4.1δεινῶς γε οἱ ἄνθρωποι στασιωτικοὶ οὐ μέχρι πολιτείας μόνον, οὐ δὲ ἀρχῆς, οὐ δὲ τῶν ἐν μέσῳ κακῶν, ἀλλὰ καὶ ἐπὶ τὰ εἰρηνικώτατα τῶν ὄντων προεληλύθασιν, ποιητικὴν καὶ φιλοσοφίαν · χρῆμα διττὸν μὲν κατὰ τὸ ὄνομα, ἁπλοῦν δὲ κατὰ τὴν οὐσίαν, καὶ διαφέρον τὸ αὐτοῦ, οἷον εἴ τις ἢ τὴν ἡμέραν ἄλλό τι ἡγήσαιτο πλὴν ἡλίου φῶς πῖπτον εἰς γῆν, ἢ τὸν ἥλιον ὑπὲρ γῆς θέοντα ἄλλό τι ἢ ἡμέραν · οὕτω τοι καὶ τὰ ποιητικῆς πρὸς φιλοσοφίαν ἔχει. καὶ γὰρ ποιητικὴ τί ἄλλο ἢ φιλοσοφία, τῷ μὲν χρόνῳ παλαιά, τῇ δὲ ἁρμονίᾳ ἔμμετρος, τῇ δὲ γνώμῃ μυθολογική; καὶ φιλοσοφία τί ἄλλο ἢ ποιητική, τῷ μὲν χρόνῳ νεωτέρα, τῇ δὲ ἁρμονίᾳ εὐζωνοτέρα, τῇ δὲ γνώμῃ σαφεστέρα; δύο τοίνυν πραγμάτων χρόνῳ μόνον καὶ σχήματι ἀλλήλοις διαφερομένων πῶς ἄν τις διαιτῆσαι τὴν διαφορὰν ἐν οἷς τι περὶ τοῦ θείου ἑκάτεροι λέγουσιν καὶ οἱ ποιηταὶ καὶ οἱ φιλόσοφοι; 4.2ἢ τὸ σκέμμα τουτὶ ἐοικέναι φῶμεν τοιῷδε, οἷον εἴ τις καὶ ἰατρικὴν ἐνθυμηθεὶς τὴν πρώτην ἐκείνην πρὸς τὴν νέαν δὴ καὶ τοῖς νῦν σώμασιν ἐπιτεταγμένην, σκοποῖ τὸ ἐν ἑκατέρᾳ βέλτιον καὶ χεῖρον; ἀποκρίναιτο γὰρ ἂν αὐτῷ ὁ Ἀσκληπιός, ὅτι τὰς μὲν ἄλλας τέχνας οὐ μεταποιοῦσιν οἱ χρόνοι · ὧν γὰρ ἡ αὐτὴ χρεία ἀεί, τούτων παραπλήσια καὶ τὰ ἔργα · ἰατρικὴν δὲ ἀνάγκη ἑπομένην τῇ κρατήσει τῶν σωμάτων, πράγματι οὐχ ἑστῶτι οὐ δὲ ὡμολογημένῳ, ἀλλὰ ταῖς κατὰ τὴν δίαιταν τροφαῖς ἀλλοιουμένῳ καὶ μεταπίπτοντι, ἰάματα καὶ διαίτας αὐτῷ ἐξευρίσκειν ἄλλοτε ἄλλας, προσφόρους τῇ παρούσῃ τροφῇ. μηδὲν οὖν ἡγοῦ τοὺς υἱέας τοὺς ἐμούς, τὸν Μαχάονα ἐκεῖνον καὶ τὸν Ποδαλείριον, ἧττόν τι εἶναι δεξιωτέρους ἰᾶσθαι τῶν αὖθις ἐπιτιθεμένων τῇ τέχνῃ, καὶ τὸ σοφὰ ταῦτα καὶ παντοδαπὰ ἰάματα ἐξευρηκότων · ἀλλὰ τότε μὲν ἡ τέχνη σώμασιν ὁμιλοῦσα οὐ θρεπτικοῖς, οὐ δὲ ποικίλοις, οὐ δὲ ἐκλελυμένοις παντάπασιν, ῥᾳδίως αὐτὰ μετεχειρίζετο, καὶ ἦν αὐτῆς ἔργόν τι ἁπλοῦν ἰούςτ’ἐκτάμνειν, ἐπίτ’ἤπια φάρμακα πάσσειν · τελευτῶσα δὲ νῦν, ὑπολισθαινόντων αὐτῇ τῶν σωμάτων εἰς δίαιταν ποικιλωτέραν καὶ κρᾶσιν πονηράν, ἐξεποικίλθητὲ αὐτὴ καὶ μετέβαλλεν ἐκ τῆς πρόσθεν ἁπλότητος εἰς παντοδαπὸν σχῆμα. 4.3φέρε καὶ ὁ ποιητικὸς ὁμοῦ καὶ ὁ φιλόσοφος ἀποκρινάσθω κατὰ τὸν Ἀσκληπιὸν ὑπὲρ τῶν ἐπιτηδευμάτων · οὗτος μὲν καὶ ἄγαν δεινοπαθῶν, εἴ τις ἡγήσαιτο Ὅμηρον καὶ Ἡσίοδον ἤ, νὴ Δία, Ὀρφέα ἢ ἄλλόν τινα τῶν τότε ἀνδρῶν, ἧττόν τι εἶναι σοφώτερον Ἀριστοτέλους τοῦ Σταγειρίτου, ἢ Χρυσίππου τοῦ Κίλικος, ἢ Κλειτομάχου τοῦ Λίβυος, ἢ τῶν τὰ πολλὰ καὶ σοφὰ ταῦτα ἡμῖν ἐξευρηκότων · ἀλλὰ οὐχὶ καὶ τούτους ὁμοίως μὲν καὶ τὰ αὐτὰ δεινούς, εἰ μὴ καὶ μᾶλλον. καθάπερ δὲ ἐπὶ τῶν σωμάτων τὰ μὲν ἀρχαῖα ὑπὸ διαίτης χρηστῆς εὐμεταχείριστα ἦν τῇ τέχνῃ, τὰ δὲ αὖθις ἐδεήθη ἰατρικῆς ἀλλοιοτέρας · οὕτω καὶ ἡ ψυχὴ πρότερον μὲν δι’ἁπλότητα καὶ τὴν καλουμένην ταύτην εὐήθειαν ἐδεῖτο φιλοσοφίας μουσικῆς τινος καὶ πρᾳοτέρας, ἣ διὰ μύθων δημαγωγήσει αὐτὴν καὶ μεταχειριεῖται, καθάπερ αἱ τιτθαὶ τοὺς παῖδας διὰ μυθολογίας βουκολῶσιν · προϊοῦσα δὲ εἰς δεινότητα, καὶ ἀνδριζομένη, καὶ ὑποπιμπλαμένη ἀπιστίας καὶ πανουργίας, καὶ τοὺς μύθους διερευνωμένη, καὶ οὐκ ἀνεχομένη τῶν αἰνιγμάτων, ἐξεκάλυψέντε καὶ ἀπέδυσεν φιλοσοφίαν τοῦ αὑτῆς κόσμου, καὶ ἐχρήσατο γυμνοῖς τοῖς λόγοις · οἱ δ’εἰσὶν οὐδὲν ἀλλοιότεροι τῶν προτέρων οἱ ἔπειτα, πλὴν τῷ σχήματι τῆς ἁρμονίας, ἀλλ’αἱ περὶ θεῶν δόξαι ἀρξάμεναι ἄνωθεν διὰ πάσης φιλοσοφίας ἦλθον. 