Homer

Odyssey, Book 20 (Υ)

1
αὐτὰρ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς ·
2
κὰμ μὲν ἀδέψητον βοέην στόρεσ’, αὐτὰρ ὕπερθε
3
κώεα πόλλ’ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί ·
4
Εὐρυνόμη δ’ἄρ’ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
5
ἔνθ’Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
6
κεῖτ’ἐγρηγορόων · ταὶ δ’ἐκ μεγάροιο γυναῖκες
7
ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
8
ἀλλήλῃσι γέλωτε καὶ εὐφροσύνην παρέχουσαι.
9
τοῦ δ’ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι ·
10
πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
11
ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
12
ἔτ’ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
13
ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
14
ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
15
ἄνδρ’ἀγνοιήσασ’ὑλάει μέμονέντε μάχεσθαι,
16
ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα ·
17
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ ·
18
τέτλαθι δή, κραδίη · καὶ κύντερον ἄλλο ποτ’ἔτλης.
19
ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
20
ἰφθίμους ἑτάρους · σὺ δ’ἐτόλμας, ὄφρα σε μῆτις
21
ἐξάγαγ’ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
22
ὣς ἔφατ’, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ ·
23
τῷ δὲ μάλ’ἐν πείσῃ κραδίη μένε τετληυῖα
24
νωλεμέως · ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
25
ὡς δ’ὅτε γαστέρ’ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
26
ἐμπλείην κνίσηςτε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
27
αἰόλλῃ, μάλα δ’ὦκα λιλαίεται ὀπτηθῆναι,
28
ὣς ἄρ’ γ’ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
29
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
30
μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
31
οὐρανόθεν καταβᾶσα · δέμας δ’ἤϊκτο γυναικί ·
32
στῆ δ’ἄρ’ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε ·
33
τίπτ’αὖτ’ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;
34
οἶκος μέν τοι ὅδ’ἐστί, γυνὴ δέ τοι ἥδ’ἐνὶ οἴκῳ
35
καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
36
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
37
ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες ·
38
ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
39
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
40
μοῦνος ἐών · οἱ δ’αἰὲν ἀολλέες ἔνδον ἔασι.
41
πρὸς δ’ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω ·
42
εἴ περ γὰρ κτείναιμι Διόςτε σέθεντε ἕκητι,
43
πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
44
τὸν δ’αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
45
σχέτλιε, καὶ μέν τίςτε χερείονι πείθεθ’ἑταίρῳ,
46
ὅς περ θνητόςτ’ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν ·
47
αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς σε φυλάσσω
48
ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν ·
49
εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
50
νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
51
καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
52
ἀλλ’ἑλέτω σε καὶ ὕπνος · ἀνίη καὶ τὸ φυλάσσειν
53
πάννυχον ἐγρήσσοντα, κακῶν δ’ὑποδύσεαι ἤδη.
54
ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
55
αὐτὴ δ’ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
56
εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
57
λυσιμελής, ἄλοχος δ’ἄρ’ἐπέγρετο κεδνὰ ἰδυῖα ·
58
κλαῖε δ’ἄρ’ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
59
αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
60
Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν ·
61
Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
62
ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ’ἐκ θυμὸν ἕλοιο
63
αὐτίκα νῦν, ἔπειτα μ’ἀναρπάξασα θύελλα
64
οἴχοιτο προφέρουσα κατ’ἠερόεντα κέλευθα,
65
ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
66
ὡς δ’ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι ·
67
τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δ’ἐλίποντο
68
ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ’Ἀφροδίτη
69
τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ ·
70
Ἥρη δ’αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
71
εἶδος καὶ πινυτήν, μῆκος δ’ἔπορ’Ἄρτεμις ἁγνή,
72
ἔργα δ’Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
73
εὖτ’Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
74
κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο
75
ἐς Δία τερπικέραυνον, γάρτ’εὖ οἶδεν ἅπαντα,
76
μοῖράντ’ἀμμορίηντε καταθνητῶν ἀνθρώπων
77
τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
78
καί ῥ’ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν ·
79
ὣς ἔμ’ἀϊστώσειαν Ὀλύμπια δώματ’ἔχοντες,
80
ἠέ μ’ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρ’Ὀδυσῆα
81
ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
82
μη δέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
83
ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
84
ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
85
νύκτας δ’ὕπνος ἔχῃσιν γάρτ’ἐπέλησεν ἁπάντων,
86
ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρ’ἀμφικαλύψῃ
87
αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ’ἐπέσσευεν κακὰ δαίμων.
