2.1ἀρωγοὶ ἀνθρώποις θεοί, πάντες μὲν πᾶσιν, ἄλλοι δὲ ἄλλοις ἐνομίσθησαν κατὰ τὴν φήμην τῶν ὀνομάτων, καὶ διένειμαν αὐτοῖς οἱ ἄνθρωποι τιμὰς καὶ ἀγάλματα, οἱ ἐς τὰ ἴδια ἕκαστοι ὠφεληθέντες. οὕτω μὲν ναῦται ἐπὶ ἀκλύστου πέτρας ἀνέθηκαν οἴακας θαλαττίοις · οὕτω δέ τις ποιμένων τὸν Πᾶνα τιμᾷ ἐλάτην αὐτῷ ὑψηλὴν ἐξελόμενος, ἢ ἄντρον βαθύ · καὶ γεωργοὶ Διόνυσον τιμῶσιν, πήξαντες ἐν ὀρχάτῳ αὐτοφυὲς πρέμνον, ἀγροικικὸν ἄγαλμα · ἱερὰ δὲ Ἀρτέμιδος, πηγαὶ ναμάτων, καὶ κοῖλαι νάπαι, καὶ εὔθηροι λειμῶνες · ἐπεφήμισαν δὲ καὶ Διὶ ἀγάλματα οἱ πρῶτοι ἄνθρωποι, κορυφὰς ὀρῶν, Ὄλυμπον, καὶ Ἴδην, καὶ εἴ τι ἄλλο ὄρος πλησιάζει τῷ οὐρανῷ · ἔστίν που καὶ ποταμῶν τιμή, ἢ κατ’ὠφέλειαν, ὥσπερ Αἰγυπτίοις πρὸς τὸν Νεῖλον · ἢ κατὰ κάλλος, ὡς Θετταλοῖς πρὸς τὸν Πηνειόν · ἢ κατὰ μέγεθος, ὡς Σκύθαις πρὸς τὸν Ἴστρον · ἢ κατὰ μῦθον, ὡς Αἰτωλοῖς πρὸς Ἀχελῶον · ἢ κατὰ νόμον, ὡς Σπαρτιάταις πρὸς τὸν Εὐρώταν · ἢ κατὰ τελετήν, ὡς Ἀθηναίοις πρὸς Ἰλισσόν. εἶτα ποταμοὶ μὲν διέλαχον τὰς τιμὰς κατὰ τὴν χρείαν τῶν ὠφελουμένων, καὶ αἱ τέχναι τιμῆς θεῶν ἑκάστη εὔπορος, ἄλλο ἄλλη προστησαμένη ἄγαλμα · εἰ δέ που τὶ γένος ἀνθρώπων ἐστὶν οὐ θαλάττιον οὐ δὲ γεωργικὸν, ἀλλ’ἀστυπολοῦν καὶ ἀνακεκραμένον κοινωνίᾳ πολιτικῇ νόμου καὶ λόγου, ἆρα τούτοις ἀγέραστον ἔσται τὸ θεῖον καὶ ἀτίμητον; ἢ τιμήσουσιν μέν, τῇ δὲ φήμῃ μόνῃ · ἀγαλμάτων δὲ καὶ ἱδρυμάτων οὐκ οἰήσονται δεῖν τοῖς θεοῖς; οὐ δὲ γὰρ δεῖ τοῖς θεοῖς ἀγαλμάτων οὐ δὲ ἱδρυμάτων μᾶλλον, ἢ εἰκόνων ἀγαθοῖς ἀνδράσιν. 2.2ὥσπερ δέ, οἶμαι, τῷ κατὰ τὰς φωνὰς λόγῳ οὐδὲν δεῖ πρὸς σύστασιν χαρακτήρων Φοινικίων τινῶν, ἢ Ἰωνικῶν, ἢ Ἀττικῶν, ἢ Ἀσσυρίων, ἢ Αἰγυπτίων, ἀλλ’ἡ ἀνθρωπίνη ἀσθένεια ἐξεῦρεν σημεῖα ταῦτα, ἐν οἷς ἀποτιθεμένη τὴν αὑτῆς ἀμβλύτητα ἐξ αὐτῶν ἀναμάττεται τὴν αὖθις μνήμην · οὕτως ἀμέλει καὶ τῇ τοῦ θείου φύσει δεῖ μὲν οὐδὲν ἀγαλμάτων οὐ δὲ ἱδρυμάτων, ἀλλὰ ἀσθενὲς ὂν κομιδῇ τὸ ἀνθρώπειον, καὶ διεστὸς τοῦ θείου ὅσον “οὐρανὸς γῆς,” σημεῖα ταῦτα ἐμηχανήσατο, ἐν οἷς ἀποθήσεται τὰ τῶν θεῶν ὀνόματα καὶ τὰς φήμας αὐτῶν. οἷς μὲν οὖν ἡ μνήμη ἔρρωται, καὶ δύνανται εὐθὺ τοῦ οὐρανοῦ ἀνατεινόμενοι τῇ ψυχῇ τῷ θείῳ ἐντυγχάνειν, οὐδὲν ἴσως δεῖ τούτοις ἀγαλμάτων · σπάνιον δὲ ἐν ἀνθρώποις τὸ τοιοῦτο γένος, καὶ οὐκ ἂν ἐντύχοις δήμῳ ἀθρόῳ τοῦ θείου μνήμονι, καὶ μὴ δεομένῳ τοιαύτης ἐπικουρίας · οἷον καὶ τοῖς παισὶν οἱ γραμματισταὶ μηχανῶνται ὑποχαράττοντες αὐτοῖς σημεῖα ἀμυδρά, οἷς ἐπάγοντες τὴν χειρουργίαν, ἐθίζονται τῇ μνήμῃ πρὸς τὴν τέχνην. δοκοῦσιν δή μοι καὶ οἱ νομοθέται, καθάπέρ τινι παίδων ἀγέλῃ, ἐξευρεῖν τοῖς ἀνθρώποις ταυτὶ τὰ ἀγάλματα, σημεῖα τῆς πρὸς τὸ θεῖον τιμῆς, καὶ ὥσπερ χειραγωγίαν τινὰ καὶ ὁδὸν πρὸς ἀνάμνησιν. 2.3ἀγαλμάτων δὲ οὐχ εἷς νόμος, οὐ δὲ εἷς τρόπος, οὐ δὲ τέχνη μία, οὐ δὲ ὕλη μία · ἀλλὰ τὸ μὲν Ἑλληνικόν, τιμᾶν τοὺς θεοὺς ἐνόμισαν τῶν ἐν γῇ τοῖς καλλίστοις, ὕλῃ μὲν καθαρᾷ, μορφῇ δὲ ἀνθρωπίνῃ, τέχνῃ δὲ ἀκριβεῖ. καὶ οὐκ ἄλογος ἡ ἀξίωσις τῶν τὰ ἀγάλματα εἰς ἀνθρωπίνην ὁμοιότητα καταστησαμένων · εἰ γὰρ ἀνθρώπου ψυχὴ ἐγγύτατον θεῷ καὶ ἐμφερέστατον, οὐ δήπου εἰκὸς τὸ ὁμοιότατον αὐτῷ περιβαλεῖν, τὸν θεόν, σκήνει ἀτοπωτάτῳ, ἀλλ’ὅπερ ἔμελλεν ψυχῆς ἀθανάτοις εὔφορόντε ἔσεσθαι καὶ κοῦφον καὶ εὐκίνητον μόνον, τοῦτο τῶν ἐν γῇ σωμάτων ἀνατεῖνον τὴν κορυφὴν ὑψοῦ, σοβαρὸν, καὶ γαῦρον, καὶ σύμμετρον, οὔτε διὰ μέγεθος ἐκπληκτικόν, οὔτε διὰ χαίτην φοβερόν, οὔτε διὰ βάρος δυσκίνητον, οὔτε διὰ λειότητα ὀλισθηρόν, οὔτε διὰ τραχύτητα ἀντίτυπον, οὔτε διὰ ψυχρότητα ἑρπηστικόν, οὔτε ἰταμὸν διὰ θερμότητα, οὔτε νηκτὸν διὰ μανότητα, οὐκ ὠμοφάγον δι’ἀγριότητα, οὐ ποιηφάγον δι’ἀσθένειαν, ἀλλὰ κεκραμένον μουσικῶς πρὸς τὰ αὑτοῦ ἔργα · φοβερὸν μὲν δειλοῖς, ἥμερον δὲ ἀγαθοῖς, βαδιστικὸν μὲν τῇ φύσει, πτηνὸν δὲ τῷ λόγῳ, νηκτὸν δὲ τέχνῃ, σιτοφάγον καὶ γεωπόνον καὶ καρποφάγον καὶ εὔχρουν καὶ εὐσταλὲς καὶ εὐωπὸν καὶ εὐγένειον, διὰ τοιούτου σώματος τύπων τοὺς θεοὺς τιμᾶν ἐνόμισαν οἱ Ἕλληνες. 