Homer

Odyssey, Book 18 (Σ)

1
ἦλθε δ’ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
2
πτωχεύεσκ’Ἰθάκης, μετὰ δ’ἔπρεπε γαστέρι μάργῃ
3
ἀζηχὲς φαγέμεν καὶ πιέμεν · οὐ δέ οἱ ἦν ἲς
4
οὐ δὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
5
Ἀρναῖος δ’ὄνομ’ἔσκε · τὸ γὰρ θέτο πότνια μήτηρ
6
ἐκ γενετῆς · Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
7
οὕνεκ’ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι ·
8
ὅς ῥ’ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
9
καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα ·
10
εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
11
οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
12
ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ’αἰσχύνομαι ἔμπης.
13
ἀλλ’ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
14
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
15
δαιμόνι’, οὔτε τί σε ῥέζω κακὸν οὔτ’ἀγορεύω,
16
οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ’ἀνελόντα.
17
οὐδὸς δ’ἀμφοτέρους ὅδε χείσεται, οὐ δέ τί σε χρὴ
18
ἀλλοτρίων φθονέειν · δοκέεις δέ μοι εἶναι ἀλήτης
19
ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
20
χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
21
μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
22
αἵματος · ἡσυχίη δ’ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ’εἴη
23
αὔριον · οὐ μὲν γάρ τί σ’ὑποστρέψεσθαι ὀΐω
24
δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
25
τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης ·
26
πόποι, ὡς μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
27
γρηῒ καμινοῖ ἶσος · ὃν ἂν κακὰ μητισαίμην
28
κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
29
γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
30
ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
31
μαρναμένους · πῶς δ’ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
32
ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
33
οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
34
τοῖϊν δὲ ξυνέηχ’ἱερὸν μένος Ἀντινόοιο,
35
ἡδὺ δ’ἄρ’ἐκγελάσας μετεφώνει μνηστήρεσσιν ·
36
φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
37
οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
38
ξεῖνόςτε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
39
χερσὶ μαχέσσασθαι · ἀλλὰ ξυνελάσσομεν ὦκα.
40
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀνήϊξαν γελόωντες,
41
ἀμφὶ δ’ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
42
τοῖσιν δ’Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός ·
43
κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
44
γαστέρες αἵδ’αἰγῶν κέατ’ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
45
κατθέμεθα κνίσηςτε καὶ αἵματος ἐμπλήσαντες ·
46
ὁππότερος δέ κε νικήσῃ κρείσσωντε γένηται,
47
τάων ἥν κ’ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω ·
48
αἰεὶ αὖθ’ἡμῖν μεταδαίσεται, οὐ δέ τιν’ἄλλον
49
πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
50
ὣς ἔφατ’Ἀντίνοος, τοῖσιν δ’ἐπιήνδανε μῦθος.
51
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς ·
52
φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
53
ἄνδρα γέροντα, δύῃ ἀρημένον · ἀλλά με γαστὴρ
54
ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
55
ἀλλ’ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
56
μή τις ἐπ’Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
57
πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
58
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
59
αὐτὰρ ἐπεί ῥ’ὄμοσάντε τελεύτησάντε τὸν ὅρκον,
60
τοῖς δ’αὖτις μετέειφ’ἱερὴ ἲς Τηλεμάχοιο ·
61
ξεῖν’, εἴ σ’ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
62
τοῦτον ἀλέξασθαι, τῶν δ’ἄλλων μή τιν’Ἀχαιῶν
63
δείδιθ’, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ ·
64
ξεινοδόκος μὲν ἐγών, ἐπὶ δ’αἰνεῖτον βασιλῆες,
65
Ἀντίνοόςτε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
66
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐπῄνεον · αὐτὰρ Ὀδυσσεὺς
67
ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
68
καλούςτε μεγάλουςτε, φάνεν δέ οἱ εὐρέες ὦμοι
69
στήθεάτε στιβαροίτε βραχίονες · αὐτὰρ Ἀθήνη
70
ἄγχι παρισταμένη μέλε’ἤλδανε ποιμένι λαῶν.
71
μνηστῆρες δ’ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο ·
72
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
73
τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
74
οἵην ἐκ ῥακέων γέρων ἐπιγουνίδα φαίνει.
75
ὣς ἄρ’ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
76
ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
77
δειδιότα · σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
78
Ἀντίνοος δ’ἐνένιπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
79
νῦν μὲν μήτ’εἴης, βουγάϊε, μήτε γένοιο,
80
εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
81
ἄνδρα γέροντα, δύῃ ἀρημένον, μιν ἱκάνει.
