Odyssey, Book 11 (Λ)
1333αὐτὰρ ἐπεί ῥ’ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,2νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,3ἐν δ’ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,4ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ5βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.6ἡμῖν δ’αὖ κατόπισθε νεὸς κυανοπρῴροιο7ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,8Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.9ἡμεῖς δ’ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα10ἥμεθα · τὴν δ’ἄνεμόςτε κυβερνήτηςτ’ἴθυνε.11τῆς δὲ πανημερίης τέταθ’ἱστία ποντοπορούσης ·12δύσετότ’ἠέλιος σκιόωντότε πᾶσαι ἀγυιαί.13ἡ δ’ἐς πείραθ’ἵκανε βαθυρρόου Ὠκεανοῖο.14ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμόςτε πόλιςτε,15ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι · οὐ δέ ποτ’αὐτοὺς16ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,17οὔθ’ὁπότ’ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,18οὔθ’ὅτ’ἂν ἂψ ἐπὶ γαῖαν ἀπ’οὐρανόθεν προτράπηται,19ἀλλ’ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.20νῆα μὲν ἔνθ’ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα21εἱλόμεθ’· αὐτοὶ δ’αὖτε παρὰ ῥόον Ὠκεανοῖο22ᾔομεν, ὄφρ’ἐς χῶρον ἀφικόμεθ’, ὃν φράσε Κίρκη.23ἔνθ’ἱερήια μὲν Περιμήδης Εὐρύλοχόςτε24ἔσχον · ἐγὼ δ’ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ25βόθρον ὄρυξ’ὅσσοντε πυγούσιον ἔνθα καὶ ἔνθα,26ἀμφ’αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,27πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,28τὸ τρίτον αὖθ’ὕδατι · ἐπὶ δ’ἄλφιτα λευκὰ πάλυνον.29πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,30ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,31ῥέξειν ἐν μεγάροισι πυρήντ’ἐμπλησέμεν ἐσθλῶν,32Τειρεσίῃ δ’ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ33παμμέλαν’, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.34τοὺς δ’ἐπεὶ εὐχωλῇσι λιτῇσίτε, ἔθνεα νεκρῶν,35ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα36ἐς βόθρον, ῥέε δ’αἷμα κελαινεφές · αἱ δ’ἀγέροντο37ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.38νύμφαιτ’ἠίθεοίτε πολύτλητοίτε γέροντες39παρθενικαίτ’ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,40πολλοὶ δ’οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,41ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε’ἔχοντες ·42οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος43θεσπεσίῃ ἰαχῇ · ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.44δὴ τότ’ἔπειθ’ἑτάροισιν ἐποτρύνας ἐκέλευσα45μῆλα, τὰ δὴ κατέκειτ’ἐσφαγμένα νηλέι χαλκῷ,46δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,47ἰφθίμῳτ’Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ ·48αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ49ἥμην, οὐ δ’εἴων νεκύων ἀμενηνὰ κάρηνα50αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.51πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου ·52οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης ·53σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς54ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.55τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησάτε θυμῷ,56καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·59ὣς ἐφάμην, ὁ δέ μ’οἰμώξας ἠμείβετο μύθῳ ·79ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·81νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν82ἥμεθ’, ἐγὼ μὲν ἄνευθεν ἐφ’αἵματι φάσγανον ἴσχων,83εἴδωλον δ’ἑτέρωθεν ἑταίρου πόλλ’ἀγόρευεν ·84ἦλθε δ’ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,85Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,86τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.87τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησάτε θυμῷ ·88ἀλλ’οὐ δ’ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,89αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.90ἦλθε δ’ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο91χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ’ἔγνω καὶ προσέειπεν ·97ὣς φάτ’, ἐγὼ δ’ἀναχασσάμενος ξίφος ἀργυρόηλον98κουλεῷ ἐγκατέπηξ’. ὁ δ’ἐπεὶ πίεν αἷμα κελαινόν,99καὶ τότε δή μ’ἐπέεσσι προσηύδα μάντις ἀμύμων ·138ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·145ὣς ἐφάμην, ὁ δέ μ’αὐτίκ’ἀμειβόμενος προσέειπεν ·150ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω151Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατ’ἔλεξεν ·152αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρ’ἐπὶ μήτηρ153ἤλυθε καὶ πίεν αἷμα κελαινεφές · αὐτίκα δ’ἔγνω,154καί μ’ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·163ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·180ὣς ἐφάμην, ἡ δ’αὐτίκ’ἀμείβετο πότνια μήτηρ ·204ὣς ἔφατ’, αὐτὰρ ἐγώ γ’ἔθελον φρεσὶ μερμηρίξας205μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.206τρὶς μὲν ἐφωρμήθην, ἑλέειντέ με θυμὸς ἀνώγει,207τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ208ἔπτατ’. ἐμοὶ δ’ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,209καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·215ὣς ἐφάμην, ἡ δ’αὐτίκ’ἀμείβετο πότνια μήτηρ ·225νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ’, αἱ δὲ γυναῖκες226ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,227ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.228αἱ δ’ἀμφ’αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,229αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.230ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή ·231σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ232οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.233αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη234ὃν γόνον ἐξαγόρευεν · ἐγὼ δ’ἐρέεινον ἁπάσας.235ἔνθ’ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,236ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,237φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο ·238ἣ ποταμοῦ ἠράσσατ’Ἐνιπῆος θείοιο,239ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,240καί ῥ’ἐπ’Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.241τῷ δ’ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος242ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος ·243πορφύρεον δ’ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,244κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήντε γυναῖκα.245λῦσε δὲ παρθενίην ζώνην, κατὰ δ’ὕπνον ἔχευεν.246αὐτὰρ ἐπεί ῥ’ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,247ἔντ’ἄρα οἱ φῦ χειρί, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·253ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.254ἡ δ’ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,255τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην256ἀμφοτέρω · Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ257ναῖε πολύρρηνος, ὁ δ’ἄρ’ἐν Πύλῳ ἠμαθόεντι.258τοὺς δ’ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,259Αἴσονάτ’ἠδὲ Φέρητ’Ἀμυθάονάθ’ἱππιοχάρμην.260τὴν δὲ μετ’Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,261ἣ δὴ καὶ Διὸς εὔχετ’ἐν ἀγκοίνῃσιν ἰαῦσαι,262καί ῥ’ἔτεκεν δύο παῖδ’, Ἀμφίονάτε Ζῆθόντε,263οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,264πύργωσάντ’, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ’ἐδύναντο265ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.266τὴν δὲ μετ’Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,267ἥ ῥ’Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα268γείνατ’ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα ·269καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,270τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.271μητέρατ’Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,272ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο273γημαμένη ᾧ υἷι · ὁ δ’ὃν πατέρ’ἐξεναρίξας274γῆμεν · ἄφαρ δ’ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.275ἀλλ’ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων276Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς ·277ἡ δ’ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,278ἁψαμένη βρόχον αἰπὺν ἀφ’ὑψηλοῖο μελάθρου,279ᾧ ἄχεϊ σχομένη · τῷ δ’ἄλγεα κάλλιπ’ὀπίσσω280πολλὰ μάλ’, ὅσσατε μητρὸς Ἐρινύες ἐκτελέουσιν.281καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς282γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,283ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,284ὅς ποτ’ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν ·285ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,286Νέστοράτε Χρόνιοντε Περικλύμενόντ’ἀγέρωχον.287τοῖσι δ’ἐπ’ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,288τὴν πάντες μνώοντο περικτίται · οὐ δ’ἄρα Νηλεὺς289τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους290ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης291ἀργαλέας · τὰς δ’οἶος ὑπέσχετο μάντις ἀμύμων292ἐξελάαν · χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,293δεσμοίτ’ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.294ἀλλ’ὅτε δὴ μῆνέςτε καὶ ἡμέραι ἐξετελεῦντο295ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,296καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,297θέσφατα πάντ’εἰπόντα · Διὸς δ’ἐτελείετο βουλή.298καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,299ἥ ῥ’ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,300Κάστοράθ’ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,301τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα ·302οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες303ἄλλοτε μὲν ζώουσ’ἑτερήμεροι, ἄλλοτε δ’αὖτε304τεθνᾶσιν · τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.305τὴν δὲ μετ’Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν306εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,307καί ῥ’ἔτεκεν δύο παῖδε, μινυνθαδίω δ’ἐγενέσθην,308Ὦτόντ’ἀντίθεον τηλεκλειτόντ’Ἐφιάλτην,309οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα310καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα ·311ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν312εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.313οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ314φυλόπιδα στήσειν πολυάικος πολέμοιο.315Ὄσσαν ἐπ’Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’Ὄσσῃ316Πήλιον εἰνοσίφυλλον, ἵν’οὐρανὸς ἀμβατὸς