27.1καὶ πῶς ἄν τις τοῦ φιλοσόφου ἀποδέξαιτο, ἄλλό τι τὴν ἀρετὴν λέγοντος εἶναι, καὶ μὴ τέχνην; σχολῇ γὰρ ἂν εἴη τέχνη τὶ ἄλλο, εἴπερ μὴ ἡ ἀρετή · πλὴν εἰ μὴ ἄροτρον μὲν τέχνης ἔργον, καὶ ἀσπὶς τέχνης, καὶ ναῦς, καὶ τειχίον · τὸ δὲ τούτοις χρώμενον καὶ ἐπιστατοῦν καὶ παρέχον τὴν ἑκάστου χρείαν ἅπαντα τῷ ἔχοντι εἰς δέον, καὶ τὴν ἐξ ἀπάντων ὠφέλειαν συντάττον εἰς κοινὸν τέλος, τοῦτο δή που ἀτεχνίαν φήσομεν. δεινόν γε, ὦ θεοί, καὶ δεινοῦ πέρα, εἰ ὁ μὲν κεραμεὺς ἐπὶ τέχνῃ μανθάνει, καὶ ὁ σκυτοτόμος, καὶ ὁ τέκτων · ὁ δὲ φιλόσοφος μανθάνει μέν, καὶ τὸ τέλος αὐτῷ ἡ ἀρετὴ ἔχει, ἔστι δὲ τοῦτο οὐ τέχνη, ἀλλά τι μάθημα ὑπὸ ἀτεχνίας διδασκόμενον. 27.2καλῶς · ἔχε ἀτρέμας · οὐ γὰρ ἀτόπως ὑφηγῇ οὐ δὲ ἀτεχνῶς, μὰ Δία. ἐγὼ δέ σου τὴν μὲν τέχνην ἐπαινῶ, τὸ δὲ κεφάλαιον αὐτῆς φέρε ἴδω τί καὶ λέγεις. κεραμεύς, φής, κεραμεύειν μανθάνει τέχνῃ, καὶ σκυτοτόμος σκυτοτομεῖν, καὶ τεκταίνειν τέκτων. ἐγὼ δ’εἴ σοι ταυτὶ μὲν δίδωμι, μανθάνειν ἕκαστον τῶν δημιουργῶν, ἃ μανθάνει δρᾶν, κα- κᾂν τέχνῃ · τῆς δὲ τέχνης ἑκάστης οὐκ εἶναι τέλος τὸ μαθεῖν τὴν τέχνην παρ’ἄλλου ἄλλον. τὴν μὲν γὰρ διαδοχὴν τοῦ εἰδέναι μαθήσει ποιεῖ · ἡ δὲ χρεία τῶν τεχνῶν, οὐχ ὑπὸ τέχνης γενέσθαι τέχνην, ἀλλ’ὑπὸ μὲν κεραμέως ἀμφορέα, ὑπὸ δὲ αὐλητοῦ αὔλημα, ὑπὸ δὲ στρατηγοῦ νίκην, τούτων δὲ ἕκαστον ἄλλό τι παρὰ τὴν τέχνην, τέχνης τέλος, καὶ οὐ τέχνη οὐ γὰρ ὅ τι μὴ τέχνη, καὶ ἀτεχνία εὐθύς. ἀτεχνία μὲν γὰρ ἀφαίρεσις τέχνης, ἔνθα δεῖ τέχνης · οὐ τέχνη δέ, τὸ ὑπὸ τέχνης μὲν γεγονός, ἕτερον δὲ ὂν παρὰ τὴν τέχνην. 27.3ἆρ’ἡγεῖ με σαφῶς λέγειν, ἢ φραστέον σοι οὑτωσὶ ἐνδηλότερον; καλεῖς τινα τέχνην ἰατρικήν, καὶ ἄλλην αὖ ἀγαλματουργικήν; τέλος δὲ ἑκατέρας, οὔτε ἰατρικῆς ἰατρική, οὔτε ἀγαλματουργικῆς ἀγαλματουργία, ἀλλὰ ἄγαλμα μὲν ἀγαλματουργίας, ὑγίειαν δὲ ἰατρικῆς; τί οὖν; ἄλλό τι εἶναι ἡγεῖ τὴν ἀρετήν, ἢ ψυχῆς ὑγίειάντε καὶ εὐσχημοσύνην; οὑτωσὶ δὲ αὐτὸ σκέψαι · ψυχῇ καὶ σώματι καὶ λίθῳ, τρισὶ τούτοις ἐπινείμας τέχνας τρεῖς, ὧν αἱ μὲν ὕλαι κόσμου ἐνδεεῖς, ἡ δὲ τέχνη, προσαγαγοῦσα ἑκάστης ἑκάστῳ τὸ οἰκεῖον σχῆμα, περιέβαλλεν τὸν μὲν λίθον ῥυθμοῖς καὶ σχήμασιν εἰς μορφῆς εἶδος, τὸ δὲ σῶμα ἁρμονίαις καὶ κράσεσιν εἰς ὑγιείας μέτρον, τὴν δὲ ψυχὴν συμμετρίαις καὶ εὐκινησίαις εἰς ἀρετῆς κόσμον. κα- κἂν καλῇς τι τούτων τέχνην, τὸ τοῦ δράσαντος ὄνομα τῷ ποιηθέντι ὑπὸ φιλίας προστιθείς, οὕτω μοι δοκεῖς καλεῖν, ὥσπερ ἂν εἰ καὶ ἥλιον καλεῖς τὴν ἐξ ἡλίου αὐγήν, ἑτέραν οὖσαν τοῦ ἡλίου, ποίημα ἡλίου, οὐκ αὐτὸ ἥλιον. 27.4καὶ μὲν δὴ καὶ ἀμφοτέρωθεν σκόπει τὸ λεγόμενον. ἐξετάζωμεν, τί μὲν τέχνη, τί δὲ ἀρετή. τέχνην τοίνυν ἄλλό τι ἡγεῖ, ἢ λόγον ἐπὶ τέλος ἰόντα; τὸν μὲν διὰ χειρουργίας σώματι ἀπεργαζόμενον, ὃ καλοῦμεν ποίημα, ἢ οἷον οἰκίαν οἰκοδόμου, καὶ ναυπηγοῦ ναῦν, καὶ γραφέως εἰκόνα · τὸν δὲ αὗ πράξεώς τινος ἐργαστικόν, οὐκ ἄνευ σώματος ἀπεργαζόμενον, ἀλλ’ἐν μὲν στρατηγίᾳ νίκην, ἐν δὲ ἰατρικῇ ὑγίειαν, ἐν δὲ πολιτικῇ δικαιοσύνην · τρίτον δ’αὗ τεχνῶν εἶδος αὐτὸ λόγον ἄνευ σωμάτων ἐφ’ἑαυτοῦ κρατυνόμενον, καὶ περὶ αὐτὸν τὴν πραγματείαν ἔχοντα, ὁποῖαι τέχναι γεωμετρικαὶ καὶ ἀριθμητικαί, καὶ ὅσαις τὸ τέλος διανοητικόν, αὐτὸ τοῦτο, οὔτε δὴ πρακτικόν, οὐ δὲ ποιητικόν. εἶεν. τριῶν τούτων τέχνης γενῶν, κατὰ ποῖον αὐτῶν τὴν ἀρετὴν τάξομεν, εἴπερ τέχνη; κατὰ τὸ ποιητικόν; οὐ δὲ αὐτὸς φήσεις · ἀλλὰ ἀμφισβητήσιμον ἔσται σοι τὸ τῆς πράξεως πρὸς τὴν θεωρίαν; ἔγὼ δὲ οὐδέτερον μὲν ἀφαιρῶ τῆς ἀρετῆς · ἀλλ’ἑκάτερον ἑκατέρῳ ἀνακεράσας, ἐπιμετρήσας τὶ ἐπὶ τούτοις καὶ ἄλλο, τὸ ἐξ ἀπάντων ξυστὰν ἕτερον εἶναι φημὶ ἑκάστου, ἀφ’ὧν συνέστη · οἶον εἴ τις τὸ τοῦ ἀνθρώπου σῶμα πῦρ εἶναι λέγοι, ἢ γῆν, ἢ ἀέρα, ἢ, νὴ Δία, ὕδωρ · εἴποιμι ἂν δήπου, ὡς οὔτε πῦρ ἐστιν τὸ σῶμα, οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδωρ · τὸ γὰρ ἐξ ἀπάντων μιχθὲν οὐκ ἔστιν ἕκαστον ἐκείνων, ἀφ’ὧν ἐμίχθη. 