10.1ἀφίκετό ποτε Ἀθήναζε Κρὴς ἀνήρ, ὄνομα Ἐπιμενίδης, κομίζων λόγον, οὑτωσὶ ῥηθέντα, πιστεύεσθαι χαλεπόν · ἐν τοῦ Διὸς τοῦ Δικταίου τῷ ἄντρῳ κείμενος ὕπνῳ βαθεῖ ἔτη συχνά, ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις, καὶ ἀληθείᾳ, καὶ δίκῃ. τοιαῦτα ἄττα διαμυθολογῶν ᾐνίττετο, οἶμαι, ὁ Ἐπιμενίδης, ὡς ἄρα ὁ ἐν γῇ βίος ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὀνείρατι ἔοικεν μακρῷ καὶ πολυετεῖ. πιθανώτερος δ’ἦν ἂν καὶ τὰ Ὁμήρου ἔπη προστιθεὶς τῷ αὑτοῦ λόγῳ, ἃ περὶ ὀνείρων ἐκεῖνος. λέγει γάρ που Ὅμηρος δύο εἶναι πύλας ἀμενηνῶν ὀνείρων, τὴν μὲν ἐξ ἐλέφαντος, τὴν δὲ ἐκ κεράτων · τοὺς μὲν οὖν διὰ κεράτων ἰόντας ἀτρεκεῖςτε εἶναι καὶ πιθανοὺς πιστεύεσθαι · τοὺς δὲ ἑτέρους σφαλερούς, καὶ ἀπατεῶνας, καὶ μηδὲν ὕπαρ ἐπὶ τὴν ψυχὴν φέροντας. ταύτῃ τοι ἔτεινεν καὶ ὁ Ἐπιμενίδου εἴτε μῦθος εἴτε καὶ ἀληθὴς λόγος. ἐνύπνιον γάρ τι ἐστὶν ἀτεχνῶς οὑτοσὶ ὁ δεῦρο βίος, καθ’ὃν ἡ ψυχὴ κατορωρυγμένη ἐν σώματι ὑπὸ κόρου καὶ πλησμονῆς μόγις πως ὀνειρώττει τὰ ὄντα. ἔρχονται δὲ ταῖς μὲν τῶν πολλῶν ψυχαῖς ὄνειροι δι’ἐλεφαντίνων πυλῶν · εἰ δέ που τίς ἐστιν καθαρὰ ψυχὴ καὶ νηφάλιος, καὶ ὀλίγα ὑπὸ τοῦ δεῦρο κάρου καὶ τῆς πλησμονῆς ἐπιταραττομένη, εἰκός που ταύτῃ δι’ἑτέρων ἰόντα ἀπαντᾶν ὀνείρατα σαφῆ καὶ διακεκριμένα καὶ ἐγγύτατα τῷ ἀληθεῖ. οὗτος ἦν ὁ Ἐπιμενίδου ὕπνος. 10.2Πυθαγόρας δὲ ὁ Σάμιος πρῶτος ἐν τοῖς Ἕλλησιν ἐτόλμησεν εἰπεῖν, ὅτι αὐτῷ τὸ μὲν σῶμα τεθνήξεται, ἡ δὲ ψυχὴ ἀναπτᾶσα οἰχήσεται ἀθανὴς καὶ ἀγήρως · καὶ γὰρ εἶναι αὐτήν, πρὶν ἥκειν δεῦρο. ἐπίστευον δὲ αὐτῷ οἱ ἄνθρωποι ταῦτα λέγοντι, καὶ ὅτι ἤδη πρότερον γένοιτο ἐν γῇ ἐν ἄλλῳ σώματι, Εὔφορβος δὲ εἶναι ὁ Τρὼς τότε. ἐπίστευον δὲ ὧδε · ἀφίκετο εἰς Ἀθηνᾶς νεών, οὗ πολλὰ ἦν καὶ παντοδαπὰ ἀναθήματα, ἐν δὲ τοῖς καὶ ἀσπίς, τὸ μὲν σχῆμα Φρυγία, ὑπὸ δὲ χρόνου ἐξίτηλος · εἶπεν οὖν ὅτι “γνωρίζω τὴν ἀσπίδα, ἀφείλετο δέ με ὅσπερ καὶ ἀπέκτεινεν τότε ἐν Ἰλίῳ ἐν