Maximus

Dissertations, 23

23.1ἔχεις εἰπεῖν, τίνας ὀνομάζει Ὅμηρος ἐν τοῖς ἔπεσιν διογενεῖς, καὶ θεοῖς εἰκέλους, καὶ λαῶν ποιμένας, καὶ ἄλλα ὅσα ποιητὴν εἰκὸς ἀποσεμνύνοντα τοῖς ὀνόμασιν ἀρετὴν ἀνδρός; ἆρα τοὺς ἐπὶ σκαπάνῃ καὶ αὔλακι πρὸς τῇ γῇ διαπονουμένους, δεινοὺς ἀροῦν, ἀγαθοὺς φυτεύειν, ἐν ἀμήτῳ δεξιούς, ἐν ὀρχάτῳ φιλοπόνους; τούτων μὲν οὐ δὲ τὴν ἀρχὴν ἠξίωσεν καταμῖξαι τὰ ἔργα τῇ αὐτοῦ ᾠδῇ, ὅτι μὴ νησιώτῃ γέροντι ἀναθεὶς αὐτά, ἐκπεπτωκότι τῆς ἀρχῆς ὑπὸ ὑβριστῶν νέων, ἐν γουνῷ οἰνοπέδου ἀλωῆς ἐπὶ φύλλων χαμαὶ βεβλημένων ὥρᾳ θέρους ἀναπαυομένῳ; οἱ δὲ μακάριοι αὐτῷ ἄνδρες, οὓς ἐκεῖνος ἐπαινῶν χαίρει, ἕτεροί εἰσιν ἐξ ἑτέρων ἐπιτηδευμάτων καὶ ἔργων · Ἀχιλλεὺς διώκων, Αἴας μονομαχῶν, Τεῦκρος τοξεύων, Διομήδης ἀριστεύων, τις ἄλλος τῶν δεινῶν τὰ ἀριστευτικά. μεστὰ δὲ αὐτῷ τὰ ἔπη ἀσπίδων μεγάλων, καὶ κορύθων φαεινῶν, καὶ δοράτων μακρῶν, καὶ ἁρμάτων καλῶν, καὶ ἵππων θεόντων, καὶ ἀγαθῶν κτεινόντων, καὶ δειλῶν κτεινομένων. τὸν μὲν γὰρ Ἀγαμέμνονα αὐτὸν τὸν τῶν Πανελλήνων βασιλέα οὐκ ἔσχεν ἑτέρως ἐπαινέσαι, τὸν αἰχμητὴν προσθεὶς τῷ βασιλεῖ, ὡς μόνον δὴ τοῦτο ἔργων ἀρχικώτατον · καὶ φησίν, ὅτι ἦν Ἀγαμέμνων ἀμφότερον, βασιλεὺς καὶ αἰχμητὴς ἀγαθός. ἐπεὶ καὶ Μενέλαος βασιλεὺς μὲν ἦν, οὐχ ἧττον Ἀγαμέμνων, μαλθακὸς δὲ αἰχμήν, καὶ διὰ τοῦτο ὀλίγον αὐτῷ μετέδωκε ποιητικῆς εὐφημίας Ὅμηρος. γε μὴν Ἀγαμέμνων οὗτος, τί ἦν ἂν ἐπικλεέστερος τῶν ἄλλων, εἰ κατὰ τὸ Ἄργος μένων, γῆν ἀγαθὴν ἔχων, γεωργῶν τὴν γῆν, ἀπέφηνεν αὐτὴν εὐκαρπωτέραν τῆς Αἰγυπτίας; τοῦ μὲν γὰρ Ὀδυσσέως ἀκούεις αὐτοῦ σεμνολογουμένου περὶ τῆς Ἰθάκης · τρηχεῖα, ἀλλ’ἀγαθὴ κουροτρόφος, φησίν. οἶδεν γάρ που, ἅτε σοφὸς ὤν, ὅσον διαφέρει τῆς ἀνδρείας καρπὸς οὗτος πυρῶν καὶ κριθῶν, καὶ εἴ τις ἄλλη ὑποτροφὴ γῆς.