82
ἀλλ’ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
83
αἴ κέν σ’οὗτος νικήσῃ κρείσσωντε γένηται,
84
πέμψω σ’ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
85
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
86
ὅς κ’ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
87
μήδεάτ’ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
88
ὣς φάτο, τῷ δ’ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
89
ἐς μέσσον δ’ἄναγον · τὼ δ’ἄμφω χεῖρας ἀνέσχον.
90
δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
91
ἐλάσει’ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
92
ἦέ μιν ἦκ’ἐλάσειε τανύσσειέντ’ἐπὶ γαίῃ.
93
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
94
ἦκ’ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατ’Ἀχαιοί.
95
δὴ τότ’ἀνασχομένω μὲν ἤλασε δεξιὸν ὦμον
96
Ἶρος, δ’αὐχέν’ἔλασσεν ὑπ’οὔατος, ὀστέα δ’εἴσω
97
ἔθλασεν · αὐτίκα δ’ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
98
κὰδ δ’ἔπεσ’ἐν κονίῃσι μακών, σὺν δ’ἤλασ’ὀδόντας
99
λακτίζων ποσὶ γαῖαν · ἀτὰρ μνηστῆρες ἀγαυοὶ
100
χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
101
ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρ’ἵκετ’αὐλήν,
102
αἰθούσηςτε θύρας · καί μιν ποτὶ ἑρκίον αὐλῆς
103
εἷσεν ἀνακλίνας · σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
104
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
105
ἐνταυθοῖ νῦν ἧσο σύαςτε κύναςτ’ἀπερύκων,
106
μη δὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
107
λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
108
ῥα καὶ ἀμφ’ὤμοισιν ἀεικέα βάλλετο πήρην,
109
πυκνὰ ῥωγαλέην · ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
110
ἂψ δ’ γ’ἐπ’οὐδὸν ἰὼν κατ’ἄρ’ἕζετο · τοὶ δ’ἴσαν εἴσω
111
ἡδὺ γελώοντες καὶ δεικανόωντ’ἐπέεσσι ·
112
Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
113
ὅττι μάλιστ’ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
114
ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
115
ἐν δήμῳ · τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
116
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
117
ὣς ἄρ’ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
118
Ἀντίνοος δ’ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
119
ἐμπλείην κνίσηςτε καὶ αἵματος · Ἀμφίνομος δὲ
120
ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
121
καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέντε ·
122
χαῖρε, πάτερ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
123
ὄλβος · ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
124
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
125
Ἀμφίνομ’, μάλα μοι δοκέεις πεπνυμένος εἶναι ·
126
τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
127
Νῖσον Δουλιχιῆα ἐΰντ’ἔμεν ἀφνειόντε ·
128
τοῦ σ’ἔκ φασι γενέσθαι, ἐπητῇ δ’ἀνδρὶ ἔοικας.
129
τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·
130
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
131
πάντων ὅσσατε γαῖαν ἔπι πνείειτε καὶ ἕρπει.
132
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
133
ὄφρ’ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ’ὀρώρῃ ·
134
ἀλλ’ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
135
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ ·
136
τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
137
οἷον ἐπ’ἦμαρ ἄγησι πατὴρ ἀνδρῶντε θεῶντε.
138
καὶ γὰρ ἐγώ ποτ’ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
139
πολλὰ δ’ἀτάσθαλ’ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
140
πατρίτ’ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
141
τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
142
ἀλλ’ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
143
οἷ’ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
144
κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
145
ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
146
δηρὸν ἀπέσσεσθαι · μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
147
οἴκαδ’ὑπεξαγάγοι, μη δ’ἀντιάσειας ἐκείνῳ,
148
ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν ·
149
οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
150
μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
151
ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
152
ἂψ δ’ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
153
αὐτὰρ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
154
νευστάζων κεφαλῇ · δὴ γὰρ κακὸν ὄσσετο θυμός.
155
ἀλλ’οὐ δ’ὣς φύγε κῆρα · πέδησε δὲ καὶ τὸν Ἀθήνη
156
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
157
ἂψ δ’αὖτις κατ’ἄρ’ἕζετ’ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
158
τῇ δ’ἄρ’ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
159
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
160
μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
161
θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
162
μᾶλλον πρὸς πόσιόςτε καὶ υἱέος πάρος ἦεν.
163
ἀχρεῖον δ’ἐγέλασσεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
164
Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
165
μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης ·
166
παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
167
μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
168
οἵτ’εὖ μὲν βάζουσι, κακῶς δ’ὄπιθεν φρονέουσι.
169
τὴν δ’αὖτ’Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν ·
170
ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
171
ἀλλ’ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μη δ’ἐπίκευθε,
172
χρῶτ’ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς ·
173
μη δ’οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
174
ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
175
ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
176
ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
177
τὴν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
178
Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
179
χρῶτ’ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ ·
180
ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
181
ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
182
ἀλλά μοι Αὐτονόηντε καὶ Ἱπποδάμειαν ἄνωχθι
183
ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν ·
184
οἴη δ’οὐκ εἴσειμι μετ’ἀνέρας · αἰδέομαι γάρ.
185
ὣς ἄρ’ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
186
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
187
ἔνθ’αὖτ’ἄλλ’ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη ·
188
κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
189
εὗδε δ’ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
190
αὐτοῦ ἐνὶ κλιντῆρι · τέως δ’ἄρα δῖα θεάων
191
ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ’Ἀχαιοί.
192
κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
193
ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
194
χρίεται, εὖτ’ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα ·
195
καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
196
λευκοτέρην δ’ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
197
μὲν ἄρ’ὣς ἔρξασ’ἀπεβήσετο δῖα θεάων,
198
ἦλθον δ’ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
199
φθόγγῳ ἐπερχόμεναι · τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
200
καί ῥ’ἀπομόρξατο χερσὶ παρειὰς φώνησέντε ·
201
με μάλ’αἰνοπαθῆ μαλακὸν περὶ κῶμ’ἐκάλυψεν.
202
αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
203
αὐτίκα νῦν, ἵνα μηκέτ’ὀδυρομένη κατὰ θυμὸν
204
αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
205
παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
206
ὣς φαμένη κατέβαιν’ὑπερώϊα σιγαλόεντα,
207
οὐκ οἴη · ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ἕποντο.
208
δ’ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
209
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
210
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα ·
211
ἀμφίπολος δ’ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
212
τῶν δ’αὐτοῦ λύτο γούνατ’, ἔρῳ δ’ἄρα θυμὸν ἔθελχθεν,
213
πάντες δ’ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
214
δ’αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν ·
215
Τηλέμαχ’, οὐκέτι τοι φρένες ἔμπεδοι οὐ δὲ νόημα ·
216
παῖς ἔτ’ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε’ἐνώμας ·
217
νῦν δ’, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
218
καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
219
ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
220
οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐ δὲ νόημα.
221
οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
222
ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
223
πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
224
ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
225
σοί κ’αἶσχος λώβητε μετ’ἀνθρώποισι πέλοιτο.
226
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
227
μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι ·
228
αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
229
ἐσθλάτε καὶ τὰ χέρεια · πάρος δ’ἔτι νήπιος ἦα.
230
ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι ·
231
ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
232
οἵδε κακὰ φρονέοντες, ἐμοὶ δ’οὐκ εἰσὶν ἀρωγοί.
233
οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
234
μνηστήρων ἰότητι, βίῃ δ’ γε φέρτερος ἦεν.
235
αἲ γάρ, Ζεῦτε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
236
οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
237
νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
238
οἱ δ’ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
239
ὡς νῦν Ἶρος κεῖνος ἐπ’αὐλείῃσι θύρῃσιν
240
ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
241
οὐ δ’ὀρθὸς στῆναι δύναται ποσὶν οὐ δὲ νέεσθαι
242
οἴκαδ’, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
243
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
244
Εὐρύμαχος δ’ἐπέεσσι προσηύδα Πηνελόπειαν ·
245
κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
246
εἰ πάντες σε ἴδοιεν ἀν’Ἴασον Ἄργος Ἀχαιοί,
247
πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
248
ἠῶθεν δαινύατ’, ἐπεὶ περίεσσι γυναικῶν
249
εἶδόςτε μέγεθόςτε ἰδὲ φρένας ἔνδον ἐΐσας.
250
τὸν δ’ἠμείβετ’ἔπειτα περίφρων Πηνελόπεια ·
251
Εὐρύμαχ’, τοι ἐμὴν ἀρετὴν εἶδόςτε δέμαςτε
252
ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
253
Ἀργεῖοι, μετὰ τοῖσι δ’ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
254
εἰ κεῖνός γ’ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
255
μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
256
νῦν δ’ἄχομαι · τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
257
μὲν δὴ ὅτετ’ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
258
δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα ·
271
κεῖνος τὼς ἀγόρευε · τὰ δὴ νῦν πάντα τελεῖται.
