1Αἰολίην δ’ἐς νῆσον ἀφικόμεθ’· ἔνθα δ’ἔναιεν
2Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,
3πλωτῇ ἐνὶ νήσῳ · πᾶσαν δέτέ μιν πέρι τεῖχος
4χάλκεον ἄρρηκτον, λισσὴ δ’ἀναδέδρομε πέτρη.
5τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
6ἓξ μὲν θυγατέρες, ἓξ δ’υἱέες ἡβώοντες ·
7ἔνθ’ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
8οἱ δ’αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
9δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
10κνισῆεν δέτε δῶμα περιστεναχίζεται αὐλῇ
11ἤματα · νύκτας δ’αὖτε παρ’αἰδοίῃς ἀλόχοισιν
12εὕδουσ’ἔντε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
13καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
14μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
15Ἴλιον Ἀργείωντε νέας καὶ νόστον Ἀχαιῶν ·
16καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
17ἀλλ’ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ’ἐκέλευον
18πεμπέμεν, οὐ δέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
19δῶκε δέ μ’ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
20ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα ·
21κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
22ἠμὲν παυέμεναι ἠδ’ὀρνύμεν, ὅν κ’ἐθέλῃσι.
23νηὶ δ’ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
24ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ ·
25αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
26ὄφρα φέροι νῆάςτε καὶ αὐτούς · οὐ δ’ἄρ’ἔμελλεν
27ἐκτελέειν · αὐτῶν γὰρ ἀπωλόμεθ’ἀφραδίῃσιν.
28ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκταςτε καὶ ἦμαρ,
29τῇ δεκάτῃ δ’ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
30καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες ·
31ἔνθ’ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
32αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐ δέ τῳ ἄλλῳ
33δῶχ’ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν ·
34οἱ δ’ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
35καί μ’ἔφασαν χρυσόντε καὶ ἄργυρον οἴκαδ’ἄγεσθαι
36δῶρα παρ’Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
37ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
46ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων ·
47ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ’ἐκ πάντες ὄρουσαν.
48τοὺς δ’αἶψ’ἁρπάξασα φέρεν πόντονδε θύελλα
49κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε
50ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
51ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,
52ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
53ἀλλ’ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ’ἐνὶ νηὶ
54κείμην. αἱ δ’ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
55αὖτις ἐπ’Αἰολίην νῆσον, στενάχοντο δ’ἑταῖροι.
56ἔνθα δ’ἐπ’ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ’ὕδωρ,
57αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
58αὐτὰρ ἐπεὶ σίτοιότ’ἐπασσάμεθ’ἠδὲ ποτῆτος,
59δὴ τότ’ἐγὼ κήρυκάτ’ὀπασσάμενος καὶ ἑταῖρον
60βῆν εἰς Αἰόλου κλυτὰ δώματα · τὸν δ’ἐκίχανον
61δαινύμενον παρὰ ᾗτ’ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
62ἐλθόντες δ’ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ’οὐδοῦ
63ἑζόμεθ’· οἱ δ’ἀνὰ θυμὸν ἐθάμβεον ἔκτ’ἐρέοντο ·
67ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ ·
70ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,
71οἱ δ’ἄνεῳ ἐγένοντο · πατὴρ δ’ἠμείβετο μύθῳ ·
76ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
77ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
78τείρετο δ’ἀνδρῶν θυμὸς ὑπ’εἰρεσίης ἀλεγεινῆς
79ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
80ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκταςτε καὶ ἦμαρ,
81ἑβδομάτῃ δ’ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
82Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
83ἠπύει εἰσελάων, ὁ δέτ’ἐξελάων ὑπακούει.
84ἔνθα κ’ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
85τὸν μὲν βουκολέων, τὸν δ’ἄργυφα μῆλα νομεύων ·
86ἐγγὺς γὰρ νυκτόςτε καὶ ἤματός εἰσι κέλευθοι.
87ἔνθ’ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
88ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
89ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
90ἐν στόματι προύχουσιν, ἀραιὴ δ’εἴσοδός ἐστιν,
91ἔνθ’οἵ γ’εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
92αἱ μὲν ἄρ’ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
93πλησίαι · οὐ μὲν γάρ ποτ’ἀέξετο κῦμά γ’ἐν αὐτῷ,
94οὔτε μέγ’οὔτ’ὀλίγον, λευκὴ δ’ἦν ἀμφὶ γαλήνη ·
95αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
96αὐτοῦ ἐπ’ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας ·
97ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
98ἔνθα μὲν οὔτε βοῶν οὔτ’ἀνδρῶν φαίνετο ἔργα,
99καπνὸν δ’οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
100δὴ τότ’ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
101οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
102ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ’ἅμ’ὀπάσσας.
