Maximus

Dissertations, 36

36.1βούλομαί σοι κατὰ τὴν τοῦ Λυδοῦ σοφίαν ποιῆσαι μῦθον · διαλέξονται δέ μοι ἐν τῷ μύθῳ οὐχ λέων, οὐ δὲ ἀετός, οὐ δὲ τὰ τούτων ἔτι ἀφωνότερα, αἱ δρύες, ἀλλ’ὡδί μοι λελέξεται · Ζεὺς ἦν καὶ οὐρανὸς καὶ γῆ · οὐρανῷ μὲν πολῖται θεοί · τὰ δὲ γῆς θρέμματα, οἱ ἄνθρωποι, οὔπω ποτὲ ἐν φωτὶ ἦσαν. καλεῖ δὴ Ζεὺς Προμηθέα, καὶ αὐτῷ προστάττει κατανεῖμαι τῇ γῇ ἀποικίαν, ζῷον ἁπλοῦν, κατὰ μὲν τὴν γνώμην ἐγγύτατα ἡμῖν τοῖς θεοῖς, τὸ δὲ σῶμα αὐτῶν ἔστω λεπτόν, καὶ ὄρθιον, καὶ σύμμετρον, καὶ ἰδεῖν ἥμερον, καὶ χειρουργεῖν εὔκολον, καὶ βαδίζειν ἀσφαλές. πείθεται Προμηθεὺς Διί, καὶ ποιεῖ ἀνθρώπους, καὶ οἰκίζει τὴν γῆν. οἱ δὲ ἐπεὶ γενέσεως ἐπελάβοντο, οὐ χαλεπῶς διέζων · καὶ γὰρ τροφὴν αὐτοῖς ἀποχρῶσαν γῆ παρείχετο, λειμῶνας δασεῖς, καὶ ὄρη κομῶντα, καὶ καρπῶν χορηγίαν, ὅσα γῆ φέρειν φιλεῖ μηδὲν ὑπὸ γεωργῶν ἐνοχλουμένη · παρείχοντο δὲ καὶ αἱ νύμφαι κρήνας καθαρὰς καὶ ποταμοὺς διειδεῖς, καὶ ἄλλων ναμάτων εὐπόρουςτὲ καὶ δαψιλεῖς πηγάς · πρὸς δὲ καὶ θάλπος μὲν ἐξ ἡλίου τοῖς σώμασιν περιχεόμενον συμμέτρως αὐτὰ παρεμυθεῖτο, αὖραι δὲ ἐκ ποταμῶν ὥρᾳ θέρους ἐπιπνέουσαι ἀνέψυχον αὐτοῖς τὰ σώματα · περιμάχητον δ’ἦν τούτων οὐδὲν ἐν ἀφθόνῳ τῇ τῶν αὐτομάτων χορηγίᾳ διαιτωμένοις. δοκοῦσιν δέ μοι καὶ οἱ ποιηταὶ ἐγγύτατα εἶναι τῷ ἡμετέρῳ τούτῳ μύθῳ, ὑπὸ Κρόνῳ θεῶν βασιλεῖ τοιοῦτόν τινα αἰνιττόμενοι βίον, ἀπόλεμον, ἀσίδηρον, ἀφύλακτον, εἰρηνικόν, ἀπεριμάχητον, ὑγιεινόν, ἀνενδεᾶ · καὶ τὸ χρυσοῦν γένος τοῦτο, ὡς ἔοικεν, Ἡσίοδος καλεῖ, νεανιευόμενος πρὸς ἡμᾶς.
