5.1ἀνὴρ Φρύξ, ἀργὸς τὸν βίον, ἐραστὴς χρημάτων, λαμβάνει τὸν Σάτυρον, ὡς φησὶν ὁ μῦθος, δαίμονα φίλοινον, κεράσας οἴνῳ κρήνην, εἰς ἣν φοιτῶν διψήσας ἔπινεν. εὔχεται ὁ ἀνόητος Φρὺξ δαίμονι αἰχμαλώτῳ · εὔχεται δὲ εὐχήν, οἵαν εἰκὸς ἦν καὶ τοῦτον αἰτεῖν, καὶ ἐκεῖνον τελεσιουργεῖν, γενέσθαι αὐτῷ τὴν γῆν χρυσῆν, καὶ τὰ δένδρα χρυσᾶ, καὶ τὰ λήϊα, καὶ τοὺς λειμῶνας, καὶ τὰ ἐν αὐτοῖς ἄνθη. δίδωσιν ταῦτα ὁ Σάτυρος · ἐπεὶ δὲ αὐτῷ ἐκεχρύσωτο ἡ γῆ, λιμὸς εἶχεν Φρύγας · καὶ ὁ Μίδας ὀδύρεται τὸν πλοῦτον, καὶ ποεῖται παλινῳδίαν τῆς εὐχῆς, καὶ εὔχεται Σατύρῳ μὲν οὐκέτι, θεοῖς δὲ καὶ θεαῖς, ἐλθεῖν αὐτῷ τὴν ἀρχαίαν πενίαν, τὴν εὔφορον ἐκείνην καὶ πάμφορον καὶ καρποτρόφον, τὸν δὲ χρυσὸν ἀπελθεῖν εἰς ἐχθρῶν κεφαλάς. ὁ μὲν ταῦτα εὔχετο ποτνιώμενος, ἐτελεῖτο δὲ οὐδὲν μᾶλλον. ἐπαινῶ τὸν μῦθον τῆς χάριτος καὶ τῆς πρὸςτ’ἀληθὲς ὁδοῦ. τί γὰρ δὴ ἄλλο αἰνίττεται, ἢ ἀνοήτου ἀνδρὸς εὐχὴν ἐπ’οὐδενὶ χρηστῷ, εὐχομένου μέν, ἵνα τύχῃ, μεταγιγνώσκοντος δέ, ἐπειδὰν τύχῃ; τὴν δὲ θήραν τοῦ Σατύρου, καὶ τὰ δεσμά, καὶ τὸν οἶνον ᾐνίξατο ὁ μῦθος · ὅτι οἱ μὲν ἀπατήσαντες, οἱ δὲ καὶ βιασάμενοι τυχόντες ὧν ἐπεθύμουν, οὐχ ὧν εὔξαντο, ἀνατιθέασιν θεοῖς τὴν δωρεάν, οὐ παρ’ἐκείνων λαβόντες · οὐδὲν γὰρ τῶν μὴ καλῶν δίδωσιν θεός, ἀλλ’ἐστὶν ταῦτα δωρεὰ τύχης, ἄλογος ἀλόγου, οἷαι καὶ παρὰ τῶν μεθυόντων φιλοσοφρύναι. 5.2τί δὲ Λυδός, ὁ τοῦ Φρυγὸς ἀνοητότερος; οὐκ εὔξατο μὲν τῷ Ἀπόλλωνι ἑλεῖν τὴν Περσῶν ἀρχήν, καὶ ἐθεράπευεν χρυσῷ πολλῷ τὸν θεόν, ὥσπερ δωροδόκον δυνάστην; ἀκούων δὲ αὐτοῦ θαμὰ ἐκ Δελφῶν ἐπιστέλλοντος Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει, ἐκδεχόμενος πρὸς ἡδονὴν τὸν χρησμόν, διέβη Ἅλυν, καὶ κατέλυσεν τὴν Λυδῶν μεγάλην ἀρχήν. ἀκούω δὲ καὶ παρ’Ὁμήρῳ εὐχομένου Ἕλληνος ἀνδρός, “Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης · καὶ δηλαδὴ ὁ Ζεὺς ἐπιτελεῖ τὴν εὐχήν, ἐκ δ’ἔθορε κλῆρος κυνέης, ὃν