Odyssey, Book 19 (Τ)
αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
2μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων ·
3αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα ·
414Τηλέμαχε, χρὴ τεύχε’ἀρήϊα κατθέμεν εἴσω5πάντα μάλ’· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι6παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες ·
ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
15ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν ·
1621μαῖ’, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,17ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς18καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει19πατρὸς ἀποιχομένοιο · ἐγὼ δ’ἔτι νήπιος ἦα.20νῦν δ’ἐθέλω καταθέσθαι, ἵν’οὐ πυρὸς ἵξετ’ἀϋτμή.
τὸν δ’αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
2226αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο23οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.24ἀλλ’ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;25δμῳὰς δ’οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
2729ξεῖνος ὅδ’· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε28χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
ὣς ἄρ’ἐφώνησεν, τῇ δ’ἄπτερος ἔπλετο μῦθος.
30κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
31τὼ δ’ἄρ’ἀναΐξαντ’Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
32ἐσφόρεον κόρυθάςτε καὶ ἀσπίδας ὀμφαλοέσσας
33ἔγχεάτ’ὀξυόεντα · πάροιθε δὲ Παλλὰς Ἀθήνη,
34χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
35δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρ’αἶψα ·
3641ὦ πάτερ, ἦ μέγα θαῦμα τόδ’ὀφθαλμοῖσιν ὁρῶμαι.37ἔμπης μοι τοῖχοι μεγάρων καλαίτε μεσόδμαι,38εἰλάτιναίτε δοκοί, καὶ κίονες ὑψόσ’ἔχοντες39φαίνοντ’ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.40ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
4247σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μη δ’ἐρέεινε ·43αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.44ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ’ὑπολείψομαι αὐτοῦ,45ὄφρα κ’ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω ·46ἡ δέ μ’ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
48κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
49ἔνθα πάρος κοιμᾶθ’, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι ·
50ἔνθ’ἄρα καὶ τότ’ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
51αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
52μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
53ἡ δ’ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
54Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
55τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ’ἄρ’ἐφῖζε,
56δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ · ἥν ποτε τέκτων
57ποίησ’Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
58προσφυέ’ἐξ αὐτῆς, ὅθ’ἐπὶ μέγα βάλλετο κῶας.
59ἔνθα καθέζετ’ἔπειτα περίφρων Πηνελόπεια.
60ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
61αἱ δ’ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
62καὶ δέπα, ἔνθεν ἄρ’ἄνδρες ὑπερμενέοντες ἔπινον ·
63πῦρ δ’ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ’ἐπ’αὐτῶν
64νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
65ἡ δ’Ὀδυσῆ’ἐνένιπε Μελανθὼ δεύτερον αὖτις ·
6670ξεῖν’, ἔτι καὶ νῦν ἐνθάδ’ἀνιήσεις διὰ νύκτα67δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;68ἀλλ’ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο ·69ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
τὴν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
7189δαιμονίη, τί μοι ὧδ’ἐπέχεις κεκοτηότι θυμῷ;72ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,73πτωχεύω δ’ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.74τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι75καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον76ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,77τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι ·78ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλατε πολλὰ79οἷσίντ’εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.80ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων · ἤθελε γάρ που ·81τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς82ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι ·83μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,84ἢ Ὀδυσεὺς ἔλθῃ · ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.85εἰ δ’ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,86ἀλλ’ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,87Τηλέμαχος · τὸν δ’οὔ τις ἐνὶ μεγάροισι γυναικῶν88λήθει ἀτασθάλλουσ’, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
ὣς φάτο, τοῦ δ’ἤκουσε περίφρων Πηνελόπεια,
90ἀμφίπολον δ’ἐνένιπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
9196πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις92ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις ·93πάντα γὰρ εὖ ᾔδησθ’, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς94ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν95ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν ·
97100Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπ’αὐτοῦ,98ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδ’ἐπακούσῃ99ὁ ξεῖνος ἐμέθεν · ἐθέλω δέ μιν ἐξερέεσθαι.
ὣς ἔφαθ’, ἡ δὲ μάλ’ὀτραλέως κατέθηκε φέρουσα
101δίφρον ἐΰξεστον καὶ ἐπ’αὐτῷ κῶας ἔβαλλεν ·
102ἔνθα καθέζετ’ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
103τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια ·
104106ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή ·105τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
107123ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ’ἀπείρονα γαῖαν108νεικέοι · ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,109ὥςτέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅςτε θεουδὴς110ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων111εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα112πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,113τίκτῃ δ’ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς114ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπ’αὐτοῦ.115τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,116μη δ’ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,117μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων118μνησαμένῳ μάλα δ’εἰμὶ πολύστονος · οὐ δέ τί με χρὴ119οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντάτε μυρόμενόντε120ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί ·121μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γ’αὐτή,122φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
τὸν δ’ἠμείβετ’ἔπειτα περίφρων Πηνελόπεια ·
124164ξεῖν’, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδόςτε δέμαςτε125ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον126Ἀργεῖοι, μετὰ τοῖσι δ’ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς127εἰ κεῖνός γ’ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,128μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.129νῦν δ’ἄχομαι · τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.130ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,131Δουλιχίῳτε Σάμῃτε καὶ ὑλήεντι Ζακύνθῳ,132οἵτ’αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,133οἵ μ’ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.134τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθ’ἱκετάων135οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν ·136ἀλλ’Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.137οἱ δὲ γάμον σπεύδουσιν · ἐγὼ δὲ δόλους τολυπεύω.138φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,139στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,140λεπτὸν καὶ περίμετρον · ἄφαρ δ’αὐτοῖς μετέειπον ·148ὣς ἐφάμην, τοῖσιν δ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.149ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,150νύκτας δ’ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.151ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς ·152ἀλλ’ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,153μηνῶν φθινόντων, περὶ δ’ἤματα πόλλ’ἐτελέσθη,154καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,155εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.156ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσ’, ὑπ’ἀνάγκης ·157νῦν δ’οὔτ’ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν’ἄλλην158μῆτιν ἔθ’εὑρίσκω · μάλα δ’ὀτρύνουσι τοκῆες159γήμασθ’, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,160γιγνώσκων · ἤδη γὰρ ἀνὴρ οἶόςτε μάλιστα161οἴκου κήδεσθαι, τῷτε Ζεὺς κῦδος ὀπάζει.162ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.163οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐ δ’ἀπὸ πέτρης.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
165203ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,166οὐκέτ’ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;167ἀλλ’ἔκ τοι ἐρέω · ἦ μέν μ’ἀχέεσσί γε δώσεις168πλείοσιν ἢ ἔχομαι · ἡ γὰρ δίκη, ὁππότε πάτρης169ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,170πολλὰ βροτῶν ἐπὶ ἄστε’ἀλώμενος, ἄλγεα πάσχων ·171ἀλλὰ καὶ ὣς ἐρέω ὅ μ’ἀνείρεαι ἠδὲ μεταλλᾷς.172Κρήτη τις γαῖ’ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,173καλὴ καὶ πίειρα, περίρρυτος · ἐν δ’ἄνθρωποι174πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.175ἄλλη δ’ἄλλων γλῶσσα μεμιγμένη · ἐν μὲν Ἀχαιοί,176ἐν δ’Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,177Δωριέεςτε τριχάϊκες δῖοίτε Πελασγοί.178τῇσι δ’ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθατε Μίνως179ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,180πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος181Δευκαλίων δ’ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα ·182ἀλλ’ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω183ᾤχεθ’ἅμ’Ἀτρείδῃσιν, ἐμοὶ δ’ὄνομα κλυτὸν Αἴθων,184ὁπλότερος γενεῇ · ὁ δ’ἄρα πρότερος καὶ ἀρείων.185ἔνθ’Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.186καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,187ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν ·188στῆσε δ’ἐν Ἀμνισῷ, ὅθιτε σπέος Εἰλειθυίης,189ἐν λιμέσιν χαλεποῖσι, μόγις δ’ὑπάλυξεν ἀέλλας.190αὐτίκα δ’Ἰδομενῆα μετάλλα ἄστυδ’ἀνελθών ·191ξεῖνον γάρ οἱ ἔφασκε φίλοντ’ἔμεν αἰδοῖόντε.192τῷ δ’ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς193οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.194τὸν μὲν ἐγὼ πρὸς δώματ’ἄγων ἐῢ ἐξείνισσα,195ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων ·196καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμ’αὐτῷ ἕποντο,197δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας198καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.199ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί ·200εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐ δ’ἐπὶ γαίῃ201εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.202τῇ τρισκαιδεκάτῃ δ’ἄνεμος πέσε, τοὶ δ’ἀνάγοντο.