36.2ἐμοὶ δὲ μῦθος ἀπελθὼν ἐκποδών, καὶ γενόμενος ἐκ μύθου αὐτὸ τοῦτο λόγος, προϊὼν παραβαλλέτω βίον βίῳ, τῷ προτέρῳ τὸν δεύτερον, εἴτε σιδηροῦν τις αὐτόν, εἴτε καὶ ἄλλῃ πη ὀνομάζων χαίρει, ἡνίκα ἤδη κληρουχήσαντες οἱ ἄνθρωποι τὴν γῆν, ἐπετέμοντο αὐτῆς ἄλλος ἄλλην μοῖραν, περιβάλλοντες αὐτοῖς ἕρκη καὶ τειχία, καὶ τὰ σώματα σπαργάνοις μαλθακοῖς καθειλίξαντες, καὶ τὼ πόδε σκύτεσιν χαρακώσαντες, καὶ χρυσὸν οἱ μὲν τοῖς αὐχέσιν, οἱ δὲ ταῖς κεφαλαῖς, οἱ δὲ τοῖς δακτύλοις περιαρτήσαντες, εὔφημόν τινα καὶ εὐπρόσωπον δεσμόν, καὶ στέγας οἰκοδομησάμενοι, καὶ κλεῖδας καὶ αὐλίους καὶ προπύλαια ἄττα ἐπιστήσαντες · καὶ παρέχοντες τῇ γῇ πράγματα, μεταλλεύοντες αὐτὴν καὶ σκάπτοντες καὶ ὀρύττοντες · καὶ μη δὲ τὴν θάλατταν κατὰ χώραν ἐῶντες, ἀλλὰ ἐπιτειχίσαντες καὶ ταύτῃ σκάφη πολεμιστήρια καὶ πορευτικὰ καὶ ἐμπορευτικά · καὶ μη δὲ τοῦ ἀέρος ἀπεχόμενοι, ἀλλὰ καὶ τοῦτον ληϊζόμενοι, τὰς ὀρνίθων ἀγέλας ἰξῷ καὶ ἕρκεσιν καὶ παντοδαπαῖς μηχαναῖς σαγηνεύοντες · ἀποσχόμενοι δὲ μήτε τῶν ἡμέρων ζῴων δι’ἀσθένειαν, μήτε τῶν ἀγρίων διὰ δέος, ἀλλὰ αἵματι καὶ φόνῳ καὶ λύθρῳ παντοδαπῷ γαστριζόμενοι · καὶ ἀεί τι ταῖς ἡδοναῖς εὑρίσκοντες νέον, καὶ τῶν ἐώλων ὑπερορῶντες · καὶ διώκοντες μὲν τὰ τερπνά, περιπίπτοντες δὲ τοῖς λυπηροῖς · πλούτου μὲν ὀρεγόμενοι, ἀεὶ δὲ τὸ παρὸν ἐνδεέστερον ἡγούμενοι τοῦ ἀπόντος, καὶ τότε κτηθὲν ἔλαττον τοῦ προσδοκωμένου · δεδιότες μὲν ἔνδειαν, πληρωθῆναι δὲ μὴ δυνάμενοι · φοβούμενοι μὲν θάνατον, μὴ φροντίζοντες δὲ τοῦ ζῆν · εὐλαβούμενοι νόσους, τῶν δὲ νοσερῶν οὐκ ἀπεχόμενοι · ὑποπτεύοντες μὲν ἄλλους, ἐπιβουλεύοντες δὲ τοῖς πλείστοις · δεινοὶ μὲν πρὸς τοὺς ἀνόπλους, δειλοὶ δὲ πρὸς τοὺς ὡπλισμένους · μισοῦντες μὲν τυραννίδα, τυραννεῖν δὲ αὐτοὶ ἐπιθυμοῦντες · ψέγοντες μὲν τὰ αἰσχρά, τῶν δὲ αἰσχρῶν οὐκ ἀπεχόμενοι · τὰς εὐτυχίας θαυμάζοντες, τὰς ἀρετὰς μὴ θαυμάζοντες · τὰς δυστυχίας ἐλεοῦντες, οὐκ ἀπεχόμενοι τῶν μοχθηρῶν · ἐν μὲν ταῖς εὐπραγίαις τολμηταί, ἐν δὲ ταῖς δυσπραγίαις ἀνάκλητοι · μακαρίζοντες μὲν τοὺς τεθνηκότας, γλιχόμενοι δὲ τοῦ ζῆν, μισοῦντες μὲν τὸ ζῆν, φοβούμενοι δὲ ἀποθανεῖν · προβεβλημένοι μὲν τοὺς πολέμους, εἰρήνην δὲ ἄγειν μὴ δυνάμενοι · ἐν μὲν δουλείᾳ ταπεινοί, ἐν δὲ ἐλευθερίᾳ θρασεῖς · ἐν μὲν δημοκρατίᾳ ἀκατάσχετοι, ἐν δὲ τυραννίδι ἐπτηχότες · παίδων μὲν ἐπιθυμοῦντες, γενομένων δὲ ὀλιγωροῦντες · εὐχόμενοι μὲν τοῖς θεοῖς, ὡς δυναμένοις ἐπαρκεῖν, καταφρονοῦντες δὲ ὡς οὐ δυναμένων τιμωρεῖν · καὶ δεδιότες μὲν ὡς κολάζοντας, ἐπιορκοῦντες δὲ ὡς οὐδὲν ὄντας.
