Homer

Odyssey, Book 9 (Ι)

1
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
2
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
3
τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
4
τοιοῦδ’οἷος ὅδ’ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
5
οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
6
ὅτ’ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
7
δαιτυμόνες δ’ἀνὰ δώματ’ἀκουάζωνται ἀοιδοῦ
8
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
9
σίτου καὶ κρειῶν, μέθυ δ’ἐκ κρητῆρος ἀφύσσων
10
οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι ·
11
τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
12
σοὶ δ’ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
13
εἴρεσθ’, ὄφρ’ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω ·
14
τί πρῶτόν τοι ἔπειτα, τί δ’ὑστάτιον καταλέξω;
15
κήδε’ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
16
νῦν δ’ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
17
εἴδετ’, ἐγὼ δ’ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
18
ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
19
εἴμ’Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
20
ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
21
ναιετάω δ’Ἰθάκην ἐυδείελον · ἐν δ’ὄρος αὐτῇ
22
Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές · ἀμφὶ δὲ νῆσοι
23
πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
24
Δουλίχιόντε Σάμητε καὶ ὑλήεσσα Ζάκυνθος.
25
αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
26
πρὸς ζόφον, αἱ δέτ’ἄνευθε πρὸς ἠῶτ’ἠέλιόντε,
27
τρηχεῖ’, ἀλλ’ἀγαθὴ κουροτρόφος · οὔ τοι ἐγώ γε
28
ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
29
μέν μ’αὐτόθ’ἔρυκε Καλυψώ, δῖα θεάων,
30
ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι ·
31
ὣς δ’αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
32
Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι ·
33
ἀλλ’ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
34
ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐ δὲ τοκήων
35
γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
36
γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
37
εἰ δ’ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ’ἐνίσπω,
38
ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
39
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
40
Ἰσμάρῳ. ἔνθα δ’ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δ’αὐτούς ·
41
ἐκ πόλιος δ’ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
42
δασσάμεθ’, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
43
ἔνθ’ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
44
ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
45
ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
46
ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς ·
47
τόφρα δ’ἄρ’οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
48
οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
49
ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφ’ἵππων
50
ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
51
ἦλθον ἔπειθ’ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
52
ἠέριοι · τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
53
ἡμῖν αἰνομόροισιν, ἵν’ἄλγεα πολλὰ πάθοιμεν.
54
στησάμενοι δ’ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
55
βάλλον δ’ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
56
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
57
τόφρα δ’ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
58
ἦμος δ’ἠέλιος μετενίσσετο βουλυτόνδε,
59
καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
60
ἓξ δ’ἀφ’ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
61
ὤλονθ’· οἱ δ’ἄλλοι φύγομεν θάνατόντε μόροντε.
62
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
63
ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
64
οὐ δ’ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
65
πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
66
οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
67
νηυσὶ δ’ἐπῶρσ’ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
68
λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
69
γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δ’οὐρανόθεν νύξ.
70
αἱ μὲν ἔπειτ’ἐφέροντ’ἐπικάρσιαι, ἱστία δέ σφιν
71
τριχθάτε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
72
καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
73
αὐτὰς δ’ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
74
ἔνθα δύω νύκτας δύοτ’ἤματα συνεχὲς αἰεὶ
75
κείμεθ’, ὁμοῦ καμάτῳτε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
76
ἀλλ’ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ’Ἠώς,
77
ἱστοὺς στησάμενοι ἀνάθ’ἱστία λεύκ’ἐρύσαντες
78
ἥμεθα, τὰς δ’ἄνεμόςτε κυβερνῆταίτ’ἴθυνον.
79
καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν ·
80
ἀλλά με κῦμα ῥόοςτε περιγνάμπτοντα Μάλειαν
81
καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
82
ἔνθεν δ’ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
83
πόντον ἐπ’ἰχθυόεντα · ἀτὰρ δεκάτῃ ἐπέβημεν
84
γαίης Λωτοφάγων, οἵτ’ἄνθινον εἶδαρ ἔδουσιν.