23.2Ὅμηρον ἐῶ · τάχα γὰρ καὶ δυσχεράναις ἂν τῷ λόγῳ προφερομένῳ σοι μάρτυρα φιλοπόλεμον. βούλει σοι τὰ δεύτερα ἐπ’ἐκείνῳ λέγω τὰ Λακωνικά, τὰ Ἀττικά, τὰ Κρητικά, τὰ Περσικά; τὴν Σπάρτην ἐπαινεῖς ὡς εὐνομωτάτην. δὲ Λυκοῦργος (ὃς σοῦ δήπου ἐπαινέτου δεήσεται · γὰρ Ἀπόλλων φθάνει λέγων πρὸς αὐτὸν δίζω, σε θεὸν μαντεύομαι, ἄνθρωπον), τοίνυν Λυκοῦργος οὗτος, ὃν θεὸς εἰκάζει θεῷ, τιθεὶς τῇ Σπάρτῃ νόμους, συμβουλευσάμενος τῷ Ἀπόλλωνι, ποῖόν τι πολιτείας ἦθος καταστήσαιτο τοῖς αὑτοῦ θρέμμασιν, ἆρα γεωργικόν, καὶ ταμιευτικόν, ταπεινὸν καὶ γλίσχρον, καὶ ἐργαστικὸν τὰ σμικρὰ ταῦτα · ταῦτα μὲν οἱ εἴλωτες αὐτῷ ἔχουσιν καὶ ἀνδραποδώδης ὅμιλος καὶ οἱ περίοικοι Λακεδαιμονίων, τὸ δὲ καθαρῶς Σπαρτιατικόν, ἄφετον ἐκ γῆς ὂν καὶ ὄρθριον, καὶ πρὸς ἐλευθερίαν τετραμμένον, μαστιγούμενον καὶ τυπτόμενον, καὶ ἐν θήραις καὶ ὀρειβασίαις καὶ ἄλλοις παντοδαποῖς πόνοις παιδευόμενον, ἐπειδὰν ἱκανῶς τοῦ καρτερεῖν ἔχῃ, ἐπὶ αἰχμῇ καὶ ἀσπίδι τεταγμένον, ὑπὸ στρατηγῷ τῷ νόμῳ προμαχεῖν τῆς ἐλευθερίας, καὶ τὴν Σπάρτην σώζειν, καὶ τῷ Λυκούργῳ συναγωνίζεται, καὶ πείθεται τῷ θεῷ; εἰ δὲ ἐγεώργουν Λακεδαιμόνιοι, τίς ἂν ὑπὲρ αὐτῶν Λεωνίδας ἐν Θερμοπύλαις παρετάξατο; τίς ἂν Ὀθρυάδας ἐν Θυρεᾷ ἠρίστευεν; ἀλλ’οὐ δὲ Βρασίδας γεωργὸς ἦν, οὐ δ’ Γύλιππος ἐκ ληΐου ὁρμηθεὶς Συρακοσίους ἔσωζεν, οὐ δὲ Ἀγησίλαος ἐξ ἀμπέλων ὁρμηθεὶς Τισσαφέρνους ἐκράτει, καὶ τὴν βασιλέως γῆν ἔτεμνεν, καὶ Ἴωνας καὶ Ἑλλήσποντον ἐλευθέρου · οὐκ ἀπὸ σμινύης Καλλικρατίδας, οὐκ ἀπὸ σκαπάνης Λύσανδρος, οὐκ ἀπὸ ἀρότρου Δερκυλλίδας. θητικὰ ταῦτα, εἰλωτικά · ταῦτα ὑπὸ ἀσπίδων σώζεται, τούτων δόρατα ὑπερμαχεῖ, ταῦτα δουλεύει τοῖς κρατοῦσιν. αὕτη ἐν ὅπλοις ἀρετὴ καὶ τὴν Ἀθηναίων γῆν ἔτεμνεν, καὶ τὴν Ἀργείων ἐδῄου, καὶ Μεσσηνίους ἐλάμβανεν · ἐπεὶ δ’ἐξέκαμεν αὕτη τοῖς Σπαρτιάταις, τὰ μὲν ὅπλα ἀπέθεντο, ἐγένοντο δὲ ἐξ ἐλευθέρων γεωργοί.