36.3τοιαύτης τοίνυν στάσεως καὶ διαφωνίας τὸν δεύτερον τοῦτον κατεχούσης βίον, τίνι δῶμεν τὰ νικητήρια φέροντες; τίνα, ποῖον αὐτῶν φῶμεν ἁπλοῦν εἶναι βίον, καὶ ἀπερίστατον, καὶ ἐλευθερίας ἐπήβολον; καὶ ποῖον οὐχ ἁπλοῦν, ἀλλὰ ἀναγκαῖον, καὶ ἐλεεινόν, καὶ περιστάσεων γέμοντα; φέρε ἐξ ἑκατέρων ἡκέτω τὶς ἡμῖν ἀνὴρ ἐπὶ διαιτητὴν τὸν λόγον · δὲ αὐτῶν ἐρέσθω ἑκάτερον, καὶ πρῶτον γε τὸν πρῶτον, τὸν γυμνὸν ἐκεῖνον καὶ ἄοικον καὶ ἄτεχνον, τὸν πάσης τῆς γῆς πολίτην καὶ ἐφέστιον · ἐρέσθω δὲ ἀντιτιθεὶς αὐτῷ τὸν τοῦ δευτέρου βίον καὶ τρόπον, πότερα αἱρεῖται μένειν ἐν τῇ πρόσθεν τροφῇ καὶ ἐλευθερίᾳ, τὰς τοῦ δευτέρου ἡδονὰς λαβὼν σὺν ταύταις καὶ τὰ λυπηρὰ ἔχειν; ἴτω δὴ μετὰ τοῦτον ἕτερος · ἀντιτιθέτω δὲ αὐτῷ δικαστὴς τὴν τοῦ προτέρου δίαιταν καὶ ἐλευθερίαν · καὶ ἐρέσθω, πότερα αἱρεῖται τὰ αὑτοῦ ἔχειν, μετατίθεται καὶ μετοικίζεται ἐπὶ τὸν εἰρηναῖον ἐκεῖνον βίον καὶ ἄφετον καὶ ἀδεῆ καὶ ἄλυπον; τίς τῶν ἀνδρῶν αὐτομολεῖ; τίς μετοικεῖ; τίς ἑκὼν ἀλλάττεται βίον βίου; τίς οὕτως ἀνόητος καὶ δύσερως καὶ κακοδαίμων ἀνήρ, ὥστε διὰ φιλίαν μικρῶν καὶ ἐφημέρων ἡδονῶν, καὶ ἀγαθῶν ἀμφισβητησίμων, καὶ ἀδήλων ἐλπίδων, καὶ ἀμφιβόλων εὐτυχημάτων, μὴ ἀνασκευάσασθαι, μη δὲ ἀνοικίσαι αὑτὸν εἰς ὡμολογημένην εὐδαιμονίαν;
36.4καὶ ταῦτα, εἰδὼς ὅτι ἀπαλλάξεται πολλαπλασίων κακῶν, τῷ δευτέρῳ τρόπῳ καὶ βίῳ ἀναπεφυρμένα, πῶς οὐ περιστατικὴν ποιεῖ κακοδαίμονάτε τὴν διαγωγὴν τοῦ βίου καὶ σφόδρα ἀτυχῆ; ὥστε εἰκάσαιμ’ἂν ἔγωγε ἑκάτερον τῶν βίων, τὸν μὲν γενναῖον τοῦτον καὶ παντοδαπὸν δεσμωτηρίῳ χαλεπῷ κακοδαιμόνων ἀνδρῶν καθειργμένων ἐν ἀφεγγεῖ μυχῷ, πολὺν μὲν τοῖς ποσὶν σίδηρον περιβεβλημένων, βαρὺν δὲ κλοιὸν περὶ τῷ αὐχένι, κἀκ ταῖν χεροῖν ἐξηρτημένων δεσμὰ δυσχερῆ, ῥυπώντων, καὶ ἀγχομένων, καὶ ῥυττομένων, καὶ στενόντων · ὑπὸ δὲ χρόνου καὶ ἔθους εὐημερίας τινὰς ἑαυτοῖς ἔνδον καὶ εὐθυμίας μηχανωμένων, μεθυσκομένων ἐνίοτε ἐν τῷ δεσμωτηρίῳ, καὶ ᾀδόντων ἀναμίξ, καὶ γαστριζομένων, καὶ ἀφροδισιαζόντων, καὶ μη δὲ ἠρέμα ἑκάστου ἐμπιμπλαμένων διὰ δέος καὶ ἀπιστίαν καὶ μνήμην τῶν παρόντων κακῶν · ὥστε ἀκούσαι ἄν τις παρ’ἑκάστῳ δεσμωτηρίῳ οἰμωγῆς ὁμοῦ καὶ ᾠδῆς καὶ στόνου καὶ παιᾶνος. τὸν δὲ ἕτερον αὖ βίον εἰκάζω ἀνδρὶ ἐν καθαρῷ φωτὶ διαιτωμένῳ, λελυμένῳ τὼ πόδε καὶ τὼ χεῖρε, καὶ τὸν αὐχένα πανταχοῦ περιστρέφοντι, καὶ τὰς ὄψεις πρὸς τὸν ἥλιον ἀνατείλαντα ἀνατείνοντι, καὶ τοὺς ἀστέρας ὁρῶντι, καὶ διακρίνοντι νύκτα καὶ ἡμέραν, καὶ τὰς ὥρας τοῦ ἔτους ἀναμένοντι, καὶ τῶν ἀνέμων αἰσθανομένῳ, καὶ ἀέρα σπῶντι καθαρὸν καὶ ἐλεύθερον · ἀπεστερημένῳ δὲ τῶν ἔνδον ἐκείνων ἡδονῶν ὁμοῦ τοῖς δεσμοῖς, μὴ μεθυσκομένῳ, μη δὲ ἀφροδισιάζοντι, μὴ γαστριζομένῳ, μὴ στένοντι, μὴ παιωνίζοντι, μὴ ᾄδοντι, μὴ οἰμώζοντι, μὴ ἐμπιμπλαμένῳ, ἀλλ’ὅσον ἀποζῆν λεπτῷ καὶ διερρινημένῳ τὴν γαστέρα. τίνα τῶν εἰκόνων μακαρίσωμεν; τίνα οἰκτείρωμεν τῶν βίων; τίνα ἑλώμεθα; τὸν ἐν τῷ δεσμωτηρίῳ, τὸν μικτὸν ἐκεῖνον, τὸν ἀσαφῆ, πικραῖς καὶ ἐλεειναῖς ἡδοναῖς δελεασθέντες, ἔνθα δ’ἄρ’οἰμωγήτε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν, ἡδομένων ὁμοῦ καὶ στενόντων; μὴ σύ γε, δειλαία ψυχή ·
36.5ἀπολείπουσά μοι ταυτασὶ τὰς εἰκόνας αὐτοῖς μύθοις, ἴθι ἐπ’ἄνδρα, οὐ κατὰ τὴν Κρόνου καὶ ἀρχὴν βιοτεύσαντα, ἀλλ’ἐν μέσῳ τῷ σιδηρῷ τούτῳ γένει, ἐλευθερωθέντα ὑπὸ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος · ἦν δὲ οὗτος οὐκ Ἀττικός, οὐ δὲ Δωριεύς, οὐ δ’ἐκ τῆς Σόλωνος τροφῆς, οὐ δ’ἐκ τῆς Λυκούργου παιδαγωγίας (οὐ γὰρ χειροτονοῦσιν τὰς ἀρετὰς οἱ τόποι οὐ δὲ οἱ νόμοι), ἀλλὰ ἦν μὲν Σινωπεὺς ἐκ τοῦ Πόντου · συμβουλευσάμενος δὲ τῷ Ἀπόλλωνι τὰς περιστάσεις πάσας ἀπεδύσατο, καὶ τῶν δεσμῶν ἐξέλυσεν αὑτόν, καὶ περιῄει τὴν γῆν ἄφετος, ὄρνιθος δίκην νοῦν ἔχοντος, οὐ τύραννον δεδιώς, οὐχ ὑπὸ νόμου κατηναγκασμένος, οὐχ ὑπὸ πολιτείας ἀσχολούμενος, οὐχ ὑπὸ παιδοτροφίας