85
ἔνθα δ’ἐπ’ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ’ὕδωρ,
86
αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
87
αὐτὰρ ἐπεὶ σίτοιότ’ἐπασσάμεθ’ἠδὲ ποτῆτος,
88
δὴ τοτ’ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
89
οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
90
ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ’ἅμ’ὀπάσσας.
91
οἱ δ’αἶψ’οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν ·
92
οὐ δ’ἄρα Λωτοφάγοι μήδονθ’ἑτάροισιν ὄλεθρον
93
ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
94
τῶν δ’ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
95
οὐκέτ’ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐ δὲ νέεσθαι,
96
ἀλλ’αὐτοῦ βούλοντο μετ’ἀνδράσι Λωτοφάγοισι
97
λωτὸν ἐρεπτόμενοι μενέμεν νόστουτε λαθέσθαι.
98
τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
99
νηυσὶ δ’ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
100
αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
101
σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
102
μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
103
οἱ δ’αἶψ’εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
104
ἑξῆς δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
105
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ ·
106
Κυκλώπων δ’ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
107
ἱκόμεθ’, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
108
οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτ’ἀρόωσιν,
109
ἀλλὰ τά γ’ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
110
πυροὶ καὶ κριθαὶ ἠδ’ἄμπελοι, αἵτε φέρουσιν
111
οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
112
τοῖσιν δ’οὔτ’ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
113
ἀλλ’οἵ γ’ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
114
ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
115
παίδων ἠδ’ἀλόχων, οὐ δ’ἀλλήλων ἀλέγουσιν.
116
νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
117
γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτ’ἀποτηλοῦ,
118
ὑλήεσσ’· ἐν δ’αἶγες ἀπειρέσιαι γεγάασιν
119
ἄγριαι · οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
120
οὐ δέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵτε καθ’ὕλην
121
ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
122
οὔτ’ἄρα ποίμνῃσιν καταΐσχεται οὔτ’ἀρότοισιν,
123
ἀλλ’ γ’ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
124
ἀνδρῶν χηρεύει, βόσκει δέτε μηκάδας αἶγας.
125
οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
126
οὐ δ’ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
127
νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
128
ἄστε’ἐπ’ἀνθρώπων ἱκνεύμεναι, οἷάτε πολλὰ
129
ἄνδρες ἐπ’ἀλλήλους νηυσὶν περόωσι θάλασσαν ·
130
οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
131
οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα ·
132
ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρ’ὄχθας
133
ὑδρηλοὶ μαλακοί · μάλα κ’ἄφθιτοι ἄμπελοι εἶεν.
134
ἐν δ’ἄροσις λείη · μάλα κεν βαθὺ λήιον αἰεὶ
135
εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπ’οὖδας.
136
ἐν δὲ λιμὴν ἐύορμος, ἵν’οὐ χρεὼ πείσματός ἐστιν,
137
οὔτ’εὐνὰς βαλέειν οὔτε πρυμνήσι’ἀνάψαι,
138
ἀλλ’ἐπικέλσαντας μεῖναι χρόνον εἰς κε ναυτέων
139
θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
140
αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
141
κρήνη ὑπὸ σπείους · περὶ δ’αἴγειροι πεφύασιν.
142
ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
143
νύκτα δι’ὀρφναίην, οὐ δὲ προυφαίνετ’ἰδέσθαι ·
144
ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖ’ἦν, οὐ δὲ σελήνη
145
οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
146
ἔνθ’οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
147
οὔτ’οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
148
εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
149
κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
150
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης ·
151
ἔνθα δ’ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
152
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
153
νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατ’αὐτήν.
154
ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
155
αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
156
αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
157
εἱλόμεθ’ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
158
βάλλομεν · αἶψα δ’ἔδωκε θεὸς μενοεικέα θήρην.
159
νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
160
ἐννέα λάγχανον αἶγες · ἐμοὶ δὲ δέκ’ἔξελον οἴῳ.
