Maximus

Dissertations, 26

26.1βούλομαι καθ’Ὅμηρον αὐτὸν παρακαλέσαι ἐπὶ τὸν λόγον, τίνα μέντοι θεῶν, τὴν αὐτὴν ἐκείνῳ, τὴν Καλλιόπην; ἄνδρά μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ πλάγχθη · οὐ γῆν ἄξενον ἐπιπορευόμενος, οὐ δὲ θάλατταν χαλεπὴν περαιούμενος, οὐ δὲ ἀνθρώποις ἀγρίοις συμφερόμενος · ἀλλὰ ταῦτα μὲν αὐτῷ οἱ μῦθοι ἔχουσιν · αὐτὸς δὲ τῇ ψυχῇ, κούφῳ χρήματι καὶ πολυπλανεστέρῳ τῶν σωμάτων, πανταχοῦ περιεφέρετο, πάντα ἐπεσκόπει, ὅσα οὐρανοῦ κινήματα, ὅσα γῆς παθήματα, θεῶν βουλάς, ἀνθρώπων φύσεις, ἡλίου φῶς, ἄστρων χορόν, γενέσεις ζῴων, ἀναχύσεις θαλάττης, ποταμῶν ἐκβολάς, ἀέρων μεταβολάς, τὰ πολιτικά, τὰ οἰκονομικά, τὰ πολεμικά, τὰ εἰρηνικά, τὰ γαμήλια, τὰ γεωργικά, τὰ ἱππικά, τὰ ναυτικά, τέχνας παντοίας, φωνὰς ποικίλας, εἴδη παντοδαπά, ὀλοφυρομένους, ἡδομένους, πενθοῦντας, γελῶντας, πολεμοῦντας, ὀργιζομένους, εὐωχουμένους, πλέοντας · ὥστε ἔγωγε εἰς τὰς Ὁμήρου φωνὰς ἐμπεσὼν οὐκ ἔχω παρ’ἐμαυτοῦ τὸν ἄνδρα ἐπαινέσαι, ἀλλὰ κἀνταῦθα δεήσομαι αὐτοῦ ἐπιδοῦναί μοι τῶν ἐπῶν, ἵνα μὴ διαφθείρω τὸν ἔπαινον ψιλῷ λόγῳ · ἔξοχα δή σε βροτῶν, Ὅμηρε, αἰνίζομαι πάντων, σέ γε μοῦσα δίδαξε Διὸς παῖς, σέ γ’Ἀπόλλων. τὰ δὲ Μουσῶν καὶ Ἀπόλλωνος διδάγματα οὐ δὲ τὴν ἀρχὴν θέμις ἄλλό τι ὑπολαβεῖν, ἀφ’ὧν ψυχὴ εἰς κόσμον καθίσταται. τοῦτο δὲ τί ἂν εἴη ἄλλο φιλοσοφία; ταύτην δὲ τί ἄλλο ὑποληψόμεθα ἐπιστήμην ἀκριβῆ θείωντε πέρι κἀνθρωπίνων, χορηγὸν ἀρετῆς καὶ λογισμῶν καλῶν καὶ ἁρμονίας βίου καὶ ἐπιτηδευμάτων δεξιῶν;
26.2τῆς δὲ ἐπιστήμης ταύτης τὸ κεφάλαιον, τέως μὲν παντοδαποῖς περιβεβλημένον σχήμασιν, μετεχειρίζετο τὰς τῶν ἐντυγχανόντων ψυχὰς διδασκαλίοις ἀλύποις, τῶν μὲν τελετὰς καὶ ὀργιασμούς τινας ἐπιφημισάντων τοῖς αὑτῶν λόγοις, τῶν δὲ μύθους, τῶν δὲ μουσικήν, τῶν δὲ καὶ μαντικήν. καὶ κοινὸν μὲν ἦν ἅποσιν τὸ ὠφελοῦν, ἴδιον δὲ τὸ σχῆμα τοῦ λόγου. χρόνῳ δὲ ὕστερον ὑπὸ σοφίας οἱ ἄνθρωποι νεανιευόμενοι, ἀποκαλύψαντες ταυτὶ τὰ τοῦ λόγου προκαλύμματα, ἀπέφηναν φιλοσοφίαν γυμνὴν καὶ ἐξωνειδισμένην καὶ πάγκοινον καὶ πρόχειρον εἰς συνουσίαν παντί τῷ, ὄνομα μόνον ἔργου καλοῦ πλανώμενον ἐν δυστήνοις σοφίσμασιν. τοιγαροῦν τὰ μὲν Ὁμήρου καὶ Ἡσιόδου ἔπη, καὶ πᾶσα παλαιὰ μοῦσα ἐκείνη καὶ ἔνθεος, μύθου χώραν ἔχει, καὶ ἀγαπᾶται αὐτῶν ἱστορία μόνον, καὶ τὸ προσηνὲς τῶν ἐπῶν, καὶ τὸ εὐανθὲς τῆς ἁρμονίας, ὡς αὐλήματα, ὡς κιθαρίσματα · παρορᾶται δὲ τὸ ἐν αὐτοῖς καλόν, καὶ ἀποχειροτονεῖται τῆς ἀρετῆς. καὶ Ὅμηρος μὲν ἀποκηρύττεται φιλοσοφίας, ἡγεμὼν τοῦ γένους. ἀφ’οὗ δὲ τὰ ἐκ Θρᾴκης καὶ Κιλικίας σοφίσματα εἰς τὴν Ἑλλάδα παρέδυ, καὶ Ἐπικούρου ἄτομος, καὶ τὸ Ἡρακλείτου πῦρ, καὶ τὸ Θαλοῦ ὕδωρ, καὶ τὸ Ἀναξιμένους πνεῦμα, καὶ τὸ Ἐμπεδοκλέους νεῖκος, καὶ Διογένους πίθος, καὶ τὰ πολλὰ τῶν φιλοσόφων στρατόπεδα ἀντιτεταγμένα ἀλλήλοις καὶ ἀντιπαιωνίζοντα, λόγων μὲν πάντα μεστὰ καὶ ψιθυρισμάτων, σοφιστῶν σοφισταῖς συμπιπτόντων, ἔργου δὲ ἐρημία δεινή · καὶ τὸ θρυλούμενον τοῦτο τὸ ἀγαθόν, ὑπὲρ οὗ διέστηκεν καὶ διεστασίασται τὸ Ἑλληνικόν, οὐδεὶς ὁρᾷ.
26.3τὰ παλαιὰ ἐκεῖνα, ἐν οἷς ἔτι Ὁμήρου ᾠδὴ δυναστεύει, γενναῖα καὶ ἀληθῆ καὶ γνήσια φιλοσοφίας θρέμματα ἐπαίδευέντε καὶ ἐξέτρεφεν, ἐκείνης τῆς ᾠδῆς θρέμμα ἦν Πλάτων. κἂν γὰρ ἐξομόσηται τόνδε διδάσκαλον, ὁρῶ τὰ γνωρίσματα, καὶ συνίημι τῶν σπερμάτων · κείνού τοι τοιοίδε πόδες, τοιαίδετε χεῖρες, ὀφθαλμῶντε βολαί, κεφαλήτ’ἐφύπερθέτε χαῖται, ὥστε καὶ ἐπιτολμήσαιμι ἂν εἰπεῖν ἔγωγε, ἐμφερέστερον εἶναι Πλάτωνα Ὁμήρῳ μᾶλλον, Σωκράτει, κἂν τὸν Ὅμηρον φεύγῃ, κἂν διώκῃ τὸν Σωκράτην. μή με οἰηθῇς τὰς Πλάτωνος φωνὰς εἰκάζειν Ὁμήρῳ, καὶ τὰ ὀνόματα, καὶ τὰ ῥήματα · ἔστιν μὲν γὰρ καὶ ταῦτα ἐκεῖθεν, ἐκείνης τῆς ἁρμονίας ἀπορροή, ὡς ἐξ ὠκεανοῦ Μαιῶτις, ὡς ἐκ τῆς Μαιώτιδος Πόντος, ὡς ἐκ τοῦ Πόντου Ἑλλήσποντος, ὡς ἐξ Ἑλλησπόντου θάλασσα · ἀλλὰ τὴν γνώμην τῇ γνώμῃ προσάγω, καὶ τὴν συγγένειαν ὁρῶ. καὶ τοῦτο μέν σοι καὶ αὖθις παρ’ἐμοῦ λελέξεται · ἐπάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν Ὁμήρου γνώμην, διεξιόντες περὶ αὐτῆς τὰ εἰκότα.