88
τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
89
τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ · αὐτὰρ ἐμὸν κῆρ
90
χαῖρ’, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ’ὕπαρ ἤδη.
91
ὣς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
92
τῆς δ’ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς ·
93
μερμήριζε δ’ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
94
ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
95
χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
96
ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
97
θῆκε θύραζε φέρων, Διὶ δ’εὔξατο χεῖρας ἀνασχών ·
98
Ζεῦ πάτερ, εἴ μ’ἐθέλοντες ἐπὶ τραφερήντε καὶ ὑγρὴν
99
ἤγετ’ἐμὴν ἐς γαῖαν, ἐπεί μ’ἐκακώσατε λίην,
100
φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
101
ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
102
ὣς ἔφατ’εὐχόμενος · τοῦ δ’ἔκλυε μητίετα Ζεύς,
103
αὐτίκα δ’ἐβρόντησεν ἀπ’αἰγλήεντος Ὀλύμπου,
104
ὑψόθεν ἐκ νεφέων · γήθησε δὲ δῖος Ὀδυσσεύς.
105
φήμην δ’ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
106
πλησίον, ἔνθ’ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
107
τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
108
ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
109
αἱ μὲν ἄρ’ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
110
δὲ μί’οὔπω παύετ’, ἀφαυροτάτη δ’ἐτέτυκτο ·
111
ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι ·
112
Ζεῦ πάτερ, ὅςτε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
113
μεγάλ’ἐβρόντησας ἀπ’οὐρανοῦ ἀστερόεντος,
114
οὐ δέ ποθι νέφος ἐστί · τέρας νύ τεῳ τόδε φαίνεις.
115
κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω ·
116
μνηστῆρες πύματόντε καὶ ὕστατον ἤματι τῷδε
117
ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτ’ἐρατεινήν,
118
οἳ δή μοι καμάτῳ θυμαλγέι · γούνατ’ἔλυσαν
119
ἄλφιτα τευχούσῃ · νῦν ὕστατα δειπνήσειαν.
120
ὣς ἄρ’ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
121
Ζηνόςτε βροντῇ · φάτο γὰρ τίσασθαι ἀλείτας.
122
αἱ δ’ἄλλαι δμῳαὶ κατὰ δώματα κάλ’Ὀδυσῆος
123
ἀγρόμεναι ἀνέκαιον ἐπ’ἐσχάρῃ ἀκάματον πῦρ.
124
Τηλέμαχος δ’εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
125
εἵματα ἑσσάμενος · περὶ δὲ ξίφος ὀξὺ θέτ’ὤμῳ ·
126
ποσσὶ δ’ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
127
εἵλετο δ’ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι · χαλκῷ ·
128
στῆ δ’ἄρ’ἐπ’οὐδὸν ἰών, πρὸς δ’Εὐρύκλειαν ἔειπε ·
129
μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθ’ἐνὶ οἴκῳ
130
εὐνῇ καὶ σίτῳ, αὔτως κεῖται ἀκηδής;
131
τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα ·
132
ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
133
χείρονα, τὸν δέτ’ἀρείον’ἀτιμήσασ’ἀποπέμπει.
134
τὸν δ’αὖτε προσέειπε περίφρων Εὐρύκλεια ·
135
οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
136
οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρ’ἔθελ’αὐτός,
137
σίτου δ’οὐκέτ’ἔφη πεινήμεναι · εἴρετο γάρ μιν.
138
ἀλλ’ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
139
μὲν δέμνι’ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
140
αὐτὰρ γ’, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
141
οὐκ ἔθελ’ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
142
ἀλλ’ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
143
ἔδραθ’ἐνὶ προδόμῳ · χλαῖναν δ’ἐπιέσσαμεν ἡμεῖς.
144
ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
145
ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
146
βῆ δ’ἴμεν εἰς ἀγορὴν μετ’ἐϋκνήμιδας Ἀχαιούς.