161
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
162
ἥμεθα δαινύμενοι κρέατ’ἄσπετα καὶ μέθυ ἡδύ ·
163
οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
164
ἀλλ’ἐνέην · πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
165
ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
166
Κυκλώπων δ’ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
167
καπνόντ’αὐτῶντε φθογγὴν ὀίωντε καὶ αἰγῶν.
168
ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
169
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
170
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
171
καὶ τότ’ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον ·
177
ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δ’ἑταίρους
178
αὐτούςτ’ἀμβαίνειν ἀνάτε πρυμνήσια λῦσαι.
179
οἱ δ’αἶψ’εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
180
ἑξῆς δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
181
ἀλλ’ὅτε δὴ τὸν χῶρον ἀφικόμεθ’ἐγγὺς ἐόντα,
182
ἔνθα δ’ἐπ’ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
183
ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
184
μῆλ’, ὄιέςτε καὶ αἶγες, ἰαύεσκον · περὶ δ’αὐλὴ
185
ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
186
μακρῇσίντε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
187
ἔνθα δ’ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
188
οἶος ποιμαίνεσκεν ἀπόπροθεν · οὐ δὲ μετ’ἄλλους
189
πωλεῖτ’, ἀλλ’ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
190
καὶ γὰρ θαῦμ’ἐτέτυκτο πελώριον, οὐ δὲ ἐῴκει
191
ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
192
ὑψηλῶν ὀρέων, τε φαίνεται οἶον ἀπ’ἄλλων.
193
δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
194
αὐτοῦ πὰρ νηίτε μένειν καὶ νῆα ἔρυσθαι,
195
αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκ’ἀρίστους
196
βῆν · ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
197
ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
198
ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
199
οὕνεκά μιν σὺν παιδὶ περισχόμεθ’ἠδὲ γυναικὶ
200
ἁζόμενοι · ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
201
Φοίβου Ἀπόλλωνος. δέ μοι πόρεν ἀγλαὰ δῶρα ·
202
χρυσοῦ μέν μοι ἔδωκ’ἐυεργέος ἑπτὰ τάλαντα,
203
δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
204
οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
205
ἡδὺν ἀκηράσιον, θεῖον ποτόν · οὐ δέ τις αὐτὸν
206
ἠείδη δμώων οὐ δ’ἀμφιπόλων ἐνὶ οἴκῳ,
207
ἀλλ’αὐτὸς ἄλοχόςτε φίλη ταμίητε μί’οἴη.
208
τὸν δ’ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
209
ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
210
χεῦ’, ὀδμὴ δ’ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
211
θεσπεσίη · τότ’ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
212
τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
213
κωρύκῳ · αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
214
ἄνδρ’ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
215
ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
216
καρπαλίμως δ’εἰς ἄντρον ἀφικόμεθ’, οὐ δέ μιν ἔνδον
217
εὕρομεν, ἀλλ’ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
218
ἐλθόντες δ’εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
219
ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
220
ἀρνῶν ἠδ’ἐρίφων · διακεκριμέναι δὲ ἕκασται
221
ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
222
χωρὶς δ’αὖθ’ἕρσαι. ναῖον δ’ὀρῷ ἄγγεα πάντα,
223
γαυλοίτε σκαφίδεςτε, τετυγμένα, τοῖς ἐνάμελγεν.
224
ἔνθ’ἐμὲ μὲν πρώτισθ’ἕταροι λίσσοντ’ἐπέεσσιν
225
τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
226
καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφουςτε καὶ ἄρνας
227
σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ ·
228
ἀλλ’ἐγὼ οὐ πιθόμην, τ’ἂν πολὺ κέρδιον ἦεν,
229
ὄφρ’αὐτόντε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
230
οὐ δ’ἄρ’ἔμελλ’ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
231
ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
232
τυρῶν αἰνύμενοι φάγομεν, μένομέντέ μιν ἔνδον
233
ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δ’ὄβριμον ἄχθος
234
ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
235
ἔντοσθεν δ’ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν ·
236
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ’ἐς μυχὸν ἄντρου.
237
αὐτὰρ γ’εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
238
πάντα μάλ’ὅσσ’ἤμελγε, τὰ δ’ἄρσενα λεῖπε θύρηφιν,
239
ἀρνειούςτε τράγουςτε, βαθείης ἔκτοθεν αὐλῆς.
