Odyssey, Book 15 (Ο)
ἡ δ’εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
2ᾤχετ’, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
3νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
4εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
5εὕδοντ’ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
6ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ ·
7Τηλέμαχον δ’οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ’ἐνὶ θυμῷ
8νύκτα δι’ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
9ἀγχοῦ δ’ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη ·
1043Τηλέμαχ’, οὐκέτι καλὰ δόμων ἄπο τῆλ’ἀλάλησαι,11κτήματάτε προλιπὼν ἄνδραςτ’ἐν σοῖσι δόμοισιν12οὕτω ὑπερφιάλους · μή τοι κατὰ πάντα φάγωσι13κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.14ἀλλ’ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον15πεμπέμεν, ὄφρ’ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.16ἤδη γάρ ῥα πατήρτε κασίγνητοίτε κέλονται17Εὐρυμάχῳ γήμασθαι · ὁ γὰρ περιβάλλει ἅπαντας18μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα ·19μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.20οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός ·21κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,22παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο23οὐκέτι μέμνηται τεθνηκότος οὐ δὲ μεταλλᾷ.24ἀλλὰ σύ γ’ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα25δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,26εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.27ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.28μνηστήρων σ’ἐπιτηδὲς ἀριστῆες λοχόωσιν29ἐν πορθμῷ Ἰθάκηςτε Σάμοιότε παιπαλοέσσης.30ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.31ἀλλὰ τά γ’οὐκ ὀΐω · πρὶν καί τινα γαῖα καθέξει32ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.33ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,34νυκτὶ δ’ὁμῶς πλείειν · πέμψει δέ τοι οὖρον ὄπισθεν35ἀθανάτων ὅς τίς σε φυλάσσειτε ῥύεταίτε.36αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,37νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,38αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,39ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.40ἔνθα δὲ νύκτ’ἀέσαι · τὸν δ’ὀτρῦναι πόλιν εἴσω41ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,42οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
ἡ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
44αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
45λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν ·
4648ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους47ζεῦξον ὑφ’ἅρματ’ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
τὸν δ’αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα ·
4956Τηλέμαχ’, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο50νύκτα διὰ δνοφερὴν ἐλάαν · τάχα δ’ἔσσεται ἠώς.51ἀλλὰ μέν’εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ52ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,53καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.54τοῦ γάρτε ξεῖνος μιμνήσκεται ἤματα πάντα55ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
ὣς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
57ἀγχίμολον δέ σφ’ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
58ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
59τὸν δ’ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
60σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
61δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετ’ὤμοις
62ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
63Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο ·
6467Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,65ἤδη νῦν μ’ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν ·66ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ’ἱκέσθαι.
τὸν δ’ἠμείβετ’ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ·
6886Τηλέμαχ’, οὔ τί σ’ἐγώ γε πολὺν χρόνον ἐνθάδ’ἐρύξω69ἱέμενον νόστοιο · νεμεσσῶμαι δὲ καὶ ἄλλῳ70ἀνδρὶ ξεινοδόκῳ, ὅς κ’ἔξοχα μὲν φιλέῃσιν,71ἔξοχα δ’ἐχθαίρῃσιν · ἀμείνω δ’αἴσιμα πάντα.72ἶσόν τοι κακόν ἐσθ’, ὅςτ’οὐκ ἐθέλοντα νέεσθαι73ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.74χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.75ἀλλὰ μέν’εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω76καλά, σὺ δ’ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ77δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.78ἀμφότερον, κῦδόςτε καὶ ἀγλαΐη καὶ ὄνειαρ,79δειπνήσαντας ἴμεν πολλὴν ἐπ’ἀπείρονα γαῖαν.80εἰ δ’ἐθέλεις τραφθῆναι ἀν’Ἑλλάδα καὶ μέσον Ἄργος,81ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,82ἄστεα δ’ἀνθρώπων ἡγήσομαι · οὐ δέ τις ἡμέας83αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,84ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,85ἠὲ δύ’ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
8792Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,88βούλομαι ἤδη νεῖσθαι ἐφ’ἡμέτερ’· οὐ γὰρ ὄπισθεν89οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν ·90μὴ πατέρ’ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,91ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
93αὐτίκ’ἄρ’ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
94δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
95ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
96ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ’αὐτοῦ ·
97τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
98ὀπτῆσαίτε κρεῶν · ὁ δ’ἄρ’οὐκ ἀπίθησεν ἀκούσας.