26.4δοκεῖ μοι Ὅμηρος, φύσειτε κεχρημένος ἐνθεωτάτῃ καὶ φρονήσει δεινοτάτῃ καὶ ἐμπειρίᾳ πολυτροπωτάτῃ, φιλοσοφίᾳ ἐπιθέμενος, δημοσιεῦσαι ταύτην τοῖς Ἕλλησιν ἐν ἁρμονίᾳ τῇ ποτὲ εὐδοκίμῳ · αὕτη δ’ἦν ποιητική · οὔτε δὲ Ἰωνικὴν ταύτην ἐθελῆσαι εἶναι αὐτῷ, οὔτε ἀκριβῶς Δώριον, οὔτε Ἀττικήν, ἀλλὰ κοινὴν τῆς Ἑλλάδος. ἅτε οὖν ξύμπασι διαλεγόμενος, ἀθροίσας ἀναμὶξ τὴν Ἑλλάδα φωνὴν καὶ ἀνακερασάμενος εἰς σχῆμα ᾠδῆς, δι’ὧν τὰ ἔπη εἰργάσατο προσηνῆτε ἅμα εἶναι καὶ ξυνετὰ πᾶσιν καὶ κεχαρισμένα ἑκάστοις, ἐνθυμηθεὶς δέ, ὅτι ὀλίγον μὲν τὸ ξυνετὸν ἐν ἅπαντι, τὸ δὲ πολὺ δημαγωγεῖσθαι φιλεῖ, οὐδετέρῳ τῷ γένει ἀποκεκριμένην τὴν ποίησιν ἐξειργάσατο · καθάπερ Ἡσίοδος, χωρὶς μὲν τὰ γένη τῶν ἡρώων, ἀπὸ γυναικῶν ἀρχόμενος καταλέγων τὰ γένη, ὅστις ἐξ ἧς ἔφυ · χωρὶς δὲ αὐτῶν πεποίηνται οἱ θεῖοι λόγοι, ἅμα τοῖς λόγοις θεογονία · χωρὶς δ’αὖ ὠφελεῖ τὰ εἰς τὸν βίον. ἔργατὲ δραστέον, καὶ ἡμέραι ἐν αἷς δραστέον · οὐχ οὕτω τὰ Ὁμήρου ἔχει, οὐ δὲ ἀποκέκριται ἕκαστα χωρίς, οὐ δ’αὖ φύρεται ἀκρίτως πάντα ἐν πᾶσιν · ἀλλάτε ἦν τὸ σχῆμα αὐτῷ τοῦ λόγου, οἱ μῦθοι ἔχουσιν, οἱ Τρωικοὶ λόγοι καὶ τὰ τοῦ Ὀδυσσέως παθήματα, μέμικται δ’ἐν αὐτοῖς καὶ θεολογία σαφής, καὶ πολιτείας ἦθος, καὶ ἀρεταὶ ἀνθρώπων, καὶ μοχθηρίαι, καὶ παθήματα, καὶ συμφοραί, καὶ εὐτυχίαι · καὶ τούτων ἕκαστον ὑποθέσεις οἰκείας ἔχει · οἷον εἰ ξυνίῃς παναρμόνιόν τι ὄργανον, παντοδαπὰς μὲν φωνάς, πάσαις δὲ ἄλλαις ὡμολογημένας · μᾶλλον δὲ οὕτως, εἰ ἤδη που ἐθεάσω ἄθροισμα ὀργάνων, αὐλὸν ἠχοῦντα, καὶ λύραν ψαλλομένην, καὶ ᾠδὴν χοροῦ, καὶ σάλπιγγα ἀναμίξ, καὶ σύριγγα, καὶ ἄλλ’ἄττα ὀργάνων εἴδη καὶ ὀνόματα · ὧν ἕκαστον πεποίηται μὲν κατὰ οἰκείαν τέχνην, συντέτακται δὲ πρὸς τὸ πλησίον κατὰ κοινὴν μοῦσαν.
