Maximus

Dissertations, 31

31.1ἐπεχείρει ἐχθρὸς λόγος τις παρελθὼν πείθειν ἡμᾶς ὡς αἱρετέον ἡδονήν, ἐὰν προσγένηται αὐτῇ τὸ ἀσφαλές · σοφιστὴς λόγος καὶ ἀπατεὼν δεινῶς, ὅς, ἐξὸν σκοπεῖν τὴν ἡδονῆς φύσιν, καθόσον ἡδονή, ποῦ τάττεται, ἐν ἀγαθοῖς κακοῖς, ἐν ποτέρω χορῷ παρεὶς τὸ σκέμμα, ὡς ἀγαθοῦ τῆς ἡδονῆς οὔσης, ἐσκοπεῖτο εἰ βέβαιον τὸ ἀγαθὸν τοῦτο. καὶ ποῖον ἄν τις ἐπινοήσαι ἀγαθὸν σαλεῦον καὶ κραδαινόμενον; ὥσπερ γάρ, οἶμαι, καὶ τῆς ἄλλης γῆς εἰ ἀφέλοι τὶς τῷ λόγῳ τὴν ἕδραν τὴν μονήν, συναφεῖλεν αὐτῆς καὶ τὸ εἶναι · καὶ τοῦ ἡλίου εἰ ἀφέλοι τὶς τὴν κίνησιν καὶ τὸν δρόμον, συναφεῖλεν αὐτοῦ τὴν οὐσίαν · οὕτως καὶ τοῦ ἀγαθοῦ εἴ τις ἀφέλοι τὴν ἀκρίβειαν καὶ τὴν στάσιν, συναφεῖλεν αὐτοῦ καὶ τὴν φύσιν · οὐ γὰρ χρόνῳ τὸ ἀγαθὸν ἀνθεῖ, ὡς ὥρα σώματος. πῶς ἂν οὖν τις περὶ ἡδονῆς σκοποῖ, τὸ μὲν ἀγαθὸν αὐτῇ προσθείς, ἀφελὼν δὲ τὸ βέβαιον; εἰ γὰρ ἀνάγκη ἀγαθὸν ὄν βέβαιον εἶναι, τῇ τοῦ βεβαίου ἀπουσίᾳ καὶ τὸ ἀγαθὸν τῆς ἡδονῆς συναπέρχεται. καὶ πότερος τούτων τῷ πιθανῷ πλησιαίτερος; λέγων τὴν ἡδονὴν ἀγαθὸν εἶναι, κἂν μὴ βέβαιος, ἀγαθὸν λέγων μὴ εἶναι, ἂν μὴ ὡς βέβαιον ; ἐγὼ μὲν οἶμαι, θάτερον · κρεῖττὸν γὰρ ἀφελεῖν ἡδονὴν ἀγαθοῦ, προσθέντας τὸ βέβαιον αὐτῷ προσθεῖναι ἡδονῇ τἀγαθόν, ἀφελόντας αὐτῆς τὸ ἀσφαλές.
31.2ἐπεὶ τοίνυν τὸ μὲν ἀγαθὸν οὐχ ἡδὺ πάντως, βέβαιον δὲ πάντως, τὸ δὲ ἡδὺ οὐ πάντως ἀγαθόν, ἀβέβαιον δὲ πάντως, λείπεται δυοῖν θάτερον, τὴν ἡδονὴν διώκοντας ἀμελεῖν τἀγαθοῦ, τὸ ἀγαθὸν αἱρουμένους μὴ διώκειν ἡδονήν. οὐθὲν δὲ οἶμαι διωκτὸν , τι μὴ ἀγαθόν · ἀλλ’ἀγαθοῦ φαντασίᾳ, τὸ μὴ ἀγαθὸν διώκεται ἐν χώρᾳ ἀγαθοῦ · καθάπερ ὑπὸ τῶν χρηματιστῶν τὰ κίβδηλα τῶν νομισμάτων, οὐ διότι κίβδηλα, αἱρετὰ ὄντα, ἀλλὰ τῇ πρὸς τὸ ἀληθὲς ὁμοιότητι τὴν τοῦ κιβδήλου φύσιν ἐπικρυπτόμενα. ἀλλ’ἐνταῦθα μὲν οἱ ἀργυρογνώμονες τῇ τέχνῃ διεκρίναντο τἀληθοῦς τὸ μὴ δόκιμον · ἐν δὲ τῇ τῶν ἀγαθῶν νομῇ διακρίνει λόγος ἀπὸ τῶν ὄντων ἀγαθῶν τὰ φαινόμενα μέν, οὐκ ὄντα δέ ἀλλὰ λησόμεθα, ὥσπερ οἱ μοχθηροὶ χρηματισταί, θησαυροὺς ταμιευόμενοι κιβδήλων ἀγαθῶν.
31.3τίς ἂν οὖν καὶ γένοιτο σκέψις ἡμῖν; καὶ τίς τῆς δοκιμασίας οὗτος τρόπος; φέρε, εἴ τις ἐπεχείρει τὸν βοῦν ὑπολύσας τῶν ἀρότρων, καὶ τὸν ἵππον τῶν ἁρμάτων, ὑπαλλάξας ἑκατέρου τὴν ἐργασίαν, ὑπαγαγεῖν τὸν μὲν βοῦν τῷ ἅρματι, τὸν δὲ ἵππον τῷ ἀρότρῳ, ἆρ’οὐκ ἂν ἦν πρὸς μὲν τὴν φύσιν παράνομος, πρὸς δὲ τὰ ζῷα αὐτὰ ὑβριστής, πρὸς δὲ τὰς τέχνας ἀμαθής, πρὸς δὲ τὴν χρείαν ἀκερδής, πρὸς δὲ τὴν ὑπηρεσίαν καταγέλαστος; τί δὲ τὰ τούτων ἔτι ἀτοπώτερα; εἰ τῶν μὲν ὀρνίθων ἀφελὼν τὰ πτερά, βαδιστικὰ ἐκ πτηνῶν εἶναί σοι θέλῃς, τὸν δὲ ἄνθρωπον πτερώσας παραδῷς τῷ αἰθέρι φέρεσθαι δι’αὐτοῦ, ὄρνιθος δίκην, οὐκ ἔσῃ καταγέλαστος τῆς ἀλλαγῆς; ὁπότε μη δὲ μῦθος τὸν Δαίδαλον ἠνέσχετο ἀτόπους οὕτω τέχνας πραγματευόμενον, ἀλλὰ ἀπέρριψεν αὐτῷ τὸν παῖδα τοῦ αἰθέρος εἰς γῆν κάτω αὐτοῖς πτεροῖς; φασὶν δὲ καὶ Καρχηδόνιον νεανίαν ἀγρεῦσαι λέοντα ἄρτι ἐκ γάλακτος, καὶ ἡμερῶσαι τοῦτον παρανόμῳ τροφῇ, καὶ τὸν θυμὸν αὐτοῦ ἐξελεῖν διαίτῃ νόθῳ, ὥστε ἐπιθεὶς αὐτῷ φορτίον ἤλαυνεν δι’ἄστεος ὄνου δίκην · ἀλλὰ ἀπέκτεινάν γε αὐτὸν Καρχηδόνιοι μισήσαντες τῆς παρανομίας, ὡς τύραννον μὲν τῇ φύσει, ἰδιώτην δὲ τῇ δυστυχίᾳ.
31.4ὥσπερ οὖν τῷ ἵππων γένει συγκεκλήρωται πρὸς σωτηρίαν δρόμος, καὶ τῷ βοῶν πόνοι, καὶ ὄρνισι πτερά, καὶ λέουσιν ἀλκή, καὶ ἄλλοις ἄλλό τι, οὕτως ἀμέλει καὶ ἀνθρώπῳ ὑπάρχει δύναμις ξυμφυὴς διασωστικὴ τοῦ γένους · ταύτην δὲ ἑτέραν εἶναι δεῖ παρ’ἕκαστον τῶν ἄλλων, εἰ μέλλει ἄνθρωπος ὤν μὴ ὑπὸ ἀλκῆς σωθήσεσθαι, ὥσπερ οἱ λέοντες, μη δὲ ὑπὸ δρόμου, ὥσπερ οἱ ἵπποι, μη δὲ ἀχθοφορεῖν ὄνου δίκην, μη δὲ ἀροῦν βοὸς δίκην, μη δὲ πέτασθαι κατὰ ὄρνιθας, μη δὲ νήχεσθαι κατὰ ἰχθύος. ἀλλ’ἔστί τι καὶ τούτῳ ἔργον ἴδιον, διαγνωστικὸν τοῦ βίου, εἰ ἐννενέμηται τὰ ζῷα τὰς δυνάμεις, ἑκάστην ἕκαστον κατὰ τὴν χρείαν τοῦ βίου, καὶ τὰ ἔργα κατὰ τὰς δυνάμεις, καὶ τὰ ὄργανα κατὰ τὰ ἔργα καὶ τἀγαθά. καί, ξυνελόντι εἰπεῖν, τὸ ἑκάστου ἀγαθὸν ἐν τῷ ἐπιχωρίῳ τῶν ἔργων μένει, τὰ δὲ ἔργα ἐν τῷ τῆς χρείας