99αὐτὸς δ’ἐς θάλαμον κατεβήσετο κηώεντα,
100οὐκ οἶος, ἅμα τῷ γ’Ἑλένη κίε καὶ Μεγαπένθης.
101ἀλλ’ὅτε δή ῥ’ἵκανον ὅθι κειμήλια κεῖτο,
102Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
103υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε’ἄνωγεν
104ἀργύρεον · Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
105ἔνθ’ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
106τῶν ἕν’ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
107ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
108ἀστὴρ δ’ὣς ἀπέλαμπεν · ἔκειτο δὲ νείατος ἄλλων.
109βὰν δ’ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
110Τηλέμαχον · τὸν δὲ προσέφη ξανθὸς Μενέλαος ·
111120Τηλέμαχ’, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,112ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.113δώρων δ’, ὅσσ’ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,114δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.115δώσω τοι κρητῆρα τετυγμένον · ἀργύρεος δὲ116ἐστὶν ἅπας, χρυσῷ δ’ἐπὶ χείλεα κεκράανται,117ἔργον δ’Ἡφαίστοιο · πόρεν δέ ἑ Φαίδιμος ἥρως,118Σιδονίων βασιλεύς, ὅθ’ἑὸς δόμος ἀμφεκάλυψε119κεῖσέ με νοστήσαντα · τεῒν δ’ἐθέλω τόδ’ὀπάσσαι.
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
121ἥρως Ἀτρεΐδης · ὁ δ’ἄρα κρητῆρα φαεινὸν
122θῆκ’αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
123ἀργύρεον · Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
124πέπλον ἔχουσ’ἐν χερσίν, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
125130δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,126μνῆμ’Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,127σῇ ἀλόχῳ φορέειν · τῆος δὲ φίλῃ παρὰ μητρὶ128κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο129οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
ὣς εἰποῦσ’ἐν χερσὶ τίθει, ὁ δ’ἐδέξατο χαίρων.
131καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
132δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ ·
133τοὺς δ’ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
134ἑζέσθην δ’ἄρ’ἔπειτα κατὰ κλισμούςτε θρόνουςτε.
135χέρνιβα δ’ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
136καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
137νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
138σῖτον δ’αἰδοίη ταμίη παρέθηκε φέρουσα ·
139εἴδατα πόλλ’ἐπιθεῖσα, χαριζομένη παρεόντων ·
140πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας ·
141οἰνοχόει δ’υἱὸς Μενελάου κυδαλίμοιο.
142οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
143αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
144δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
145ἵππουςτε ζεύγνυντ’ἀνάθ’ἅρματα ποικίλ’ἔβαινον,
146ἐκ δ’ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
147τοὺς δὲ μετ’Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
148οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
149ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
150στῆ δ’ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα ·
151154χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν152εἰπεῖν · ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,153ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
155160καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,156πάντα τάδ’ἐλθόντες καταλέξομεν · αἲ γὰρ ἐγὼν ὣς157νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆ’ἐνὶ οἴκῳ,158εἴποιμ’ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης159ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
161αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
162ἥμερον ἐξ αὐλῆς · οἱ δ’ἰΰζοντες ἕποντο
163ἀνέρες ἠδὲ γυναῖκες · ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
164δεξιὸς ἤϊξε πρόσθ’ἵππων · οἱ δὲ ἰδόντες
165γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
166τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων ·
167169φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,168ἢ νῶϊν τόδ’ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
ὣς φάτο, μερμήριξε δ’ἀρηΐφιλος Μενέλαος,
170ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
171τὸν δ’Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον ·
172179κλῦτέ μευ · αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ173ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.174ὡς ὅδε χῆν’ἥρπαξ’ἀτιταλλομένην ἐνὶ οἴκῳ175ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεήτε τόκοςτε,176ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ’ἐπαληθεὶς177οἴκαδε νοστήσει καὶ τίσεται · ἠὲ καὶ ἤδη178οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
180182οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης ·181τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
ἦ καὶ ἐφ’ἵπποιϊν μάστιν βάλεν · οἱ δὲ μάλ’ὦκα
183ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
184οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
185δύσετότ’ἠέλιος σκιόωντότε πᾶσαι ἀγυιαί ·
186ἐς Φηρὰς δ’ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
187υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
188ἔνθα δὲ νύκτ’ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
189ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
190ἵππουςτε ζεύγνυντ’ἀνάθ’ἅρματα ποικίλ’ἔβαινον,
191ἐκ δ’ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου ·
192μάστιξεν δ’ἐλάαν, τὼ δ’οὐκ ἄκοντε πετέσθην.
