41.1φασὶ τὸν Μακεδόνα Ἀλέξανδρον, ἀφικόμενον εἰς Ἄμμωνος, προσειπόντος αὐτὸν τοῦ Ἄμμωνος παῖδα, πιστεῦσαι τῷ θεῷ κατὰ τὴν Ὁμήρου φήμην, πατέρα αὐτὸν θεῶν καὶ ἀνθρώπων ὀνομάζοντος · ἀποδεξάμενος δὲ τοῦ μαντείου, ἄλλο μὲν ἠξίωσεν οὐθὲν τὸν πατέρα μετὰ τοῦτο ἐρέσθαι, οὐ περὶ τῆς Δαρείου φυγῆς, οὐ περὶ τῆς μελλούσης μάχης, οὐ περὶ τῆς Ἑλλάδος κακουμένης, οὐ περὶ τῆς Ἀσίας κυκωμένης · ἀλλ’, ὥσπερ αὐτῷ τῶν ἄλλων καλῶς ἐχόντων, ἠρώτα τὸν θεὸν περὶ τοῦ Νείλου, ὁπόθεν ὁρμηθεὶς ἐπὶ Αἰγύπτου κάτεισιν. πάνυ γοῦν αὐτῷ τοῦτο ἓν ᾔδει πρὸς εὐδαιμονίαν, καὶ μαθόντι εἶχεν ἂν καλῶς · οὐ δ’εἰ, μὰ Δία, πρὸς τῷ Νείλῳ τὸν Ἴστρον ἔγνω, ἢ τὸν ὠκεανὸν αὐτόν, εἴτέ τις ἐστὶν ποταμοῦ φύσις περὶ πᾶσαν γῆν εἱλουμένου, εἴτε ἀρχαὶ τῆς δεῦρο καὶ πηγαὶ θαλάττης, εἴτε λίμνη ὑποδεχομένη τὰς ἡλίου καταδύσεις καὶ σελήνης, εἴτε ἄλλό τι, οἷον οἱ ποιηταὶ καταμαντεύονται · ἐξὸν τοὺς μὲν ποταμοὺς ἐᾶν ῥεῖν, ὁπόθεν ὁ θεὸς αὐτοὺς ἀφῆκεν · αὐτὸν δὲ ἐπὶ Ἄμμωνα ἀφικόμενον, ἢ ἐπὶ τὴν Θεσπρωτῶν γῆν καὶ τὴν ἐκεῖ δρῦν, ἢ ἐπὶ τὸν Παρνασσὸν καὶ τὴν Πυθοῖ χρησμῳδίαν, ἢ ἐπὶ τὸν Ἰσμηνὸν καὶ τὴν ἐκεῖ φωνήν, ἢ ἐπὶ Δῆλον καὶ τοὺς ἐκεῖ χορούς, ἢ εἴ που ἄλλό τι μαντεῖον ἦν φθεγματικὸν τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γῆς, δεῖσθαι τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος ἐπιδοῦναι χρησμὸν ἕνα κοινὸν καὶ δημόσιον τῷ πάντων ἀνθρώπων γένει. ἦ γὰρ ἂν κοινωφελεστέραν θεωρίαν ἐστείλαντο οἱ ἄνθρωποι τήνδε μᾶλλον, ἢ Δωριεῖς περὶ Πελοποννήσου μαντευόμενοι, ἢ Ἀθηναῖοι περὶ Ἰωνίας πυνθανόμενοι, ἢ Κορίνθιοι περὶ Σικελίας ἀνερωτῶντες. 41.2φέρε μιμησάμενοι τοὺς θεωροὺς ἐκείνους τοὺς κοινοὺς Ἰωνικούς, τοὺς ὑπὲρ τοῦ γένους ἐπὶ τὰ μαντεῖα σταλέντας, ἐρώμεθα τὸν Δία, τίς τῶν ἀνθρωπίνων ἀγαθῶν πατὴρ καὶ χορηγός, τίνες ἀρχαί, τίνες πηγαί, πόθεν ὁρμηθέντα ῥεῖ; ἢ τούτων μὲν πέρι οὐθὲν δεῖ τὸν θεὸν ἐνοχλεῖν, αἰσθανομένους τῆς χορηγίας, καὶ ὁρῶντας τὴν αἰτίαν, καὶ συνιέντας τὴν πηγήν, καὶ τὸν πατέρα καὶ ποιητὴν εἰδότας, τὸν οὐρανοῦ ἁρμοστήν, τὸν ἡλίου καὶ σελήνης ἀγωγέα, τὸν κορυφαῖον τῆς τῶν