εἴη.317καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο ·318ἀλλ’ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,319ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους320ἀνθῆσαι πυκάσαιτε γένυς ἐυανθέι λάχνῃ.321Φαίδρηντε Πρόκριντε ἴδον καλήντ’Ἀριάδνην,322κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς323ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων324ἦγε μέν, οὐ δ’ἀπόνητο · πάρος δέ μιν Ἄρτεμις ἔκτα325Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.326Μαῖράντε Κλυμένηντε ἴδον στυγερήντ’Ἐριφύλην,327ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.328πάσας δ’οὐκ ἂν ἐγὼ μυθήσομαι οὐ δ’ὀνομήνω,329ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας ·330πρὶν γάρ κεν καὶ νὺξ φθῖτ’ἄμβροτος. ἀλλὰ καὶ ὥρη331εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ’ἐς ἑταίρους332ἢ αὐτοῦ · πομπὴ δὲ θεοῖς ὑμῖντε μελήσει.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
334κηληθμῷ δ’ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
335τοῖσιν δ’Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
336342Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι337εἶδόςτε μέγεθόςτε ἰδὲ φρένας ἔνδον ἐίσας;338ξεῖνος δ’αὖτ’ἐμός ἐστιν, ἕκαστος δ’ἔμμορε τιμῆς ·339τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μη δὲ τὰ δῶρα340οὕτω χρηίζοντι κολούετε · πολλὰ γὰρ ὑμῖν341κτήματ’ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
343ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν ·
344347ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐ δ’ἀπὸ δόξης345μυθεῖται βασίλεια περίφρων · ἀλλὰ πίθεσθε.346Ἀλκινόου δ’ἐκ τοῦδ’ἔχεται ἔργοντε ἔποςτε.
τὸν δ’αὖτ’Ἀλκίνοος ἀπαμείβετο φώνησέντε ·
348354τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε349ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω ·350ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων351ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν352δωτίνην τελέσω · πομπὴ δ’ἄνδρεσσι μελήσει353πᾶσι, μάλιστα δ’ἐμοί · τοῦ γὰρ κράτος ἔστ’ἐνὶ δήμῳ.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
355362Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,356εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ’αὐτόθι μίμνειν,357πομπὴν δ’ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,358καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,359πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ’ἱκέσθαι ·360καί κ’αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην361πᾶσιν, ὅσοι μ’Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
τὸν δ’αὖτ’Ἀλκίνοος ἀπαμείβετο φώνησέντε ·
363377ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σ’ἐίσκομεν εἰσορόωντες,364ἠπεροπῆάτ’ἔμεν καὶ ἐπίκλοπον, οἷάτε πολλοὺς365βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,366ψεύδεάτ’ἀρτύνοντας ὅθεν κέ τις οὐ δὲ ἴδοιτο ·367σοὶ δ’ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.368μῦθον δ’ὡς ὅτ’ἀοιδὸς ἐπισταμένως κατέλεξας,369πάντωντ’Ἀργείων σέοτ’αὐτοῦ κήδεα λυγρά.370ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,371εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμ’αὐτῷ372Ἴλιον εἰς ἅμ’ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.373νὺξ δ’ἥδε μάλα μακρή, ἀθέσφατος · οὐ δέ πω ὥρη374εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.375καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ376τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
378Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,379ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου ·380εἰ δ’ἔτ’ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε381τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ’ἄλλ’ἀγορεύειν,382κήδε’ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,383οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,384ἐν νόστῳ δ’ἀπόλοντο κακῆς ἰότητι γυναικός.385αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ’ἄλλυδις ἄλλῃ386ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,387ἦλθε δ’ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο388ἀχνυμένη · περὶ δ’ἄλλαι ἀγηγέραθ’, ὅσσοι ἅμ’αὐτῷ389οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.390ἔγνω δ’αἶψ’ἔμ’ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν ·391κλαῖε δ’ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,392πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων ·393ἀλλ’οὐ γάρ οἱ ἔτ’ἦν ἲς ἔμπεδος οὐ δέ τι κῖκυς,394οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.395τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησάτε θυμῷ,396καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·404ὣς ἐφάμην, ὁ δέ μ’αὐτίκ’ἀμειβόμενος προσέειπε ·435ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·440ὣς ἐφάμην, ὁ δέ μ’αὐτίκ’ἀμειβόμενος προσέειπε ·462ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·465νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν466ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες ·467ἦλθε δ’ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος468καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο469Αἴαντόςθ’, ὃς ἄριστος ἔην εἶδόςτε δέμαςτε470τῶν ἄλλων Δαναῶν