193αἶψα δ’ἔπειθ’ἵκοντο Πύλου αἰπὺ πτολίεθρον ·
194καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν ·
195202Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας196μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ’εἶναι197ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν ·198ἥδε δ’ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.199μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπ’αὐτοῦ,200μή μ’ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ201ἱέμενος φιλέειν · ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
ὣς φάτο, Νεστορίδης δ’ἄρ’ἑῷ συμφράσσατο θυμῷ,
203ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
204ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ·
205στρέψ’ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
206νηῒ δ’ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
207ἐσθῆτα χρυσόντε, τά οἱ Μενέλαος ἔδωκε ·
208καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα ·
209215σπουδῇ νῦν ἀνάβαινε κέλευέτε πάντας ἑταίρους,210πρὶν ἐμὲ οἴκαδ’ἱκέσθαι ἀπαγγεῖλαίτε γέροντι.211εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν ·212οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,213ἀλλ’αὐτὸς καλέων δεῦρ’εἴσεται, οὐ δέ ἕ φημι214ἂψ ἰέναι κενεόν · μάλα γὰρ κεχολώσεται ἔμπης.
ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
216ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δ’ἄρα δώμαθ’ἵκανε.
217Τηλέμαχος δ’ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν ·
218220ἐγκοσμεῖτε τὰ τεύχε’, ἑταῖροι, νηῒ μελαίνῃ,219αὐτοίτ’ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
ὣς ἔφαθ’, οἱ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ἐπίθοντο,
221αἶψα δ’ἄρ’εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
222ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δ’Ἀθήνῃ
223νηῒ πάρα πρυμνῇ · σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
224τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
225μάντις · ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
226ὃς πρὶν μέν ποτ’ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
227ἀφνειὸς Πυλίοισι μέγ’ἔξοχα δώματα ναίων ·
228δὴ τότε γ’ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
229Νηλέατε μεγάθυμον, ἀγαυότατον ζωόντων,
230ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
231εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
232δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρ’ἄλγεα πάσχων
233εἵνεκα Νηλῆος κούρης ἄτηςτε βαρείης,
234τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
235ἀλλ’ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
236ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
237ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
238ἠγάγετο πρὸς δώμαθ’. ὁ δ’ἄλλων ἵκετο δῆμον,
239Ἄργος ἐς ἱππόβοτον · τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
240ναιέμεναι πολλοῖσιν ἀνάσσοντ’Ἀργείοισιν
241ἔνθα δ’ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
242γείνατο δ’Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
243Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
244αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
245ὃν περὶ κῆρι φίλει Ζεύςτ’αἰγίοχος καὶ Ἀπόλλων
246παντοίην φιλότητ’· οὐ δ’ἵκετο γήραος οὐδόν,
247ἀλλ’ὄλετ’ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
248τοῦ δ’υἱεῖς ἐγένοντ’Ἀλκμαίων Ἀμφίλοχόςτε.
249Μάντιος αὖ τέκετο Πολυφείδεάτε Κλεῖτόντε ·
250ἀλλ’ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
251κάλλεος εἵνεκα οἷο, ἵν’ἀθανάτοισι μετείη ·
252αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
253θῆκε βροτῶν ὄχ’ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος ·
254ὅς ῥ’Ὑπερησίηνδ’ἀπενάσσατο πατρὶ χολωθείς,
255ἔνθ’ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
256τοῦ μὲν ἄρ’υἱὸς ἐπῆλθε, Θεοκλύμενος δ’ὄνομ’ἦεν,
257ὃς τότε Τηλεμάχου πέλας ἵστατο · τὸν δ’ἐκίχανεν
258σπένδοντ’εὐχόμενόντε θοῇ παρὰ νηῒ μελαίνῃ,
259καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
260265ὦ φίλ’, ἐπεί σε θύοντα κιχάνω τῷδ’ἐνὶ χώρῳ,261λίσσομ’ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα262σῆςτ’αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,263εἰπέ μοι εἰρομένῳ νημερτέα μη δ’ἐπικεύσῃς ·264τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
266271τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ἀτρεκέως ἀγορεύσω.267ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,268εἴ ποτ’ἔην · νῦν δ’ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.269το- τοὔνεκα νῦν ἑτάρουςτε λαβὼν καὶ νῆα μέλαιναν270ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
τὸν δ’αὖτε προσέειπε Θεοκλύμενος θεοειδής ·
272279οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς273ἔμφυλον · πολλοὶ δὲ κασίγνητοίτε ἔταιτε274Ἄργος ἀν’ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.275τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν276φεύγω, ἐπεί νύ μοι αἶσα κατ’ἀνθρώπους ἀλάλησθαι.277ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,278μή με κατακτείνωσι · διωκέμεναι γὰρ ὀΐω.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
280282οὐ μὲν δή σ’ἐθέλοντά γ’ἀπώσω νηὸς ἐΐσης,281ἀλλ’ἕπευ · αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κ’ἔχωμεν.
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
283καὶ τό γ’ἐπ’ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης ·
284ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
285ἐν πρύμνῃ δ’ἄρ’ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
286εἷσε Θεοκλύμενον · τοὶ δὲ πρυμνήσι’ἔλυσαν.
287Τηλέμαχος δ’ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
288ὅπλων ἅπτεσθαι · τοὶ δ’ἐσσυμένως ἐπίθοντο.
289ἱστὸν δ’εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
290στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
291ἕλκον δ’ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
292τοῖσιν δ’ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
293λάβρον ἐπαιγίζοντα δι’αἰθέρος, ὄφρα τάχιστα
294νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
295βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
296δύσετότ’ἠέλιος σκιόωντότε πᾶσαι ἀγυιαί ·
297ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
298ἠδὲ παρ’Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
299ἔνθεν δ’αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
300ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
301τὼ δ’αὖτ’ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
302δορπείτην · παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
303αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
304τοῖς δ’Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
305ἤ μιν ἔτ’ἐνδυκέως φιλέοι μεῖναίτε κελεύοι
306αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε ·
307325κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι ·308ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι309πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.310ἀλλά μοι εὖθ’ὑπόθευ καὶ ἅμ’ἡγεμόν’ἐσθλὸν ὄπασσον311ὅς κέ με κεῖσ’ἀγάγῃ · κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ312πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.313καί κ’ἐλθὼν πρὸς δώματ’Ὀδυσσῆος θείοιο314ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,315καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,316εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί’ἔχοντες.317αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσ’ἐθέλοιεν.318ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·319Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥάτε πάντων320ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,321δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,322πῦρτ’εὖ νηῆσαι διάτε ξύλα δανὰ κεάσσαι,323δαιτρεῦσαίτε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,324οἷάτε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
τὸν δὲ μέγ’ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα ·
326340ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα327ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθ’ὀλέσθαι.328εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,329τῶν ὕβριςτε βίητε σιδήρεον οὐρανὸν ἵκει.330οὔ τοι τοιοίδ’εἰσὶν ὑποδρηστῆρες ἐκείνων,331ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,332αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,333οἵ σφιν ὑποδρώωσιν · ἐΰξεστοι δὲ τράπεζαι334σίτου καὶ κρειῶν ἠδ’οἴνου βεβρίθασιν.335ἀλλὰ μέν’· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,336οὔτ’ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.337αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,338κεῖνός σε χλαῖνάντε χιτῶνάτε εἵματα ἕσσει,339πέμψει δ’ὅππη σε κραδίη θυμόςτε κελεύει.
