἱέντας; τίς οὐκ ἂν αὐτοὺς τῆς ἡδονῆς ταύτης ἐμακάρισεν; ἀλλὰ ὁ μαντικὸς καὶ γνωριστικὸς τοῦ μέλλοντος λέγει, “ἆ δεῖλ’οὔτι κακὸν τόδε πάσχετε, νυκτὶ μὲν ὑμῶν εἰλύαται κεφαλαί”, παρὰ πόδας τὸ κακὸν καὶ ἐγγύς. παρὰ πόδας τὸ κακὸν ἦν καὶ Ἀλεξάνδρῳ τῷ τὴν θαυμαστὴν ἐκείνην ἡδονὴν ἐκ Πελοποννήσου ἐκκλέψαντι · ταχὺ γὰρ ἐπ’αὐτῇ στόλος ἐξηρτύθη Ἑλληνικός, μυρίας μὲν ὀδύνας αὐτῷ τῷ τῆς ἡδονῆς ἐραστῇ ἄγων, μυρίας δὲ τῇ ξυμπάσῃ πόλει. τὰς δὲ Ἀσσυρίους ἡδονὰς οὐ λέγω, ἃς κατέλαβεν εὐθὺς πῦρ αὐτῷ χρυσῷ, καὶ αὐταῖς παλλακίσιν. οὐ δὲ τὰς Πολυκράτους τὰς Ἰωνικὰς οὐ λέγω, ἃς κατέλαβεν οὐ δὲ εὐσχήμων θάνατος. πλήρης ἦν Σύβαρις ἡδονῶν, ἀλλὰ ἀπώλοντο μετὰ τῶν χρησαμένων αἱ ἡδοναί. εὐδοκίμουν καὶ παρὰ Συρακοσίοις ἡδοναί, ἀλλὰ ἐσωφρόνισαν αὐτοὺς μετ’ἐκείνας αἱ συμφοραί. ἀλλ’οὐ δὲ Κορινθίοις.