23.3ἐλεύθεροι Κρῆτες. πότε; ὅτε ὅπλα εἶχον, ὅτε ἐτόξευον, ὅτε ἐθήρων. δοῦλοι, πότε; ὅτε καὶ γεωργοί · ἐλεύθεροι Ἀθηναῖοι. πότε; ὅτε Καδμείοις ἐπολέμουν, ὅτε καὶ Ἴωνας ἐξέπεμπον, ὅτε καὶ Ἡρακλείδας ὑπεδέχοντο, ὅτε Πελασγοὺς ἐξέβαλλον. δοῦλοι, πότε; ὅτε Πεισιστρατίδαι τὸν δῆμον ἐξοπλίσαντες γεωργεῖν ἠνάγκαζον. αὖθις δὲ ἐπελθόντος αὐτοῖς στόλου Μηδικοῦ, τῆς μὲν γῆς ἐπελάθοντο, ἐπὶ δὲ τὰ ὅπλα ἔδραμον, καὶ μετ’αὐτῶν τὴν ἐλευθερίαν ἀνελάμβανον. οὐ γεωργῶν Κυναίγειρος τὰς Ἀθήνας ἠλευθέρου, οὐκ ἐν ἀμήτῳ Καλλίμαχος τοὺς Μήδους ἐξέβαλλεν, οὐκ ἐν γεωργοῖς ἐστρατήγει Μιλτιάδης. ὁπλιτῶν τὰ ἔργα, μαχομένων τὸ κράτος, νικώντων ἐλευθερία. ἐπεὶ δὲ καὶ τῆς θαλάττης ἔδει, χαίρειν τῇ γῇ φράσαντες, καὶ παραδόντες πυρὶ τὴν ἐκεῖ ἑστίαν, καὶ μόνα ὑπολειπόμενοι τὰ ὅπλα, εἰς τὰς τριήρεις μετῳκίσθησαν. ἔπλεεν πόλις Ἀττικὴ καὶ ἠπειρώτης δῆμος, καὶ πλέων ὁμοῦ ἐναυμάχει, καὶ ναυμαχῶν ἐκράτει, καὶ κρατῶν εἶχεν καὶ τὴν γῆν καὶ τὴν θάλατταν. ἐπαινῶ καὶ Περικλέα τῆς στρατηγίας, ὃς ἀμελήσας τῶν γεωργῶν, καὶ ὁρῶν τεμνομένας τὰς Ἀχάρνας, ἐφύλαττεν τὰς Ἀθήνας ἐλευθέρας · μενούσης γὰρ τῆς ἐλευθερίας, γῆ μένει, τὰ φυτὰ μένει, τὰ λήϊα.
23.4ἔα μοι τὰ Ἑλληνικά, ἴθι ἐπὶ τοὺς βαρβάρους. γεωργοῦσιν Αἰγύπτιοι, πολεμοῦσιν Σκύθαι · ἀνδρεῖον τὸ Σκυθικόν, δειλὸν τὸ Αἰγύπτιον · ἐλεύθερον τὸ Σκυθικόν, δοῦλον τὸ Αἰγύπτιον. γεωργοῦσιν Ἀσσύριοι, πολεμοῦσιν Πέρσαι · δουλεύουσιν Ἀσσύριοι, βασιλεύουσιν Πέρσαι. ἐπολέμουν Λυδοὶ πρότερον, ἐγεώργουν αὖθις Λυδοί · ἐλεύθεροι μὲν ὄντες ἐπολέμουν, δουλεύσαντες δὲ ἐπὶ γεωργίαν ἐτράποντο. μέτιθι ἐπὶ τὰ ζῷα · καὶ γὰρ ἐνταῦθα ὄψει ἐλευθερίαν καὶ δουλείαν, καὶ βίον ἐξ ἀρετῆς, καὶ ἐκ γῆς βίον. βοῦς ἀροῖ, ἵππος ἀθλεύει · ἐὰν δὲ μεταθῇς τὰ ἔργα, παρανομεῖς περὶ τὴν φύσιν. τὰ δειλὰ ποιηφάγα, τὰ ἰσχυρὰ ἀγρευτικά. ἔλαφος ποιηφαγεῖ, λέων ἀγρεύει · σπερμολογεῖ κολοιός, ἀγρεύουσιν ἀετοί · δοῦλα μέν, τὰ σπερμολόγα καὶ ποιηφάγα, ἐλεύθερα δὲ τὰ ἀγρευτικά.