τῇ μάχῃ”. θαυμάσαντες οἱ ἐπιχώριοι τὸν λόγον, καθεῖλον τὸ ἀνάθημα, καὶ ἦν ἐπίγραμμα Παλλάδι Ἀθηνᾷ Μενέλεως ἀπὸ Εὐφόρβου. εἰ δὲ βούλει, καὶ ἄλλον αὖ λόγον διέξειμί σοι. Προκονησίῳ ἀνδρὶ τὸ μὲν σῶμα ἔκειτο ἔμπνουν μέν, ἀλλ’ἀμυδρῶς καὶ ἐγγύτατα θανάτου · ἡ δὲ ψυχὴ ἐκδῦσα τοῦ σώματος, ἐπλανᾶτο ἐν τῷ αἰθέρι, ὄρνιθος δίκην, πάντα ὕποπτα θεωμένη, γῆν, καὶ θάλατταν, καὶ ποταμούς, καὶ πόλεις, καὶ ἔθνη ἀνδρῶν, καὶ παθήματα, καὶ φύσεις παντοίας · καὶ αὖθις εἰσδυομένη τὸ σῶμα καὶ ἀναστήσασα, ὥσπερ ὀργάνῳ χρωμένη, διηγεῖτο ἅττα εἶδέντε καὶ ἤκουσεν, παρ’ἄλλοις ἄλλα. 10.3τί δήποτ’οὖν Ἐπιμενίδης καὶ Πυθαγόρας καὶ Ἀριστέας ἐθέλουσιν αἰνίττεσθαι; ἄλλό τι ἢ τὴν σχολὴν τῆς ψυχῆς τοῦ ἀγαθοῦ ἀνδρὸς ἀπὸ τῶν τοῦ σώματος ἡδονῶν καὶ παθημάτων, ὅταν ἀπαλλαγεῖσα τοῦ περὶ ἐκεῖνο ταράχου, καὶ ἐπιστρέψασα εἰς ἑαυτὴν τὸν νοῦν, ἔμπαλιν ἐντυγχάνει τῷ ἀληθεῖ αὐτῷ, ἀφεμένη τῶν εἰδώλων; τοῦτο ἔοικεν μὲν ὕπνῳ καλῷ καὶ μεστῷ ἐναργῶν ὀνειράτων · ἔοικεν δὲ ψυχῆς πτήσει μεταρσίῳ, οὐχ ὑπὲρ ἄκρων φερομένης τῶν ὀρῶν ἐν ἀχλυώδει καὶ ταραττομένῳ τῷ ἀέρι, ἀλλ’ὑπὲρ τοῦτον ὑψοῦ ἐν σταθερῷ αἰθέρι, γαλήνης καὶ ἠρεμίας αὐτὴν παραπεμπούσης ἀλύπως ἐπὶ τὸ ἀληθές, ἐπὶ τὴν ὄψιν. τίς δὲ ὁ τῆς παραπομπῆς τρόπος, καὶ τί ἂν αὐτὴν ἐμμελῶς ὀνομάζομεν; ἆρα γε μάθησιν, ἢ Πλάτωνι ὁμοφώνως ἀνάμνησιν; ἢ δύο θησόμεθα ὀνόματα πράγματι ἑνί, μάθησιν καὶ ἀνάμνησιν; τὸ δέ ἐστιν τοιοῦτον, οἷον τὸ περὶ τὸν ὀφθαλμὸν πάθος · σύνεστιν μὲν γὰρ αὐτῷ ἡ ὄψις ἀεί, ἤδη δέ που ὑπὸ συμφορᾶς ἐπιχυθεῖσα ἀχλύς, καὶ ἀμφιέσασα τὸ ὄργανον, διετείχισεν αὐτοῦ τὴν πρὸς τὰ ὁρώμενα ὁμιλίαν · ἡ δὲ τέχνη παρελθοῦσα ὄψιν μὲν οὐκ ἐνεποίησε τῷ ὀφθαλμῷ, τὸ δὲ ἐνοχλοῦν παραναγαγοῦσα ἀπεκάλυψεν αὐτοῦ τὸν ἔξω δρόμον. νόμιζε δὴ καὶ τὴν ψυχὴν ὄψιν τινὰ εἶναι διορατικὴν τῶν ὄντων φύσει καὶ ἐπιστήμονα · ὑπὸ δὲ τῆς τῶν σωμάτων συμφορᾶς ὑποκεχύσθαι αὐτῇ πολλὴν ἀχλύν, καὶ συγχεῖν τὴν θέαν, καὶ ἀφαιρεῖσθαι τὴν ἀκρίβειαν, καὶ ἀποσβεννύναι τὸ οἰκεῖον φῶς · προσιόντα δὲ αὐτῇ τεχνίτην λόγον, ὥσπερ ἰατρόν, εὐπροστιθέναι αὐτῇ φέροντα ἐπιστήμην, πρᾶγμα ὃ μήπως ἔχει, ἀλλ’ἐπεγείρειν ἣν ἔχει μέν, ἀμυδρὰν δὲ καὶ ξυνδεδεμένην καὶ καρηβαροῦσαν. 