ἄστρων περιφορᾶς καὶ δινήσεως καὶ χορείας καὶ δρόμου, τὸν ὡρῶν ταμίαν, τὸν πνευμάτων οἰκονόμον, τὸν ποιητὴν θαλάττης, τὸν δημιουργὸν γῆς, τὸν ποταμῶν χορηγόν, τὸν καρπῶν τροφέα, τὸν ζῴων γεννητήν, τὸν γενέθλιον, τὸν ὑέτιον, τὸν ἐπικάρπιον, τὸν πατρῷον, τὸν φυτάλμιον · οὗ ὁ νοῦς ἀρραγὴς ὢν καὶ ἄτρυτος καὶ ἐπὶ πάσας ἐξικνούμενος φύσεις ἀμηχάνῳ τάχει, ὡς προσβολὴ ὄψεως, πᾶν κοσμεῖ ὅτου ἂν ἐπαφήσηται · καθάπερ καὶ αἱ παρ’ἡλίου ἀκτῖνες προσπεσοῦσαι τῇ γῇ λαμπρύνουσιν αὐτῆς τὸ καταληφθὲν πᾶν. τίς δέ ἐστιν ὁ τῆς ἐπαφῆς ταύτης τρόπος, ἐγὼ μὲν εἰπεῖν οὐκ ἔχω · ᾐνίξατο δὲ αὐτὴν ἠρέμα Ὅμηρος, “ἦ καὶ κυανέῃσιν ἐπ’ὀφρύσι νεῦσε Κρονίων”. ὁμοῦ δὲ τῷ Διὸς νεύματι γῆ ξυνέστη, καὶ ὅσα γῆς θρέμματα, καὶ θάλασσα ξυνέστη, καὶ ὅσα θαλάττης γεννήματα, καὶ ἀὴρ ξυνέστη, καὶ ὅσα ἀέρος φορήματα, καὶ οὐρανὸς ξυνέστη, καὶ ὅσα ἐν οὐρανῷ κινήματα. ταῦτα ἔργα τῶν Διὸς νευμάτων · μέχρι τούτων ἀδεὴς εἰμὶ χρησμῳδίας, καὶ Ὁμήρῳ πείθομαι, καὶ πιστεύω Πλάτωνι, καὶ οἰκτείρω τὸν Ἐπίκουρον. 41.3ἐὰν δὲ εἰς τὰς τῶν κακῶν ἐννοίας παρέλθω, πόθεν ταῦτα παρέδυ δεῦρο; τίνες αἱ τῶν κακῶν πηγαὶ ἢ γενέσεις; πόθεν ἀρξάμενα ἔρχεται; ἐξ Αἰθιόπων, ὡς ὁ λοιμός; ἐκ Βαβυλῶνος, ὡς ὁ Ξέρξης; ἐκ Μακεδονίας, ὡς Φίλιππος; οὐ γὰρ ἐξ οὐρανοῦ, μὰ Δία, οὐκ ἐξ οὐρανοῦ · “φθόνος γὰρ ἔξωθεν τοῦ χοροῦ ἵσταται”. ἐνταῦθα τοίνυν, ἐνταῦθά μοι δεῖ χρησμῳδίας, ἐρώμεθα τοὺς θεούς · Ζεῦ καὶ Ἄπολλον, καὶ ὅστις ἄλλος θεὸς μαντικὸς καὶ κηδεμὼν τῆς τῶν ἀνθρώπων ἀγέλης, δεομένοις εἴπατε, τίς κακῶν ἀρχή; τίς αἰτία; πῶς φυλαξώμεθα; πῶς λάθωμεν; “οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐ δ’ὑπαλύξαι”. ἢ οὐχ ὁρᾶτε, ὅσα τὰ δεινὰ εἰς τὰς ἀνθρωπίνας κῆρας ἐμπεπτωκότα περὶ γῆν στρέφεται, παντοίων στόνων καὶ ὀδυρμῶν ἐμπιμπλάντα τὴν γῆν; στένει μὲν τὸ ἀνθρώπου σῶμα τὰς ἐπιτετειχισμένας αὐτῷ νόσους ὀδυρόμενον, καὶ τὸ ἀκροσφαλὲς τῆς σωτηρίας, καὶ τὸ ἄδηλον τοῦ βίου. τίς γὰρ ἡλικίας καιρὸς ἀνυπεύθυνος ἀνθρωπίνῳ σώματι; οὐ γενόμενον μὲν εὐθὺς καὶ ἀποσπασθὲν ἐκ μητέρων, ὑγρὸν καὶ ἰλυῶδες καὶ διαρρέον, ὀδυρμῶν καὶ κνυζημάτων