23.5εἰ δὲ καὶ τοὺς περὶ θεῶν μύθους παραδεκτέον, οὐ γεωργὸς Ζεύς, οὐ δὲ Ἀθηνᾶ, οὐ δὲ Ἀπόλλων, οὐ δὲ Ἐνυάλιος, οἵπερ βασιλεύτατοι τῶν θεῶν. ἀλλ’ὀψὲ μὲν Δημήτηρ γεωργεῖ μετὰ πολλὴν πλάνην, ὀψὲ δὲ Διόνυσος μετὰ τὸν Κάδμον καὶ τὸν Πενθέα, ὀψὲ Τριπτόλεμος μετὰ τὸν Ἐριχθόνιον καὶ τὸν Κέκροπα. εἰ δὲ καὶ τῆς Κρόνου ἀρχῆς ἐπελαβόμεθα, τίς ἂν ἡμῖν γεωργίας λόγος; ἀλλ’οὐ δὲ νῦν δεῖ γεωργίας · οὐ γὰρ ἐξέκαμεν γῆ τοὺς καρποὺς αὐτομάτους φέρουσα · φέρει μὲν τροφήν, φηγοὺς καὶ ὄγχνας · φέρει δὲ ποτὸν αὐτοφυές, Νεῖλον καὶ Ἴστρον καὶ Ἀχελῶον καὶ Μαίανδρον, καὶ ἄλλους κρατῆρας ἀενάους ναμάτων καθαρῶν καὶ νηφαλίων γεωργίας. ταῦτα οὐ πρεσβύτης Ἰκάριος, οὐ δὲ Βοιώτιος ἀνήρ, Θετταλικός · ἀλλ’ἥλιος αὐτὸς καὶ σελήνη θάλπουσα, καὶ ὄμβροι τρέφοντες, καὶ ἄνεμοι διαπνέοντες, καὶ ὧραι ἀμείβουσαι, καὶ γῆ βλαστάνουσα · οὗτοι γεωργοὶ ἀθάνατοι ἐγκάρπων, σιτίων καὶ δένδρων, καὶ μηδὲν ἀνθρωπίνης τέχνης προσδεομένων. ταύτην τὴν γεωργίαν οὐδεὶς παύει, οὐ λοιμός, οὐ λιμός, οὐ πόλεμος, ἀλλὰ τὰ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται. ἐὰν δὲ ἐπιθυμῇς Λιβυκοῦ λωτοῦ, καὶ Αἰγυπτίων πυρῶν, καὶ ἐλαίας Ἀττικῆς, ἀμπέλου Λεσβίας, μετατίθης τὴν τέχνην εἰς διακονίαν ἡδονῆς · τὸ δ’ὅλον, παραβάλλεις πόνους ἐλευθέρους ἀναγκαίοις πόνοις, καὶ ἐλευθέραν ἀρετήν, ἀναγκαίᾳ γεωργίᾳ · οὐ γὰρ εἰρήνην παραβάλλεις πολέμῳ ·
23.6εἰ γὰρ τοιοῦτόν ἐστιν γεωργία, ἄφελε τοὺς πολέμους γεωργῶν μὲν πάντας · ῥίψας δόρυ ἐπὶ σμινύην ἴτω, ἀριστευέτω ἐν γῇ, κρατείτω ἐν γεωργοῖς · κηρύττωμεν τὸν ἄνδρα τῆς εὐκαρπίας, οὗτος ἐν ἀνθρώποις νικηφόρος, οὗτος ἄριστος. νῦν δὲ μεστὰ πάντα πολέμου καὶ ἀδικίας · αἱ γὰρ ἐπιθυμίαι πλανῶνται πανταχοῦ, περὶ πᾶσαν γῆν τὰς πλεονεξίας ἐπεγείρουσαι, καὶ πάντα μεστὰ στρατοπέδων ἐπὶ τὴν ἀλλοτρίαν ἰόντων. κάλλος ᾄδεται γυναικὸς