ἄρ’ἤθελον αὐτοὶ Αἴαντος”. καὶ τῷ μὲν Πριάμῳ εὐχομένῳ ὑπὲρ τῆς οἰκείας γῆς, βοῦς καὶ ὄϊς ὁσημέραι τῷ Διὶ καταθύοντι, ἀτελῆ τὴν εὐχὴν τίθησιν · τῷ δὲ Ἀγαμέμνονι “ὑπέσχετο καὶ κατένευσεν ἐπὶ τὴν ἀλλοτρίαν ἐλθόντι Ἴλιον ἐκπέρσαντ’εὐτείχεον ἀπονέεσθαι”. καὶ ὁ Ἀπόλλων πρότερον μὲν οὐκ ἐπαμύνει τῷ Χρύσῃ ἀδικουμένῳ, ἐπεὶ δὲ πρὸς αὐτὸν ἐπαρρησιάσατο καὶ ἀνέμνησεν τῆς κνίσης τῶν μηρίων, τότε τοὺς ἰοὺς ἀφίησιν εἰς τὸ Ἑλληνικόν, “ἐννῆμαρ ἐποιχόμενος” αὐτούς, καὶ “ὀρεῖς καὶ κύνας”. 5.3τί ταῦτα, ὦ ποιητῶν ἄριστε; λίχνον καὶ δωροδόκον τὸ θεῖον, καὶ μηδὲν διαφέρον τῶν πολλῶν ἀνθρώπων; καί σου τὸ ἔπος τοῦτο ἀποδεξόμεθα, “στρεπτοὶ δέτε καὶ θεοὶ αὐτοί”; ἢ το- τοὐναντίον, ἄστρεπτον τὸ θεῖον καὶ ἀτενὲς καὶ ἀπαραίτητον; μετατίθεσθαι γὰρ καὶ μεταγινώσκειν προσήκει μὴ ὅτι θεῷ, ἀλλ’οὐ δὲ ἀνδρὶ ἀγαθῷ · ὁ γὰρ στρεπτὸς ἀνὴρ καὶ μετανοητικός, εἰ μὲν εἰς τὸ βέλτιον ἐκ τοῦ φαυλοτέρου μετατίθεται, πονήρως ἐβουλεύσατο · εἰ δὲ · εἰς τὸ χεῖρον ἐκ τοῦ βελτίστου, πονηρῶς μετέθετο · τὸ δὲ θεῖον ἔξω πονηρίας. καὶ γὰρ ἤτοι ὁ εὐχόμενος ἄξιος τυχεῖν ὧν ηὔξατο, ἢ οὐκ ἄξιος · εἰ μὲν οὖν ἄξιος, τεύξεται καὶ μὴ εὐξάμενος · εἰ δὲ οὐκ ἄξιος, οὐ τεύξεται οὐ δὲ εὐξάμενος. οὔτε γὰρ ὁ ἄξιος μὲν, παραλείπων δὲ τὴν εὐχήν, διὰ τοῦτο οὐκ ἄξιος, ὅτι οὐκ ηὔξατο · οὔτε ὁ μὴ ἄξιος μὲν τυχεῖν, λαβεῖν δὲ εὐχόμενος, διὰ τοῦτο ἄξιος, ὅτι εὔξατο · ἀλλὰ αὐτὸ το- τοὐναντίον, ὁ μὲν ἄξιος λαβεῖν, μὴ ἐνοχλῶν, τυχεῖν ἀξιώτερος · ὁ δὲ οὐκ ἄξιος, ἐνοχλῶν, καὶ διὰ τοῦτο οὐκ ἄξιος · καὶ τῷ μὲν ἀναθήσομεν αἰδὼ καὶ θάρσος, διὰ μὲν τὸ θαρρεῖν πιστεύοντι ὡς τευξομένῳ, διὰ δὲ τὴν αἰδὼ ἡσυχάζοντι, κα- κἂν μὴ τύχῃ · τῷ δὲ ἀμαθίαν καὶ μοχθηρίαν, διὰ μὲν ἀμαθίαν εὐχομένῳ, διὰ δὲ μοχθηρίαν οὐκ ἀξιουμένῳ. τί δέ, εἰ στρατηγὸς ἦν ὁ θεός, κα- κᾆτα ὁ μὲν σκευοφορεῖν ἄξιος ᾔτει τὸν στρατηγὸν ὁπλίτου χώραν, ὁ δὲ ὁπλιτεύειν ἐπιτήδειος τὴν ἡσυχίαν ἦγεν · ἆρα οὐ κατὰ τὴν χρείαν τῆς τάξεως τὸν μὲν ἀχθοφορεῖν εἴα, τὸν δὲ εἰς τοὺς ὁπλίτας ἔταττεν; ἀλλὰ στρατηγὸς μὲν κα- κἂν ἀγνοήσαι, κα- κἂν δωροδοκήσαι, κα- κἂν ἐξαπατηθείη · τὸ δὲ θεῖον οὐ τοιοῦτον · οὔτε οὖν εὐχομένοις δώσει παρὰ τὴν ἀξίαν, οὔτε οὐκ εὐχομένοις οὐ δώσει κατὰ τὴν ἀξίαν. 5.4καὶ μὴν τῶν ὅσα οἱ ἄνθρωποι εὔχονται γενέσθαι, φησί, τὰ μὲν ἡ πρόνοια ἐφορᾷ · τὰ δὲ εἱμαρμένη καταναγκάζει, τὰ δὲ μεταβάλλει ἡ τύχη, τὰ δὲ οἰκονομεῖ ἡ τέχνη. καὶ ἡ μὲν πρόνοια θεοῦ ἔργον, ἡ δὲ εἱμαρμένη ἀνάγκης, ἡ δὲ τέχνη ἀνθρώπου, ἡ δὲ τύχη τοῦ αὐτομάτου. διακεκλήρωνται δὲ τούτων ἑκάστων αἱ ὕλαι τοῦ βίου · ἃ τοίνυν εὐχόμεθα, ἢ εἰς πρόνοιαν συντελεῖ θεοῦ, ἢ εἰς εἱμαρμένης ἀνάγκην, ἢ εἰς ἀνθρώπου τέχνην, ἢ εἰς τύχης φοράν. καὶ εἰ μὲν εἰς πρόνοιαν συντελεῖ, τί δεῖ εὐχῆς; εἰ γάρ τοι προνοεῖ ὁ θεὸς (ἤτοι προνοεῖ τοῦ ὅλου, τῶν δὲ κατὰ μέρος οὐ φροντίζει, ὥσπερ οἱ βασιλεῖς σώζουσι τὰς πόλεις νόμῳ καὶ δίκῃ, οὐ διατείνοντες ἐφ’ἕκαστον τῇ φροντίδι), κα- κἀν τοῖς ἐπὶ μέρους ἡ πρόνοια ἐξετάζεται. τί δὴ φῶμεν; βούλει τοῦ ὅλου προνοεῖν τὸν θεόν; οὐκ ἐνοχλητέον ἄρα τῷ θεῷ · οὐ γὰρ πείσεται, ἤν τι παρὰ τὴν σωτηρίαν αἰτῇς τοῦ ὅλου. τί γὰρ εἰ καὶ τὰ μόρια τοῦ σώματος φωνὴν λαβόντα, ἐπειδὰν κάμνῃ τὶ αὐτῶν ὑπὸ τοῦ ἰατροῦ τεμνόμενον ἐπὶ σωτηρίᾳ τοῦ ὅλου, εὔξαιτο τῇ τέχνῃ μὴ φθαρῆναι; οὐκ ἀποκρινεῖται ὁ Ἀσκληπιὸς αὐτοῖς, ὡς · “οὐχ ὑμῶν ἕνεκα, ὦ δείλαια, χρὴ οἴχεσθαι τὸ πᾶν σῶμα, ἀλλὰ ἐκεῖνο σωζέσθω, ὑμῶν ἀπολλυμένων”. τοῦτο καὶ τῷ σύμπαντι τούτῳ γίγνεσθαι φιλεῖ. Ἀθηναῖοι λοιμώττουσιν, σείονται Λακεδαιμόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέγεται · ὧν σὺ μὲν τὴν διάλυσιν φθορὰν καλεῖς · ὁ δὲ ἰατρὸς οἶδεν τὴν αἰτίαν, καὶ ἀμελεῖ εὐχομένων τῶν μερῶν, σώζει δὲ τὸ πᾶν · φροντίζει γὰρ τοῦ ὅλου. ἀλλὰ καὶ τῶν κατὰ μέρος προνοεῖ ὁ θεός. οὐ δὲ ἐνταῦθα τοίνυν εὐκτέον; ὅμοιον ὡς εἰ καὶ ἰατρὸν ᾔτει ὁ κάμνων φάρμακον ἤ σιτίον · τοῦτο γὰρ εἰ μὲν ἀνύτει τι, καὶ μὴ αἰτοῦντι δώσει · εἰ δὲ ἐπισφαλές, οὐ δὲ αἰτοῦντι δώσει. τῶν μὲν δὴ κατὰ τὴν πρόνοιαν, οὐδὲν οὔτε αἰτητέον, οὔτε εὐκτέον. 