38.1Ὅμηρος μὲν πρὸς τὸν Τηλέμαχον διαλεγόμενος ἐν προσώπῳ Νέστορος, οὑτωσὶ περὶ αὐτοῦ λέγει · “οὐ γὰρ ὀΐω οὔ σε θεῶν ἀέκητι γενέσθαίτε τραφέμεντε” · ὁ δὲ αὐτὸς καὶ τοὺς ἀγαθοὺς ἅπαντας δίους καλεῖ, διότι ἦσαν, οἶμαι, οὐ κατὰ τέχνην ἀγαθοί, ἀλλὰ ἔργον Διός. ὑποπτεύω δὲ αὐτοῦ κατὰ τα- ταὐτὰ τὰ ἔπη, ἃ περὶ τοῦ Δημοδόκου λέγει, ὅτι ἦν αὐτῷ πεποιημένα μὲν εἰς τὴν αὐτοῦ τύχην, ἀνακείμενα δὲ τῷ Δημοδόκῳ. ἔχει δὲ τὰ ἔπη ὧδέ πως · “τὸν περὶ μοῦσα φίλησε, δίδουτ’ἀγαθόντε κακόντε · ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ἡδεῖαν ἀοιδήν”. ἐγὼ δὲ αὐτῷ περὶ μὲν τῆς ᾠδῆς συντίθεμαι, περὶ δὲ τῆς συμφορᾶς οὐ συντίθεμαι · οὐ γὰρ μουσικὸν τὸ δῶρον. ἀπίθανος δὲ καὶ ὁ Δημόδοκος, οὑτωσὶ περὶ αὑτοῦ λέγων · “αὐτοδίδακτος δ’εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν”. καὶ πῶς ἐσσί, ὦ βέλτιστε, ἀοιδῶν αὐτοδίδακτος; παρὰ θεῶν τὴν ὀμφὴν ἔχων, οἵπερ διδασκάλων ἀπταιστότατοι; ἀποκρίνεται ὁ Δημόδοκος ὅπερ ἂν τῶν πλουσίων οἱ πατρῷον λαβόντες κλῆρον πρὸς τοὺς χρηματιστὰς ἀποκρίναιντο, ὡς ἔστιν αὐτοῖς αὐτογενὴς ὁ πλοῦτος, οὐ παρ’ἄλλων τέχνῃ καὶ πόνῳ συνενηνεγμένος. 38.2ἐπεὶ καὶ τὸν Ἡσίοδον τί οἰόμεθα ποιμαίνοντα περὶ τὸν Ἑλικῶνα ἐν Βοιωτίᾳ, ᾀδούσαις ταῖς μούσαις ἐντυχόντα, ὀνειδισθέντα τῆς τέχνης τῆς ποιμενικῆς, παρ’αὐτῶν λαβόντα δάφνης κλάδους, εὐθὺς ᾄδειν, γενόμενον ποιητὴν ἐκ ποιμένος, ὥσπερ φασὶν τοὺς κορυβαντιῶντας, ἐπειδὰν ἀκούσωσιν αὐλοῦ, ἐνθουσιᾶν, τῶν προτέρων λογισμῶν ἐξισταμένους; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ ᾐνίξατο, οἶμαι, ὁ Ἡσίοδος τὸ αὐτοφυὲς τῆς αὐτοῦ τέχνης, ἀναθέμενος αὐτοῦ τὴν αἰτίαν τῷ μουσῶν χορῷ, ὥσπερ ἂν εἰ καὶ χαλκευτικὸς γενόμενός τις τέχνης ἄνευ ἀνετίθετο Ἡφαίστῳ φέρων τὸ αὐτόματον τῆς δημιουργίας. τί δὲ οἱ Κρῆτες; ἦ σοι οὐ δοκοῦσιν ὑπὸ βασιλεῖ τῷ Μίνω κοσμηθέντες καλῶς, ἀγασθέντες τῆς ἀρετῆς, διδάσκαλον αὐτῷ ἐπιφημίσαι τὸν Δία; εἶναι μὲν αὐτόθι ἐν τῇ Ἴδῃ ἄντρον Διός, φοιτῶντα δὲ τὸν Μίνω δι’ἐνάτου ἔτους, συγγιγνόμενον τῷ Διί, μανθάνειν παρ’αὐτοῦ τὰ πολιτικά. οὗτοι Κρητῶν λόγοι. 