10.4ὅνπερ οὖν τρόπον καὶ ταῖς κυούσαις προσάγουσα ἡ μαιευτικὴ τὰς χεῖρας σὺν τῇ τέχνῃ ὑποδέχεται τὸ κυούμενον, καὶ θεραπεύει τὰς ὠδῖνας, καὶ ἐξάγει τὸ τελεσφορηθὲν εἰς φῶς, καὶ ἀπαλλάττει τῆς ὀδύνης τὴν φέρουσαν · τοῦτον τὸν τρόπον καὶ λόγος μαιεύεται ψυχὴν κύουσαν καὶ ὠδίνων μεστήν · ἀλλὰ πολλαὶ ἀμβλισκάνουσιν, ἢ δι’ἀτεχνίαν τῶν μαιουμένων, ἢ διὰ σφοδρότητα τῶν ὠδίνων, ἢ διὰ ἀμβλύτητα τῶν σπερμάτων · ὀλίγαι δέ που καὶ σπάνιοι ψυχαὶ τελεσφόροι, ὧν τὰ ἔκγονα σαφῆ καὶ διηρθρωμένα καὶ γνήσια τῶν πρώτων πατέρων · ὄνομα δὲ τῇ μὲν ψυχῆς κυήσει νοῦς, τῇ δὲ ὠδῖνι αἴσθησις, τῇ δὲ ἀποτέξει ἀνάμνησις · κύουσιν δὲ πᾶσαι μὲν ψυχαὶ φύσει, ὠδίνουσιν δὲ ἔθει, τίκτουσιν δὲ λόγῳ. ὥσπερ οὖν ἀδύνατον φῦναί τι ἄνευ σπέρματος καὶ ἀλλοῖον, ἢ οἷα τὰ σπέρματα, ἄνθρωπον μὲν ἐξ ἀνθρώπου, βοῦν δὲ ἐκ βοός, καὶ ἐξ ἐλαίας ἐλαίαν, καὶ ἐξ ἀμπέλου ἄμπελον · οὕτω καὶ εἴ τι ἀληθὲς ἡ ψυχὴ ξυνίησιν, ἀνάγκη ἀληθῆ εἶναι ταυτὶ τὰ σπέρματα ἐμπεφυτευμένα τῇ ψυχῇ · εἰ δὲ ἦν, καὶ ἀεὶ ἦν · ἀεὶ δὲ ὄντα, καὶ ἀθάνατα ἦν. καὶ τοῦτό ἐστιν ἀμέλει τὸ περὶ τὰς ἐπιστήμας γιγνόμενον, σπερμάτων ψυχῆς ἄνθος, καὶ τελεσφόρησις · ὃ δὲ καλοῦσιν οἱ ἄνθρωποι ἄγνοιαν, τί ἂν εἴη ἄλλο ἢ ἀργία τῶν σπερμάτων; 10.5εἰ μὲν οὖν τοιοῦτόν ἐστιν ἡ ψυχή, οἷον καὶ τὸ σῶμα, θνητὸν καὶ φθειρόμενον, καὶ λυόμενον, καὶ σηπόμενον, οὐδὲν ἔχω περὶ αὐτῆς σεμνὸν εἰπεῖν · οὐ δὲ γὰρ περὶ σώματος σεμνὸν οὐδὲν εἰπεῖν ἔχω · ἐφήμερον γὰρ τὸ θρέμμα καὶ ἀκροσφαλές, φερόμενον, ἄπιστον, ἀσαφές, καὶ ἔμπληκτον. εἰ τοιοῦτον ἡ ψυχή, οὔτέ τι οἶδεν, οὐ δὲ ἀναμιμνήσκεται, οὔτε μανθάνει · θᾶττον γὰρ ἂν φυλάξαι σφραγῖδος τύπους κηρὸς ὑπὸ ἡλίου τηκόμενος, ἢ ψυχὴ μάθημα, εἴπέρ ἐστιν σῶμα · πᾶν γὰρ σῶμα ῥεῖ, καὶ φέρεται ὀξέως, Εὐρίπου δίκην, ἄνω καὶ κάτω, νῦν μὲν ἐκ νηπιότητος εἰς ἥβην οἰδαῖνον · νῦν δὲ ἐξ ἥβης εἰς γῆρας ὑπονοστοῦν καὶ ὑποφερόμενον. ἀλλ’οὐ τοιοῦτον χρῆμα εἶναι τὴν ψυχὴν μαντεύεται οὔτε Πυθαγόρας, οὔτε Πλάτων · ἀλλ’οὐ δὲ ὁ πρὸ τούτων Ὅμηρος, ᾧ καὶ ἐν Ἅιδου διαλέγονται αἱ ψυχαί, καὶ εἰσὶν μαντικαὶ τότε. λέγει δέ που αὐτῷ καὶ ἀοιδὸς ἀνήρ, “αὐτοδίδακτος δ’εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν”. καὶ ἀληθῆ λέγει · αὐτοδίδακτον γάρ τι χρῆμα ἀτεχνῶς ἡ ψυχή, καὶ τὸ εἰδέναι παρὰ θεῶν τῇ φύσει εὖ ἔχον. ἢ τὰ μὲν ἄλλα ζῷα αὐτοδίδακτα πρὸς τὰ αὐτῶν ἔργα, καὶ οὐδεὶς εἰπεῖν ἔχει διδασκάλους, οὐ λεόντων πρὸς ἀλκήν, οὐκ ἐλάφων πρὸς φυγήν, οὐχ ἵππων πρὸς δρόμον · ἀλλὰ καὶ ὀρνίθων γένος αὐτοδίδακτον ἐπ’ἄκρων φυτῶν ἐμηχανήσαντο καλιάδας αὐτουργῷ τέχνῃ, καὶ ἀράχναι αὐτοφυεῖ μίτῳ θήρατρα ἐν ἀέρι, καὶ ἑρπετὰ φωλεούς, καὶ ἰχθύες χηραμούς, καὶ ὅσαι ἄλλων ζῴων τέχναι πρὸς σωτηρίαν ἑκάστῳ γένει ξύμφυτοι · ἀνθρώπῳ δὲ ἆρα τῷ νοερωτάτῳ τῶν ὄντων ἐπίκτητον ἥξει τὸ εἰδέναι; οὐκοῦν ἥξει ποτέ · ἀνάγκη γὰρ ἢ εὑρόντα εἰδέναι, ἢ μαθόντα · ὧν ἑκάτερον ἀσθενές, οὐχ ὑπούσης ἐπιστήμης φύσει · ὅ,τε γὰρ εὑρὼν πῶς ἂν χρήσαιτο τῷ εὑρεθέντι, μὴ γνωρίσας τὴν χρείαν αὐτοῦ; κα- κἂν γὰρ ἠπειρώτης ἀνὴρ καθ’Ὅμηρον οἴακι ἐντύχῃ, φήσει ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ ὅ,τε μαθών, ἄλλοθεν μαθών, παρὰ μὲν τοῦ οὐκ εἰδότος οὐκ ἂν μάθοι, παρὰ δὲ τοῦ εἰδότος κα- κἂν μάθοι, ἐρεῖ μοι τὸν διδάξαντα, πῶς καὶ οὗτος ἔγνω. οὐκοῦν καὶ οὗτος ἢ εὗρεν ἢ ἔμαθεν; καὶ εἰ μὲν εὗρεν, τὰ αὐτὰ ἐρήσομαι, πῶς ἐχρήσατο τῷ εὑρεθέντι, μὴ γνωρίσας; εἰ δὲ ἔμαθεν παρ’ἄλλου, πάλιν ἡδὺ ἐκεῖνον διερέσθαι. καὶ ποῖ στησόμεθα, ἄλλον ἄλλου διδάσκαλον ἀνερωτῶντες; ἀφίξεται γάρ ποτε λογισμὸς προϊὼν ἐπὶ τὸν οὐ μαθόντα, ἀλλ’εὑρόντα · πρὸς ὃν τὰ αὐτὰ ἐκεῖνα ῥητέον. 