μετ’ἀμύμονα Πηλεΐωνα.471ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο472καί ῥ’ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·477ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·487ὣς ἐφάμην, ὁ δέ μ’αὐτίκ’ἀμειβόμενος προσέειπε ·504ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·538ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο539φοίτα μακρὰ βιβᾶσα κατ’ἀσφοδελὸν λειμῶνα,540γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.541αἱ δ’ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων542ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε’ἑκάστη.543οἴη δ’Αἴαντος ψυχὴ Τελαμωνιάδαο544νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,545τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ546τεύχεσιν ἀμφ’Ἀχιλῆος · ἔθηκε δὲ πότνια μήτηρ.547παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.548ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ’ἐπ’ἀέθλῳ ·549τοίην γὰρ κεφαλὴν ἕνεκ’αὐτῶν γαῖα κατέσχεν,550Αἴανθ’, ὃς πέρι μὲν εἶδος, πέρι δ’ἔργα τέτυκτο551τῶν ἄλλων Δαναῶν μετ’ἀμύμονα Πηλεΐωνα.552τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν ·563ὣς ἐφάμην, ὁ δέ μ’οὐδὲν ἀμείβετο, βῆ δὲ μετ’ἄλλας564ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.565ἔνθα χ’ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν ·566ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι567τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.568ἔνθ’ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,569χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,570ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,571ἥμενοι ἑσταότεςτε κατ’εὐρυπυλὲς Ἄϊδος δῶ.572τὸν δὲ μετ’Ὠρίωνα πελώριον εἰσενόησα573θῆρας ὁμοῦ εἰλεῦντα κατ’ἀσφοδελὸν λειμῶνα,574τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι575χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.576καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,577κείμενον ἐν δαπέδῳ · ὁ δ’ἐπ’ἐννέα κεῖτο πέλεθρα,578γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,579δέρτρον ἔσω δύνοντες, ὁ δ’οὐκ ἀπαμύνετο χερσί ·580Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,581Πυθώδ’ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.582καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ’ἄλγε’ἔχοντα583ἑστεῶτ’ἐν λίμνῃ · ἡ δὲ προσέπλαζε γενείῳ ·584στεῦτο δὲ διψάων, πιέειν δ’οὐκ εἶχεν ἑλέσθαι ·585ὁσσάκι γὰρ κύψει’ὁ γέρων πιέειν μενεαίνων,586τοσσάχ’ὕδωρ ἀπολέσκετ’ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ587γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.588δένδρεα δ’ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,589ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι590συκέαιτε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι ·591τῶν ὁπότ’ἰθύσει’ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,592τὰς δ’ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.593καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ’ἄλγε’ἔχοντα594λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.595ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίντε ποσίντε596λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον · ἀλλ’ὅτε μέλλοι597ἄκρον ὑπερβαλέειν, τότ’ἀποστρέψασκε κραταιίς ·598αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.599αὐτὰρ ὅ γ’ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ’ἱδρὼς600ἔρρεεν ἐκ μελέων, κονίη δ’ἐκ κρατὸς ὀρώρει.601τὸν δὲ μετ’εἰσενόησα βίην Ἡρακληείην,602εἴδωλον · αὐτὸς δὲ μετ’ἀθανάτοισι θεοῖσι603τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,604παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.605ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,606πάντοσ’ἀτυζομένων · ὁ δ’ἐρεμνῇ νυκτὶ ἐοικώς,607γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,608δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.609σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ610χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,611ἄρκτοιτ’ἀγρότεροίτε σύες χαροποίτε λέοντες,612ὑσμῖναίτε μάχαιτε φόνοιτ’ἀνδροκτασίαιτε.613μὴ τεχνησάμενος μη δ’ἄλλο τι τεχνήσαιτο,614ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.615ἔγνω δ’αὖτ’ἔμ’ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,616καί μ’ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·627ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,628αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ’ἔλθοι629ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.630καί νύ κ’ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,631Θησέα Πειρίθοόντε, θεῶν ἐρικυδέα τέκνα ·632ἀλλὰ πρὶν ἐπὶ ἔθνε’ἀγείρετο μυρία νεκρῶν633ἠχῇ θεσπεσίῃ · ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,634μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου635ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.636αὐτίκ’ἔπειτ’ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους637αὐτούςτ’ἀμβαίνειν ἀνάτε πρυμνήσια λῦσαι.638οἱ δ’αἶψ’εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.639τὴν δὲ κατ’Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,640πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.