4.4Ἐπίκουρον δὲ ἐξελῶ λόγου καὶ ποιητικοῦ καὶ φιλοσόφου, τοῖς δὲ ἄλλοις ἡ πραγματεία ἴση καὶ ἡ αὐτή · πλὴν εἰ μὴ νομίζεις Ὅμηρον ἐντετυχηκέναι τοῖς θεοῖς τοξεύουσιν, ἢ διαλεγομένοις, ἢ θύουσιν, ἤ τι ἄλλο δρῶσιν, οἷα περὶ αὐτῶν ἐκεῖνος ᾄδει. οὐ δὲ γὰρ Πλάτωνα ἡγητέον ἐντετυχηκέναι τῷ Διὶ ἡνιοχοῦντι καὶ φερομένῳ ἐπὶ πτηνοῦ ἅρματος, στρατιᾶς θεῶν κατὰ ἕνδεκα λόχους κεκοσμημένης, οὐ δέ γε δαινυμένοις τοῖς θεοῖς ἐν Διὸς τοὺς Ἀφροδίτης γάμους, ὅτε Πόρος καὶ Πενία λαθόντε ξυνηλθέτηντὲ καὶ Ἔρωτα ἐξ αὐτῶν ἐγεννησάτην. οὐ δέ γε θεατὴν γενέσθαι Πυριφλεγέθοντόςτε καὶ Ἀχέροντος καὶ Κωκυτοῦ καὶ τῶν ἄνω καὶ κάτω ποταμῶν, ῥεόντων ὕδατι καὶ πυρί · οὐ δὲ τὴν Κλωθὼ ἰδεῖν καὶ τὴν Ἄτροπον, οὔτε ἐντετυχηκέναι ἑλιττομένῳ τῷ ἀτράκτῳ ἑπτὰ καὶ διαφόρους ἑλιγμούς. ἀλλὰ καὶ τοῦ Συρίου τὴν ποίησιν σκόπει, τὸν Ζῆνα, καὶ τὴν Χθονίην, καὶ τὸν ἐν τούτοις Ἔρωτα, καὶ τὴν Ὀφιονέως γένεσιν, καὶ τὴν θεῶν μάχην, καὶ τὸ δένδρον, καὶ τὸν πέπλον · σκόπει καὶ τὸν Ἡράκλειτον, θεοὶ θνητοί, θεοὶ ἀθάνατοι. 4.5πάντα μεστὰ αἰνιγμάτων, καὶ παρὰ ποιηταῖς, καὶ παρὰ φιλοσόφοις · ὧν ἐγὼ τὴν πρὸς τὸ ἀληθὲς αἰδὼ ἀγαπῶ μᾶλλον, ἢ τὴν παρρησίαν τῶν νεωτέρων · πραγμάτων γὰρ ὑπ’ἀνθρωπίνης ἀσθενείας οὐ καθορωμένων σαφῶς, εὐσχημονέστερος ἑρμηνεὺς ὁ μῦθος. ἐγὼ δὲ εἰ μέν τι πλέον ἐθεάσαντο τῶν προτέρων οἱ ἔπειτα, μακαρίζω τοὺς ἄνδρας τῆς θέας · εἰ δὲ μηδενὶ πλεονεκτοῦντες κατὰ τὴν γνῶσιν, μετέλαβον αὐτῶν τὰ αἰνίγματα εἰς μύθους σαφεῖς, δέδια μή τις αὐτῶν ἐπιλάβηται ὡς ἐξαγορευόντων ἀπορρήτους λόγους. τί γὰρ ἂν ἄλλο εἴη μύθου χρεία; λόγος περισκεπὴς ἑτέρῳ κόσμῳ, καθάπερ τὰ ἱδρύματα, οἷς περιέβαλλον οἱ τελεσταὶ χρυσὸν καὶ ἄργυρον καὶ πέπλους, τὰ πρῶτα ἀποσεμνύνοντες αὐτῶν τὴν προσδοκίαν. θρασεῖα γὰρ οὖσα ἡ ἀνθρωπίνη ψυχή, τὰ μὲν ἐν ποσὶν ἧσσον τιμᾷ, τοῦ δὲ ἀπόντος θαυμαστικῶς ἔχει · καταμαντευομένη δὲ τῶν οὐχ ὁρωμένων καὶ θηρεύουσα ταῦτα τοῖς λογισμοῖς, μὴ τυχοῦσα μὲν σπεύδει ἀνευρεῖν, τυχοῦσα δὲ ἀγαπᾷ ὡς ἑαυτῆς ἔργον. 