τὸν δ’ἠμείβετ’ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς ·
341351αἴθ’οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο342ὡς ἐμοί, ὅττι μ’ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.343πλαγκτοσύνης δ’οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν ·344ἀλλ’ἕνεκ’οὐλομένης γαστρὸς κακὰ κήδε’ἔχουσιν345ἀνέρες, ὅν τιν’ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.346νῦν δ’ἐπεὶ ἰσχανάᾳς μεῖναιτέ με κεῖνον ἄνωγας,347εἴπ’ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο348πατρόςθ’, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,349ἤ που ἔτι ζώουσιν ὑπ’αὐγὰς ἠελίοιο,350ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
τὸν δ’αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν ·
352380τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ἀτρεκέως ἀγορεύσω.353Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ’εὔχεται αἰεὶ354θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν ·355ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο356κουριδίηςτ’ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα357ἤκαχ’ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.358ἡ δ’ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,359λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε360ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.361ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,362τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,363οὕνεκά μ’αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,364θυγατέρ’ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων ·365τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ’ἧσσον ἐτίμα.366αὐτὰρ ἐπεί ῥ’ἥβην πολυήρατον ἱκόμεθ’ἄμφω,367τὴν μὲν ἔπειτα Σάμηνδ’ἔδοσαν καὶ μυρί’ἕλοντο,368αὐτὰρ ἐμὲ χλαῖνάντε χιτῶνάτε εἵματ’ἐκείνη369καλὰ μάλ’ἀμφιέσασα, ποσὶν δ’ὑποδήματα δοῦσα370ἀγρόνδε προΐαλλε · φίλει δέ με κηρόθι μᾶλλον.371νῦν δ’ἤδη τούτων ἐπιδεύομαι · ἀλλά μοι αὐτῷ372ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω ·373τῶν ἔφαγόντ’ἔπιόντε καὶ αἰδοίοισιν ἔδωκα.374ἐκ δ’ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι375οὔτ’ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,376ἄνδρες ὑπερφίαλοι · μέγα δὲ δμῶες χατέουσιν377ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι378καὶ φαγέμεν πιέμεντε, ἔπειτα δὲ καί τι φέρεσθαι379ἀγρόνδ’, οἷάτε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
381389ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,382πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.383ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,384ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,385ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,386ἦ σέ γε μουνωθέντα παρ’οἴεσιν ἢ παρὰ βουσὶν387ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ’ἐπέρασσαν388τοῦδ’ἀνδρὸς πρὸς δώμαθ’, ὁ δ’ἄξιον ὦνον ἔδωκε.
τὸν δ’αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν ·
390485ξεῖν’, ἐπεὶ ἂρ δὴ ταῦτά μ’ἀνείρεαι ἠδὲ μεταλλᾷς,391σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέτε οἶνον392ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι · ἔστι μὲν εὕδειν,393ἔστι δὲ τερπομένοισιν ἀκούειν · οὐ δέ τί σε χρή,394πρὶν ὥρη, καταλέχθαι · ἀνίη καὶ πολὺς ὕπνος.395τῶν δ’ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,396εὑδέτω ἐξελθών · ἅμα δ’ἠοῖ φαινομένηφι397δειπνήσας ἅμ’ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.398νῶϊ δ’ἐνὶ κλισίῃ πίνοντέτε δαινυμένωτε399κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,400μνωομένω · μετὰ γάρτε καὶ ἄλγεσι τέρπεται ἀνήρ,401ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ’ἐπαληθῇ.402τοῦτο δέ τοι ἐρέω ὅ μ’ἀνείρεαι ἠδὲ μεταλλᾷς.403νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,404Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,405οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ’ἀγαθὴ μέν,406εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.407πείνη δ’οὔ ποτε δῆμον ἐσέρχεται, οὐ δέ τις ἄλλη408νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν ·409ἀλλ’ὅτε γηράσκωσι πόλιν κάτα φῦλ’ἀνθρώπων,410ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν411οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.412ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται ·413τῇσιν δ’ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,414Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.415ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,416τρῶκται, μυρί’ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.417ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ’ἐνὶ οἴκῳ,418καλήτε μεγάλητε καὶ ἀγλαὰ ἔργα ἰδυῖα ·419τὴν δ’ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.420πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ421εὐνῇ καὶ φιλότητι, τάτε φρένας ἠπεροπεύει422θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ’εὐεργὸς ἔῃσιν.423εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι ·424ἡ δὲ μάλ’αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ ·430τὴν δ’αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη ·434τὸν δ’αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ ·437ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.438αὐτὰρ ἐπεί ῥ’ὄμοσάντε τελεύτησάντε τὸν ὅρκον,439τοῖς δ’αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ ·454ἡ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη πρὸς δώματα καλά,455οἱ δ’ἐνιαυτὸν ἅπαντα παρ’ἡμῖν αὖθι μένοντες456ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.457ἀλλ’ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,458καὶ τότ’ἄρ’ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.459ἤλυθ’ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς460χρύσεον ὅρμον ἔχων, μετὰ δ’ἠλέκτροισιν ἔερτο.461τὸν