10.6ἥκει τοίνυν ἡμᾶς ὁ λόγος φέρων ἐπὶ τὸ ζητούμενον. ἡ δὴ γὰρ ψυχῆς εὕρεσις, αὐτογενής τις οὖσα, καὶ αὐτοφυής, καὶ ξύμφυτος · τί δ’ἄλλό ἐστιν ἢ δόξαι ἀληθεῖς ἐπεγειρόμεναι, ὧν τῇ ἐπεγέρσειτὲ καὶ συντάξει ἐπιστήμη ὄνομα; εἰ δὲ βούλει καὶ ταύτης, εἴκαζέ μοι τὸ λεγόμενον στρατιώτῃ πλανωμένῳ καὶ διακεχυμένῳ · ἢ καθ’Ὅμηρον μᾶλλον, νὺξ μὲν ἔστω καὶ ἡσυχία πολλὴ κατὰ τὸ στρατόπεδον, καὶ ὕπνος βαθὺς τῶν ἄλλων ἁπάντων κειμένων ἑξῆς. “ἀλλ’οὐκ Ἀτρείδην Ἀγαμέμνονα, ποιμένα λαῶν, ὕπνος ἔχεν” · ἀλλ’ἐπιὼν καὶ ἐξανιστὰς ἕκαστον καὶ συντάττων, ἱππῆας μὲν πρῶτα, σὺν ἵπποισιν καὶ ὄχεσφιν · πεζοὺς δ’ἐξόπιθεν ἔστησεν πολέαςτε καὶ ἐσθλούς, ἕρκος ἔμεν πολέμοιο, κακοὺς δ’ἐς μέσσον ἔλασσεν. τοιοῦτον ἡγοῦ καὶ περὶ τὴν ψυχὴν γίγνεσθαι · νύκτα πολλὴν καὶ ὕπνον βαθὺν τῶν τῆς ψυχῆς νοημάτων · τὸν δὲ λόγον αὐτόν, τὸν στρατηγὸν ὄντα, ἢ βασιλέα, ἢ ὅ, τι περ ὀνομάζων χαίρεις, ἐπιόντα τοῦτον ἕκαστον καὶ ἐπεγείροντα καὶ συντάττοντα. κάλει δὲ τὸν μὲν ὕπνον λήθην, τὴν δὲ ἀνάστασιν αὐτῶν ἀνάμνησιν, μνήμην δὲ τὴν φυλακὴν καὶ τὴν σωτηρίαν τῶν συνταχθέντων. γίγνεται δὲ ἡ ἀνάμνησις, κατὰ βραχὺ ἕτερον ἐξ ἑτέρου θηρευούσης τῆς ψυχῆς, καὶ χειραγωγουμένης ὑπὸ τοῦ παρόντος ἐπὶ τὸ μέλλον · ὁποῖον ἀμέλει περὶ τὰς τῶν δεῦρο πραγμάτων ἀναμνήσεις γίγνεται. 10.7ᾄδει ὁ Δημόδοκος ἐν τῇ Φαιάκων δαιτί “νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος” · Ὀδυσσεὺς παρών, ἀκούων τῆς ᾠδῆς, γνωρίσας δακρύει. ἆρ’οὖν οὐκ εἰκός, ἐπιλαβομένης αὐτῷ τῆς ψυχῆς τοιαύτης ἀρχῆς, ὁδεύειν ἐπὶ τὰ ἐκεῖ ἔργα, καὶ τὸ μὲν σῶμα αὐτῷ συμπίνειν τοῖς Φαίαξιν, αὐτοῦ μένον · τὴν δὲ ψυχὴν γίγνεσθαι τῆς μνήμης ἐκεῖ ἐν Ἰλίῳ, ἀναπεμπαζομένην ἕκαστον ὧν εἶδεν τέως, καὶ ἰοῦσαν ἐπὶ πολλὰ τῶν ἑαυτῆς θεαμάτων, ἀπὸ μικρᾶς ἀρχῆς; ἤδη τὶς καὶ λύραν ἰδὼν ἐμνήσθη τῶν παιδικῶν τῶν χρησαμένων τῇ λύρᾳ · κοῦφον γάρ τι χρῆμα ἀνάμνησις καὶ εὔκολον. καὶ ὥσπερ τὰ εὐκίνητα τῶν σωμάτων τοῦ χείρω προάγοντος δεῖται, καὶ παραλαβόντα τὴν ἐξ ἐκείνου