38.3ἐγένετο καὶ Ἀθήνησιν ἀνὴρ Ἐλευσίνιος, ὄνομα Μελησαγόρας · οὗτος οὐ τέχνην μαθών, ἀλλ’ἐκ νυμφῶν κάτοχος, θείᾳ μοίρᾳ σοφὸς ἦν καὶ μαντικός, ὡς ὁ Ἀθηναίων λόγος. ἦλθεν Ἀθήναζε καὶ ἄλλος, Κρὴς ἀνήρ, ὄνομα Ἐπιμενίδης · οὐ δὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῷ διδάσκαλον · ἀλλ’ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην λοιμῷ καὶ στάσει διεσώσατο ἐκθυσάμενος · δεινὸς δὲ ἦν ταῦτα, οὐ μαθών, ἀλλ’ὕπνον αὐτῷ διηγεῖτο μακρὸν καὶ ὄνειρον διδάσκαλον. ἐγένετο καὶ ἐν Προκοννήσῳ ἀνὴρ φιλόσοφος, ὄνομα Ἀριστέας · ἠπιστεῖτο δὲ αὐτῷ οὐχὶ σοφία τὰ πρῶτα, διότι μηδένα αὐτῆς διδάσκαλον προὔφερεν. πρὸς οὖν δὴ τὴν τῶν ἀνθρώπων ἀπιστίαν ἐξεῦρεν λόγον · ἔφασκεν τὴν ψυχὴν αὐτῷ καταλιποῦσαν τὸ σῶμα, ἀναπτᾶσαν εὐθὺ τοῦ αἰθέρος, περιπολῆσαι τὴν γῆν τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον, καὶ νήσους πάσας, καὶ ποταμούς, καὶ ὄρη · γενέσθαι δὲ τῆς περιπολήσεως αὐτῇ τέρμα τὴν Ὑπερβορέων γῆν · ἐποπτεῦσαι δὲ πάντα ἑξῆς νόμαια καὶ ἤθη πολιτικά, καὶ φύσεις χωρίων, καὶ ἀέρων μεταβολάς, καὶ ἀναχύσεις θαλάττης, καὶ ποταμῶν ἐκβολάς · γενέσθαι δὲ αὐτῇ καὶ τὴν τοῦ οὐρανοῦ θέαν πολὺ τῆς νέρθεν σαφεστέραν. καὶ ἦν πιθανώτερος λέγων ταῦτα ὁ Ἀριστέας μᾶλλον μὴ ὤνια ἐξ ἀγορᾶς, ἢ Ξενοφάνης ἐκεῖνος, ἤ τις ἄλλος τῶν ἐξηγησαμένων τὰ ὄντα ὡς ἔχει · οὐ γάρ πω σαφῶς ἠπίσταντο οἱ ἄνθρωποι τὴν ψυχῆς περιπόλησιν, οὐ δὲ οἷστισιν ὀφθαλμοῖς ἕκαστα ὁρᾶν, ἀλλὰ ἀτεχνῶς ἀποδημίας τινὸς ᾤοντο τῇ ψυχῇ δεῖν, εἰ μέλλει ὑπὲρ ἑκάστου φράσειν τὰ ἀληθέστατα. 