μὲν ἄρ’ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ462χερσίντ’ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,463ὦνον ὑπισχόμεναι · ὁ δὲ τῇ κατένευσε σιωπῇ.464ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,465ἡ δ’ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.466εὗρε δ’ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας467ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ’ἀμφεπένοντο.468οἱ μὲν ἄρ’ἐς θῶκον πρόμολον, δήμοιότε φῆμιν,469ἡ δ’αἶψα τρί’ἄλεισα κατακρύψασ’ὑπὸ κόλπῳ470ἔκφερεν · αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.471δύσετότ’ἠέλιος, σκιόωντότε πᾶσαι ἀγυιαί ·472ἡμεῖς δ’ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,473ἔνθ’ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.474οἱ μὲν ἔπειτ’ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,475νὼ ἀναβησάμενοι · ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.476ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκταςτε καὶ ἦμαρ ·477ἀλλ’ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,478τὴν μὲν ἔπειτα γυναῖκα βάλ’Ἄρτεμις ἰοχέαιρα,479ἄντλῳ δ’ἐνδούπησε πεσοῦσ’ὡς εἰναλίη κήξ.480καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι481ἔκβαλον · αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ ·482τοὺς δ’Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμόςτε καὶ ὕδωρ,483ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.484οὕτω τήνδετε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
τὸν δ’αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ ·
486493Εὔμαι’, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας487ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.488ἀλλ’ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε489Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ’ἀφίκεο πολλὰ μογήσας490ἠπίου, ὃς δή τοι παρέχει βρῶσίντε πόσιντε491ἐνδυκέως, ζώεις δ’ἀγαθὸν βίον · αὐτὰρ ἐγώ γε492πολλὰ βροτῶν ἐπὶ ἄστε’ἀλώμενος ἐνθάδ’ἱκάνω.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
494καδδραθέτην δ’οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα ·
495αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δ’ἐπὶ χέρσου
496Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ’ἕλον ἱστὸν
497καρπαλίμως, τὴν δ’εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς ·
498ἐκ δ’εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι’ἔδησαν ·
499ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
500δεῖπνόντ’ἐντύνοντο κερῶντότε αἴθοπα οἶνον.
501αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
502τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων ·
503508ὑμεῖς μὲν νῦν ἄστυδ’ἐλαύνετε νῆα μέλαιναν,504αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας ·505ἑσπέριος δ’εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.506ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,507δαῖτ’ἀγαθὴν κρειῶντε καὶ οἴνου ἡδυπότοιο.
τὸν δ’αὖτε προσέειπε Θεοκλύμενος θεοειδής ·
509512πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθ’ἵκωμαι510ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;511ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
513525ἄλλως μέν σ’ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην514ἔρχεσθ’· οὐ γάρ τι ξενίων ποθή · ἀλλὰ σοὶ αὐτῷ515χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐ δέ σε μήτηρ516ὄψεται · οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ’ἐνὶ οἴκῳ517φαίνεται, ἀλλ’ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.518ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,519Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,520τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι ·521καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέντε μάλιστα522μητέρ’ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.523ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,524εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
526κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος · ἐν δὲ πόδεσσι
527τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
528μεσσηγὺς νηόςτε καὶ αὐτοῦ Τηλεμάχοιο.
529τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
530ἔντ’ἄρα οἱ φῦ χειρὶ ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
531535Τηλέμαχ’, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις532ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.533ὑμετέρου δ’οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο534ἐν δήμῳ Ἰθάκης, ἀλλ’ὑμεῖς καρτεροὶ αἰεί.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
536539αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη ·537τῷ κε τάχα γνοίης φιλότητάτε πολλάτε δῶρα538ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον ·
540544Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα541πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ’ἕποντο ·542καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν543ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
τὸν δ’αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα ·
545547Τηλέμαχ’, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,546τόνδετ’ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ’ἑταίρους
548αὐτούςτ’ἀμβαίνειν ἀνάτε πρυμνήσια λῦσαι.
549οἱ δ’αἶψ’εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
550Τηλέμαχος δ’ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
551εἵλετο δ’ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
552νηὸς ἀπ’ἰκριόφιν · τοὶ δὲ πρυμνήσι’ἔλυσαν.
553οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
554Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο ·
555τὸν δ’ὦκα προβιβάντα πόδες φέρον, ὄφρ’ἵκετ’αὐλήν,
556ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
557ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς.