Maximus

Dissertations, 22

22.1διηγεῖται Ὅμηρος περὶ Ὀδυσσέως, ὅτι χήτει νεὼς ἐπὶ σχεδίας πλέων, χειμῶνος ἐπιγενομένου, σκεδασθείσης τῆς σχεδίας, νηχόμενος, ὑποβαλλούσης αὐτῷ κρήδεμνον τῆς Λευκοθέας, ἐκπεσὼν εἰς τὴν Φαιάκων γῆν, ἱκετεύσας βασιλικὴν παρθένον, κομισθεὶς ὑπ’αὐτῆς εἰς τὸ ἄστυ, τυχὼν αἰδοῦς παρ’Ἀλκίνου, κοινωνεῖ τῆς ἑστίας τοῖς Φαιάκων ἀρίστοις, καὶ μετὰ τοῦτο ἐνάρχεται τῶν πρὸς τὸν Ἀλκίνουν λόγων ὡδί πως · Ἀλκίνοε βασιλεῦ, καλὸν μὲν ἀκούειν ἀοιδοῦ ἀγαθοῦ, οἷος οὗτος, τὴν τέχνην θεῖος · τί γὰρ ἂν εἴη χαριέστερον τέλος δήμου εὐθυμουμένου, καὶ δαιτυμόνων οἴκοι, ᾠδῆς ἀκροωμένων, καθημένων ἑξῆς, καὶ τραπέζης ἀφθόνου, καὶ κρατῆρος μεστοῦ; ἐρωτῶ δὴ τὸν Ὀδυσσέα · τί ἡγεῖ εἶναι τὴν εὐφροσύνην, σοφώτατε ἀνδρῶν; τράπεζαν μεστὴν κρεῶν καὶ σίτου, καὶ κρατῆρας πλήρεις, καὶ οἶνον διαχεόμενον, καὶ ἐπὶ τούτοις ᾄδοντα ἀοιδόν, οἵας ἐκεῖνος ᾠδὰς ᾖδεν, νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλλῆος; αὖ κοῖλον ἵππον, ἔνθα εἰσδύντες οἱ ἄριστοι τῶν Ἑλλήνων, εἰς τὸ ἄστυ εἰσενεχθέντες, προχυθέντες τοῦ ἵππου, μεθύουσιν ἐπιθέμενοι, εἷλον τὸ ἄστυ; τοῦτο τί σοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι;
22.2δεινός τις εἶ, σοφώτατε Ὀδυσσεῦ, ἐπαινέτης εὐφροσύνης δημωδέστατος, οἵαν καὶ βάρβαρος ἀνὴρ ἐπαινέσαι, καὶ ἄρτι ἐκ Βαβυλῶνος ἥκων, συνήθης πολυτελεῖ τραπέζῃ καὶ οἴνῳ χεομένῳ πολλῷ καὶ ᾠδῇ αὐτοσχεδίῳ · καὶ ταῦτα, ὡς φῆς, ὑπεριδὼν παρ’ἄλλοις τοῦ μελιηδέος λωτοῦ καὶ τῆς Σειρήνων ᾠδῆς. μήποτε οὖν ἔοικέν τι Ὅμηρος αἰνίττεσθαι ἄλλο κρεῖττον, ὁποῖον τὰ ἔπη λέγοι οὑτωσὶ ἀκούσαντι εὐθύς. τὸ γάρ τοι κειμένων σιτίων ἀμφιλαφῶν καὶ οἴνου πολλοῦ, ταῦτα μὲν ἐπιθεῖναι ταῖς τραπέζαις, καὶ τὸν οἶνον τῷ κρατῆρι ἐγχέαι, ἔπαινος δ’ἐς τοὺς δαιτυμόνας ἐν τοσαύταις ἡδοναῖς ἀκροωμένους τοῦ ἀοιδοῦ σπουδῇ, εὐσχήμονά τινα ἔοικεν εὐωχίαν διηγεῖσθαι ἡμῖν, οἵαν μιμήσεται ἄν τις νοῦν ἔχων, μεταθεὶς τὰς ἡδονὰς ἀπὸ τῶν αἰσχίστων ἐπὶ τὰ κοσμιώτατα, ἀπὸ τῆς γαστρὸς ἐπὶ τὰς ἀκοάς · οὐ δὲ τοῦτο ἀπόχρη, εὐωχεῖν τὰς ἀκοὰς εἰκῇ καὶ ἀναίδην, αὐλῶν συρίγγωντ’ἐνοπῇ, καὶ ἀνθρώπων ὁμάδῳ, ἀλλὰ κἀνταῦθα τέχνης δεῖ κατακοσμούσης τὴν ἀκοῆς εὐωχίαν ἁρμονίᾳ δεξιᾷ.