240
αὐτὰρ ἔπειτ’ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ’ἀείρας,
241
ὄβριμον · οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ’ἄμαξαι
242
ἐσθλαὶ τετράκυκλοι ἀπ’οὔδεος ὀχλίσσειαν ·
243
τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
244
ἑζόμενος δ’ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
245
πάντα κατὰ μοῖραν, καὶ ὑπ’ἔμβρυον ἧκεν ἑκάστῃ.
246
αὐτίκα δ’ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
247
πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
248
ἥμισυ δ’αὖτ’ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
249
πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
250
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα,
251
καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δ’ἡμέας ·
256
ὣς ἔφαθ’, ἡμῖν δ’αὖτε κατεκλάσθη φίλον ἦτορ,
257
δεισάντων φθόγγοντε βαρὺν αὐτόντε πέλωρον.
258
ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον ·
272
ὣς ἐφάμην, δέ μ’αὐτίκ’ἀμείβετο νηλέι θυμῷ ·
281
ὣς φάτο πειράζων, ἐμὲ δ’οὐ λάθεν εἰδότα πολλά,
282
ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι ·
287
ὣς ἐφάμην, δέ μ’οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
288
ἀλλ’ γ’ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
289
σὺν δὲ δύω μάρψας ὥςτε σκύλακας ποτὶ γαίῃ
290
κόπτ’· ἐκ δ’ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
291
τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον ·
292
ἤσθιε δ’ὥςτε λέων ὀρεσίτροφος, οὐ δ’ἀπέλειπεν,
293
ἔγκατάτε σάρκαςτε καὶ ὀστέα μυελόεντα.
294
ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
295
σχέτλια ἔργ’ὁρόωντες, ἀμηχανίη δ’ἔχε θυμόν.
296
αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
297
ἀνδρόμεα κρέ’ἔδων καὶ ἐπ’ἄκρητον γάλα πίνων,
298
κεῖτ’ἔντοσθ’ἄντροιο τανυσσάμενος διὰ μήλων.
299
τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
300
ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
301
οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
302
χείρ’ἐπιμασσάμενος · ἕτερος δέ με θυμὸς ἔρυκεν.
303
αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθ’αἰπὺν ὄλεθρον ·
304
οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
305
χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
306
ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
307
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
308
καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
309
πάντα κατὰ μοῖραν, καὶ ὑπ’ἔμβρυον ἧκεν ἑκάστῃ.
310
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα,
311
σὺν δ’ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
312
δειπνήσας δ’ἄντρου ἐξήλασε πίονα μῆλα,
313
ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν · αὐτὰρ ἔπειτα
314
ἂψ ἐπέθηχ’, ὡς εἴτε φαρέτρῃ πῶμ’ἐπιθείη.
315
πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
316
Κύκλωψ · αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
317
εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
318
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
319
Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
320
χλωρὸν ἐλαΐνεον · τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
321
αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
322
ὅσσονθ’ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
323
φορτίδος εὐρείης, τ’ἐκπεράᾳ μέγα λαῖτμα ·
324
τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
325
τοῦ μὲν ὅσοντ’ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
326
καὶ παρέθηχ’ἑτάροισιν, ἀποξῦναι δ’ἐκέλευσα ·
327
οἱ δ’ὁμαλὸν ποίησαν · ἐγὼ δ’ἐθόωσα παραστὰς
328
ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
329
καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
330
ῥα κατὰ σπείους κέχυτο μεγάλ’ἤλιθα πολλή ·
331
αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
332
ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
333
τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
334
οἱ δ’ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
335
τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
336
ἑσπέριος δ’ἦλθεν καλλίτριχα μῆλα νομεύων.
337
αὐτίκα δ’εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
338
πάντα μάλ’, οὐ δέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
339
τι ὀισάμενος, καὶ θεὸς ὣς ἐκέλευσεν.
340
αὐτὰρ ἔπειτ’ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ’ἀείρας,
341
ἑζόμενος δ’ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
342
πάντα κατὰ μοῖραν, καὶ ὑπ’ἔμβρυον ἧκεν ἑκάστῃ.
343
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα,
344
σὺν δ’ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
345
καὶ τότ’ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
346
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο ·
353
ὣς ἐφάμην, δ’ἔδεκτο καὶ ἔκπιεν · ἥσατο δ’αἰνῶς
354
ἡδὺ ποτὸν πίνων καὶ μ’ᾔτεε δεύτερον αὖτις ·
360
ὣς φάτ’, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
361
τρὶς μὲν ἔδωκα φέρων, τρὶς δ’ἔκπιεν ἀφραδίῃσιν.
362
αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
363
καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι ·
368
ὣς ἐφάμην, δέ μ’αὐτίκ’ἀμείβετο νηλέι θυμῷ ·
371
καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
372
κεῖτ’ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
373
ᾕρει πανδαμάτωρ · φάρυγος δ’ἐξέσσυτο οἶνος
374
ψωμοίτ’ἀνδρόμεοι · δ’ἐρεύγετο οἰνοβαρείων.
375
καὶ τότ’ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
376
ἧος θερμαίνοιτο · ἔπεσσι δὲ πάντας ἑταίρους
377
θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
378
ἀλλ’ὅτε δὴ τάχ’ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
379
ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δ’αἰνῶς,
380
καὶ τότ’ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δ’ἑταῖροι
381
ἵσταντ’· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
382
οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπ’ἄκρῳ,
383
ὀφθαλμῷ ἐνέρεισαν · ἐγὼ δ’ἐφύπερθεν ἐρεισθεὶς
384
δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
385
τρυπάνῳ, οἱ δέτ’ἔνερθεν ὑποσσείουσιν ἱμάντι
386
ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
387
ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
388
δινέομεν, τὸν δ’αἷμα περίρρεε θερμὸν ἐόντα.
389
πάντα δέ οἱ βλέφαρ’ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
390
γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
391
ὡς δ’ὅτ’ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
392
εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
393
φαρμάσσων · τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
394
ὣς τοῦ σίζ’ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
395
σμερδαλέον δὲ μέγ’ᾤμωξεν, περὶ δ’ἴαχε πέτρη,
396
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ’· αὐτὰρ μοχλὸν
397
ἐξέρυσ’ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
398
τὸν μὲν ἔπειτ’ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
399
αὐτὰρ Κύκλωπας μεγάλ’ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
400
ᾤκεον ἐν σπήεσσι δι’ἄκριας ἠνεμοέσσας.
401
οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
402
ἱστάμενοι δ’εἴροντο περὶ σπέος ὅττι κήδοι ·
407
τοὺς δ’αὖτ’ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος ·
409
οἱ δ’ἀπαμειβόμενοι ἔπεα πτερόεντ’ἀγόρευον ·
413
ὣς ἄρ’ἔφαν ἀπιόντες, ἐμὸν δ’ἐγέλασσε φίλον κῆρ,
414
ὡς ὄνομ’ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
415
Κύκλωψ δὲ στενάχωντε καὶ ὠδίνων ὀδύνῃσι
416
χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
417
αὐτὸς δ’εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
418
εἴ τινά που μετ’ὄεσσι λάβοι στείχοντα θύραζε ·
419
οὕτω γάρ πού μ’ἤλπετ’ἐνὶ φρεσὶ νήπιον εἶναι.