38.4βούλει τοίνυν Ἀριστέαν μὲν καὶ Μελησαγόραν καὶ Ἐπιμενίδην καὶ τὰ τῶν ποιητῶν αἰνίγματα τοῖς μύθοις ἐῶμεν, ἐπὶ δὲ τοὺς φιλοσόφους τὴν γνώμην τρέψομεν, τουτουσὶ τοὺς ἐκ Λυκίου καὶ Ἀκαδημίας τῆς καλῆς; οὐ γὰρ μυθολόγοι, οὐ δ’αἰνιγματώδεις, οὐ δὲ τερατείαν ἀσπαζόμενοι, ἀλλ’ἐν δημοτικῇ λέξειτὲ καὶ διανοίᾳ εἰθισμένα μηνύοντες · προσείπωμεν δὲ αὐτῶν τόν γε ἡγεμόνα πρῶτον ὧδέ πως · “ὅτι μὲν ἐπιστήμην τιμᾷς παντὸς μᾶλλον, ὦ Σώκρατες, ἀκούομέν σου πολλάκις διατεινομένου, προξενοῦντος τοὺς νέους ἄλλον ἄλλῳ διδασκάλῳ · ὅς γε καὶ εἰς Ἀσπασίας τῆς Μιλησίας παρακελεύῃ Καλλίᾳ τὸν υἱὸν πέμπειν, εἰς γυναικὸς ἄνδρα · καὶ αὐτὸς τηλικοῦτος ὢν παρ’ἐκείνην φοιτᾷς, καὶ οὐ δὲ αὕτη σοι ἀρκεῖ διδάσκαλος, ἀλλ’ἐρανίζῃ παρὰ μὲν Διοτίμας τὰ ἐρωτικά, παρὰ δὲ Κόννου τὰ μουσικά, παρὰ δὲ Εὐήνου τὰ ποιητικά, παρὰ δὲ Ἰσκομάχου τὰ γεωργικά, παράτε Θεοδώρου τὰ γεωμετρικά. καὶ ταῦτα μέν σου τὰ εἴτε αὖ εἰρωνεύματα, εἴτε καὶ ἀνδρίσματα, ἐπαινῶ, ὅπως ἄν τις αὐτῶν ἀποδέχηται. ἀλλ’ἐπειδὰν ἀκούω σου πρὸς Φαῖδρον διαλεγομένου, ἢ Χαρμίδην, ἢ Θεαίτητον, ἢ Ἀλκιβιάδην, ὑποπτεύω σε μὴ πάντα ἐπιστήμῃ νέμειν, ἀλλ’ἡγεῖσθαι τοῖς ἀνθρώποις πρεσβύτερον εἶναι διδάσκαλον τὴν φύσιν · καὶ τοῦτο εἶναι, ὅπερ οὑτωσὶ φαύλως ὑπεῖπάς που ἐν τοῖς λόγοις, θείᾳ μοίρᾳ δεδόσθαί μοι πρὸς” Ἀλκιβιάδην ὁμιλίαν, καὶ πάλιν αὖ Φαῖδρον καλεῖς τὴν θείαν κεφαλήν “, καὶ περὶ Ἰσοκράτους που κατεμαντεύσω ἐν τοῖς λόγοις νέου ὄντος κομιδῇ. τί ταῦτά σοι ἐθέλει, ὦ Σώκρατες; εἰ βούλει, σὲ μὲν ἐῶ, τὸν δὲ ποιητὴν τῶν λόγων τουτονὶ τὸν ἐξ Ἀκαδημίας φίλον μέτειμι · ὁ δ’ἡμῖν δεομένοις μάλα ἀποκρινέσθω, εἰ καὶ θείᾳ μοίρᾳ γένοιντ’ἂν ἀγαθοὶ ἄνδρες, αὐτὸ τοῦτο, ἄνδρες ἀγαθοί · οὐ ποιηταὶ λέγω, ἵνα μοι προφέρῃς τὸν Ἡσίοδον, οὐ δὲ μάντεις, ἵνα μοι τὸν Μελησαγόραν λέγῃς, οὐ δὲ καθάρται, ἵνα μοι διηγήσῃ Ἐπιμενίδην · ἀλλὰ ἀφελὼν ἑκάστου τὸ τῆς τέχνης ὄνομα, τὴν ἀρετὴν προσθείς, ἣν ἂν ἄνθρωποι ἀγαθοὶ τὰ ἀνθρώπων ἔργα, οἶκοντὲ οἰκονομεῖν δεξιῶς, καὶ ἐν πόλει πολιτεύεσθαι καλῶς, περὶ ταύτης φαθί, εἰ γένοιτ’ἄν