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα ·
204τῆς δ’ἄρ’ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς ·
205ὡς δὲ χιὼν κατατήκετ’ἐν ἀκροπόλοισιν ὄρεσσιν,
206ἥντ’Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ ·
207τηκομένης δ’ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες ·
208ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
209κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
210θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
211ὀφθαλμοὶ δ’ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
212ἀτρέμας ἐν βλεφάροισι · δόλῳ δ’ὅ γε δάκρυα κεῦθεν.
213ἡ δ’ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
214ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε ·
215220νῦν μὲν δή σευ, ξεῖνέ γ’, ὀΐω πειρήσεσθαι,216εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι217ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.218εἰπέ μοι ὁπποῖ’ἄσσα περὶ χροῒ εἵματα ἕστο,219αὐτόςθ’οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
221249ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα222εἰπέμεν · ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν223ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης ·224αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.225χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,226διπλῆν · αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο227αὐλοῖσιν διδύμοισι · πάροιθε δὲ δαίδαλον ἦεν ·228ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,229ἀσπαίροντα λάων · τὸ δὲ θαυμάζεσκον ἅπαντες,230ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,231αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.232τὸν δὲ χιτῶν’ἐνόησα περὶ χροῒ σιγαλόεντα,233οἷόντε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο ·234τὼς μὲν ἔην μαλακός, λαμπρὸς δ’ἦν ἠέλιος ὥς ·235ἦ μὲν πολλαί γ’αὐτὸν ἐθηήσαντο γυναῖκες.236ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·237οὐκ οἶδ’ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθ’Ὀδυσσεύς,238ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,239ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς240ἔσκε φίλος · παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.241καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα242καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,243αἰδοίως δ’ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.244καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ245εἵπετο · καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.246γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,247Εὐρυβάτης δ’ὄνομ’ἔσκε · τίεν δέ μιν ἔξοχον ἄλλων248ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
ὣς φάτο, τῇ δ’ἔτι μᾶλλον ὑφ’ἵμερον ὦρσε γόοιο,
250σήματ’ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ’Ὀδυσσεύς.
251ἡ δ’ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
252καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε ·
253261νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,254ἐν μεγάροισιν ἐμοῖσι φίλοςτ’ἔσῃ αἰδοῖόςτε ·255αὐτὴ γὰρ τάδε εἵματ’ἐγὼ πόρον, οἷ’ἀγορεύεις,256πτύξασ’ἐκ θαλάμου, περόνηντ’ἐπέθηκα φαεινὴν257κείνῳ ἄγαλμ’ἔμεναι · τὸν δ’οὐχ ὑποδέξομαι αὖτις258οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.259τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς260ᾤχετ’ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
262308ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,263μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μη δέ τι θυμὸν264τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν ·265καὶ γάρ τίςτ’ἀλλοῖον ὀδύρεται ἄνδρ’ὀλέσασα266κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,267ἢ Ὀδυσῆ’, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.268ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον ·269νημερτέως γάρ τοι μυθήσομαι οὐ δ’ἐπικεύσω270ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα271ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,272ζωοῦ · αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ273αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους274ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,275Θρινακίης ἄπο νήσου ἰών · ὀδύσαντο γὰρ αὐτῷ276Ζεύςτε καὶ Ἠέλιος · τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.277οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ ·278τὸν δ’ἄρ’ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμ’ἐπὶ χέρσου,279Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,280οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο281καί οἱ πολλὰ δόσαν πέμπειντέ μιν ἤθελον αὐτοὶ282οἴκαδ’ἀπήμαντον. καί κεν πάλαι ἐνθάδ’Ὀδυσσεὺς283ἤην · ἀλλ’ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,284χρήματ’ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι ·285ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων286οἶδ’Ὀδυσεύς, οὐ δ’ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.287ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων ·288ὤμνυε δὲ πρὸς ἔμ’αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,289νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,290οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.291ἀλλ’ἐμὲ πρὶν ἀπέπεμψε · τύχησε γὰρ ἐρχομένη νηῦς292ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.293καί μοι κτήματ’ἔδειξεν, ὅσα ξυναγείρατ’Ὀδυσσεύς ·294καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ’ἔτι βόσκοι,295ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.296τὸν δ’ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο297ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,298ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν299ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.300ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη301ἄγχι μάλ’, οὐ δ’ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης302δηρὸν ἀπεσσεῖται · ἔμπης δέ τοι ὅρκια δώσω.303ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,304ἱστίητ’Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω ·305ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.306τοῦδ’αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ’Ὀδυσσεύς,307τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ’ἱσταμένοιο.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
309335αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη ·310τῷ κε τάχα γνοίης φιλότητάτε πολλάτε δῶρα311ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.312ἀλλά μοι ὧδ’ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ ·313οὔτ’Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς314τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ’ἐνὶ οἴκῳ315οἷος Ὀδυσσεὺς ἔσκε μετ’ἀνδράσιν, εἴ ποτ’ἔην γε,316ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.317ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δ’εὐνήν,318δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,319ὥς κ’εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.320ἠῶθεν δὲ μάλ’ἦρι λοέσσαιτε χρῖσαίτε,321ὥς κ’ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται322ἥμενος ἐν μεγάρῳ · τῷ δ’ἄλγιον ὅς κεν ἐκείνων323τοῦτον ἀνιάζῃ θυμοφθόρος · οὐ δέ τι ἔργον324ἐνθάδ’ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.325πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν326ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,327εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν328δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.329ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,330τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε’ὀπίσσω331ζωῷ, ἀτὰρ τεθνεῶτί γ’ἐφεψιόωνται ἅπαντες ·332ὃς δ’ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,333τοῦ μέντε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι334πάντας ἐπ’ἀνθρώπους, πολλοίτέ μιν ἐσθλὸν ἔειπον.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
336349ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,337ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα338ἤχθεθ’, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα339νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,340κείω δ’ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον ·341πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ342ἄεσα καίτ’ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.343οὐ δέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ344γίγνεται · οὐ δὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο345τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,346εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,347ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσατ’ἐγώ περ ·348τῇ δ’οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
350361ξεῖνε φίλ’· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε351ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,352ὡς σὺ μάλ’εὐφραδέως πεπνυμένα πάντ’ἀγορεύεις ·353ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδε’ἔχουσα354ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδ’ἀτίταλλε,355δεξαμένη χείρεσσ’, ὅτε μιν πρῶτον τέκε μήτηρ,356ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.357ἀλλ’ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,358νίψον σοῖο ἄνακτος ὁμήλικα · καί που Ὀδυσσεὺς359ἤδη τοιόσδ’ἐστὶ πόδας τοιόσδετε χεῖρας ·360αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
ὣς ἄρ’ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
362δάκρυα δ’ἔκβαλε θερμά, ἔπος δ’ὀλοφυδνὸν ἔειπεν ·
363382ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος · ἦ σε περὶ Ζεὺς364ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.365οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ366πίονα μηρί’ἔκη’οὐ δ’ἐξαίτους ἑκατόμβας,367ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο368γῆράςτε λιπαρὸν θρέψαιότε φαίδιμον υἱόν ·369νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.370οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες371ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθ’ἵκοιτο,372ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,373τάων νῦν λώβηντε καὶ αἴσχεα πόλλ’ἀλεείνων374οὐκ ἐάας νίζειν · ἐμὲ δ’οὐκ ἀέκουσαν ἄνωγε375κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.376τῷ σε πόδας νίψω ἅματ’αὐτῆς Πηνελοπείης377καὶ σέθεν εἵνεκ’, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς378κήδεσιν. ἀλλ’ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω ·379πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ’ἵκοντο,380ἀλλ’οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι381ὡς σὺ δέμας φωνήντε πόδαςτ’Ὀδυσῆϊ ἔοικας.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
383386ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν384ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν385ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ’ἀγορεύεις.