272
νὺξ δ’ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
273
οὐλομένης ἐμέθεν, τῆςτε Ζεὺς ὄλβον ἀπηύρα.
274
ἀλλὰ τόδ’αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ·
275
μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο ·
276
οἵτ’ἀγαθήντε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
277
μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
278
αὐτοὶ τοί γ’ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
279
κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν ·
280
ἀλλ’οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
281
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
282
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
283
μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
284
τὴν δ’αὖτ’Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
285
κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
286
δῶρα μὲν ὅς κ’ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδ’ἐνεῖκαι,
287
δέξασθ’. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν ·
288
ἡμεῖς δ’οὔτ’ἐπὶ ἔργα πάρος γ’ἴμεν οὔτε πῃ ἄλλῃ,
289
πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
290
ὣς ἔφατ’Ἀντίνοος, τοῖσιν δ’ἐπιήνδανε μῦθος ·
291
δῶρα δ’ἄρ’οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
292
Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
293
ποικίλον · ἐν δ’ἀρ’ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
294
χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
295
ὅρμον δ’Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ’ἔνεικε.
296
χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
297
ἕρματα δ’Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
298
τρίγληνα μορόεντα · χάρις δ’ἀπελάμπετο πολλή.
299
ἐκ δ’ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
300
ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
301
ἄλλο δ’ἄρ’ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
302
μὲν ἔπειτ’ἀνέβαιν’ὑπερώϊα δῖα γυναικῶν,
303
τῇ δ’ἄρ’ἅμ’ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
304
οἱ δ’εἰς ὀρχηστύντε καὶ ἱμερόεσσαν ἀοιδὴν
305
τρεψάμενοι τέρποντο, μένον δ’ἐπὶ ἕσπερον ἐλθεῖν.
306
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
307
αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
308
ὄφρα φαείνοιεν · περὶ δὲ ξύλα κάγκανα θῆκαν,
309
αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
310
καὶ δαΐδας μετέμισγον · ἀμοιβηδὶς δ’ἀνέφαινον
311
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ τῇσιν
312
αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς ·
313
δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
314
ἔρχεσθε πρὸς δώμαθ’, ἵν’αἰδοίη βασίλεια ·
315
τῇ δὲ παρ’ἠλάκατα στροφαλίζετε, τέρπετε δ’αὐτὴν
316
ἥμεναι ἐν μεγάρῳ, εἴρια πείκετε χερσίν ·
317
αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
318
ἤν περ γάρ κ’ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
319
οὔ τί με νικήσουσι · πολυτλήμων δὲ μάλ’εἰμί.
320
ὣς ἔφαθ’, αἱ δ’ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
321
τὸν δ’αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
322
τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
323
παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ’ἄρ’ἀθύρματα θυμῷ ·
324
ἀλλ’οὐ δ’ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
325
ἀλλ’ γ’Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
326
ῥ’Ὀδυσῆ’ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν ·
327
ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
328
οὐ δ’ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
329
ἠέ που ἐς λέσχην, ἀλλ’ἐνθάδε πόλλ’ἀγορεύεις,
330
θαρσαλέως πολλοῖσι μετ’ἀνδράσιν, οὐ δέ τι θυμῷ
331
ταρβεῖς · ῥά σε οἶνος ἔχει φρένας, νύ τοι αἰεὶ
332
τοιοῦτος νόος ἐστίν · καὶ μεταμώνια βάζεις.
333
ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
334
μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
335
ὅς τίς σ’ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
336
δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
337
τὴν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
338
τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷ’ἀγορεύεις,
339
κεῖσ’ἐλθών, ἵνα σ’αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
340
ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
341
βὰν δ’ἴμεναι διὰ δῶμα, λύθεν δ’ὑπὸ γυῖα ἑκάστης
342
ταρβοσύνῃ · φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
343
αὐτὰρ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
344
ἑστήκειν ἐς πάντας ὁρώμενος · ἄλλα δέ οἱ κῆρ
345
ὥρμαινε φρεσὶν ᾗσιν, ῥ’οὐκ ἀτέλεστα γένοντο.
346
μνηστῆρας δ’οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
347
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ’ἔτι μᾶλλον
348
δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
349
τοῖσιν δ’Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ’ἀγορεύειν,
350
κερτομέων Ὀδυσῆα · γέλω δ’ἑτάροισιν ἔτευχε.
351
κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
352
ὄφρ’εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
353
οὐκ ἀθεεὶ ὅδ’ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει ·
354
ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
355
κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐ δ’ἠβαιαί.