22.3καὶ τίς ἂν ἡμῖν τοιαύτη ἁρμονία γένοιτο; ἀγαπῶ μὲν γὰρ ἔγωγε τὴν ἐκ μελῶν ἡδονὴν προσιοῦσαν ταῖς ἀκοαῖς, δι’αὐλῶν ἐμπνεομένων, διὰ λύρας κρουομένης, δι’ἄλλού του μουσικοῦ ὀργάνου δυναμένου χορηγεῖν καὶ ἐπιπέμπειν ἡμῖν προσηνὲς μέλος · δείδια δέ, μὴ ταυτὶ τὰ μέλη ἡδονὴν μέν τινα ἔχῃ κεκραμένην ὑπὸ τέχνης καλῶς, ἄσημα δὲ ὄντα καὶ ἄλογα καὶ ἄφωνα μηδὲν μέγα τῇ ψυχῇ εἰς εὐφροσύνην συντελεῖ. εἰ γάρ τις ἐθέλοι παραβαλεῖν τὴν ἐκ μελῶν ἡδονὴν τῇ τῶν λόγων, ἐοίκοι ἂν μὲν λόγος σιτίοις, τὸ δὲ μέλος ὀδμαῖς · ὧν τὰ μὲν εἰς ὑποτροφὴν προσφορώτατα, ὀδμὴ δέ, καὶ ἐνοδμή, κιβδηλότατον ἐν ἡδονῇ χρῆμα, καὶ ἐν τροφῇ ἀσθενέστατον. εὐωχητέον οὖν τὰς ἀκοάς, τρέφοντας ὁμοῦ, τὰς μὲν ὀδμὰς ταύτας τὰς ἐκ τῶν μελῶν παραπεμπομένους, τὰ δὲ ἐκ λόγων σιτία προσάγοντας αὐταῖς. ἐπεὶ τοίνυν λόγῳ, καὶ οὐκ ἄλλῴ τῳ, χαίρειν εἰκὸς δαιτυμόνας δεξιούς τινας, καὶ λόγους αὐτοῖς παραθήσομεν φέροντες ἄρα, οἳ μὲν μιμοῦνται τὰς ἐν δικαστηρίοις ἔριδας καὶ φιλονεικίας, ἐπιτεχνήσεις καὶ μάχας, κρατύνοντες μὲν τὰ ἄδικα, ἐπικοσμοῦντες δὲ τὰ αἰσχρά, κιβδηλεύοντες τἀληθῆ, ὑγιὲς δὲ οὐδέν, οὐ δὲ ἄδολον, οὐ δὲ ἐν τῷ τῆς φύσεως ἐπιχωρίῳ μένειν ἐῶντες, ἀλλ’αὐτὸ ἐκεῖνο, οἷόν περ οἱ τῶν ἀνδραπόδων κάπηλοι, οἳ σώματα παραλαβόντες ἁπλᾶ ὑφ’ἡλίῳ καθαρῷ καὶ ἀέρι ἐλευθέρῳ τεθραμμένα, σκιατροφοῦντες ταῦτα καὶ λεαίνοντες, λυμαίνονται αὐτῶν τὴν ἀπ’ἀρχῆς δημιουργίαν, ἣν φύσις αὐτοῖς περιέβαλλεν κρείττονα τέχνης. τοιοῦτον γάρ τι ἀμέλει καὶ οἱ περὶ τὰς δίκας εἱλούμενοι δρῶσιν.