420
αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχ’ἄριστα γένοιτο,
421
εἴ τιν’ἑταίροισιν θανάτου λύσιν ἠδ’ἐμοὶ αὐτῷ
422
εὑροίμην · πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
423
ὥςτε περὶ ψυχῆς · μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
424
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
425
ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
426
καλοίτε μεγάλοιτε, ἰοδνεφὲς εἶρος ἔχοντες ·
427
τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
428
τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
429
σύντρεις αἰνύμενος · μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
430
τὼ δ’ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
431
τρεῖς δὲ ἕκαστον φῶτ’ὄιες φέρον · αὐτὰρ ἐγώ γε
432
ἀρνειὸς γὰρ ἔην μήλων ὄχ’ἄριστος ἁπάντων,
433
τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρ’ἐλυσθεὶς
434
κείμην · αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
435
νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
436
ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
437
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
438
καὶ τότ’ἔπειτα νομόνδ’ἐξέσσυτο ἄρσενα μῆλα,
439
θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς ·
440
οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δ’ὀδύνῃσι κακῇσι
441
τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
442
ὀρθῶν ἑσταότων · τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
443
ὥς οἱ ὑπ’εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
444
ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
445
λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
446
τὸν δ’ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος ·
461
ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
462
ἐλθόντες δ’ἠβαιὸν ἀπὸ σπείουςτε καὶ αὐλῆς
463
πρῶτος ὑπ’ἀρνειοῦ λυόμην, ὑπέλυσα δ’ἑταίρους.
464
καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
465
πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρ’ἐπὶ νῆα
466
ἱκόμεθ’. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
467
οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
468
ἀλλ’ἐγὼ οὐκ εἴων, ἀνὰ δ’ὀφρύσι νεῦον ἑκάστῳ,
469
κλαίειν, ἀλλ’ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
470
πόλλ’ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
471
οἱ δ’αἶψ’εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
472
ἑξῆς δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
473
ἀλλ’ὅτε τόσσον ἀπῆν, ὅσσοντε γέγωνε βοήσας,
474
καὶ τότ’ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι ·
480
ὣς ἐφάμην, δ’ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
481
ἧκε δ’ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
482
κὰδ δ’ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
483
τυτθόν, ἐδεύησεν δ’οἰήιον ἄκρον ἱκέσθαι,
484
ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης ·
485
τὴν δ’αἶψ’ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
486
πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
487
αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
488
ὦσα παρέξ, ἑτάροισι δ’ἐποτρύνας ἐκέλευσα
489
ἐμβαλέειν κώπῃς, ἵν’ὑπὲκ κακότητα φύγοιμεν,
490
κρατὶ κατανεύων · οἱ δὲ προπεσόντες ἔρεσσον.
491
ἀλλ’ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
492
καὶ τότε δὴ Κύκλωπα προσηύδων · ἀμφὶ δ’ἑταῖροι
493
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος ·
500
ὣς φάσαν, ἀλλ’οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
501
ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ ·
506
ὣς ἐφάμην, δέ μ’οἰμώξας ἠμείβετο μύθῳ ·
522
ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
526
ὣς ἐφάμην, δ’ἔπειτα Ποσειδάωνι ἄνακτι
527
εὔχετο χεῖρ’ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα ·
536
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε κυανοχαίτης.
537
αὐτὰρ γ’ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
538
ἧκ’ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν’ἀπέλεθρον,
539
κὰδ’δ’ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
540
τυτθόν, ἐδεύησεν δ’οἰήιον ἄκρον ἱκέσθαι.
541
ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης ·
542
τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
543
ἀλλ’ὅτε δὴ τὴν νῆσον ἀφικόμεθ’, ἔνθα περ ἄλλαι
544
νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δ’ἑταῖροι
545
ἥατ’ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
546
νῆα μὲν ἔνθ’ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
547
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
548
μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
549
δασσάμεθ’, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
550
ἀρνειὸν δ’ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
551
μήλων δαιομένων δόσαν ἔξοχα · τὸν δ’ἐπὶ θινὶ
552
Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
553
ῥέξας μηρί’ἔκαιον · δ’οὐκ ἐμπάζετο ἱρῶν,
554
ἀλλ’ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
555
νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
556
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
557
ἥμεθα δαινύμενοι κρέατ’ἄσπετα καὶ μέθυ ἡδύ ·
558
ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
559
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
560
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
561
δὴ τότ’ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
562
αὐτούςτ’ἀμβαίνειν ἀνάτε πρυμνήσια λῦσαι ·
563
οἱ δ’αἶψ’εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
564
ἑξῆς δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
565
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
566
ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.