5.5τί δὲ τῶν κατὰ τὴν εἱμαρμένην; ἢ κα- κἀνταῦθα ἡ εὐχὴ γελοιότατον · θᾶττον γὰρ ἄν τις βασιλέα ἔπεισεν, ἢ τύραννον · τυραννικὸν δὲ ἡ εἱμαρμένη, καὶ ἀδέσποτον, καὶ ἀμετάστρεπτον · ἣ, καθάπερ ψάλιον ἐμβάλλουσα ταῖς τῶν ἀνθρώπων ἀγέλαις, βίᾳ σπᾷ καὶ προσαναγκάζει συναπονεύειν ταῖς αὐτῆς ἀγωγαῖς · ὡς Συρακοσίους Διονύσιος, ὡς Πεισίστρατος Ἀθηναίους, καὶ Περίανδρος Κορινθίους, καὶ Θρασύβουλος Μιλησίους. ἐν μὲν γὰρ δημοκρατίᾳ δύναταί τι καὶ πειθώ, καὶ εὐχή, καὶ θεραπεία, καὶ λιταί · ἐν δὲ τυραννίδι ἡ βία κρατεῖ · ὡς ἐν πολέμῳ Ὅμηρος, ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ἄξια δέξαι ἄποινα. τίνα τοίνυν ἄποινα δόντες τῇ εἱμαρμένῃ ἐκλυσόμεθα ἑαυτοὺς τῆς ἀνάγκης καὶ τοῦ δεσμοῦ; τίνα χρυσόν; τίνα θεραπείαν; τίνα θυσίαν; τίνα εὐχήν; ἀλλ’οὐ δὲ ὁ Ζεὺς αὐτὸς εὕρατο παρ’ἐκείνης ἀποτροπήν, ἀλλ’ὀδύρεται · ὤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρ’ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. τίνι θεῶν εὔχεται ὁ Ζεὺς ὑπὲρ τοῦ παιδός; καὶ ἡ Θέτις βοᾷ, “ὤμοι ἐγὼ δειλή · ὤμοι δυσαριστοτόκεια”. τοιοῦτο χρῆμα ἡ εἱμαρμένη Ἄτροπος, καὶ ἡ Κλωθώ, καὶ ἡ Λάχεσις, ἄτρεπτον, καὶ ἐπικεκλωσμένον, καὶ διειληχὸς τοὺς ἀνθρωπίνους βίους. πῶς ἂν οὖν τις εὔξαιτο ἀπαραιτήτῳ εἱμαρμένῃ; 5.6ἀλλ’οὐ δὲ ἐν τοῖς κατὰ τὴν τύχην εὐκτέον, καὶ πολὺ μᾶλλον ἐνταῦθα οὐκ εὐκτέον · οὐ δὲ γὰρ ἀνοήτῳ δυνάστῃ διαλεκτέον, ἔνθα οὐ βούλευμα οὐ δὲ κρίσις οὐ δὲ ὁρμὴ σώφρων οἰκονομεῖ τὴν ἀρχήν, ἀλλὰ ὀργή, καὶ φορά, καὶ ἄλογοι ἕξεις, καὶ ἔμπληκτοι ὁρμαί, καὶ ἐπιθυμιῶν διαδοχαί. τοιοῦτον ἡ τύχη, ἄλογον, ἔμπληκτον, ἀπροόρατον, ἀνήκοον, ἀμάντευτον, Εὐρίπου δίκην μεταρρέον, περιφερόμενον, καὶ οὐδεμιᾶς ἀνεχόμενον κυβερνήτου τέχνης. τί ἂν οὖν τις