4.6τοῦτο τοίνυν οἱ ποιηταὶ κατανοήσαντες, ἐξεῦρον ἐπ’αὐτῇ μηχανὴν ἐν τοῖς θείοις λόγοις, μύθους λόγου μὲν ἀφανεστέρους, αἰνίγματος δὲ σαφεστέρους, διὰ μέσου ὄντας ἐπιστήμης πρὸς ἄγνοιαν · κατὰ μὲν τὸ ἡδὺ πιστευομένους, κατὰ δὲ τὸ παράδοξον ἀπιστουμένους · καὶ χειραγωγοῦντας τὴν ψυχὴν ἐπὶ τὸ ζητεῖν τὰ ὄντα, καὶ διερευνᾶσθαι περαιτέρω. ἔλαθον μέχρι πλείστου οἱ ἄνδρες οὗτοι, ἐπιβουλεύσαντες ἡμῶν ταῖς ἀκοαῖς, φιλόσοφοι μὲν ὄντες, ποιηταὶ δὲ καλούμενοι, ἀλλαξάμενοι χρήματος ἐπιφθόνου δημοτερπῆ τέχνην. ὁ μὲν γὰρ φιλόσοφος βαρὺ καὶ πρόσαντες τοῖς πολλοῖς ἄκουσμα, ὡς ἐν πένησιν ὁ πλούσιος θέαμα βαρύ, καὶ ἐν ἀκολάστοις ὁ σώφρων, καὶ ἐν δειλοῖς ἀριστεύς · οὐ γὰρ ἀνέχονται αἱ πονηρίαι τὰς ἀρετὰς ἐν αὐταῖς καλλωπιζομένας · ὁ δὲ ποιητὴς ἄκουσμα ἁβρὸν καὶ δήμῳ φίλον, ἀγαπώμενον μὲν καθ’ἡδονήν, ἀγνοούμενον δὲ κατὰ τὴν ἀρετήν. καθάπερ δὲ οἱ ἰατροὶ τοῖς κακοσίτοις τῶν καμνόντων τὰ πικρὰ τῶν φαρμάκων ἀναδεύσαντες προσηνεῖ τροφῇ ἀπέκρυψαν τὴν τοῦ ὠφελοῦντος ἀηδίαν, οὕτως καὶ ἡ παλαιὰ φιλοσοφία καταθεμένη τὴν αὑτῆς γνώμην εἰς μύθους καὶ μέτρα καὶ σχῆμα ᾠδῆς, ἔλαθεν τῇ περιβολῇ τῆς ψυχαγωγίας, κεράσασα τὴν ἀηδίαν τῶν διδαγμάτων. 4.7μὴ τοίνυν ἔρῃ, πότεροι κρεῖττον περὶ θεῶν διειλήφασιν, ποιηταὶ ἢ φιλόσοφοι · ἀλλὰ σπονδὰς καὶ ἐκεχειρίαν τοῖς ἐπιτηδεύμασιν ποιησάμενος, ὡς περὶ μιᾶς καὶ ὁμοφώνου τέχνης σκόπει · κα- κἂν γὰρ ποιητὴν καλῇς, φιλόσοφον λέγεις, καὶ ἂν φιλόσοφον καλῇς, ποιητὴν λέγεις. καὶ γὰρ ἀριστεῖς καλεῖς, ὁμοίως μὲν τὸν Ἀχιλλέα μετὰ χρυσῆς καὶ ποιητικῆς ἀσπίδος στρατευόμενον, ὁμοίως δὲ καὶ τὸν Αἴαντα, κα- κἂν ἐκ βύρσης φέρῃ σάκος · ἀμφότερα δὲ ἀριστευτικὰ καὶ ἐκπληκτικὰ ὁμοίως ἡ ἀρετὴ ποιεῖ, καὶ οὐδὲν ἐνταῦθα ὁ χρυσὸς πρὸς τὴν βύρσαν. εἴκαζε δὴ κα- κἀνταῦθα τὰ μὲν μέτρα καὶ τὴν ᾠδὴν