26.5συνελόντι δ’εἰπεῖν, Ὁμήρου ποίησις τοιάδε τίς ἐστιν, οἷον εἰ καὶ ζωγράφον ἐννοήσαις φιλόσοφον Πολύγνωτον Ζεῦξιν, μὴ γράφοντα εἰκῇ · καὶ γὰρ τούτων ἔσται τὸ χρῆμα διπλοῦν, τὸ μὲν ἐκ τῆς τέχνης, τὸ δὲ ἐκ τῆς ἀρετῆς · κατὰ μὲν τὴν τέχνην, τὰ σχήματα καὶ τὰ σώματα εἰς ὁμοιότητα τοῦ ἀληθοῦς διασώζοντι · κατὰ δὲ τὴν ἀρετήν, εἰς μίμησιν τοῦ κάλλους τὴν εὐσχημοσύνην τῶν γραμμάτων διατιθέντι. ταύτῃ μοι καὶ τὰ Ὁμήρου σκόπει, ὡς ἔστι χρῆμα διπλοῦν, κατὰ μὲν τὴν ποιητικὴν ἐντεταμένον εἰς μύθου σχῆμα, κατὰ δὲ φιλοσοφίαν εἰς ζῆλον ἀρετῆς καὶ ἀληθείας γνῶσιν συντεταγμένον. αὐτίκα πεποίηται αὐτῷ ἐν τοῖς λόγοις μειράκιον Θετταλικὸν καὶ ἀνὴρ βασιλικός, Ἀχιλλεύς καὶ Ἀγαμέμνων · μὲν ὑπ’ὀργῆς εἰς ὕβριν προφερόμενος Ἀγαμέμνων, δὲ Ἀχιλλεύς προπηλακισθείς μηνιῶν · εἰκόνες παθῶν, νεότητος καὶ ἐξουσίας. ἀντίθες τοι ἑκατέρῳ τὸν Νέστορα, παλαιὸν τῷ χρόνῳ, ἀγαθὸν φρονεῖν, δεινὸν εἰπεῖν. πάλιν αὖ Θερσίτης πεποίηται αὐτῷ αἰσχρὸς ἰδεῖν, φωνὴν ἐπεσβόλος, γνώμην ἄτακτος, οἷος εἶναι εἰκὼν ἀκολάστου δήμου. ἀλλ’ἀντίθες καὶ τούτῳ ἄνδρα, ἀγαθόν, ἡγεμόνα ἀκριβῆ, ἐπιπορευόμενον, ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα ἐφεύροι, τόν ῥ’ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς · ὃν δ’αὖ δήμουτ’ἄνδρα ἴδοι, βοόωντάτ’ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν. ἆρά σοι εὐδοκεῖ αὐτὸ τοῦτο, εἰ καὶ Σωκράτης τοὺς μὲν βασιλικοὺς καὶ ἐξόχους ἄνδρας ἀγανοῖς λόγοις γεραίρων καὶ ἀποδεχόμενος, Τίμαιόν τινα, Παρμενίδην, ἄλλον βασιλικὸν ξένον · ὃν δ’αὖ δήμουτ’ἄνδρα ἴδοι, βοόωντάτ’ἐφεύροι, τοῦτον ἐλαύνων τῷ λόγῳ, Θρασύμαχόν τινα, Πῶλον, Καλλικλέα, τινα ἄλλον λωβητῆρα καὶ ἐπεσβόλον.
26.6πάλιν αὖ ἐπανίωμεν ἐπὶ τὸν Ὅμηρον, καὶ τοὺς παρ’αὐτῷ βαρβάρους · καὶ γὰρ ἐνταῦθα ὄψει ἀρετὴν καὶ κακίαν ἀντιτεταγμένας ἀλλήλαις · ἀκόλαστον μὲν τὸν Ἀλέξανδρον, σώφρονα δὲ τὸν Ἕκτορα · δειλὸν τὸν Ἀλέξανδρον, ἀνδρεῖον τὸν Ἕκτορα · κἂν τοὺς γάμους αὐτῶν ἐξετάζῃς, μὲν ζηλωτός, δὲ ἐλεεινός · μὲν ἐπάρατος, δὲ ἐπαινετός · μὲν μοιχικός, δὲ νόμιμος. θέασαι δὲ καὶ τὰς ἄλλας ἀρετὰς νενεμημένος κατ’ἄνδρα, τὴν μὲν ἀνδρείαν κατὰ τὸν Αἴαντα, τὴν δὲ ἀγχίνοιαν κατὰ τὸν Ὀδυσσέα, τὸ δὲ θάρσος κατὰ τὸν Διομήδην, τὴν δὲ εὐβουλίαν κατὰ τὸν Ὀδυσσέα αὐτόν · οὕτως ἄρα εἰκόνα ἡμῖν ὑποτίθεται χρηστοῦ βίου καὶ ἀρετῆς ἀκριβοῦς, ὥστε καὶ ἀπέδωκεν αὐτῷ ἥμισυ μέρος τῶν αὐτοῦ ἔργων. καὶ ταῦτα μέν, ὡς συλλήβδην εἰπεῖν, ἴχνη βραχέα μακρῶν λόγων.