ἀγχόμενος, οὐχ ὑπὸ γάμου καθειργμένος, οὐχ ὑπὸ γεωργίας κατεχόμενος, οὐχ ὑπὸ στρατείας ἐνοχλούμενος, οὐχ ὑπὸ ἐμπορίας περιφερόμενος · ἀλλὰ τούτων ἁπάντων τῶν ἀνδρῶν καὶ τῶν ἐπιτηδευμάτων κατεγέλα, ὥσπερ ἡμεῖς τῶν σμικρῶν παίδων, ἐπειδὰν ὁρῶμεν αὐτοὺς περὶ ἀστραγάλους σπουδάζοντας, τύπτοντας καὶ τυπτομένους, ἀφαιροῦντας καὶ ἀφαιρουμένους · αὐτὸς δὲ βασιλέως ἀφόβου καὶ ἐλευθέρου δίαιταν διαιτώμενος, οὐκ ἐπιτρίβων ἐν χειμῶνι Βαβυλωνίους, οὐ δὲ Μήδοις ἐνοχλῶν ὥρᾳ θέρους, ἀλλ’ἐκ τῆς Ἀττικῆς ἐπὶ τὸν Ἰσθμόν, καὶ ἀπὸ τοῦ Ἰσθμοῦ ἐπὶ τὴν Ἀττικὴν αὖθις ὁμοῦ ταῖς ὥραις μετανιστάμενος. βασίλεια δ’ἦν αὐτῷ τάτε ἱερὰ καὶ τὰ γυμνάσια καὶ τὰ ἄλση · πλοῦτος δὲ ἀφθονώτατος καὶ ἀσφαλέστατος καὶ ἀνεπιβούλευτος, γῆτε πᾶσα, καὶ οἱ ἐν αὐτῇ καρποί, καὶ κρῆναι γῆς ἔγγονοι, παντὸς Λεσβίου καὶ Χίου πώματος δαψιλέστεραι · καὶ φίλος ἦν καὶ συνήθης τῷ ἀέρι, ὥσπερ οἱ λέοντες, καὶ οὐκ ἀπεδίδρασκεν τὰς ὥρας τοῦ Διός, οὐ δὲ ἀντεμηχανᾶτο αὐτῷ, τοῦ μὲν χειμῶνος τεχνιτεύων θάλπος, τοῦ δὲ θέρους ἀναψύχεσθαι ποθῶν · ἀλλ’οὕτως ἄρα ἐθὰς ἦν τῇ τοῦ παντὸς φύσει, ὥστε ἐκ τοιαύτης διαίτης ὑγιεινόςτε ἦν καὶ ἰσχυρός, καὶ κατεγήρα εἰς τὸ ἀκρότατον · μηδὲν φαρμάκων δεηθείς, μὴ σιδήρου, μὴ πυρός, μὴ Χείρωνος, μὴ Ἀσκληπιοῦ, μὴ Ἀσκληπιαδῶν, μὴ μάντεων μαντευομένων, μὴ ἱερέων καθαιρόντων, μὴ γοήτων ἐπᾳδόντων. πολεμουμένης δὲ τῆς Ἑλλάδος, καὶ πάντων πᾶσιν ἐπιτιθεμένων, οἳ πρὶν ἐπ’ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, ἐκεχειρίαν ἦγεν μόνος, ἐν ὡπλισμένοις ἄοπλος, ἐν μαχομένοις ἔνσπονδος πᾶσιν · ἀπείχοντο δὲ αὐτοῦ καὶ οἱ ἄδικοι, καὶ οἱ τύραννοι, καὶ οἱ συκοφάνται. ἤλεγχε μὲν γὰρ τοὺς πονηρούς, ἀλλ’οὐ λόγων σοφίσμασιν, ὅσπερ ἐλέγχων ἀνιαρότατος, ἀλλὰ ἔργοις, παρατιθεὶς ἑκάστοτε, ὅσπερ ἐλέγχων ἀνυσιμώτατος καὶ εἰρηνικώτατος · καὶ διὰ τοῦτο οὔτε Μέλητός τις ἐπὶ Διογένην ἀνέστη, οὔτε Ἀριστοφάνης, οὐκ Ἄνυτος, οὐ Λύκων.