ἀνάπλεων; προϊὸν δὲ καὶ εἰς ὥραν ἀναφυόμενον, ἔμπληκτον καὶ ἀκρατές; κα- κἂν εἰς ἥβην προέλθῃ, ὑπὸ φλεγμονῆς ἀκατάσχετον · κα- κἂν εἰς γῆρας ἔλθῃ, κατὰ βραχὺ νεκρούμενον καὶ ἀποσβεννύμενον · ἐνδιαίτημα τῇ ψυχῇ ἀχρειότερον, δυσάρεστον, δύστηνον, δύσεργον, οὐκ ὄμβρων ἀνεχόμενον, οὐ πνευμάτων, οὐχ ἡλίου, μεμφόμενον ταῖς ὥραις τοῦ οὐρανοῦ, καὶ ἀντιστρατηγοῦν τῷ Διί. χειμὼν οὗτος · ἀντέχεται · θέρος τοῦτο · ἀναψύχει · πληρωθὲν μὲν κενώσεως, κενωθὲν δὲ πλησμονῆς ὀρεγόμενον · Εὐρίπου καὶ ἀμπώτεως δίκην, μηδέποτε ἑστός, μηδέποτε ἀτρεμοῦν, ἀκόρεστον, ἀκατάσχετον, ἁδηφάγον, ἐνδεὲς ἀμπεχόνης, δεόμενον ὑποδημάτων, ἀλειμμάτων, φαρμάκων, λουτρῶν. ἓν σῶμα θεραπεύουσιν χεῖρες πολλαὶ, καὶ τέχναι πολλαί · χιλίας δὲ ἵππους ἱπποφορβὸς εἷς, καὶ τοσαῦτα μῆλα ποιμὴν εἷς, καὶ τοσούτους βοῦς βουφορβὸς εἷς. καὶ οὐ δὲ τὰ τοσαῦτα ἱκανά · τίς γὰρ ἀνθρωπίνη μηχανὴ λοιμοῦ προσβολὰς ἀλέξασθαι, ἢ ἀνασχεῖν ὄμβρους ἐξ οὐρανοῦ καταφερομένους, ἢ στῆσαι γῆν σειομένην, ἢ σβέσαι πῦρ ἐκ γῆς ἀνιστάμενον; ὁρᾷς τὸν δρόμον, καὶ τὴν διαδοχὴν τῶν κακῶν, καὶ τὴν συνέχειαν τῶν κινδύνων · “οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο”. κα- κἂν ἐπὶ τὴν ψυχὴν ἔλθῃς, κα- κἀκεῖ ὄψει ὄχλον νοσημάτων τῇ ψυχῇ ἐπιχεόμενον · ἐὰν λύπην ἀπώσῃ, φόβος ὑπορρεῖ · ἂν ἀπέλθῃ φόβος, ὀργὴ ἀνίσταται · ἂν παύσεται ὀργή, φθόνος ἔπεισιν · παρὰ πόδας τὰ δυσχερῆ, ἐν γειτόνων τὰ κακά · ἀνοχὴ δὲ ἀκριβὴς οὐδεμία. 41.4τί ἂν οὖν πρὸς ταῦτα ἀποκρίναιτο ὁ Ζεύς, ἢ ὁ Ἀπόλλων, ἤ τις ἄλλος μαντικὸς θεός; ἀκούσομεν τοῦ ὑποφήτου λέγοντος “ἐξ ἡμέων γὰρ φασὶ κακ’ἔμμεναι · οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ἔχουσιν” · τίς οὖν ἡ τῆς ἀτασθαλίης αἰτία; οὐρανοῦ καὶ γῆς δυοῖν ἑστίαιν τὴν μὲν ἄμοιρον ἡγητέον κακῶν, τὴν δὲ ἐξ ἀμφοῖν ἐπιμεμιγμένην · ᾗ τὰ μὲν ἀγαθὰ ἐπίρρυτα ἐκ τῆς ἑτέρας, τὰ δὲ κακὰ ἐξ αὐτοφυοῦς μοχθηρίας ἀνίσταται. διττὴ δὲ αὕτη, ἡ μὲν ὕλης πάθος, ἡ δὲ ψυχῆς ἐξουσία. ῥητέον δὲ δὴ τὰ πρῶτα ὑπὲρ τῆς προτέρας. ὕλην ὁρᾷς ὑποβεβλημένην δημιουργῷ ἀγαθῷ · ἧς τὸ μὲν κοσμηθὲν ἥκει παρὰ τῆς τέχνης · εἰ δέ τι