2.4τὸ δὲ βαρβαρικόν, ὁμοίως μὲν ἅπαντες ξυνετοὶ τοῦ θεοῦ, κατεστήσαντο δὲ αὐτοῖς σημεῖα ἄλλοι ἄλλα. Πέρσαι μὲν πῦρ, ἄγαλμα ἐφήμερον, ἀκόρεστον καὶ ἁδηφάγον · καὶ θύουσιν Πέρσαι πυρί, ἐπιφοροῦντες αὐτῷ τὴν πυρὸς τροφήν, ἐπιλέγοντες · “πῦρ δέσποτα, ἔσθιε”. ἄξιον δὲ πρὸς τοὺς Πέρσας εἰπεῖν, “ὦ πάντων γενῶν ἀνοητότατον, οἱ τοσούτων καὶ τηλικούτων ἀγαλμάτων ἀμελήσαντες, γῆς ἡμέρου, καὶ ἡλίου λαμπροῦ, καὶ θαλάττης πλοΐμου, καὶ ποταμῶν γονίμων, καὶ ἀέρος τροφίμου, καὶ αὐτοῦ οὐρανοῦ, περὶ ἓν μάλιστα ἀσχολεῖσθε τὸ ἀγριώτατον καὶ ὀξύτατον, οὐ ξύλων αὐτῷ τροφὴν χορηγοῦντες μόνον, οὐ δὲ ἱερείων, οὐ δὲ θυμιαμάτων · ἀλλὰ τούτῳ τῷ ἀγάλματι καὶ τούτῳ τῷ θεῷ καὶ τὴν Ἐρετρίαν ἀναλῶσαι δεδώκατε, καὶ τὰς Ἀθήνας αὐτάς, καὶ τὰ Ἰώνων ἱερά, καὶ τὰ Ἑλλήνων ἀγάλματα”. 2.5μέμφομαι καὶ τὸν Αἰγυπτίων νόμον. βοῦν ἐκεῖνοι τιμῶσιν καὶ ὄρνιν καὶ τράγον καὶ τοῦ ποταμοῦ τοῦ Νείλου τὰ θρέμματα · ὧν θνητὰ μὲν τὰ σώματα, δειλοὶ δὲ οἱ βίοι, ταπεινὴ δὲ ἡ ὄψις, ἀγεννὴς δὲ ἡ θεραπεία, αἰσχρὰ δὲ ἡ τιμή. ἀποθνήσκει θεὸς Αἰγυπτίοις, καὶ πενθεῖται θεός · καὶ δείκνυται παρ’αὐτοῖς ἱερὸν θεοῦ, καὶ τάφος θεοῦ. καὶ Ἕλληνες μὲν θύουσιν καὶ ἀνθρώποις ἀγαθοῖς, καὶ τιμῶνται μὲν αὐτῶν αἱ ἀρεταί, ἀμνημονοῦνται δὲ αἱ συμφοραί · παρὰ δὲ Αἰγυπτίοις ἰσοτιμίαν ἔχει τὸ θεῖον τιμῆς καὶ δακρύων. γυναικὶ Αἰγυπτίᾳ θρέμμα ἦν κροκόδειλος σκύλαξ · ἐμακάριζον οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὡς τιθηνουμένην θεόν τινα ἑαυτῶν, καὶ προσετρέποντο καὶ αὐτὴν καὶ τὸν τρόφιμον · ἦν αὐτῇ παῖς ἄρτι ἡβάσκων, ἡλικιώτης τοῦ θεοῦ, συναθύρων αὐτῷ καὶ συντρεφόμενος · ὁ δὲ τέως μὲν ὑπὸ ἀσθενείας ἦν τιθασός, προελθὼν δὲ εἰς μέγεθος ἤλεγξεν τὴν φύσιν, καὶ διέφθειρεν τὸν παῖδα · ἡ δὲ δύστηνος Αἰγυπτία ἐμακάριζεν τὸν υἱὸν τοῦ θανάτου, ὡς γενόμενον δῶρον ἐφεστίῳ θεῷ. 2.6τὰ μὲν Αἰγυπτίων τοιαῦτα. Ἀλέξανδρος δὲ ἐκεῖνος, Πέρσας ἑλών, καὶ Βαβυλῶνος κρατήσας, καὶ Δαρεῖον χειρωσάμενος, ἦλθεν εἰς τὴν Ἰνδῶν γῆν ἄβατον οὖσαν τέως στρατιᾷ ξένῃ, ὡς Ἰνδοὶ ἔλεγον, πλήν γε Διονύσου καὶ Ἀλεξάνδρου. ἐστασίαζον Ἰνδοὶ βασιλεῖς Πῶρος καὶ Ταξίλης. Πῶρον μὲν λαμβάνει ὁ Ἀλέξανδρος, Ταξίλην δὲ κατὰ φιλίαν παρεστήσατο. ἐπεδείκνυεν Ἀλεξάνδρῳ Ταξίλης τὰ θαυμαστὰ τῆς Ἰνδῶν γῆς, ποταμοὺς μεγίστους, καὶ ὄρνιθας ποικίλους, καὶ εὐώδη φυτά, καὶ εἴ τι ἄλλο ξένον ὀφθαλμοῖς Ἑλληνικοῖς · ἐν δὲ τοῖς ἔδειξε καὶ ζῷον ὑπερφυές, Διονύσου ἄγαλμα, ᾧ Ἰνδοὶ ἔθυον · δράκων ἦν μῆκος πεντάπλεθρον, ἐτρέφετο δὲ ἐν χωρίῳ κοίλῳ, ἐν κρημνῷ βαθεῖ, τείχει ὑψηλῷ ὑπὲρ τῶν ἄκρων περιβεβλημένος · καὶ ἀνήλισκεν τὰς Ἰνδῶν ἀγέλας, χορηγούντων αὐτῷ τροφὴν βοῦς καὶ ὄϊς, καθάπερ τυράννῳ μᾶλλον ἢ θεῷ. 2.7οἱ ἑσπέριοι Λίβυες οἰκοῦσι γῆν, αὐχένα στενὸν καὶ ἐπιμήκη καὶ ἀμφιθάλασσον · σχιζομένη γὰρ κατὰ κορυφὴν τοῦ αὐχένος ἡ ἔξω θάλασσα περιλαμβάνει τὴν γῆν κύματι πολλῷ καὶ πελαγίῳ. τοῖς ἀνθρώποις τούτοις ἱερόν ἐστιν καὶ ἄγαλμα ὁ Ἄτλας · ἔστιν δὲ ὁ Ἄτλας ὄρος κοῖλον, ἐπιεικῶς ὑψηλόν, ἀνεῳγὸς πρὸς τὸ πέλαγος, ὥσπερ τὰ θέατρα πρὸς τὸν ἀέρα · τὸ δὲ ἐν μέσῳ τοῦ ὄρους χωρίον, αὐλὼν βραχύς, εὔγαιος καὶ εὔδενδρος · καὶ ἴδοις ἂν καὶ καρποὺς ἐπὶ τῶν δένδρων, καὶ ὀπτεύσαις ἐκ τῆς κορυφῆς, ὥσπερ εἰς φρεατίας ἔδαφος · κατελθεῖν δὲ οὔτε δυνατόν, κρημνῶδες γάρ, οὔτε ἄλλως θέμις. τὸ δὲ ἐν τῷ χωρίῳ θαῦμα, ὁ ὠκεανὸς πλημμύρων ἐμπίπτει τῇ ἠϊόνι, καὶ τῇ μὲν ἄλλῃ ἀναχεῖται ἐπὶ τὰ πεδία, κατὰ δὲ τὸν Ἄτλαντα αὐτὸν κορυφοῦται τὸ κῦμα · καὶ ἴδοις ἂν τὸ ὕδωρ ἀνεστηκὸς ἐφ’ἑαυτοῦ, ὥσπερ τειχίον, οὔτε εἰσρέον ἐπὶ τὰ κοῖλα, οὔτε ὑπὸ γῆς ἐρειδόμενον, ἀλλ’ἐκ μέσου τοῦ ὄρους καὶ τοῦ ὕδατος ἀὴρ πολύς, κοῖλον ἄλσος. τοῦτο Λιβύων καὶ ἱερόν, καὶ θεός, καὶ ὅρκος, καὶ ἄγαλμα. 