356
ῥ’, ἅματε προσέειπεν Ὀδυσσῆα πτολίπορθον ·
357
ξεῖν’, ἄρ κ’ἐθέλοις θητευέμεν, εἴ σ’ἀνελοίμην,
358
ἀγροῦ ἐπ’ἐσχατιῆς μισθὸς δέ τοι ἄρκιος ἔσται
359
αἱμασιάςτε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
360
ἔνθα κ’ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
361
εἵματα δ’ἀμφιέσαιμι ποσίνθ’ὑποδήματα δοίην.
362
ἀλλ’ἐπεὶ οὖν δὴ ἔργα κάκ’ἔμμαθες, οὐκ ἐθελήσεις
363
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
364
βούλεαι, ὄφρ’ἄν ἔχῃς βόσκειν σὴν γαστέρ’ἄναλτον.
365
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
366
Εὐρύμαχ’, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
367
ὥρῃ ἐν εἰαρινῇ, ὅτετ’ἤματα μακρὰ πέλονται,
368
ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
369
καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
370
νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
371
εἰ δ’αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
372
αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
373
ἥλικες, ἰσοφόροι, τῶντε σθένος οὐκ ἀλαπαδνόν,
374
τετράγυον δ’εἴη, εἴκοι δ’ὑπὸ βῶλος ἀρότρῳ ·
375
τῷ κέ μ’ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
376
εἰ δ’αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
377
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
378
καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
379
τῷ κέ μ’ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
380
οὐ δ’ἄν μοι τὴν γαστέρ’ὀνειδίζων ἀγορεύοις.
381
ἀλλὰ μάλ’ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής ·
382
καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
383
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
384
εἰ δ’Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ’ἐς πατρίδα γαῖαν,
385
αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ’ἐόντα,
386
φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
387
ὣς ἔφατ’, Εὐρύμαχος δ’ἐχολώσατο κηρόθι μᾶλλον,
388
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα ·
389
δείλ’, τάχα τοι τελέω κακόν, οἷ’ἀγορεύεις
390
θαρσαλέως πολλοῖσι μετ’ἀνδράσιν, οὐ δέ τι θυμῷ
391
ταρβεῖς · ῥά σε οἶνος ἔχει φρένας, νύ τοι αἰεὶ
392
τοιοῦτος νόος ἐστίν · καὶ μεταμώνια βάζεις.
393
ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
394
ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν · αὐτὰρ Ὀδυσσεὺς
395
Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
396
Εὐρύμαχον δείσας · δ’ἄρ’οἰνοχόον βάλε χεῖρα
397
δεξιτερήν · πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
398
αὐτὰρ γ’οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
399
μνηστῆρες δ’ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
400
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
401
αἴθ’ὤφελλ’ ξεῖνος ἀλώμενος ἄλλοθ’ὀλέσθαι
402
πρὶν ἐλθεῖν · τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
403
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐ δέ τι δαιτὸς
404
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
405
τοῖσι δὲ καὶ μετέειφ’ἱερὴ ἲς Τηλεμάχοιο
406
δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
407
βρωτὺν οὐ δὲ ποτῆτα · θεῶν νύ τις ὔμμ’ὀροθύνει.
408
ἀλλ’εὖ δαισάμενοι κατακείετε οἴκαδ’ἰόντες,
409
ὁππότε θυμὸς ἄνωγε · διώκω δ’οὔ τιν’ἐγώ γε.
410
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
411
Τηλέμαχον θαύμαζον, θαρσαλέως ἀγόρευε.
412
τοῖσιν δ’Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
413
Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος ·
414
φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
415
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι ·
416
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν’ἄλλον
417
δμώων, οἳ κατὰ δώματ’Ὀδυσσῆος θείοιο.
418
ἀλλ’ἄγετ’, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
419
ὄφρα σπείσαντες κατακείομεν οἴκαδ’ἰόντες ·
420
τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
421
Τηλεμάχῳ μελέμεν · τοῦ γὰρ φίλον ἵκετο δῶμα.
422
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
423
τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
424
κῆρυξ Δουλιχιεύς · θεράπων δ’ἦν Ἀμφινόμοιο ·
425
νώμησεν δ’ἄρα πᾶσιν ἐπισταδόν · οἱ δὲ θεοῖσι
426
σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
427
αὐτὰρ ἐπεὶ σπεῖσάντ’ἔπιόνθ’ὅσον ἤθελε θυμός,
428
βάν ῥ’ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ’ἕκαστος.