ἀκρατῶς ἑαυτῶν τὰ ἐν γῇ ἔχοντα πάσχει πλημμελές, ἀναίτιόν μοι τὴν τέχνην τίθει · βούλησις γὰρ οὐδεμία τεχνίτου ἄτεχνος, οὐ δὲ γὰρ νομοθέτου ἄδικος · ὁ δὲ θεῖος νοῦς ἀνθρωπίνης τέχνης εὐστοχώτερος. καθάπερ οὖν ἐν ταῖς τῶν τεχνῶν χειρουργίαις τὰ μὲν ἡ τέχνη προηγουμένως δρᾷ, στοχαζομένη τοῦ τέλους, τὰ δὲ ἕπεται τῇ χειρουργίᾳ, οὐ τέχνης ἔργα, ἀλλ’ὕλης πάθη, σπινθῆρέςτε ἐξ ἄκμονος, καὶ ἐκ βαύνου αἰθαλώσεις, καὶ ἄλλο ἐξ ἄλλης πάθος, ἀναγκαῖον μὲν τῇ ἐργασίᾳ, οὐ προηγούμενον δὲ τῷ τεχνίτῃ · οὕτως ἀμέλει καὶ ὅσα περὶ γῆν πάθη γίνεται, ἃς καλοῦμεν κακῶν ἀνθρωπίνων ἐμβολάς, ἐνταῦθα ἡγητέον ἀναίτιον καὶ τὴν τέχνην · εἶναι δὲ ταῦτα τῆς τοῦ ὅλου δημιουργίας ὥσπέρ τινας ἀναγκαίας καὶ ἑπομένας φύσεις · ἃ δὲ ἡμεῖς καλοῦμεν κακὰ καὶ φθοράς, καὶ ἐφ’οἷς ὀδυρόμεθα, ταῦτα ὁ τεχνίτης καλεῖ σωτηρίαν τοῦ ὅλου · μέλει γὰρ αὐτῷ τοῦ ὅλου, τὸ δὲ μέρος ἀνάγκη κακοῦσθαι ὑπὲρ τοῦ ὅλου. λοιμώττουσιν Ἀθηναῖοι, σείονται Λακεδαιμόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέγεται. καὶ πότε Ἀθηναίοις ἀθανασίαν ὁ Ζεὺς ὑπέσχετο; ἐὰν γὰρ ἀπέλθῃ ὁ λοιμός, Ἀλκιβιάδης ἐπὶ Σικελίαν οὐκ ἄγει; πότε Λακεδαιμονίοις ὑπέσχετο γῆν ἄσειστον; πότε Θετταλοῖς γῆν ἄκλυστον; πότε Σικελιώταις γῆν ἄπυρον; μόρια ταῦτα σωμάτων. ὁρᾷς οὖν τὰ πάθη, ἃ σὺ μὲν καλεῖς φθοράν, τεκμαιρόμενος τῇ τῶν ἀπιόντων ὁδῷ · ἐγὼ δὲ σωτηρίαν, τεκμαιρόμενος τῇ διαδοχῇ τῶν μελλόντων. μεταβολὴν ὁρᾶς σωμάτων καὶ γενέσεως, “ἀλλαγὴν ὁδῶν ἄνω καὶ κάτω”, κατὰ τὸν Ἡράκλειτον · καὶ αὖθις αὖ “ζῶντας μὲν τὸν ἐκείνων βίον, ἀποθνήσκοντας δὲ τὴν ἐκείνων ζωήν. ζῇ πῦρ τὸν γῆς θάνατον, καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον · ὕδωρ ζῇ τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος”. διαδοχὴν ὁρᾷς βίου καὶ μεταβολὴν σωμάτων, καινουργίαν τοῦ ὅλου. 41.5ἴθι δὴ καὶ ἐπὶ τὴν τῶν ἄλλων ἀρχήν, τὴν αὐτοφυῆ, ἣν ἡ ψυχῆς ἐξουσία κυΐσκειτὲ καὶ τελεσφορεῖ, ᾗ ὄνομα μοχθηρία. αὐτοῦ τοῦτο “ἑλομένου αἰτία, θεὸς ἀναίτιος”. ἐπεὶ γὰρ ἔδει γῆν γενέσθαι μὲν ἔγκαρπον, καὶ ζῳοτρόφον, καὶ πολυθρέμμονα, ἔχειν δὲ ἐν ἑαυτῇ κακὰ ἔνδον