εὔξαιτο ἀστάτῳ χρήματι, καὶ ἀνοήτῳ, καὶ ἀσταθμήτῳ, καὶ ἀμίκτῳ; λοιπὸν δὴ μετὰ τὴν τύχην ἡ τέχνη. καὶ τίς τέκτων εὔξεται περὶ κάλλους ἀρότρου, τὴν τέχνην ἔχων; ἢ τίς ὑφάντης περὶ κάλλους χλανίδος, τὴν τέχνην ἔχων; ἢ τίς χαλκεὺς περὶ κάλλους ἀσπίδος, τὴν τέχνην ἔχων; ἢ τίς ἀριστεὺς περὶ εὐτολμίας, τὴν ἀνδρείαν ἔχων; ἢ τίς ἀγαθὸς περὶ εὐδαιμονίας, τὴν ἀρετὴν ἔχων; 5.7εἶεν. τί τοίνυν ἐστίν, ὑπὲρ ὅτου κα- κἂν εὔξαιτο ἄν τις τοῖς θεοῖς, ὃ μὴ προνοίας ἔχεται, ἢ εἱμαρμένης, ἢ τέχνης, ἢ τύχης; χρήματα αἰτεῖς; μὴ ἐνόχλει θεοῖς, οὐδὲν αἰτεῖς τῶν καλῶν · μὴ ἐνόχλει τῇ εἱμαρμένῃ, οὐδὲν αἰτεῖς τῶν ἀναγκαίων · μὴ ἐνόχλει τῇ τύχῃ, οὐ γὰρ τοῖς δεομένοις δίδωσιν · μὴ ἐνόχλει τῇ τέχνῃ, ἀκούεις γὰρ Μενάνδρου λέγοντος, “οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς, ἐὰν μὴ λάβωσι προστάτην φιλάργυρον”. “ὁ δὲ χρηστὸς ἦν”. μετάθου τὸν τρόπον, εὔξαιο μοχθηρίαις, ἐπιτήδευσον τὸ πρᾶγμα. καὶ ἢ “πλοῦτον καὶ πρᾶγμα λαμβάνεις” πορνοβοσκῶν, ἢ καπηλεύων, ἢ ληϊζόμενος, ἢ πανουργῶν, ἢ ψευδομαρτυρῶν, ἢ συκοφαντῶν, ἢ δωροδοκῶν. νίκην αἰτεῖς; ἣν δύνασαι λαβεῖν ἐν πολέμῳ μὲν παρὰ μισθοφόρου, ἐν δικαστηρίῳ δὲ παρὰ συκοφάντου. ἐμπορίαν αἰτεῖς; ἣν δίδωσιν ναῦς καὶ θάλαττα καὶ πνευμάτων φορά · ἀγορὰ πρόκειται · ὤνιον τὸ χρῆμα. τί τοῖς θεοῖς ἐνοχλεῖς; μηδὲν τὸ παρὰ τὴν ἀξίαν φοβηθῇς · καὶ πλουτήσεις, κα- κἂν Ἱππόνικος ἦς · νικήσεις, κα- κἂν Κλέων ᾖς · αἱρήσεις, κα- κἂν Μέλητος ᾖς. ἐὰν δὲ εἰς τὰς πρὸς τοὺς θεοὺς παρέλθῃς εὐχάς, εἰς δικαστήριον παρελήλυθας ἀκριβὲς καὶ ἀπαραίτητον · οὐδεὶς ἀνέξεταί σου θεὸς εὐχομένου τὰ μὴ εὐκτά, οὐ δὲ δώσει τὰ μὴ σοὶ δοτά. ἐξεταστὴς καὶ λογιστὴς ἐφέστηκεν ταῖς ἑκάστου εὐχαῖς πικρός, εὐθύνων τῷ τοῦ συμφέροντος μέτρῳ τὰ σά · οὐ δὲ αὐτὸν μεταχειριῇ ἀναβιβασάμενος ὥσπερ εἰς δικαστήριον τὰς ὀρέξεις τὰς σὰς ἐλεεινὰ φθεγγομένας, “οἴκτειρον” βοώσας, πολλὴν τὴν κόνιν καταχεομένας τῆς κεφαλῆς, εἰ δὲ οὕτω τύχοι, καὶ ὀνειδιζούσας τῷ θεῷ, “εἴ ποτέ τοι χαρίεντ’ἐπὶ νηὸν ἔρεψα”. ἀλλ’ὁ θεὸς λέγει, “ἐπὶ ἀγαθῷ αἰτεῖς; λάμβανε, εἰ ἄξιος ὢν αἰτεῖς · ταῦτα ἔχοντί σοι οὐδὲν εὐχῆς δεῖ, λήψῃ καὶ σιωπῶν”. 