27.5πῶς οὖν ἀρετὴ μετέχουσα θεωρίας καὶ πράξεως οὐκ ἔστιν τέχνη; ταύτῃ μοι λέγοντι ἐφέπου. λέξω δὲ οὐκ ἐμαυτοῦ λόγον, ἀλλὰ ἐξ Ἀκαδημίας ὁρμηθέντα, καὶ ἐπιχώριον τῆς Πλάτωνος μούσηςτὲ καὶ ἑστίας · ἀπεδέξατο δὲ αὐτὸν καὶ Ἀριστοτέλης αὐτῷ. ἐγὼ δὲ καὶ πορρωτέρω ἐπανάγω · ὑποπτεύω γὰρ ἐξ Ἰταλίας Ἀθήναζε ἐλθεῖν τὸν λόγον, Πυθαγορείων τινῶν ἐμπορίαν ταύτην καλὴν στειλαμένων εἰς τὴν ἀρχαίαν Ἑλλάδα. ὁ δ’οὖν λόγος ταύτῃ ἔχει. τοῦ ἀνθρώπου ψυχὴ νενέμηται δίχα κατὰ πρώτην νομήν · καὶ τὸ μὲν αὐτῆς ἐστιν λόγος, τὸ δὲ πάθος · τούτων δὲ ἑκάτερον πονηρῶς ἔχον, καὶ κινούμενον ἀτάκτως, συλλήβδην καλεῖται ὀνόματι ἑνὶ τῷ αἰσχίστῳ, κακία προσαγορευόμενον. γίγνονται δὲ αἱ πηγαὶ καὶ αἱ γενέσεις τοῦ αἰσχροῦ τούτου ἐκ τῆς τα- θατέρου τῶν μορίων πλημμύραςτὲ καὶ ἐπιρροῆς, ἐπειδὰν τὰ πάθη ζέσαντα ἐπικλύσῃ τὴν ψυχήν, καὶ τὰς τοῦ λόγου βλαστήσειςτὲ καὶ ἐκφύσεις ἐπιταράξῃ. καθάπερ τῶν ποταμῶν οἱ χειμέριοι, ὑπὲρ τὰς νομίμους ὁδοὺς ἀναχεόμενοι ἐπὶ γεωργίαν ἀροτοῦ καὶ φυτουργίας, ἐπεθόλωσαν τὴν σωτηρίαν τῶν ἔργων καὶ τὸν κόσμον, οὕτω καὶ ψυχὴ ὑπὸ ἀμετρίας παθῶν ἐξίσταται τῶν λογισμῶν, καὶ δόξαι τότε αὐτῇ ψευδεῖς καὶ πονηραὶ παρὰ τὴν αὐτῆς φύσιν διανίστανται, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος · ἡ πλησμονὴ ἐπεγείρασα τὰ ἔνδον νοσήματα, ὥσπερ ἐκ φωλεοῦ ἑρπετά, συγχεῖ τὸν νοῦν καὶ φθέγγεσθαι προσαναγκάζει τὰς τῶν ἑρπετῶν τούτων φωνάς. 27.6εἰ δέ σοι καὶ σαφεστέρας εἰκόνος δεῖ, ὀχλοκρασίᾳ τινὶ εἰκαστέον τὴν τῆς ψυχῆς πονηρίαν · ἐπειδὰν πόλεως τὸ μὲν ἐπιεικὲς πᾶν βιασθὲν δουλεύῃ, τὸ δὲ ἀνόητον καὶ παντοδαπὸν ἐπιχειρῇ ἄρχειν, ὑπὸ ἐξουσίας ἀδεοῦς θρασυνόμενον · ἀνάγκη γάρ που τὴν τοιαύτην πόλιν πολύφωνόντε εἶναι καὶ πολυμερῆ καὶ πολυπαθῆ, καὶ μεστὴν παντοδαπῶν ἐπιθυμημάτων, ἀκόλαστον μὲν ἐν ἡδοναῖς, ἀκατάσχετον δὲ ἐν ὀργαῖς, ἄμετρον δὲ ἐν τιμαῖς, ἀστάθμητον δὲ ἐν εὐτυχίαις, δυσανάκλητον δὲ ἐν συμφοραῖς. ὅταν Περικλῆς μὲν οἴχηται, φεύγῃ δὲ Ἀριστείδης, ἀποθνήσκῃ δὲ Σωκράτης, ἀνίστηται δὲ Νικίας, ἐπιθυμῇ δὲ Κλέων μὲν Σφακτηρίας, Θράσυλλος δὲ Ἰωνίας, Ἀλκιβιάδης δὲ Σκελίας, καὶ ἄλλος ἄλλης γῆς ἢ θαλάττης, συνεπιθυμῇ δὲ αὐτῷ πλῆθος ἀργὸν καὶ ἄτακτον καὶ μισθοφόρον, πανταχοῦ περιφερόμενον, ἀνάγκη τὰς ἐπιθυμίας ταύτας δουλείας γεννᾶν, καὶ συμφοράς, καὶ τυραννίδα, καὶ πάντα δὴ τὰ ἔκτοπα ὀνόματα. εἰσὶν καὶ ἐν ψυχῇ δημαγωγοὶ πονηροί, καὶ δῆμος ἀκόλαστος, Ἀλκιβιάδαι πολλοὶ καὶ Κλέωνες, τὴν δειλαίαν οὐκ ἐῶντες ψυχὴν ἀτρεμεῖν καὶ παραχωρεῖν τῷ ἐν αὐτῇ λόγῳ καὶ νόμῳ. αὕτη τῆς ἐν ἀνθρώπῳ πολιτείας μοχθηρία · 27.7ἀρετὴ δέ, ἧσπερ εἵνεκεν τοὺς πολλοὺς λόγους κατεστησάμεθα, ἔμπαλιν ἔχει, αὐτὸ ἐκεῖνο κατὰ τὴν Λακωνικὴν πολιτείαν, ἧς τὸ τοιοῦτο μὲν πλῆθος ἄρχεται, τὸ δὲ ὀλίγον καὶ ἐπιεικὲς ἄρχει · καὶ τὸ μὲν σώζει, τὸ δὲ σώζεται · καὶ τὸ μὲν προστάττει, τὸ δὲ πείθεται · τὸ δὲ ἐξ ἀμφοῖν ἔργον ἐλευθερία · ἑκάτερον δὲ ἑκατέρου ἐνδεές, καὶ τὸ ἄρχον τῶν ἀρχομένων, καὶ τὸ ἀρχόμενον τῶν σωζόντων. καὶ περὶ ψυχὴν τὴν ἔχουσαν καλῶς, τὸν αὐτὸν τρόπον, σώζει μὲν ὁ λόγος, σώζεται δὲ τὰ πάθη · καὶ μετρεῖ μὲν ὁ λόγος, μετρεῖται δὲ τὰ πάθη · καὶ τὸ μὲν σοφίαν τὸ δὲ ἐξ ἀμφοῖν ἔργον ἐλευθερία. τάττε δή μοι πᾶν, ὅσον θεωρητικὸν τέχνης εἶδος, κατὰ τὸν λόγον · τὸ δὲ ὑπ’αὐτοῦ κοσμούμενον κατὰ τὰ πάθη · καὶ τὸ μὲν σοφίαν κάλει, ἐπιστήμην οὖσαν · τὸ δὲ ἀρετήν, ὑπὸ ἐπιστήμης γινόμενον. ἐὰν δὲ μεταθῇς τὰ ὀνόματα, καὶ τὴν ἐπιστήμην ἀρετὴν καλῇς, ἐρήσομαί σε, ὑπὸ τίνος αὕτη γέγονεν · ἐκεῖνο γὰρ ἔσται ἡ ἐπιστήμη, οὐ τὸ ὑπ’αὐτῆς γενόμενον. τέχνην τεχνῶν τὴν ἐπιστήμην καλεῖς; ἀκήκοα · ἐπιστήμην ἐπιστημῶν; μανθάνω, καὶ ἀποδέξομαι τοῦ λόγου, ἐὰν ἕν τι μοι δῷς μικρὸν πάνυ. τέχνην τεχνῶν τὴν τέχνην λέγε, ἐπιστήμην ἐπιστημῶν τὴν ἐπιστήμην λέγε · ἀπαλλάγηθι τοῦ ἑτέρου μέρους, καὶ σπένδομαι τῷ λόγῳ. εἰ δὲ τὴν ἐπιστήμην φυλάττων καὶ ἐξαίρων τὰ πάθη, τὸ τούτων σχῆμα τῇ ἐπιστήμῃ δίδως, ὅμοιον δρᾶς · εἴ τις τὴν Φειδίου φυλάξας τέχνην, τὴν ὕλην ἀφελὼν προσθείη τῇ τέχνῃ τὸ τῆς τέχνης ὄνομα. ἐπιστήμην ἄρχειν βούλει βίου καλοῦ; “ἀρχέτω λόγος”. ἄρχειν βούλει, ἔστω κοίρανος οὗτος εἶς, “ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω” · ἀλλ’ἄρχει τίνων; τίνας αὐτῷ δίδως ὑπηρέτας; τίνας χειρουργοὺς τῶν πράξεων; τὸ σῶμα; εὐθὺς ὅρα τί δρᾷς · διαπηδᾷς τὴν τάξιν τῶν ἀρχομένων, ἀπὸ τοῦ στρατηγοῦ ἐπὶ τοὺς σκευοφόρους. οὐχ ὁρᾷς τὸν κόσμον; ὁ στρατηγός, εἶτα οἱ λοχαγοί · καὶ μετὰ τούτους ἐνωμοτάρχαι · εἶτα οἱ ὁπλῖται, οἱ πελτασταί, οἱ τοξόται · καταβαίνει ἡρέμα ἡ ὑπηρεσία ἀπὸ τοῦ ὅλου, ἀπὸ τῶν ἀρίστων ἐπὶ τὰ φαυλότατα. 