καθειργμένα ἐξεληλαμένα τοῦ οὐρανοῦ, εἰς τὸν δεύτερον τόπον ἐμίγη. θεὸς δὲ πολλὰς καὶ παντοδαπὰς ζῴων κληρουχίας, δίχα αὐτῶν τὴν πρώτην φύσιν διελόμενος, τὴν μὲν εἶναι παντοδαπὴν ἐν τοῖς βίοις, καὶ ποικίλην τοῖς σώμασιν, ἄλογον, ἄφρονα, ἀλληλοφθόρον, ἀνόητον θεοῦ, ἀρετῆς ἄμοιρον, ὑπ’αἰσθήσεως ἐφημέρου βοσκομένην καὶ δημαγωγουμένην, ἰσχυρὰν μὲν τῷ σώματι, ἀμήχανον δὲ τῷ λογισμῷ · τὴν δὲ ἑτέραν αὖ τὴν ἀνθρωπίνην ἔμπαλιν ὁμογενῆ καὶ ξύννομον καὶ μίαν, ἀσθενῆ μὲν τῷ σώματι, ἄρρηκτον δὲ τῷ λόγῳ, συνετὴν θεοῦ, πολιτείας μέτοχον, κοινωνίας ἐρῶσαν, δίκης καὶ νόμου καὶ φιλίας γεγευμένην. ἔδει δὲ ἄρα τὸ γένος τοῦτο κρεῖττον μὲν εἶναι τῆς ἐν γῇ πάσης ἀγέλης, ἔλαττον δέ, οἶμαι, θεοῦ. τὴν δὲ ἐλάττωσιν αὐτοῦ οὐ δὲ θάνατος ἄρα παρέξεσθαι ἔμελλεν · ὃν γὰρ καλοῦσιν οἱ πολλοὶ θάνατον, αὐτὸ τοῦτο ἦν ἀθανασίας ἀρχή, καὶ γένεσις μέλλοντος βίου, τῶν μὲν σωμάτων τῷ αὑτῶν νόμῳ καὶ χρόνῳ φθειρομένων, τῆς δὲ ψυχῆς ἐπὶ τὸν αὑτῆς τόπον καὶ βίον ἀνακαλουμένης. τοῦτον δὴ τῆς ἀνθρωπίνης ἐνδείας πρὸς τὸ θεῖον ἐξεῦρεν θεὸς τρόπον. ἐπιθεὶς τὴν ψυχὴν γηΐνῳ σώματι, ὡς ἡνίοχον ἅρματι, παραδοὺς τὰς ἡνίας τῷ ἡνιόχῳ, ἀφῆκεν θεῖν, ἔχουσαν μὲν παρ’αὐτοῦ ῥώμην τέχνης, ἔχουσαν δὲ καὶ ἀτεχνίας ἐξουσίαν. ἡ δὲ ἐπειδὰν ἐπιβῇ ἁρμάτων καὶ λάβηται τῶν ἡνιῶν, ἡ μὲν εὐδαίμων καὶ μακαρία ψυχὴ καὶ μεμνημένη τοῦ ἐπὶ τὸ ὄχημα ταύτην ἐμβιβασαμένου θεοῦ καὶ ἡνιοχεῖν προστάξαντος, ἔχεται τῶν ἡνιῶν, καὶ ἄρχει τοῦ ἅρματος, καὶ κολάζει τὰς τῶν ἵππων ὁρμάς · οἱ δέ εἰσιν ἀτεχνῶς παντοδαποί, ἄλλος ἀλλαχοῦ θεῖν διωρμημένοι, ὁ μὲν αὐτῶν ἀκόλαστος καὶ ἁδηφάγος καὶ ὑβριστής, ὁ δὲ θυμώδης καὶ ἰτητικὸς καὶ ἔμπληκτος, ὁ δὲ νωθὴς καὶ ἐκλελυμένος, ὁ δὲ ἀνελεύθερος καὶ σμικρόφρων καὶ ταπεινός. αὐτὸν δὴ ἅρμα ἐστασιασμένον ταράττει τὸν ἡνίοχον · κα- κἆτα ἢν μὲν κρατήσῃ αὐτοῦ, κατὰ τὴν τοῦ δυναστεύοντος ἵππου ῥύμην ἄξαν φέρεται · νῦν μὲν τῷ ἀκολάστῳ ἵππῳ πᾶν τὸ ἅρμα ξυμφερόμενον αὐτῷ ἡνιόχῳ ἐπὶ ὕβρεις καὶ παροινίας καὶ λαγνείας, καὶ ἄλλας οὔτε εὐσχήμονας οὔτε εἰλικρινεῖς ἡδονάς · νῦν δὲ τῷ θυμικῷ ἐπὶ κακώσεις παντοδαπάς.