22.4ἀλλὰ τά γε τούτων μιμήματα, πρὸς τῷ κίβδηλα εἶναι καὶ σκυθρωπὰ κομιδῇ, καὶ εὐωχουμέναις ψυχαῖς οὐ πάνυ τι ἀκούειν ἐπιτήδεια · ὡς ἐγὼ οὐ δὲ τὰ Αἰνιάνων θεάματα ἐπαινῶ, ὅσα ἐν πότῳ εὐφραίνονται Αἰνιᾶνες, οἱ μὲν δρῶντες, οἱ δὲ ὁρῶντες. ἄνδρες δύο μιμοῦνται μάχην, ὑπαυλοῦντος ἄλλου · μὲν αὐτοῖν γεωργὸςτέ ἐστιν καὶ ἀροῖ, δὲ λῃστὴς καὶ ὅπλα ἔχει, κεῖται δὲ καὶ τῷ γεωργῷ τὰ ὅπλα ἀγχοῦ · ἐπειδὰν δὲ λῃστὴς ἔλθῃ, ἀφέμενος γεωργὸς τοῦ ζεύγους, δραμὼν ἐπὶ τὰ ὅπλα, συμπεσόντες μάχονται, παίοντες τὰς ὄψεις, καὶ μιμούμενοι τραύματα καὶ πτώματα · θεάματα οὐ συμποτικά. ἐπαινῶ πρὸ τούτων τὸν Περσικὸν νόμον τὸν ἀρχαῖον, δι’ὃν Πέρσαι τῆς ἐλευθερίας ἐπελάβοντο. ἀνέκειντο τοῖς Πέρσαις αἱ βουλαὶ εἰς τὰς εὐωχίας, ὥσπερ τοῖς Ἀθηναίοις εἰς τὰς ἐκκλησίας, καὶ σπουδαστικώτερον ἦν συμπόσιον Περσικὸν ἐκκλησίας Ἀττικῆς · ἐκεῖ μὲν γὰρ νόμος κολάζων τὴν μέθην ἐπήγειρεν αὐτῶν τὰς ἀρετὰς τῇ εὐωχίᾳ, καθάπερ ἔλαιον πῦρ, ἐπιχέων τῇ ψυχῇ συμμέτρως, μὴ τελείως σβεννὺς αὐτῆς τὸ φιλότιμον, μήτε ἐξάπτων τῆς χρείας περαιτέρω · ἐνταῦθα δὲ οἱ νήφοντες οὗτοι δημαγωγοί, μηδενὸς αὐτοῖς ἐφεστῶτος νόμου κολάζοντος τὴν ἐξουσίαν τῶν λόγων, ἐξωρχοῦντο ἐν ταῖς ἐκκλησίαις πάσης μέθης ἀκολαστότερον.
22.5τὰ μὲν οὖν τῶν Περσῶν καὶ τὰ Ἀττικὰ ἐῶμεν, ἐπανάγωμεν δὲ αὖθις ἐπὶ τὰ ἡμέτερα. λόγοις τοιγαροῦν εὐωχητέον τὰς ἀγαθὰς ψυχάς, καὶ οὐ δικανικοῖς λόγοις, φησὶν λόγος. τίσιν μὴν ἄρα; οἳ τὰς ψυχὰς ἐπὶ τὸν πρόσθεν χρόνον ἀναβιβασάμενοι παρέχουσιν αὐταῖς τὴν θέαν τῶν γενομένων πάλαι. προσηνὲς γὰρ ἱστορία καὶ τὸ μηδὲν καμόντα πανταχοῦ περιπολεῖν, πάντα μὲν χωρία ἐποπτεύοντα, πᾶσιν δὲ πολέμοις ἐκ τοῦ ἀσφαλοῦς παραγιγνόμενον, μῆκος δὲ ἀμήχανον χρόνου ἐν βραχεῖ ἀναλεγόμενον, πλῆθος δὲ ἄπειρον πραγμάτων ἐν ὀλίγῳ μανθάνοντα, τὰ Ἀσσύρια, τὰ Αἰγύπτια, τὰ Περσικά, τὰ Μηδικά, τὰ Ἑλληνικά · νῦν μὲν πολεμοῦσιν ἐν γῇ παραγινόμενον, νῦν δὲ ἐν θαλάττῃ ναυμαχοῦσιν, νῦν δὲ ἐν ἐκκλησίαις βουλευομένοις · μετὰ Θεμιστοκλέους ναυμαχοῦντα, μετὰ Λεωνίδου ταττόμενον, καὶ μετὰ Ἀγησιλάου διαβαίνοντα, καὶ μετὰ Ξενοφῶντος σωζόμενον · ξυνερῶντα Πανθίᾳ, συνθηρῶντα Κύρῳ, συμβασιλεύοντα Κυαξάρει. εἰ δὲ καὶ Ὀδυσσεὺς σοφός, ὅτι πολύτροπος ἦν, καὶ πολλῶν ἀνθρώπων ἴδεν ἄστη καὶ νόον ἔγνω, ἀρνύμενος ἥντε ψυχὴν καὶ νόστον ἑταίρων, πολύ που σοφώτερος τῶν μὲν κινδύνων ἐξιστάμενος, τῆς δὲ ἱστορίας ἐμπιμπλάμενος. Χάρυβδιν ὄψεται, ἀλλ’οὐκ ἐν ναυαγίῳ · Σειρήνων ἀκούσεται, ἀλλ’οὐ δεδεμένος · Κύκλωπι ἐντεύξεται, ἀλλ’εἰρηνικῷ. εἰ δὲ καὶ Περσεὺς εὐδαίμων, ὅτι πτηνὸς ἦν, καὶ περιεφέρετο