ἀρχὴν φυλάττει ἐπὶ πολὺ τὴν κίνησιν · οὕτω καὶ ὁ νοῦς ἐπιλαβόμενος πρὸς μνήμην βραχείας ἀρχῆς, ἣν ἡ αἴσθησις αὐτῷ ὀρέγει, ἐπὶ πολλὰ χωρεῖ προιὼν κατὰ ἀνάμνησιν. ἕκαστον γάρ, οἶμαι, τῶν ὄντων ἢ γεγονότων, οἷς ἡ ψυχὴ ἐνέτυχεν, ἀκολουθίαν ἔχει, ἢ κατὰ χρόνον, ὡς ἐπὶ ἡμέρᾳ νύξ, καὶ ἐπὶ νεότητι γῆρας, καὶ ἐπὶ χειμῶνι ἔαρ · ἢ κατὰ πάθος, ὡς κάλλει ἔρως ἐπιγίνεται, καὶ προπηλακισμῷ ὀργή, καὶ ἡδονὴ εὐτυχίαις, καὶ λύπη συμφοραῖς · ἢ κατὰ τόπον, “Φᾶρίντε, Σπάρτηντέ, πολυτρήρωνάτε Θίσβην” · ἢ κατὰ νόμον, “Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον, Ἀρκεσίλαόςτε, Προθοήνωρτέ, Κλόνιόςτε” · ἢ κατὰ δύναμιν, “Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης”. 10.8ἅτε οὖν ἐν προθύροις τῆς ψυχῆς αἱ αἰσθήσεις ἱδρυμέναι, ἐπειδάν τινος ἐφάψωνται ἀρχῆς, καὶ παραδῶσιν τῷ νῷ, ἐπιλαβόμενος ταύτης, διορᾷ τὰ λοιπά, καὶ διεξέρχεται ἐπὶ τὰ ἀκόλουθα, ἢ χρόνῳ, ἢ φύσει, ἢ νόμῳ, ἢ τόπῳ, ἢ τιμῇ, ἢ δυνάμει. ὥσπερ γὰρ ἐπὶ τῶν μακρῶν καὶ λεπτῶν δοράτων, ὁ τὸν στύρακα κλονήσας, παρέπεμψε τὴν κίνησιν διὰ παντὸς τοῦ δόρατος μέχρι τῆς αἰχμῆς · καὶ ὥσπερ τῶν μακρῶν καὶ διατεταμένων κάλων ὁ διασείσας τὴν ἀρχήν, παραδίδωσιν τὴν κίνησιν τῷ ὅλῳ, βαδίζουσαν ἐπὶ τὸ πέρας · οὕτω καὶ τῷ νῷ βραχείας ἀρχῆς δεῖ πρὸς ἔννοιαν τῶν πραγμάτων ὅλων. ὁ μὲν δὴ εὖ πεφυκὼς ἀνήρ, καὶ πρὸς ἀρετὴν εὐδρομώτατος, αὐτὸς παρ’αὐτοῦ τὴν ἀρχὴν λαβών, πορεύεται, καὶ ἐφοδεύει, καὶ ξυλλαμβάνει, καὶ ἀναπεμπάζεται τῇ μνήμῃ τὰ τοῦ νοῦ θεάματα · ὁ δὲ ἧττον δεινός, δεῖται τοῦ Σωκράτους, αὐτοῦ μὲν διδάσκοντος οὐδέν, διερωτῶντος δὲ καὶ διαπυνθανομένου · ὁ δὲ ἀποκρίνεται τα- τἀληθῆ αὐτά. τίς ἂν οὖν ἀποκρίνεται, ἃ μήπω οἶδεν; πλὴν εἰ μὴ καὶ τὸν βαδίζοντα, χειραγωγοῦντος ἑτέρου, φήσει τὶς μὴ βαδίζειν αὐτόν. τί τοίνυν διαφέρει ὁ χειραγωγῶν τοῦ ἀνερωτῶντος, καὶ τί διαφέρει ὁ βαδίζων τοῦ ἀποκρινομένου; ὁ μὲν γὰρ ἑαυτῷ παρέχει τὴν ἐνέργειαν, ὁ δὲ ἐκείνῳ τὴν ἀσφάλειαν. ἀλλ’οὔτε ὁ χειραγωγούμενος μανθάνει βαδίζειν, οὔτε ὁ ἀνερωτώμενος ἀποκρίνεσθαι μανθάνει · ἀλλ’ἑκάτερος, ὁ μὲν βαδίζει, δύναται γάρ · ὁ δὲ ἀποκρίνεται, οἶδε γάρ · ξυνεπιλαμβάνουσιν δὲ πρὸς ἀσφάλειαν ἑκατέρῳ ἑκάτερος. 