χρυσῷ, τὸν δὲ ψιλὸν λόγον ὕλῃ δημοτικῇ · σκόπει δὲ μήτε τὸν χρυσόν, μήτε τὴν βύρσαν, ἀλλὰ τὴν ἀρετὴν τοῦ χρωμένου. ἀληθῆ λεγέτω, κα- κἂν ποιητὴς λέγῃ, κα- κἂν μῦθον λέγῃ, κα- κἂν ᾄδων λέγῃ, ἕψομαι τοῖς αἰνίγμασιν, καὶ διερευνήσομαι τὸν μῦθον, καὶ οὐκ ἐκστήσει με ἡ ᾠδή · ἀληθῆ λεγέτω, κα- κἂν ψιλῶς λέγῃ, δέξομαι καὶ ἀγαπήσω τὴν ῥᾳστώνην τῶν ἀκουσμάτων · ἐὰν δὲ ἀφέλῃς ἑκατέρου τὸ ἀληθές, καὶ τοῦ ποιητοῦ καὶ τοῦ φιλοσόφου, ἄμουσον μὲν τὴν ᾠδὴν ποιεῖς, μῦθον δὲ τὸν λόγον · ἄνευ δὲ τοῦ ἀληθοῦς μήτε μύθῳ ποιητοῦ διαπιστεύσῃς τὸ πάμπαν, μήτε φιλοσόφου λόγῳ. 4.8καὶ γὰρ Ἐπίκουρος λέγει μὲν λόγους, ἀλλὰ μύθων ἀτοπωτέρους · ὥστε ἔγωγε πιστεύω μᾶλλον Ὁμήρῳ περὶ Διὸς λέγοντι, ὅτι ψυχὰς δυοῖν ἀριστέοιν ἐπὶ πλάστιγγος χρυσῆς ἐταλάντευεν, τὴν μὲν Ἀχιλλῆος, τὴν δ’Ἕκτορος ἀνδροφόνοιο, ἀνατείνας τὰ ζυγὰ τῇ δεξιᾷ · ὁρῶ γὰρ τὴν εἱμαρμένην τῶν ἀνδρῶν συναπονεύουσαν τῇ Διὸς δεξιᾷ · οὐ γὰρ ἐμὸν παλινάγρετον οὐ δ’ἀπατηλὸν οὐ δ’ἀτελεύτητον, ὅτι κεν κεφαλῇ κατανεύσω. αἰσθάνομαι τῶν Διὸς νευμάτων · διὰ τούτων γῆ μένει, καὶ ἀναχεῖται θάλαττα, καὶ ἀὴρ διαρρεῖ, καὶ πῦρ ἄνω θεῖ, καὶ οὐρανὸς περιφέρεται, καὶ ζῷα γίνεται, καὶ δένδρα φύεται · τῶν Διὸς νευμάτων ἔργα καὶ ἀνθρώπου ἀρετὴ καὶ εὐδαιμονία. συνίημι δὲ καὶ Ἀθηνᾶς, νῦν μὲν τῷ Ἀχιλλεῖ ξυνισταμένης καὶ ἀπαγούσης τοῦ θυμοῦ τὸν ἄνδρα καὶ σπώσης ὀπίσω, νῦν δὲ τῷ Ὀδυσσεῖ παρισταμένης ἐν πάντεσσι πόνοισι. ξυνίημι καὶ τοῦ Ἀπόλλωνος, τοξότης ὁ θεὸς καὶ μουσικός · καὶ φιλῶ μὲν αὐτοῦ τὴν ἁρμονίαν, φοβοῦμαι δὲ τὴν τοξείαν. σείει δὲ καὶ Ποσειδῶν γῆν τριστόμῳ δόρατι, ξυνάγει καὶ Ἄρης στρατοπέδων τάξεις, καὶ ὁ Ἥφαιστος χαλκεύει · ἀλλ’οὐκ Ἀχιλλεῖ μόνῳ, πάσῃ διαπύρῳ χρείᾳ συντάττεται καὶ συνεργάζεται. ταῦτα μὲν οἱ ποιηταὶ λέγουσιν, ταῦτα δὲ καὶ οἱ φιλόσοφοι