5.8“ἀλλὰ Σωκράτης εἰς Πειραιᾶ κατῄει προσευξόμενος τῇ θεῷ, καὶ τοὺς ἄλλους προετρέπετο, καὶ ἦν ὁ βίος Σωκράτει μεστὸς εὐχῆς”. καὶ γὰρ Πυθαγόρας ηὔξατο, καὶ Πλάτων, καὶ ὅστις ἄλλος θεοῖς προσήγορος · ἀλλὰ σὺ μὲν ἡγεῖ τὴν τοῦ φιλοσόφου εὐχὴν αἴτησιν εἶναι τῶν οὐ παρόντων, ἐγὼ δὲ ὁμιλίαν καὶ διάλεκτον πρὸς τοὺς θεοὺς περὶ τῶν παρόντων καὶ ἐπίδειξιν τῆς ἀρετῆς · ἢ, οἴει, τοῦτο εὔχετο ὁ Σωκράτης, ὅπως αὐτῷ χρήματα γένηται, ἢ ὅπως ἄρξει Ἀθηναίων; πολλοῦ γε καὶ δεῖ. ἀλλ’εὔχετο μὲν τοῖς θεοῖς, ἐλάμβανεν δὲ παρ’ἑαυτοῦ, συνεπινευόντων ἐκείνων, ἀρετὴν ψυχῆς, καὶ ἡσυχίαν βίου, καὶ ζωὴν ἄμεμπτον, καὶ εὔελπιν θάνατον, τὰ θαυμαστὰ δῶρα, τὰ θεοῖς δοτά. ἐὰν δέ τις παρὰ μὲν τῆς γῆς εὔπλοιαν αἰτῇ, παρὰ δὲ τῆς θαλάττης εὐκαρπίαν, καὶ παρὰ μὲν ὑφάντου ἄροτρον, παρὰ δὲ τέκτονος χλανίδα, ἄπεισιν ἀτελὴς καὶ ἄδωρος καὶ ἄτευκτος. ὦ Ζεῦ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, ἐθῶν ἀνθρωπίνων ἐπίσκοποι, φιλοσόφων ὑμῖν μαθητῶν δεῖ, οἳ τὴν ὑμετέραν τέχνην ἐρρωμέναις ψυχαῖς ὑποδεξάμενοι ἄμητον βίου καλὸν καὶ εὐδαίμονα ἐκκαρπώσονται · ἀλλὰ ἐστὶν σπάνιον μὲν τὸ τῆς γεωργίας ταύτης χρῆμα, μόλις δὲ καὶ ὀψὲ παραγινόμενον. δεῖ γε μὴν τοῦ σπανίου τούτου καὶ ὀλίγου ἐναύσματος τῷ βίῳ ἄλλοτε ἐν ἄλλοις σώμασιν φανταζομένου, ὡς ἐν νυκτὶ πολλῇ δεῖ φωτὸς ὀλίγου · τὸ γὰρ καλὸν ἐν ἀνθρωπίνῃ φύσει οὐ πολύ, φιλεῖ γε μὴν πρὸς τοῦ ὀλίγου τούτου σώζεσθαι τὰ πάντα. ἂν δ’ἐξέλῃς τοῦ βίου φιλοσοφίαν, ἐξεῖλες αὐτοῦ τὸ ζώπυρον, τὸ ἔμπνουν, τὸ ζωτικόν, τὸ μόνον εὔχεσθαι ἐπιστάμενον · ὡς ψυχὴν σώματος ἐὰν ἀφέλῃς, ἔπηξας τὸ σῶμα · ὡς καρποὺς γῆς ἐὰν ἀφέλῃς, τὴν γῆν ἐξέτεμες · ὡς ἥλιον ἡμέρας, τὴν ἡμέραν ἔσβεσας.