10.9σῶμα μὲν βαδιστικὸν τῇ φύσει, ψυχὴ δὲ λογιστικὴ τῇ φύσει · εἰ δ’ἐστὶν ἀθάνατος, ὥσπέρ ἐστιν, ἀνάγκη που αὐτῇ τοῦτο ἐξ ἀϊδίου ἐνεῖναι, τὰς νοήσειςτὲ καὶ ἐπιστήμας τῶν πραγμάτων. ἅτε δέ, οἶμαι, διττῷ βίῳ ἡ ψυχὴ συνεχομένη, τῷ μὲν καθαρῷ καὶ διαυγεῖ καὶ ὑπὸ μηδεμιᾶς συμφορᾶς ἐνοχλουμένῳ, τῷ δὲ θολερῷ καὶ τεταραγμένῳ καὶ ἐν παντοίαις τύχαις φυρομένῳ · ἐνταῦθα μὲν ἀσαφείας ἐμπέπλησται, καὶ καρηβαρεῖ, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος · τούτοις γάρ που φλεγμαίνουσα ἡ ψυχὴ ὑπὸ τοῦ ἀνέδην πότου, ἐγγύτατα μὲν τείνει μανίας · ἤδη δέ που ἀνακαλεῖται αὑτήν, καὶ οὔτε ἀκριβῶς σφάλλεται, οὔτε σαφῶς λογίζεται, ἀλλ’ἐν μεθορίῳ μένει ἀγνοίας καὶ λογισμοῦ. ἐπειδὰν δὲ ἀπαλλαγῇ ἡ ψυχὴ ἐνθένδε ἐκεῖσε, ὥσπερ ἐκ τῆς Κιμμερίων γῆς ἐπὶ λαμπρὸν αἰθέρα ἐξελθοῦσα, ἐλευθέρα μὲν γενομένη σαρκῶν, ἐλευθέρα δὲ ἐπιθυμιῶν, ἐλευθέρα νόσων, ἐλευθέρα συμφορῶν · τότε διορᾷ καὶ λογίζεται τα- τἀληθῆ αὐτά, θεοῖς καὶ θεῶν παισὶν συγγιγνομένη ὑπὲρ ἄκραν τὴν οὐρανοῦ ἁψῖδα, συμπεριπολοῦσα καὶ συντεταγμένη στρατιᾷ θεῶν ὑφ’ἡγεμόνι καὶ στρατηγῷ τῷ Διί · καὶ μέμνηται μὲν ἀληθείας τότε, ἀναμιμνήσκεται δὲ ἐνθάδε ἐκείνων · καὶ θαρσεῖ μὲν τότε, σφάλλεται δὲ νῦν. ἡ δὲ ἐρρωμένη ψυχὴ καὶ χρηστῷ δαίμονι συγκεκληρωμένη, κα- κἀνταῦθα ἀντέχει τῷ κυκηθμῷ, καὶ κατὰ δύναμιν ἀπαλλάττουσα αὑτὴν τῆς πρὸς τὸ σῶμα ὁμιλίας, τὴν μνήμην ἐγείρει ἐκείνων τῶν θεαμάτων, καὶ ἐκείνων τῶν ἀκουσμάτων. τοῦτο ἄρα καὶ οἱ ποιηταὶ τὴν Μνημοσύνην αἰνίττονται Μουσῶν μητέρα, Μούσας μὲν τὰς ἐπιστήμας ὀνομάζοντες, ἠγάθεον χορὸν καὶ ἔργον Διός, ὑπὸ Μνημοσύνης δὲ γεννωμένας καὶ συνταττομένας. θεραπεύωμεν τὰς Μούσας, θεραπεύωμεν τὴν Μνημοσύνην.