ὣς ἄρ’ἔφη, γρηῢς δὲ λέβηθ’ἕλε παμφανόωντα
387τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δ’ἐνεχεύατο πουλὺ
388ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
389ἷζεν ἐπ’ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετ’αἶψα ·
390αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
391οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
392νίζε δ’ἄρ’ἆσσον ἰοῦσα ἄναχθ’ἑόν · αὐτίκα δ’ἔγνω
393οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
394Παρνησόνδ’ἐλθόντα μετ’Αὐτόλυκόντε καὶ υἷας,
395μητρὸς ἑῆς πατέρ’ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
396κλεπτοσύνῃθ’ὅρκῳτε · θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
397Ἑρμείας · τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
398ἀρνῶν ἠδ’ἐρίφων · ὁ δέ οἱ πρόφρων ἅμ’ὀπήδει.
399Αὐτόλυκος δ’ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
400παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς ·
401τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
402παυομένῳ δόρποιο, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
403405Αὐτόλυκ’, αὐτὸς νῦν ὄνομ’εὕρεο ὅττι κε θῆαι404παιδὸς παιδὶ φίλῳ · πολυάρητος δέ τοί ἐστιν.
τὴν δ’αὖτ’Αὐτόλυκος ἀπαμείβετο φώνησέντε ·
406413γαμβρὸς ἐμὸς θυγάτηρτε, τίθεσθ’ὄνομ’ὅττι κεν εἴπω ·407πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδ’ἱκάνω,408ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν ·409τῷ δ’Ὀδυσεὺς ὄνομ’ἔστω ἐπώνυμον · αὐτὰρ ἐγώ γε,410ὁππότ’ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα411ἔλθῃ Παρνησόνδ’, ὅθι πού μοι κτήματ’ἔασι,412τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ’ἀποπέμψω.
τῶν ἕνεκ’ἦλθ’Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
414τὸν μὲν ἄρ’Αὐτόλυκόςτε καὶ υἱέες Αὐτολύκοιο
415χερσίντ’ἠσπάζοντο ἔπεσσίτε μειλιχίοισι ·
416μήτηρ δ’Ἀμφιθέη μητρὸς περιφῦσ’Ὀδυσῆϊ
417κύσσ’ἄρα μιν κεφαλήντε καὶ ἄμφω φάεα καλά.
418Αὐτόλυκος δ’υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
419δεῖπνον ἐφοπλίσσαι · τοὶ δ’ὀτρύνοντος ἄκουσαν,
420αὐτίκα δ’εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον ·
421τὸν δέρον ἀμφίθ’ἕπον, καί μιν διέχευαν ἅπαντα,
422μίστυλλόντ’ἄρ’ἐπισταμένως πεῖράντ’ὀβελοῖσιν,
423ὤπτησάντε περιφραδέως, δάσσαντότε μοίρας.
424ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
425δαίνυντ’, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης ·
426ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
427δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
428ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
429βάν ῥ’ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
430υἱέες Αὐτολύκου · μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
431ἤϊεν · αἰπὺ δ’ὄρος προσέβαν καταειμένον ὕλῃ
432Παρνησοῦ, τάχα δ’ἵκανον πτύχας ἠνεμοέσσας.
433Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
434ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
435οἱ δ’ἐς βῆσσαν ἵκανον ἐπακτῆρες · πρὸ δ’ἄρ’αὐτῶν
436ἴχνι’ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
437υἱέες Αὐτολύκου · μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
438ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
439ἔνθα δ’ἄρ’ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς ·
440τὴν μὲν ἄρ’οὔτ’ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
441οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
442οὔτ’ὄμβρος περάασκε διαμπερές · ὣς ἄρα πυκνὴ
443ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
444τὸν δ’ἀνδρῶντε κυνῶντε περὶ κτύπος ἦλθε ποδοῖϊν,
445ὡς ἐπάγοντες ἐπῇσαν · ὁ δ’ἀντίος ἐκ ξυλόχοιο
446φρίξας εὖ λοφιήν, πῦρ δ’ὀφθαλμοῖσι δεδορκώς,
447στῆ ῥ’αὐτῶν σχεδόθεν · ὁ δ’ἄρα πρώτιστος Ὀδυσσεὺς
448ἔσσυτ’ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
449οὐτάμεναι μεμαώς · ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
450γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
451λικριφὶς ἀΐξας, οὐ δ’ὀστέον ἵκετο φωτός.
452τὸν δ’Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
453ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή ·
454κὰδ δ’ἔπεσ’ἐν κονίῃσι μακών, ἀπὸ δ’ἔπτατο θυμός.
455τὸν μὲν ἄρ’Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
456ὠτειλὴν δ’Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
457δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δ’αἷμα κελαινὸν
458ἔσχεθον, αἶψα δ’ἵκοντο φίλου πρὸς δώματα πατρός.
459τὸν μὲν ἄρ’Αὐτόλυκόςτε καὶ υἱέες Αὐτολύκοιο
460εὖ ἰησάμενοι ἠδ’ἀγλαὰ δῶρα πορόντες
461καρπαλίμως χαίροντα φίλην ἐς πατρίδ’ἔπεμπον
462εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
463χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
464οὐλὴν ὅττι πάθοι · ὁ δ’ἄρα σφίσιν εὖ κατέλεξεν
465ὥς μιν θηρεύοντ’ἔλασεν σῦς λευκῷ ὀδόντι,
466Παρνησόνδ’ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
467τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
468γνῶ ῥ’ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι ·
469ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
470ἂψ δ’ἑτέρωσ’ἐκλίθη · τὸ δ’ἐπὶ χθονὸς ἐξέχυθ’ὕδωρ.
471τὴν δ’ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
472δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
473ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν ·
474476ἦ μάλ’Ὀδυσσεύς ἐσσι, φίλον τέκος · οὐ δέ σ’ἐγώ γε475πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ’ἐμὸν ἀμφαφάασθαι.
ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
477πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
478ἡ δ’οὔτ’ἀθρῆσαι δύνατ’ἀντίη οὔτε νοῆσαι ·
479τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν · αὐτὰρ Ὀδυσσεὺς
480χεῖρ’ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
481τῇ δ’ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέντε.
482491μαῖα, τίη μ’ἐθέλεις ὀλέσαι; σὺ δέ μ’ἔτρεφες αὐτὴ483τῷ σῷ ἐπὶ μαζῷ · νῦν δ’ἄλγεα πολλὰ μογήσας484ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.485ἀλλ’ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,486σίγα, μή τίςτ’ἄλλος ἐνὶ μεγάροισι πύθηται.487ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται ·488εἴ χ’ὑπ’ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,489οὐ δὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότ’ἂν ἄλλας490δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
τὸν δ’αὖτε προσέειπε περίφρων Εὐρύκλεια ·
492499τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.493οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐ δ’ἐπιεικτόν,494ἕξω δ’ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.495ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·496εἴ χ’ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,497δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,498αἵτέ σ’ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
500503μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐ δέ τί σε χρή.501εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ’ἑκάστην ·502ἀλλ’ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
ὣς ἄρ’ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
504οἰσομένη ποδάνιπτρα · τὰ γὰρ πρότερ’ἔκχυτο πάντα.
505αὐτὰρ ἐπεὶ νίψεντε καὶ ἤλειψεν λίπ’ἐλαίῳ,
506αὖτις ἄρ’ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
507θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
508τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια ·
509554ξεῖνε, τὸ μέν σ’ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή ·510καὶ γὰρ δὴ κοίτοιο τάχ’ἔσσεται ἡδέος ὥρη,511ὅν τινά γ’ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.512αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων ·513ἤματα μὲν γὰρ τέρπομ’ὀδυρομένη, γοόωσα,514ἔςτ’ἐμὰ ἔργ’ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ ·515αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσίτε κοῖτος ἅπαντας,516κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ’ἀδινὸν κῆρ517ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.518ὡς δ’ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,519καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,520δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,521ἥτε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,522παῖδ’ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ523κτεῖνε δι’ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,524ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,525ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,526κτῆσιν ἐμήν, δμῶάςτε καὶ ὑψερεφὲς μέγα δῶμα,527εὐνήντ’αἰδομένη πόσιος δήμοιότε φῆμιν,528ἦ ἤδη ἅμ’ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος529μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.530παῖς δ’ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,531γήμασθ’οὔ μ’εἴα πόσιος κατὰ δῶμα λιποῦσαν ·532νῦν δ’ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,533καὶ δή μ’ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,534κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.535ἀλλ’ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.536χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν537ἐξ ὕδατος, καίτέ σφιν ἰαίνομαι εἰσορόωσα ·538ἐλθὼν δ’ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης539πᾶσι κατ’αὐχένας ἦξε καὶ ἔκτανεν · οἱ δ’ἐκέχυντο540ἀθρόοι ἐν μεγάροις, ὁ δ’ἐς αἰθέρα δῖαν ἀέρθη.541αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,542ἀμφὶ δ’ἔμ’ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,543οἴκτρ’ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.544ἂψ δ’ἐλθὼν κατ’ἄρ’ἕζετ’ἐπὶ προὔχοντι μελάθρῳ,545φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέντε ·551ὣς ἔφατ’, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε ·552παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα553πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
555559ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον556ἄλλῃ ἀποκλίναντ’, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς557πέφραδ’ὅπως τελέει · μνηστῆρσι δὲ φαίνετ’ὄλεθρος558πᾶσι μάλ’, οὐ δέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
560582ξεῖν’, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι561γίγνοντ’, οὐ δέ τι πάντα τελείεται ἀνθρώποισι.562δοιαὶ γάρτε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων ·563αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ’ἐλέφαντι ·564τῶν οἳ μέν κ’ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,565οἵ ῥ’ἐλεφαίρονται, ἔπε’ἀκράαντα φέροντες ·566οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,567οἵ ῥ’ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.568ἀλλ’ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον569ἐλθέμεν · ἦ κ’ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.570ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·571ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μ’Ὀδυσῆος572οἴκου ἀποσχήσει · νῦν γὰρ καταθήσω ἄεθλον,573τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν574ἵστασχ’ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας ·575στὰς δ’ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.576νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω ·577ὃς δέ κε ῥηΐτατ’ἐντανύσῃ βιὸν ἐν παλάμῃσι578καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,579τῷ κεν ἅμ’ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα580κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο ·581τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
583588ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,584μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον ·585πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ’Ὀδυσσεύς,586πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας587νευρήντ’ἐντανύσαι διοϊστεῦσαίτε σιδήρου.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
589600εἴ κ’ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι590τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.591ἀλλ’οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ592ἀνθρώπους · ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν593ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.594ἀλλ’ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα595λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,596αἰεὶ δάκρυσ’ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς597ᾤχετ’ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.598ἔνθα κε λεξαίμην · σὺ δὲ λέξεο τῷδ’ἐνὶ οἴκῳ,599ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
ὣς εἰποῦσ’ἀνέβαιν’ὑπερώϊα σιγαλόεντα,
601οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
602ἐς δ’ὑπερῷ’ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
603κλαῖεν ἔπειτ’Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
604ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.