27.8ἀλλ’ὁρῶ τὸ πρόχειρον δὴ τοῦτο. ὁ θεὸς οἰκονομεῖ τὸ πᾶν τοῦτο καλῶς καὶ τεχνικῶς καὶ ἐπιστημόνως · τί δὲ οὐ μέλλει; τί οὖν μᾶλλον ἡ ἐπιστήμη, ἢ ἀρετή; εἰ μὲν γὰρ τὴν ἐπιστήμην τοῦ θεοῦ ἀρετὴν καλῇς, οὐ νεμεσῶ τῶν ὀνομάτων · οὐ γάρ ἐστιν θεῷ, καθάπερ ἀνθρώπῳ, τῆς ψυχῆς τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον · ἀλλ’ἀπλοῦν τὸ θεῖον, αὐτὸ ὅ, τι περ νοῦς καὶ ἐπιστήμη καὶ λόγος. εἰ δὲ ἐν τῇ κράσει τοῦ κρείττονος πρὸς τὸ χεῖρον, τὸ τοῦ ἀρχομένου ὄνομα μετατίθης πρὸς τὸ κρεῖττον, μέχρι μὲν τῆς φωνῆς ἀνέχομαι, τὸ δὲ πρᾶγμα οὐ δίδωμι. ἀρετὴν τὴν ἐπιστήμην, εἰ βούλει, κάλει, ἀλλ’ἐπιστήμην τὴν ἀρετὴν μὴ κάλει. καὶ γὰρ ψευδὴς ὁ λόγος καὶ ἐπισφαλής, νὴ Δία. εἴ τις ἔσται τοῖς ἀνθρώποις πίστις, ὅτι θεωρημάτων ἀριθμοὶ καὶ μαθήματα ἄττα ἐπὶ τὴν ψυχὴν ἐλθόντα τὴν ἀρετὴν αὐτοῖς συνεισάγει, πολλοῦ μέντ’ἂν ἦν ἄξιον τὸ τῶν σοφιστῶν γένος, τὸ πολυμαθὲς τοῦτο καὶ πολύλογον καὶ πολλῶν μεστὸν μαθημάτων, καπηλεῦον ταῦτα, καὶ ἀπεμπολοῦν τοῖς δεομένοις · ἀγορὰ πρόκειται ἀρετῆς, ὤνιον τὸ χρῆμα. 27.9εἰ δ’οἱ μὲν λόγοι σαφεῖς καὶ πρόχειροι, καὶ μεστὰ πάντα διδασκάλων καὶ μαθημάτων, ἀντιτυπεῖ δὲ ἔνδοθεν ταῖς τῶν λόγων ὁδοῖς παθήματα χαλεπὰ καὶ ἄγρια, καὶ ἐθισμοὶ φαῦλοι, καὶ ἀσκήσεις ἄδικοι, καὶ ἐπιθυμίαι ἀλλόκοτοι, καὶ τροφαὶ πονηροί, ἐνθυμητέον, ὅτι “φύσεως δεῖ πρῶτον χρηστῆς, ὥσπερ κρηπῖδος ἀνισταμένῳ τειχίῳ · καὶ μετὰ τοῦτο τροφῆς καὶ ἔθους πρὸς σωτηρίαν τῆς φύσεως · ὑφ’ὧν φιλία τῇ ψυχῇ ἐγγίγνεται πρὸς τὰ καλὰ πάντα, συντρεφομένη τοῖς χρόνοις, καὶ συνθέουσα ταῖς ἡλικίαις · ἐπὶ δὲ τούτοις προσελθεῖν δεῖ τέχνην ἐπισφραγιζομένην βεβαιότητι τὰ τῶν παθῶν μέτρα”. οὕτω γίγνεται εὐδαίμων ψυχή, καὶ βίος ὑγιής, καὶ δόξαι ὀρθαί, ὑπὸ ἁρμονίας καὶ κράσεως συνταττόμεναι Ταῦτα νομοθετεῖ θεός, ταῦτα ἀποφαίνει ἄνδρα ἀγαθόν · ἀγωγὴ παθῶν ὑπὸ τοῦ λόγου, καὶ πειθαρχία πρὸς ἐπιστήμην ἑκούσιος · μοχθηρία δὲ χρῆμα ἀκούσιον, ὑφ’ἡδονῆς ἑλκόμενον.