26.7εἰ δέ τι χρὴ καὶ περὶ θεῶν ὀλίγα ἄττα δείγματα τῆς Ὁμήρου γνώμης ἐνέγκασθαι, ἑνὶ τῷ παρὰ Πλάτωνος, ὥσπερ εἰκόνι, τὰ λοιπὰ εἰκάζωμεν, κατὰ τὸ ἦθος τοῦ λόγου, τὰ πρεσβύτερα τοῖς νεωτέροις · ἐπείπερ ταύτῃ κριτέον. γὰρ δὴ μέγας ἐν οὐρανῷ Ζεύς, λέγει που καὶ Πλάτων · καὶ ὀχεῖται αὐτῷ Ζεύς, ἐπὶ πτηνοῦ ἅρματος, καὶ ἡγεῖται θεῶν. Ὁμήρῳ δὲ στρατηγός, Ζεύς, λέγει · μήτέ τις οὖν θήλεια θεὸς τόδε, μήτέ τις ἄρσην πειράτω διακέρσαι ἐμὸν ἔπος · ἀλλ’ἅμα πάντες αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. καὶ μετὰ τοῦτο αὐτῷ καὶ τὸ ἅρμα ζεύγνυται, καὶ οἱ ἵπποι θέουσιν ὠκυπέτα χρυσέῃσ’ἐθείρῃσιν κομόωντες. ζεύγνυται δὲ καὶ Ποσειδῶνι ἅρμα ἐν θαλάττῃ, βῆ δ’ἐλάαν ἐπὶ κῦμα, ἄταλλε δὲ κήτε’ὑπ’αὐτοῦ. ἔχει δὲ καὶ Ἅιδης αὐτῷ τρίτην ἀρχήν · τριχθὰ δὲ Ὁμήρῳ δέδασται τὰ πάντα. Ποσειδῶν μὲν ἔλαχεν πολιὴν ἅλα ναιέμεν αἰεί · Ἅιδης δὲ ἔλαχεν, ζόφον ἠερόεντα, Ζεὺς δὲ οὐρανόν. τῆς δικαίας καὶ φιλοσόφου νομῆς.
26.8εὕροις δ’ἂν καὶ ἄλλας παρ’Ὁμήρῳ ἀρχὰς καὶ γενέσεις παντοδαπῶν ὀνομάτων, ὧν μὲν ἀνόητος ὡς μύθων ἀκούει, δὲ φιλόσοφος ὡς πραγμάτων. ἔστιν αὐτῷ καὶ ἀρετῆς ἀρχή · ἀλλὰ Ἀθηνᾶ λέγεται, καὶ τῷ ἔχοντι παρίσταται ἐν πάντεσσι πόνοισιν. ἔστι καὶ ἔρωτος · ἀλλὰ τὴν αἰτίαν Ἀφροδίτη ἔχει, καὶ τοῦ κεστοῦ κρατεῖ, καὶ μεταδίδωσιν τοῦ πόθου. ἔστιν καὶ τέχνης · ἀλλ’ Ἥφαιστος τὴν αἰτίαν ἔχει, καὶ τοῦ πυρὸς κρατεῖ, καὶ μεταδίδωσι τῆς τέχνης. ἄρχει δὲ αὐτῷ καὶ Ἀπόλλων χοροῦ, καὶ Μοῦσαι ᾠδῆς, καὶ Ἄρης πολέμου, καὶ Αἴολος πνευμάτων, καὶ Ὠκεανὸς ποταμῶν, καὶ Δημήτηρ καρπῶν · καὶ οὐδὲν μέρος Ὁμήρῳ ἄθεον, οὐ δὲ δυνάστου ἄπορον, οὐ δὲ ἀρχῆς ἔρημον, ἀλλὰ πάντα μεστὰ θείων λόγων, καὶ θείων ὀνομάτων, καὶ θείας τέχνης. κἂν ἐπὶ τὰ στοιχεῖα ἔλθῃς καὶ τὸν τούτων πόλεμον, ὄψει μάχην ἐν τῷ Τρωϊκῷ πεδίῳ, οὐ Τρώων καὶ Ἀχαιῶν, καὶ ὀλλύντων καὶ ὀλλυμένων, αἵματι ῥεούσης τῆς γῆς · ἀλλὰ πυρὸς καὶ ποταμοῦ μάχην, τοῦ μὲν οἰδαίνοντος καὶ ἀνισταμένου λαμπρῷ καὶ συνεχεῖ τῷ κύματι, τοῦ δὲ ταῖς δίναις ἐμπίπτοντος ἀκμαίᾳ ῥιπῇ, φλέγοντος μὲν τὰς κόμας καὶ τὸ κάλλος τοῦ ποταμοῦ, ἰτέας καὶ μυρίκας καὶ λωτὸν καὶ θρύον, φλέγοντος δὲ αὐτοῦ τὰ φορήματα καὶ τὰ θρέμματα, τείροντ’ἐγχέλυέςτε καὶ ἰχθύες, οἱ κατὰ δίνας, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα. ἄπιστος δ’ἂν ἦν πόλεμος οὗτος, ἀλλὰ Ἥρα σπένδεται καὶ διαλύει τὸν πόλεμον, καὶ τὰ στοιχεῖα συνάγει.