λέγουσιν · ὧν ἂν μεταλάβῃς τὰ ὀνόματα, εὑρήσεις τὴν ὁμοιότητα, καὶ γνωριεῖς τὸ διήγημα. κάλει τὸν μὲν Δία νοῦν πρεσβύτατον καὶ ἀρχικώτατον, ᾧ πάντα ἕπεται καὶ πειθαρχεῖ · τὴν δὲ Ἀθηνᾶν, φρόνησιν · τὸν δὲ Ἀπόλλω, ἥλιον · τὸν δὲ Ποσειδῶ, πνεῦμα διὰ γῆς καὶ θαλάττης ἰόν, οἰκονομοῦν αὐτῶν τὴν στάσιν καὶ τὴν ἁρμονίαν. 4.9κα- κἂν ἐπὶ τὰ ἄλλα ἴῃς, εὑρήσεις πάντα μεστά, παρὰ μὲν τοῖς ποιηταῖς ὀνομάτων, παρὰ δὲ τοῖς φιλοσόφοις λόγων. τὰ δὲ Ἐπικούρου τίνι μύθων εἰκάσω; τίς οὕτω ποιητὴς ἀργὸς καὶ ἐκλελυμένος καὶ θεῶν ἄπειρος; τὸ ἀθάνατον οὔτε αὐτὸ πράγματα ἔχει, οὔτε ἄλλῳ παρέχει Τίς μοι γένηται τοιοῦτος μῦθος; πῶς ἀναπλάσω τὸν Δία; τί δρῶντα, καὶ τί βουλευόμενον, καὶ ποίαις ἡδοναῖς συνόντα; πίνει μὲν καὶ παρ’Ὁμήρῳ ὁ Ζεύς, ἀλλὰ καὶ δημηγορεῖ, καὶ βουλεύεται, ὡς ἡ τῶν περὶ τὴν Ἀσίαν πραγμάτων χορηγία διὰ βασιλέως ῥεῖ, καὶ ἡ τῶν Ἑλληνικῶν πραγμάτων χορηγία ἐκ τῆς Ἀθηναίων ἐκκλησίας ῥεῖ · βουλεύεται γὰρ ὑπὲρ μὲν τῆς Ἀσίας ὁ μέγας βασιλεύς, περὶ δὲ τῆς Ἑλλάδος ὁ Ἀθηναίων δῆμος · βουλεύεται καὶ περὶ νεὼς κυβερνήτης, καὶ περὶ στρατοπέδου στρατηγός, καὶ περὶ πόλεως νομοθέτης · καὶ ἵνα σωθῇ ναῦς, καὶ στρατόπεδον, καὶ γῆ, καὶ οἶκος, πράγματα μὲν ὁ κυβερνήτης ἔχει, πράγματα δὲ ἔχει ὁ στρατηγός, πράγματα δὲ ὁ νομοθέτης · ὑπὲρ δὲ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων μερῶν, τίς, ὦ Ἐπίκουρε, βουλεύεται; τίς κυβερνήτης; τίς στρατηγός; τίς νομοθέτης; τίς γεωργός; τίς οἰκονόμος; ἀλλ’οὐ δὲ ὁ Σαρδανάπαλλος ἀπράγμων ἦν, ἀλλ’ἐντὸς θυρῶν κατακεκλεισμένος, ἐπὶ σφυρηλάτου κλίνης κείμενος ἐν γυναικῶν χορῷ, ἐβουλεύετο ὅμως, πῶς σωθῇ Νῖνος, καὶ πῶς Ἀσσύριοι εὐδαιμονῶσιν · σοὶ δὲ ἡ Διὸς ἡδονὴ καὶ τῆς Σαρδαναπάλλου ἐκείνου ἀργοτέρα; ὢ μύθων ἀπίστων, καὶ μηδεμιᾷ ποιητικῇ ἁρμονίᾳ πρεπόντων.