147
δ’αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
148
Εὐρύκλει’, Ὦπος θυγάτηρ Πεισηνορίδαο ·
149
ἀγρεῖθ’, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
150
ῥάσσατέτ’, ἔντε θρόνοις εὐποιήτοισι τάπητας
151
βάλλετε πορφυρέους · αἱ δὲ σπόγγοισι τραπέζας
152
πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
153
καὶ δέπα ἀμφικύπελλα τετυγμένα · ταὶ δὲ μεθ’ὕδωρ
154
ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
155
οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
156
ἀλλὰ μάλ’ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
157
ὣς ἔφαθ’, αἱ δ’ἄρα τῆς μάλα μὲν κλύον ἠδ’ἐπίθοντο.
158
αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
159
αἱ δ’αὐτοῦ κατὰ δώματ’ἐπισταμένως πονέοντο.
160
ἐς δ’ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
161
εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
162
ἦλθον ἀπὸ κρήνης · ἐπὶ δέ σφισιν ἦλθε συβώτης
163
τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
164
καὶ τοὺς μέν ῥ’εἴασε καθ’ἕρκεα καλὰ νέμεσθαι,
165
αὐτὸς δ’αὖτ’Ὀδυσῆα προσηύδα μειλιχίοισι ·
166
ξεῖν’, ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
167
ἦέ σ’ἀτιμάζουσι κατὰ μέγαρ’, ὡς τὸ πάρος περ;
168
τὸν δ’ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς ·
169
αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
170
ἣν οἵδ’ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
171
οἴκῳ ἐν ἀλλοτρίῳ, οὐ δ’αἰδοῦς μοῖραν ἔχουσιν.
172
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
173
ἀγχίμολον δέ σφ’ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
174
αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
175
δεῖπνον μνηστήρεσσι. δύω δ’ἅμ’ἕποντο νομῆες.
176
καὶ τὰς μὲν κατέδησεν ὑπ’αἰθούσῃ ἐριδούπῳ,
177
αὐτὸς δ’αὖτ’Ὀδυσῆα προσηύδα κερτομίοισι ·
178
ξεῖν’, ἔτι καὶ νῦν ἐνθάδ’ἀνιήσεις κατὰ δῶμα
179
ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
180
πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
181
πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
182
αἰτίζεις · εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
183
ὣς φάτο, τὸν δ’οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
184
ἀλλ’ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
185
τοῖσι δ’ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
186
βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
187
πορθμῆες δ’ἄρα τούς γε διήγαγον, οἵτε καὶ ἄλλους
188
ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
189
καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ’αἰθούσῃ ἐριδούπῳ,
190
αὐτὸς δ’αὖτ’ἐρέεινε συβώτην ἄγχι παραστάς ·
191
τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
192
ἡμέτερον πρὸς δῶμα; τέων δ’ἐξ εὔχεται εἶναι
193
ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
194
δύσμορος, τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι ·
195
ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
196
ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
197
καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
198
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
199
χαῖρε, πάτερ ξεῖνε · γένοιτό τοι ἔς περ ὀπίσσω
200
ὄλβος · ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
201
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος ·
202
οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
203
μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
204
ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
205
μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
206
τοιάδε λαίφε’ἔχοντα κατ’ἀνθρώπους ἀλάλησθαι,
207
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
208
εἰ δ’ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
209
μοι ἔπειτ’Ὀδυσῆος ἀμύμονος, ὅς μ’ἐπὶ βουσὶν
210
εἷσ’ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
211
νῦν δ’αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐ δέ κεν ἄλλως
212
ἀνδρί γ’ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων ·
213
τὰς δ’ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
214
ἔδμεναι · οὐ δέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
215
οὐ δ’ὄπιδα τρομέουσι θεῶν · μεμάασι γὰρ ἤδη
216
κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
217
αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
218
πόλλ’ἐπιδινεῖται · μάλα μὲν κακὸν υἷος ἐόντος
219
ἄλλων δῆμον ἱκέσθαι ἰόντ’αὐτῇσι βόεσσιν,
220
ἄνδρας ἐς ἀλλοδαπούς · τὸ δὲ ῥίγιον, αὖθι μένοντα
221
βουσὶν ἐπ’ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
222
καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
223
ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ’ἀνεκτὰ πέλονται ·
224
ἀλλ’ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
225
ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
226
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
227
βουκόλ’, ἐπεὶ οὔτε κακῷ οὔτ’ἄφρονι φωτὶ ἔοικας,
228
γιγνώσκω δὲ καὶ αὐτὸς τοι πινυτὴ φρένας ἵκει,
229
τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι ·
230
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίητε τράπεζα
231
ἱστίητ’Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
232
σέθεν ἐνθάδ’ἐόντος ἐλεύσεται οἴκαδ’Ὀδυσσεύς ·
233
σοῖσιν δ’ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κ’ἐθέλῃσθα,
234
κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
235
τὸν δ’αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ ·
236
αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων ·
237
γνοίης χ’οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
238
ὣς δ’αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
239
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
240
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
241
μνηστῆρες δ’ἄρα Τηλεμάχῳ θάνατόντε μόροντε
242
ἤρτυον · αὐτὰρ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
243
αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
244
τοῖσιν δ’Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν ·
245
φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
246
Τηλεμάχοιο φόνος · ἀλλὰ μνησώμεθα δαιτός.