26.9ἔα μοι ταυτὶ τὰ αἰνίγματα · σκόπει τὰ σά, τὰ ἀνθρώπινα. ἄρχοντες αὐτουργοί, προβουλευόμενοι · ἀριστεῖς ἀγαθοί, προπολεμοῦντες · γυνὴ σώφρων, ἀντιταττομένη ὑβρισταῖς νεανίαις · βασιλεὺς δίκαιος, ξενοδοχῶν ἀλήτην ξένον · ἀνὴρ σώφρων, παντοίαις συμφοραῖς ἀντιτεχνώμενος. δείξω δέ σοι καὶ πολιτείας ἄλλας ἀντιτεταγμένας · δημιουργεῖ δὲ αὐτάς Ὅμηρος μὲν λόγῳ, Ἥφαιστος δὲ χρυσῷ · ἐν τῇ μέν ῥα γάμοιτὲ καὶ ᾠδή, καὶ χοροί, καὶ δικάζοντες βασιλεῖς, καὶ ἑπόμενοι λαοί · τὴν δ’ἑτέρην πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο λαῶν. κἂν ἀπιστῇς τῷ πράγματι, οὐκ ἀπορήσεις λόγων ἀληθεστέρων. αὗται σοι νησιωτικαὶ πόλεις, μὲν Φαιάκων, δὲ Ἰθακησίων · τῶν μὲν ἄρχει αἰδώς, τῶν δὲ ὕβρις · τῶν μὲν βασιλεῖς ἔννομοι, τῶν δὲ ἄδικοι μνηστῆρες · οἱ μὲν τὸν βασιλέα ἐρχόμενον θεὸν ὡς εἰσορόωσιν, οἱ δὲ τοῦ βασιλέως ἐπιβουλεύουσιν τῷ γάμῳ · τέλος δὲ ἑκατέροις, τοῖς μὲν εὐφροσύνη διηνεκής, καὶ βίος ἄλυπος, καὶ ὑποδοχὴ ξένων, καὶ θαλάττης στόλοι, καὶ γῆς καρποί · τοῖς δὲ ἑτέροις ὄλεθρος ἀθρόος ἐν αὐταῖς ταῖς ἡδοναῖς. τοῦτο τέλος μοχθηρίας ὑβριζούσης, τοῦτο τέλος ἀνεπιτιμήτου ἐξουσίας. αὐτόν γε μὴν τὸν Ὀδυσσέα οὐχ ὁρᾷς, ὡς παντοίαις συμφοραῖς ἀντιτεχνώμενον ἀρετὴ σώζει καὶ τὸ δι’ἐκείνην θάρσος; τοῦτο αὐτῷ τὸ ἐν Κίρκης μῶλυ, τοῦτο τὸ ἐν θαλάττῃ κρήδεμνον · τοῦτο τῶν Πολυφήμου χειρῶν τὸν ἄνδρα ἐξάγει, τοῦτο ἐξ Ἅιδου ἀνάγει, τοῦτο πήγνυσιν σχεδίαν, τοῦτο πείθει Ἀλκίνουν, τοῦτο ἀνέχεται βαλλόντων μνηστήρων, Ἴρου παλαίοντος, Μελανθίου ὑβρίζοντος, τοῦτο ἐλευθεροῖ τὴν ἑστίαν, τοῦτο τιμωρεῖται γάμῳ, τοῦτο ἄνδρα ποιεῖ διογενῆ καὶ θεοῖς εἴκελον, οἷον ἀξιοῖ Πλάτων εἶναι τὸν εὐδαίμονα.