36.6πῶς οὖν οὐ προηγούμενος τῷ Διογένει βίος οὗτος, ὃν ἑκὼν εἵλετο, ὃν Ἀπόλλων ἔδωκεν, ὃν Ζεὺς ἐπῄνεσεν, ὃν οἱ νοῦν ἔχοντες θαυμάζουσιν; ἄλλό τι ἡγούμεθα εἶναι τὴν περίστασιν, χρῆσιν πράξεως, οὐκ αὐθαίρετον τῷ ἔχοντι; ἔρου δὴ τὸν γεγαμηκότα · τίνος εἵνεκεν γαμεῖς; παίδων, φησίν · τὸν παιδοτροφοῦντα, τίνος εἵνεκα ἐτεκνώσατο; διαδοχῆς ἐρᾷ · τὸν στρατευόμενον, πλεονεξίας ἐρᾷ · τὸν γεωργοῦντα, καρπῶν ἐρᾷ · τὸν χρηματιζόμενον, εὐπορίας ἐρᾷ · τὸν πολιτευόμενον, τιμῆς ἐρᾷ. τῶν δὲ ἐρώτων τούτων οἱ πολλοὶ ἀμβλισκάνουσιν, καὶ εἰς τοὐναντίον περϊίστανται, καὶ εὐχῆς ἔργον ἐπιτυχία, οὐ γνώμης οὐ δὲ τέχνης. ἕκαστος δὴ τῶν ταῦτα αἱρουμένων περίστασίν τινα διαπεραίνεται τοῦ βίου, καὶ ταλαιπωρίας ἀνέχεται οὐχ ἑκουσίου, οὐ δὲ δι’ἄγνοιαν τῶν αὐθαιρέτων ἀγαθῶν. τίνα γὰρ ἄν τις καὶ φαίη τούτων ἐλεύθερον; τὸν δημαγωγόν; δοῦλον λέγεις πολλῶν δεσποτῶν · τὸν ῥήτορα; δοῦλον λέγεις πικρῶν δικαστῶν · τὸν τύραννον; δοῦλον λέγεις ἀκολάστων ἡδονῶν · τὸν στρατηγόν; δοῦλον λέγεις ἀδήλου τύχης · τὸν πλέοντα; δοῦλον ἀσταθμήτου τέχνης · τὸν φιλόσοφον; ποῖον λέγεις; ἐπαινῶ μὲν γὰρ καὶ Σωκράτην · ἀλλ’ἀκούω λέγοντος · πείθομαι τῷ νόμῳ, καὶ ἑκὼν ἐπὶ τὸ δεσμωτήριον ἄπειμι, καὶ λαμβάνω τὸ φάρμακον ἑκών. Σώκρατες, ὁρᾷς τί φῆς; ἑκών, πρὸς ἀκουσίους τύχας εὐπρεπῶς ἵστασαι; πειθόμενος νόμῳ. τίνι; εἰ μὲν γὰρ τῷ τοῦ Διός, ἐπαινῶ τὸν νομοθέτην · εἰ δὲ τῷ Σόλωνος, τί βελτίων ἦν Σόλων Σωκράτους; ἀποκρινάσθω μοι καὶ Πλάτων ὑπὲρ φιλοσοφίας, εἰ μηδεὶς αὐτὴν ἐπετάραξεν, μὴ Δίων φεύγων, μὴ Διονύσιος ἀπειλῶν, μὴ τὰ Σικελικὰ καὶ τὰ Ἰώνια πελάγη, ἄνω καὶ κάτω πρὸς ἀνάγκην διαπλεόμενα. κἂν ἐπὶ Ξενοφῶντα ἔλθω, βίον καὶ τοῦτον ὁρῶ μεστὸν πλάνης, καὶ τύχης ἀμφιβόλου, καὶ στρατιᾶς κατηναγκασμένης, καὶ στρατηγίας ἀκουσίου, καὶ φυγῆς εὐπρεποῦς. ταῦτα τοίνυν φημὶ τὰς περιστάσεις διαφεύγειν ἐκεῖνον τὸν βίον, δι’ὃν καὶ Διογένης ὑψηλότερος ἦν καὶ Λυκούργου καὶ Σόλωνος καὶ Ἀρταξέρξου καὶ Ἀλεξάνδρου, καὶ ἐλευθερώτερος αὐτοῦ τοῦ Σωκράτους, οὐ δικαστηρίῳ ὑπαχθείς, οὐ δὲ ἐν δεσμωτηρίῳ κείμενος, οὐ δὲ ἐκ τῶν συμφορῶν ἐπαινούμενος.