247
ὣς ἔφατ’Ἀμφίνομος, τοῖσιν δ’ἐπιήνδανε μῦθος.
248
ἐλθόντες δ’ἐς δώματ’Ὀδυσσῆος θείοιο
249
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούςτε θρόνουςτε,
250
οἱ δ’ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
251
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην ·
252
σπλάγχνα δ’ἄρ’ὀπτήσαντες ἐνώμων, ἐν δέτε οἶνον
253
κρητῆρσιν κερόωντο · κύπελλα δὲ νεῖμε συβώτης.
254
σῖτον δέ σφ’ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
255
καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
256
οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
257
Τηλέμαχος δ’Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
258
ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
259
δίφρον ἀεικέλιον καταθεὶς ὀλίγηντε τράπεζαν ·
260
πὰρ δ’ἐτίθει σπλάγχνων μοίρας, ἐν δ’οἶνον ἔχευεν
261
ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν ·
262
ἐνταυθοῖ νῦν ἧσο μετ’ἀνδράσιν οἰνοποτάζων ·
263
κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
264
πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
265
οἶκος ὅδ’, ἀλλ’Ὀδυσῆος, ἐμοὶ δ’ἐκτήσατο κεῖνος.
266
ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
267
καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
268
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
269
Τηλέμαχον θαύμαζον, θαρσαλέως ἀγόρευε.
270
τοῖσιν δ’Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός ·
271
καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
272
Τηλεμάχου · μάλα δ’ἧμιν ἀπειλήσας ἀγορεύει.
273
οὐ γὰρ Ζεὺς εἴασε Κρονίων · τῷ κέ μιν ἤδη
274
παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντ’ἀγορητήν.
275
ὣς ἔφατ’Ἀντίνοος · δ’ἄρ’οὐκ ἐμπάζετο μύθων.
276
κήρυκες δ’ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
277
ἦγον · τοὶ δ’ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
278
ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
279
οἱ δ’ἐπεὶ ὤπτησαν κρέ’ὑπέρτερα καὶ ἐρύσαντο,
280
μοίρας δασσάμενοι δαίνυντ’ἐρικυδέα δαῖτα ·
281
πὰρ δ’ἄρ’Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
282
ἴσην, ὡς αὐτοί περ ἐλάγχανον · ὣς γὰρ ἀνώγει
283
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
284
μνηστῆρας δ’οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
285
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ’ἔτι μᾶλλον
286
δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
287
ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
288
Κτήσιππος δ’ὄνομ’ἔσκε, Σάμῃ δ’ἐνὶ οἰκία ναῖεν ·
289
ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
290
μνάσκετ’Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
291
ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα ·
292
κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω ·
293
μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
294
ἴσην · οὐ γὰρ καλὸν ἀτέμβειν οὐ δὲ δίκαιον
295
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ’ἵκηται.
296
ἀλλ’ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
297
ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
298
δμώων, οἳ κατὰ δώματ’Ὀδυσσῆος θείοιο.
299
ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
300
κείμενον ἐκ κανέοιο λαβών · δ’ἀλεύατ’Ὀδυσσεὺς
301
ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
302
σαρδάνιον μάλα τοῖον · δ’εὔδμητον βάλε τοῖχον.
303
Κτήσιππον δ’ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ ·
304
Κτήσιππ’, μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ ·
305
οὐκ ἔβαλες τὸν ξεῖνον · ἀλεύατο γὰρ βέλος αὐτός.