2.8Κελτοὶ σέβουσιν μὲν Δία, ἄγαλμα δὲ Διὸς Κελτικὸν ὑψηλὴ δρῦς. Παίονες σέβουσιν μὲν Ἥλιον, ἄγαλμα δὲ Ἡλίου Παιονικὸν δίσκος βραχὺς ὑπὲρ μακροῦ ξύλου. Ἀράβιοι σέβουσι μέν, ὅντινα δέ, οὐκ οἶδα · τὸ δὲ ἄγαλμα εἶδον, λίθος ἦν τετράγωνος. Παφίοις ἡ μὲν Ἀφροδίτη τὰς τιμὰς ἔχει · τὸ δὲ ἄγαλμα οὐκ ἂν εἰκάσαις ἄλλῳ τῳ ἢ πυραμίδι λευκῇ, ἡ δὲ ὕλη ἀγνοεῖται. Λυκίοις ὁ Ὄλυμπος πῦρ ἐκδιδοῖ, οὐχ ὅμοιον τῷ Αἰτναίῳ, ἀλλ’εἰρηνικὸν καὶ σύμμετρον · καὶ ἐστὶν αὐτοῖς τὸ πῦρ τοῦτο καὶ ἱερὸν καὶ ἄγαλμα. Φρύγες οἱ περὶ Κελαινὰς νεμόμενοι τιμῶσιν ποταμοὺς δύο, Μαρσύαν καὶ Μαίανδρον · εἶδον τοὺς ποταμούς · ἀφίησιν αὐτοὺς πηγὴ μία, ἣ προελθοῦσα ἐπὶ τὸ ὄρος ἀφανίζεται κατὰ νώτου τῆς πόλεως, κα- καὖθις ἐκδιδοῖ ἐκ τοῦ ἄστεος, διελοῦσα τοῖς ποταμοῖς καὶ τὸ ὕδωρ καὶ τὰ ὀνόματα · ὁ μὲν ἐπὶ Λυδίας ῥεῖ, ὁ Μαίανδρος · ὁ δὲ αὐτοῦ περὶ τὰ πεδία ἀναλίσκεται. θύουσιν Φρύγες τοῖς ποταμοῖς, οἱ μὲν ἀμφοτέροις, οἱ δὲ τῷ Μαιάνδρῳ, οἱ δὲ τῷ Μαρσύᾳ · καὶ ἐμβάλλουσιν τὰ μηρία εἰς τὰς πηγάς, ἐπιφημίσαντες το- τοὔνομα τοῦ ποταμοῦ, ὁποτέρῳ ἔθυσαν · ἀπενεχθέντα δὲ ἐπὶ τὸ ὄρος, καὶ ὑποδύντα ὄρος σὺν τῷ ὕδατι, οὔτ’ἂν ἐπὶ τὸν Μαρσύαν ἐκδοθείη τὰ τοῦ Μαιάνδρου, οὔτ’ἐπὶ τὸν Μαίανδρον τὰ τοῦ Μαρσύου · εἰ δὲ ἀμφοῖν εἴη, διαιροῦνται τὸ δῶρον. ὄρος Καππαδόκαις καὶ θεὸς καὶ ὅρκος καὶ ἄγαλμα, Μαιώταις λίμνη, Τάναϊς Μασσαγέταις. 2.9ὢ πολλῶν καὶ παντοδαπῶν ἀγαλμάτων · ὧν τὰ μὲν ὑπὸ τέχνης ἐγένετο, τὰ δὲ διὰ χρείαν ἠγαπήθη, τὰ δὲ δι’ὠφέλειαν ἐτιμήθη, τὰ δὲ δι’ἔκπληξιν ἐθαυμάσθη, τὰ δὲ διὰ μέγεθος ἐθειάσθη, τὰ δὲ διὰ κάλλος ἐπῃνέθη. πλὴν οὐδὲν γένος, οὐ βάρβαρον, οὐχ Ἑλληνικόν, οὐ θαλάττιον, οὐκ ἠπειρωτικόν, οὐ νομαδικόν, οὐκ ἀστυπολοῦν, ἀνέχεται τὸ μὴ καταστήσασθαι σύμβολα ἄττα τῆς τῶν θεῶν τιμῆς. πῶς ἂν οὖν τις διαιτήσαι τὸν λόγον, εἴτε χρὴ ποιεῖσθαι ἀγάλματα θεῶν, εἴτε μή; εἰ μὲν γὰρ ἄλλοις τισὶν νομοθετοῦμεν ὑπερορίοις ἀνθρώποις ἔξω τοῦ καθ’ἡμᾶς αἰθέρος, ἄρτι ἐκ γῆς ἀναφυομένοις, ἢ ὑπό τινος προμηθείας πλαττομένοις, ἀπείροις βίου καὶ νόμου καὶ λόγου, δέοι ἂν ἴσως τοῦ σκέμματος · πότερα ἐατέον τουτὶ τὸ γένος, ἐπεὶ τῶν αὐτοφυῶν τούτων ἀγαλμάτων προσκυνεῖν αἱροῦνται, οὐκ ἐλέφαντα, οὐ δὲ χρυσόν, οὐ δὲ δρῦν, οὐ δὲ κέδρον, οὐ δὲ ποταμόν, οὐ δὲ ὄρνιθα, ἀλλὰ τὸν ἥλιον ἀνίσχοντα, καὶ τὴν σελήνην λάμπουσαν, καὶ τὸν οὐρανὸν πεποικιλμένον, καὶ γῆν αὐτήν, καὶ ἀέρα αὐτόν, καὶ πῦρ πᾶν, καὶ ὕδωρ πᾶν · ἢ καὶ τούτους καθείρξομεν εἰς ἀνάγκην τιμῆς ξύλων ἢ λίθων ἢ τύπων; εἰ δέ ἐστιν οὗτος ἱκανὸς ὁ πάντων νόμος, τὰ κείμενα ἐῶμεν, τὰς φήμας τῶν θεῶν ἀποδεχόμενοι, καὶ φυλάττοντες αὐτῶν τὰ σύμβολα, ὥσπερ καὶ τὰ ὀνόματα. 2.10ὁ μὲν γὰρ θεός, ὁ τῶν ὄντων πατὴρ καὶ δημιουργός, ὁ πρεσβύτερος μὲν ἡλίου, πρεσβύτερος δὲ οὐρανοῦ, κρείττων δὲ χρόνου καὶ αἰῶνος καὶ πάσης ῥεούσης φύσεως, ἀνώνυμος νομοθέτῃ, καὶ ἄρρητος φωνῇ, καὶ ἀόρατος ὀφθαλμοῖς · οὐκ ἔχοντες δὲ αὐτοῦ λαβεῖν τὴν οὐσίαν, ἐπερειδόμεθα φωναῖς, καὶ ὀνόμασιν, καὶ ζῴοις, καὶ τύποις χρυσοῦ καὶ ἐλέφαντος καὶ ἀργύρου, καὶ φυτοῖς, καὶ ποταμοῖς, καὶ κορυφαῖς, καὶ νάμασιν · ἐπιθυμοῦντες μὲν αὐτοῦ τῆς νοήσεως, ὑπὸ δὲ ἀσθενείας τὰ παρ’ἡμῶν καλὰ τῇ ἐκείνου φύσει ἐπονομάζοντες · αὐτὸ ἐκεῖνο τὸ τῶν ἐρώντων πάθος, οἷς ἥδιστον εἰς μὲν θέαμα οἱ τῶν παιδικῶν τύποι, ἡδὺ δὲ εἰς ἀνάμνησιν καὶ λύρα, καὶ ἀκόντιον, καὶ θῶκος που, καὶ δρόμος, καὶ πᾶν ἁπλῶς τὸ ἐπεγεῖρον τὴν μνήμην τοῦ ἐρωμένου. τί μοι τὸ λοιπὸν ἐξετάζειν καὶ νομοθετεῖν ὑπὲρ ἀγαλμάτων; θεῖον ἴστω πᾶν γένος, ἴστω μόνον. εἰ δὲ Ἕλληνας μὲν ἐπεγείρει πρὸς τὴν μνήμην τοῦ θεοῦ ἡ Φειδίου τέχνη, Αἰγυπτίους δὲ ἡ πρὸς τὰ ζῷα τιμή, καὶ ποταμὸς ἄλλους, καὶ πῦρ ἄλλους, οὐ νεμεσῶ τῆς διαφωνίας · ἴστωσαν μόνον, ἐράτωσαν μόνον, μνημονευέτωσαν.