ἐν τῷ αἰθέρι, πάντα ἐποπτεύων τὰ ἐν γῇ παθήματα καὶ χωρία, πολὺ τῶν Περσέως πτερῶν ἱστορία κουφότερον καὶ μετεωρότερον · λαβοῦσα τὴν ψυχὴν περιφέρει πανταχοῦ, οὐκ ἀργῶς οὐ δὲ ἠμελημένως δεικνύουσα, ἀλλὰ καὶ ἄνδρα γενεαλογεῖ καὶ ποταμόν · Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν · Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς. γενεαλογεῖ καὶ πόλιν · Ἐπίδαμνός ἐστιν πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰώνιον κόλπον · προσοικοῦσιν δ’αὐτὴν Ταλάντιοι βάρβαροι · ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. γενεαλογεῖ δὲ καὶ ποταμόν · ὃς ῥέων ἐκ μεσημβρίης πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον πόντον καλεόμενον ἐκδιδοῖ · ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. τοῦτο τὸ ἄκουσμα ἐφήμερον τὸ τῶν ἀνθρώπων γένος καὶ φθειρόμενον ταχὺ καὶ ἀπολλύμενον καὶ ὑπορρέον τῇ μνήμῃ σώζει, καὶ τὰς ἀρετὰς φυλάττει, καὶ τὰς πράξεις ταῖς δόξαις ἀθανάτους ποιεῖ. διὰ τοῦτο Λεωνίδης ᾄδεται οὐχ ὑπὸ Λακεδαιμονίων μόνον τῶν τότε, καὶ Θεμιστοκλῆς ἐπαινεῖται οὐχ ὑπὸ Ἀθηναίων ἐκείνων · μένει δὲ καὶ Περικλέους στρατηγία, καὶ νῦν ἔτι Ἀριστείδου δικαιοσύνη · δίδωσιν Κριτίας καὶ νῦν δίκην, φεύγει καὶ νῦν Ἀλκιβιάδης. συνελόντι δὲ εἰπεῖν, οἱ καθ’ἱστορίαν λόγοι τῷ μὲν ἀνηκόῳ τερπνότατον καθ’ἡδονήν, τῷ δὲ εἰδότι ἐπαγωγότατον κατὰ ἀνάμνησιν.
22.6τίς ἂν οὖν γένοιτο ψυχαῖς εὐωχία λόγων ταύτης προσηνεστέρα; χαλεπὸν μὲν εἰπεῖν καὶ ἀντιτάξασθαι πολλῷ καὶ γενναίῳ λογοποιῷ, ῥητέον δὲ ὅμως · ὅτι καλὴ μὲν ὑμῶν ἁρμονία καὶ ᾄδεσθαι προσηνής, ἄλλο δὲ ποθεῖ ἐπιεικὴς ψυχή, καὶ οὐχ οἷον παρέχεσθαι ὑμῖν. τί γὰρ σεμνὸν μνήμη τῶν πάλαι κακῶν τῷ μήπω μαθόντι, ὅπως ταῦτα φυλακτέον; τί πλέον Ἀθηναίοις ἐγένετο διὰ τὴν ἱστορίαν τὴν Ἀττικήν; τί πλέον Ἁλικαρνασσεῦσιν διὰ τὴν ἱστορίαν τὴν Ἰωνικήν; τί Χίοι διὰ ταύτην εὐδαιμονέστεροι; εἰ μὲν γὰρ ἀποκρίναντες τὰ καλὰ τῶν αἰσχρῶν, τὰ μὲν ἀπέκρυπτον, τὰ δὲ ἱστόρουν, ἦν ἄν που τῇ ψυχῇ ὄνησις κατὰ μίμησιν τῶν ἱστορημένων, καθάπερ ὀφθαλμοῖς κατὰ μίμησιν γραφῆς · νῦν δὲ ἀναμὶξ εἰσφύρεται πάντα ἐν τοῖς λόγοις, καὶ πλεονάζει τὰ χείρω, καὶ κρατεῖ τὰ αἰσχρά · καὶ τὸ πολὺ τῆς ἱστορίας πλεονέκται τύραννοι, καὶ πόλεμοι ἄδικοι, καὶ εὐτυχίαι ἄλογοι, καὶ πράξεις πονηραί, καὶ συμφοραὶ ἀγνώμονες, καὶ περιστάσεις τραγικαί · ὧν σφαλερὰ μὲν μίμησις, βλαβερὰ δὲ μνήμη, ἀθάνατος δὲ δυστυχία. ἐγὼ δὲ ποθῶ πρὸς τὴν εὐωχίαν τροφὴν λόγων ὑγιεινῶν, καὶ ἀνόσου τοιούτου δέομαι σιτίου, ἀφ’οὗ καὶ Σωκράτης ὑγίανεν, καὶ Πλάτων, καὶ Ξενοφῶν, καὶ Αἰσχίνης.