τινι ἄνευ τέχνης, θεόσδοτος. ἢ καὶ σὲ κατὰ χώραν ἐάσω · ἀποκρινεῖται δὲ ὁ λόγος αὐτὸς αὑτῷ, ὡς ἀνὴρ ἀνδρί, ἀπαυθαδιζόμενος ὧδέ πως”; 38.5ὦ σχέτλιε, τί ταῦτα ἐρεῖς, ὃς ἡγεῖ τὸ καλλιστεῦον τῶν ἀνθρωπίνων ἀγαθῶν παρὰ μὲν ἀνθρώπου τέχνης τάχιστα ἥξειν, ἐκ δὲ θείας ἀρετῆς ἀπορώτατα; καίτοι μαντικήν, καὶ τελεστικήν, καὶ ποιητικήν, καὶ καθάρσεις, καὶ χρησμῳδίας, ξυλλήβδην ἅπαντα, οὐκ ἂν εἴποις ἀντάξια εἶναι τῆς ἀρετῆς · εἶτα ἐκεῖνα μὲν ἡγῇ θείᾳ τινὶ ἐπιπνοίᾳ ψυχαῖς ἀνθρωπίναις ἀνακίρνασθαι, τὸ δὲ τούτων σπανιώτερον, τὴν ἀρετήν, ἔργον εἶναι τέχνης θνητῆς; ἢ πολλοῦ ἄξιον νομίζεις τὸ θεῖον, πρὸς μὲν τὰ φαῦλα καλῶς καὶ ἀφθόνως παρεσκευασμένον, πρὸς δὲ τὰ κρείττω ἄπορον; οὔπω λέγω, ὡς εἴπερ ἐκείνων ἕκαστον τελεσιουργεῖσθαι ὁρᾷς, ἀνάγκη, καὶ τὸ κρεῖττον · οὐ γάρ, ὡς εἴπερ ὁ χαλκευτικὸς οὐκ ἂν τέκτονα ἐκδιδάξαι · οὐ δὲ ὥσπερ ὁ γεωργὸς κυβερνητικῆς ἄπειρος, καὶ ὁ κυβερνήτης ἰατρικῆς, ἄλλος ἄλλης ὁ μὲν ἔμπειρος γῆς, ὁ δὲ ἄπειρος τῆς αὐτῆς, οὕτως καὶ ὁ θεὸς ἐν περιγραφῇ μένει τέχνης μιᾶς · ἀλλ’εἴπέρ τι παρ’ἐκείνου ἔλθῃ, πρὸς μὲν ἀνθρωπίνης ψυχῆς δύναμιν τέχνης ἂν εἴη μέτρον, πρὸς δὲ θείας ἐπιστήμης παρασκευὴν μόριον τοῦ ὅλου. ὅρα δή, μή σοι θεός, ᾗ τὰ τοιαῦτα δύναται κληρουχεῖν καὶ νέμειν, πολὺ τούτων πρότερον ἀρετὴν νέμειν καὶ δύναιτο καὶ ἐθέλει. 38.6οὑτωσὶ δὲ αὐτὸ σκέψαι. τὸ θεῖον πάντως ποι τίθεσαι τελεώτατον καὶ αὐταρκέστατον καὶ ἰσχυρότατον · ὡς, εἴ τι ἀφέλοις, λυμανεῖς τῷ ὅλῳ. εἰ γὰρ μὴ τέλεον, οὐκ αὔταρκες · εἰ δὲ οὐκ αὔταρκες, οὔπω τέλεον · εἰ δὲ μὴ αὔταρκες μήτε τέλεον, πῶς ἰσχυρόν; αὔταρκες δὲ ὂν καὶ τέλεον καὶ ἰσχυρόν, κατὰ μὲν τὴν τελεότητα τὰ ἀγαθὰ βούλεται, κατὰ δὲ τὴν αὐτάρκειαν ἔχει, κατὰ δὲ τὴν ἰσχὺν δύναται · βουλόμενος δὲ δὴ καὶ ἔχων καὶ δυνάμενος, κατὰ τί μὴ δῷ; ὁ μὲν γὰρ ἔχων, οὐ διδούς, οὐ βούλεται · ὁ δὲ βουλόμενος, οὐκ ἔχων, οὐ δύναται · ὁ δὲ ἔχων