306
γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
307
καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
308
ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
309
φαινέτω · ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
310
ἐσθλάτε καὶ τὰ χέρηα · πάρος δ’ἔτι νήπιος ἦα.
311
ἀλλ’ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
312
μήλων σφαζομένων οἴνοιότε πινομένοιο
313
καὶ σίτου · χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
314
ἀλλ’ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες ·
315
εἰ δ’ἤδη μ’αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
316
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
317
τεθνάμεν τάδε γ’αἰὲν ἀεικέα ἔργ’ὁράασθαι,
318
ξείνουςτε στυφελιζομένους δμῳάςτε γυναῖκας
319
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
320
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ·
321
ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος ·
322
φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
323
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι ·
324
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν’ἄλλον
325
δμώων, οἳ κατὰ δώματ’Ὀδυσσῆος θείοιο.
326
Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
327
ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
328
ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
329
νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
330
τόφρ’οὔ τις νέμεσις μενέμεντ’ἦν ἰσχέμεναίτε
331
μνηστῆρας κατὰ δώματ’, ἐπεὶ τόδε κέρδιον ἦεν,
332
εἰ νόστησ’Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα ·
333
νῦν δ’ἤδη τόδε δῆλον, τ’οὐκέτι νόστιμός ἐστιν.
334
ἀλλ’ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
335
γήμασθ’ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
336
ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
337
ἔσθων καὶ πίνων, δ’ἄλλου δῶμα κομίζῃ.
338
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
339
οὐ μὰ Ζῆν’, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
340
ὅς που τῆλ’Ἰθάκης ἔφθιται ἀλάληται,
341
οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
342
γήμασθ’ κ’ἐθέλῃ, ποτὶ δ’ἄσπετα δῶρα δίδωμι.
343
αἰδέομαι δ’ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
344
μύθῳ ἀναγκαίῳ · μὴ τοῦτο θεὸς τελέσειεν.
345
ὣς φάτο Τηλέμαχος · μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
346
ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
347
οἱ δ’ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
348
αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον · ὄσσε δ’ἄρα σφέων
349
δακρυόφιν πίμπλαντο, γόον δ’ὠΐετο θυμός.
350
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής ·
351
δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
352
εἰλύαται κεφαλαίτε πρόσωπάτε νέρθετε γοῦνα.
353
οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
354
αἵματι δ’ἐρράδαται τοῖχοι καλαίτε μεσόδμαι ·
355
εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
356
ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον · ἠέλιος δὲ
357
οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ’ἐπιδέδρομεν ἀχλύς.
358
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐπ’αὐτῷ ἡδὺ γέλασσαν.
359
τοῖσιν δ’Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ’ἀγορεύειν ·
360
ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
361
ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
362
εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
363
τὸν δ’αὖτε προσέειπε Θεοκλύμενος θεοειδής ·
364
Εὐρύμαχ’, οὔ τί σ’ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν ·
365
εἰσί μοι ὀφθαλμοίτε καὶ οὔατα καὶ πόδες ἄμφω
366
καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
367
τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
368
ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐ δ’ἀλέαιτο
369
μνηστήρων, οἳ δῶμα κάτ’ἀντιθέου Ὀδυσῆος
370
ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
371
ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
372
ἵκετο δ’ἐς Πείραιον, μιν πρόφρων ὑπέδεκτο.
373
μνηστῆρες δ’ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
374
Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες ·
375
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων ·
376
Τηλέμαχ’, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος ·
377
οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
378
σίτου καὶ οἴνου κεχρημένον, οὐ δέ τι ἔργων
379
ἔμπαιον οὐ δὲ βίης, ἀλλ’αὔτως ἄχθος ἀρούρης.
380
ἄλλος δ’αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
381
ἀλλ’εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη ·
382
τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
383
ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
384
ὣς ἔφασαν μνηστῆρες · δ’οὐκ ἐμπάζετο μύθων,
385
ἀλλ’ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
386
ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
387
δὲ κατ’ἄντηστιν θεμένη περικαλλέα δίφρον
388
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
389
ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
390
δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
391
ἡδὺτε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ’ἱέρευσαν ·
392
δόρπου δ’οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
393
οἷον δὴ τάχ’ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
394
θησέμεναι · πρότεροι γὰρ ἀεικέα μηχανόωντο.