Πελοποννησίας · πλέει βάρβαρος ἀνὴρ ἐπ’αὐτὴν ἀπὸ τῆς Ἴδης, οὐ γεωργός, ἀλλὰ γεωργοῦ ἡμερώτερος καὶ σχολαίτερος καὶ εἰρηνικώτερος, ποιμὴν καὶ βουκόλος. ἐπιθυμεῖ Καμβύσης τῆς Αἰγυπτίων γῆς · πόλεμον ἐπιθυμία διανέστησεν. ἐπιθυμεῖ Δαρεῖος τῆς Σκυθῶν γῆς · πολεμοῦνται Σκύθαι. μεταβαίνει ἐπιθυμία ἐπ’Ἐρετρίαν καὶ Ἀθήνας · καὶ μετὰ τῆς ἐπιθυμίας οἱ στόλοι · Ἐρετρία σαγηνεύεται, ἐπιπλεῖται Μαραθών. ἐπιθυμεῖ Ξέρξου γυνὴ θεραπαινίδων Λακωνίδων καὶ Ἀτθίδων καὶ Ἀργιάδων · καὶ δι’ἐπιθυμίαν γυναικὸς ἐξαρτύονται στόλοι διαπόντιοι, Ἀσία ἐξοικίζεται, Εὐρώπη ἀνίσταται. ἐπιθυμοῦσιν Ἀθηναῖοι Σικελίας, ἐπιθυμοῦσιν Λακεδαιμόνιοι Ἰωνίας, ἐπιθυμοῦσιν Θηβαῖοι ἡγεμονίας.
23.7 ἐρώτων πικροτάτων τῇ Ἑλλάδι. ποῦ τις ἐλθὼν μετὰ ἀσφαλείας γεωργῇ; ποῦ δὲ εὕρῃ τὸ χρύσεον εἰρήνης πρόσωπον; ποῖον γῆς μέρος ἐραστὰς οὐκ ἔχει; Ἄσκρη χεῖμα κακή, θέρει ἀργαλέη · ἴωμεν ἐπὶ τὴν Ἄσκρην. ἀλλ’αἰγειροφόρος Βοιωτία. Λιβύη πόρρω μέν, ἀλλὰ εὔβοτος. ὑπερόριος Ἰνδῶν γῆ, ἀλλὰ καὶ αὕτη ἐξεῦρεν Μακεδόνα ἐραστήν, διὰ πολλῶν γενῶν καὶ πολέμων βαδίζοντα ἐπ’αὐτήν. ποῖ τὶς τράπηται; ποῦ τὶς εὕρῃ γεωργίαν ἀσφαλῆ; πάντα μεστὰ πολέμων, πάντα ὅπλων. τοιγαροῦν εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ἀσπίδα θέσθω, εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν. καλὸν γεωργία, καλόν, ἐὰν μεῖναι δυνηθῇ, ἐὰν σχολῆς τύχῃ, ἐὰν φυλακὴν ἔχῃ · δέδια δ’ἐγώ, μὴ τοῦτο τὸ καλόν, τὸ τοὺς πολέμους κινοῦν καὶ τὰς στάσεις. λέγει τὶς παλαιὸς ἀνήρ · μάλιστα γὰρ τῆς γῆς, φησὶν, ἀρίστη τὰς μεταβολὰς τῶν οἰκητόρων ἐλάμβανεν · τὴν γοῦν Ἀττικήν, διὰ τὸ λεπτόγεω εἶναι ἀστασίαστον οὖσαν, ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἀεί. ἀκήκοας, πῶς πόλεμος γίνεται; μὴ γεώργει, ἄνθρωπε · ἔα τὴν γῆν ἀκαλλώπιστον, αὐχμῶσαν · στάσιν κινεῖς, πόλεμον κινεῖς.