καὶ βουλόμενος, πῶς οὐ δύναται; οὐκοῦν εἴπερ ἔχει τα- τἀγαθά, τὰ τελεώτατα ἔχει, τελεώτατον δὲ ἡ ἀρετή · δίδωσιν τοίνυν, ὃ ἔχει · ὥστε οὐ δέος, μὴ ἄλλό τι ἀγαθὸν εἰς ἀνθρώπους ἔλθῃ, μὴ παρὰ θεοῦ ὁρμηθέν · ἀλλὰ μὴν οὐδέν, εἴ τι ἄλλο ἀνθρώποις ἀγαθόν, ὃ μὴ παρὰ θεῶν ἔρχεται. τίν’οὖν τρόπον ἀρετὴ παρὰ θεοῦ ἔρχεται; πέφυκεν τὸ ἀνθρώπων πᾶν ἐξ ἀρχῆς δίχα, τὸ μὲν εἰς ἀρετῆς ἐπιτηδειότητα, τὸ δὲ εἰς μοχθηρίας · ὧν ἡ μὲν μοχθηρία ἐνδεὴς τοῦ κολάζοντος, ἡ δὲ ἀρετὴ τοῦ σώζοντος. μοχθηρὰ μὲν γὰρ φύσις, τυχοῦσα ἐπιστάτου χρηστοῦ, νόμου καὶ ἔθους, τὸ ἄλυπον τῷ πλησίον περιεβάλλετο, καὶ πλεονεκτεῖ οὐκ ἐν μοίρᾳ ἀγαθῶν, ἀλλ’ἐν ἐλαττώσει βλάβης · αἱ δὲ ἄρισται ψυχῆς φύσεις ἀμφισβητήσιμοι, ἐν μεθορίᾳ τῆς ἄκρας ἀρετῆς πρὸς τὴν ἐσχάτην μοχθηρίαν καθωρμισμένοι, δέονται ξυναγωνιστοῦ θεοῦ καὶ ξυλλήπτορος τῆς ἐπὶ τα- θάτερα τὰ κρείττω ῥοπῆς καὶ χειραγωγίας. ὁ μὲν γὰρ ἐπὶ τὰ αἰσχρὰ ὄλισθος αὐτοφυοῦς ἀσθενείας ἔργον, ἣ καὶ τὰς ἐπιεικεῖς ψυχὰς κολακεύουσα διὰ ἡδονῶν καὶ ἐπιθυμημάτων εἰς τὰς αὐτὰς ὁδοὺς ταῖς μοχθηρίαις συγκαθέλκει. 38.7ἀκούσῃ γοῦν τοῦ Διὸς αὐτοῦ λέγοντος, ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται · ἐξ ἡμέων γὰρ φασὶ κακ’ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ἔχουσιν. περὶ δὲ τῶν ἀγαθῶν ἀνθρώπων οὐκ ἀκούσῃ τοιοῦτον οὐδὲν λέγοντος, οὐ δὲ ἀπωθουμένου τὴν αἰτίαν, οὐ δὲ ἀποτιθεμένου τὴν φροντίδα, ἀλλ’αὐτὸ το- τοὐναντίον · πῶς ἂν ἔπειτ’Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, οὗ περὶ μὲν πρόφρων κραδίη, καὶ θυμὸς ἀγήνωρ ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Πάλλας Ἀθήνη; τίς οὖν οὐκ ἂν εἴποι τὸν Ὀδυσσέα ἀγαθὸν εἶναι θείᾳ μοίρᾳ, οὗ μέμνηται μὲν ὁ Ζεύς, κήδεται δὲ ἡ Ἀθηνᾶ, ἡγεῖται δὲ ὁ Ἑρμῆς, ἔραται δὲ Καλυψώ, σώζει δὲ ἡ Λευκοθέα; εἰ δὲ ἀγαθὸς ἦν, ὥσπερ ἦν, διότι πολλῶν δ’ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω καὶ πολλὰ δ’ὅγ’ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, πῶς οὐ θείᾳ μοίρᾳ αὐτῷ συνηνέχθη τὰ γυμνάσια, ἀφ’ὧν ἀγαθὸς καὶ ἦν καὶ ἔδοξεν; καὶ περιστήσαντος αὐτῷ τοῦ δαιμονίου ἀνταγωνιστὰς πολλούς, τῶν μὲν βαρβάρων τὸ Τρωϊκόν, τοῦ δὲ Ἑλληνικοῦ τοὺς ἀρίστους Παλαμήδη καὶ Αἴαντα, τῶν δὲ οἴκοι τοὺς ἰσχυροτάτους καὶ ἀκολαστοτάτους, Κυκλώπων τὸν ἀγριώτατον, Θρᾳκῶν τοὺς ἀξενωτάτους, φαρμακίδων τὴν δεινοτάτην, θηρίων τὴν πολυκεφαλωτάτην, θάλατταν πολλήν, χειμῶνα χαλεπόν, συνεχῆ ναυάγια · προσαναγκάσας ἀλᾶσθαι καὶ πτωχεύειν, ῥάκη ἀμπισχόμενον, καὶ μετὰ ταῦτα αἰτοῦντα ἀκόλους, παλαίοντα, λακτιζόμενον, παροινούμενον · ὧν ἕκαστον αὐτῷ διὰ φιλίαν θεὸς προὔβαλλεν, “οὐχ ὁ Ποσειδῶν, ὀργιζόμενος, ὅτι οἷ υἱὸν φίλον ἐξαλάωσεν”, οὐ δὲ ὁ Ἥλιος μηνιῶν τῶν βοῶν (μὴ τοσαύτη μήτε Ποσειδῶνα ἔχοι φιλία πρὸς ἄνθρωπον ἄγριον καὶ παῖδα ἄξενον, μήτε τὸν Ἥλιον πτωχεία καὶ φειδὼ βοῶν), ἀλλὰ γὰρ τοῦ Διὸς ταῦτα ἦν τὰ προστάγματα. ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ καὶ τὸν Ἡρακλέα τὸν αὑτοῦ παῖδα μὴ ἐάσας ἀργὸν καὶ τρυφῶντα, ἀλλὰ ἐξελκύσας τῶν ἡδονῶν; καὶ εἰς μὲν ἐκείνας τὸν Εὐρυσθέα ἐμβαλών, τῷ δὲ Ἡρακλεῖ ἐπιστήσας κάπρους καὶ λέοντας, καὶ δυνάστας, καὶ τυράννους, καὶ λῃστάς, καὶ ὁδοὺς μακράς, καὶ γῆν ἔρημον, καὶ ποταμοὺς ἀπόρους; ἢ νύκτα μὲν ἠδύνατο ποιῆσαι ὁ Ζεὺς τριπλῆν ἐκ μιᾶς, ὃν δὲ ἐν τῇ νυκτὶ ταύτῃ ἐποιήσατο, τῶν δὲ τοῦ βίου πόνων οὐκ ἠδύνατο ἐξελέσθαι; ἀλλ’οὐκ ἤθελεν · οὐ γὰρ θέμις Διὶ βούλεσθαι ἄλλό τι ἢ τὸ κάλλιστον. οὕτως ἦν καὶ ὁ Ἡρακλῆς ἀγαθός, καὶ Διόνυσος, καὶ ὁ Ὀδυσσεύς. καὶ ἵνα μὴ πόρρω σε ἀπάγω τῶν ἐν ποσίν, τὸν Σωκράτην αὐτὸν οἴει γενέσθαι τέχνῃ ἀγαθῇ, ἀλλ’οὐ θείᾳ μοίρᾳ; ἢ κατὰ μὲν τὴν τέχνην ἐγένετο ἂν λιθοξόος παῖς ἢ παρὰ πατρὸς λαβὼν τὸν κλῆρον · κατὰ δὲ τὴν τοῦ θεοῦ χειροτονίαν τὴν μὲν τέχνην διώσατο, τὴν δὲ ἀρετὴν ἐλάμβανεν.