22.7ἐπιθυμεῖ ἀνθρώπου ψυχή, καὶ δέδιεν, καὶ λυπεῖται, καὶ φθονεῖ, καὶ ἄλλοις συνέχεται παντοδαποῖς καὶ ἀλλοκότοις παθήμασιν · στάσιν ὁρᾷς πικρὰν καὶ ἀκήρυκτον · τοιοῦτόν μοι διηγοῦ τὸν πόλεμον, τὸν δὲ Μηδικὸν ἔα · ταύτην μοι διηγοῦ τὴν νόσον, τὸν δὲ λοιμὸν ἔα. εἰπέ, τίνι ἐπιτρέψω τὴν στρατηγίαν καὶ τὴν ἴασιν; Ἱπποκράτην δὲ ἔα τοῖς σώμασιν καὶ Θεμιστοκλέα τῇ θαλάττῃ · λέγε τὸν ψυχῆς ἰατρόν, λέγε τὸν στρατηγόν. κἂν ἀπορῇς ἀνδρῶν, ἐπὶ τοὺς θεοὺς ἴθι. ἔρου μὴ περὶ γῆς δῃουμένης, μήτε περὶ θαλάττης λῃστευομένης, μη δὲ περὶ τειχῶν πολιορκουμένων, μη δὲ περὶ σωμάτων φθειρομένων · σμικρὰ ταῦτα, ἐφήμερα ταῦτα. τμηθήσεται λήϊον, κἂν Πελοποννήσιοι ἀπόσχωνται · λῃστευθήσεται θάλαττα, κἂν Ἀθηναῖοι μὴ ναυμαχῶσιν · καταβαλεῖ τὰ τείχη, καὶ εἰ μὴ Φίλιππος, ἀλλ’ χρόνος · φθαρήσεται τὰ σώματα, κἂν ἀπέλθῃ λοιμός · ἀνδρὸς δὲ ἀρετή, πάλιν ἐλθεῖν οὔτε λεϊστή, οὐθ’ἑλετή. περὶ ταύτης ἔρου δή, ὅτε ψυχὴ τέμνεται, λῃστεύεται, πολιορκεῖται, νοσεῖ · χρησμοῦ σοι δεῖ, μαντείας σοι δεῖ, εὖξαι τῷ θεῷ · κλῦθί μευ, ἀργυρότοξε, ὃς Χρύσην ἀμφιβέβηκας, κλῦθι, Ἄπολλον, καὶ Ζεῦ, καὶ εἴ τις ἄλλος θεὸς ἰατικὸς ψυχῆς νοσούσης, εἴ ποτέ τοι χαρίεντ’ἐπὶ νηὸν ἔρεψα, εἰ δήποτέ τοι κατὰ πίονα μηρί’ἔκηα. ἀκούσεται Ἀπόλλων τοιαῦτα εὐχομένου θᾶττον, τοῦ Χρύσου. οὐ γὰρ ἐπὶ λοιμὸν παρακαλεῖς τὸν θεόν, οὐ δὲ ἐπὶ τοξείαν ὀϊστῶν θανατηφόρων, οὐ δὲ ἐπὶ φθορὰν κυνῶν καὶ ἀνδρῶν καὶ ὀρέων · οὐ γὰρ ταῦτα ἔργα μουσικοῦ θεοῦ, καὶ σοφοῦ καὶ μαντικοῦ. Ὅμηρος δὲ αὐτῷ προσέθηκεν τὴν φήμην, αἰνιττόμενος τὴν ἡλίου ἀκτῖνα δι’ἀέρος χωροῦσαν ὀϊστοῦ θᾶττον, ἀκρατοτέραν τῆς τῶν σωμάτων συμμετρίας. ἐμοὶ δὲ ᾀδέτω εἴτε καὶ Ὅμηρος, εἴτε Ἡσίοδος, εἴτε τις ἄλλος ποιητὴς δαιμόνιος, θεὸν Παιᾶνα ψυχῆς παθημάτων · ἄξια ταῦτα τοῦ Ἀπόλλωνος, ἄξια τοῦ Διός.