ἀναγκαίῳ, δὲ χρεία ἐν τῷ τῆς δυνάμεως εὐπόρῳ. δὲ δύναμις ἐν τῷ τῶν ὀργάνων εὐμηχάνῳ, τὰ δὲ ὄργανα ἐν τῷ τῆς φύσεως ποικίλῳ. παντοδαπὴ γὰρ φύσις, καὶ διὰ τοῦτο περιέβαλεν καὶ διεκόσμησεν τὰ ζῷα ἕκαστα ἐπὶ σωτηρίᾳ τοῦ βίου, ἄλλα ἄλλοις ὅπλοις · τὰ μὲν ὀνύχων ἀκμαῖς, τὰ δὲ ὀδόντων ῥώμῃ, τὰ δὲ κεράτων ὀξύτητι, τὰ δὲ ποδῶν τάχει, τὰ δὲ θυμῷ, τὰ δὲ ἰῷ · τὸν δὲ ἄνθρωπον ἀποδύσασα τουτωνὶ τῶν περιβλημάτων, ἀπέφηνεν γυμνὸν καὶ ἀσθενῆ καὶ ἄτριχον, καὶ ῥώμην ἀσθενῆ, καὶ θεῖν βράδιστον, καὶ ἀνίπτασθαι ἀμήχανον, καὶ νήχειν ἀμβλύτατον · ἐνέφυσεν δέ τι αὐτῷ ζώπυρον ἀφανὲς πρὸς σωτηρίαν βίου, καλοῦσιν οἱ ἄνθρωποι νοῦν, διατελεῖ σωζόμενον, καὶ τὰς ἀπορίας ἐξιώμενον τοῦ βίου, καὶ θεραπεῦον τὴν ἔνδειαν τῶν σωμάτων, καὶ ἀντιτεχνώμενον ταῖς τῶν ἄλλων ζῴων πλεονεξίαις, καὶ πάντων κρατοῦν καὶ ὑπάγον τῷ τοῦδε νόμῳ καὶ λόγῳ.
31.5ἔρου δή με καὶ περὶ τοῦ ἀνθρώπου · σκεπτέον τὸ τούτου ἀγαθόν, ποῦ καὶ τίνα τρόπον. ἀποκρινοῦμαί σοι ὡς περὶ τοῦ λέοντος, ὡς περὶ τοῦ ὄρνιθος, ὡς περὶ τῶν ἄλλων ἁπάντων ἀπεκρινάμην · ἐνταῦθα ζήτει τὸ ἀνθρώπου ἀγαθόν, ὅπου τὸ ἀνθρώπου ἔργον. ποῦ δὲ εὕρω τὸ ἔργον; ὅπου τὸ ὄργανον. ποῦ δὲ εὕρω τὸ ὄργανον; ὅπου τὸ διωκόμενον. ἐντεῦθεν ἄρξαι. τί ἀνθρώπου διασωστικόν; ἡδονή · πρᾶγμά μοι κοινὸν λέγεις, ἐπὶ πάσας φύσεις ἐξικνούμενον, καὶ διὰ τοῦτο αὐτοῦ τὴν προτιμίαν οὐκ ἀνέχομαι · ἥδεται καὶ βοῦς, ἥδεται καὶ ὄνος, καὶ σῦς, καὶ πίθηκος. ὅρα ποῦ τάττεις τῶν ἀνθρώπων τὸ γένος, τίνας αὐτῷ κοινωνοὺς τῶν ἀγαθῶν δίδως. εἰ δὲ ἡδονὴ τὸ σῶζον, ζήτει μετὰ τοῦτο, τί ἡδονῆς ὄργανον · ἐντεύξῃ δὲ πολλοῖς καὶ παντοδαποῖς · καὶ μέχρι μὲν ὀφθαλμῶν καὶ ὤτων τίμα τὰ ὄργανα · ἐὰν δὲ προέλθῃς περαιτέρω, ἐπὶ τὰς ἡδονῆς ὁδούς, ὅρα τίσιν ὀργάνοις ἀνατίθης τὴν σωτηρίαν. εὗρες τὰ ὄργανα, ζήτει τὰ ἔργα. λιχνευέτω γλῶττα, τηκέσθωσαν οἱ ὀφθαλμοί, ἐκλυέσθω ἀκοή, πληρούσθω γαστήρ, ὑβριζέτω τὰ ὑβρίζειν πεφυκότα. εὗρες τὰ ἔργα, ἐντετύχηκας τῷ ἀγαθῷ. τοῦτο σωτηρία; τοῦτο εὐδαιμονία;