103οἱ δ’ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι
104ἄστυδ’ἀφ’ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
105κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
106θυγατέρ’ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
107ἡ μὲν ἄρ’ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
108Ἀρτακίην · ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον ·
109οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκτ’ἐρέοντο
110ὅς τις τῶνδ’εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι ·
111ἡ δὲ μάλ’αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
112οἱ δ’ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
113εὗρον, ὅσηντ’ὄρεος κορυφήν, κατὰ δ’ἔστυγον αὐτήν.
114ἡ δ’αἶψ’ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
115ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
116αὐτίχ’ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον ·
117τὼ δὲ δύ’ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.
118αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος · οἱ δ’ἀίοντες
119φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
120μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
121οἵ ῥ’ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
122βάλλον · ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
123ἀνδρῶντ’ὀλλυμένων νηῶνθ’ἅμα ἀγνυμενάων ·
124ἰχθῦς δ’ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
125ὄφρ’οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
126τόφρα δ’ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
127τῷ ἀπὸ πείσματ’ἔκοψα νεὸς κυανοπρῴροιο.
128αἶψα δ’ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
129ἐμβαλέειν κώπῃς, ἵν’ὑπὲκ κακότητα φύγοιμεν ·
130οἱ δ’ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
131ἀσπασίως δ’ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
132νηῦς ἐμή · αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ’ὄλοντο.
133ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
134ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
135Αἰαίην δ’ἐς νῆσον ἀφικόμεθ’· ἔνθα δ’ἔναιε
136Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
137αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο ·
138ἄμφω δ’ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
139μητρόςτ’ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.
140ἔνθα δ’ἐπ’ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
141ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
142ἔνθα τότ’ἐκβάντες δύοτ’ἤματα καὶ δύο νύκτας
143κείμεθ’ὁμοῦ καμάτῳτε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
144ἀλλ’ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ’Ἠώς,
145καὶ τότ’ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
146καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
147εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήντε πυθοίμην.
148ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
149καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
150Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
151μερμήριξα δ’ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
152ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
153ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
154πρῶτ’ἐλθόντ’ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
155δεῖπνον ἑταίροισιν δόμεναι προέμεντε πυθέσθαι.
156ἀλλ’ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
157καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
158ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
159ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
160πιόμενος · δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
161τὸν δ’ἐγὼ ἐκβαίνοντα κατ’ἄκνηστιν μέσα νῶτα
162πλῆξα · τὸ δ’ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
163κὰδ δ’ἔπεσ’ἐν κονίῃσι μακών, ἀπὸ δ’ἔπτατο θυμός.
164τῷ δ’ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
165εἰρυσάμην · τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
166εἴασ’· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάςτε λύγουςτε,
167πεῖσμα δ’, ὅσοντ’ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν
168πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
169βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
170ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ’ὤμου
171χειρὶ φέρειν ἑτέρῃ · μάλα γὰρ μέγα θηρίον ἦεν.
172κὰδ’δ’ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ’ἑταίρους
173μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ·
178ὣς ἐφάμην, οἱ δ’ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,
179ἐκ δὲ καλυψάμενοι παρὰ θῖν’ἁλὸς ἀτρυγέτοιο
180θηήσαντ’ἔλαφον · μάλα γὰρ μέγα θηρίον ἦεν.
181αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
182χεῖρας νιψάμενοι τεύχοντ’ἐρικυδέα δαῖτα.
183ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
184ἥμεθα δαινύμενοι κρέατ’ἄσπετα καὶ μέθυ ἡδύ ·
185ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
186δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
187ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
188καὶ τότ’ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον ·
198ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ
199μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο
200Κύκλωπόςτε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
201κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες ·
202ἀλλ’οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
203αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους
204ἠρίθμεον, ἀρχὸν δὲ μετ’ἀμφοτέροισιν ὄπασσα ·
205τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ’Εὐρύλοχος θεοειδής.
206κλήρους δ’ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα ·
207ἐκ δ’ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
208βῆ δ’ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ’ἑταῖροι
209κλαίοντες · κατὰ δ’ἄμμε λίπον γοόωντας ὄπισθεν.
210εὗρον δ’ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
211ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ ·
212ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
213τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ’ἔδωκεν.
214οὐ δ’οἵ γ’ὡρμήθησαν ἐπ’ἀνδράσιν, ἀλλ’ἄρα τοί γε
215οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
216ὡς δ’ὅτ’ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
217σαίνωσ’, αἰεὶ γάρτε φέρει μειλίγματα θυμοῦ,
218ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
219σαῖνον · τοὶ δ’ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
220ἔσταν δ’ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
221Κίρκης δ’ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
222ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
223λεπτάτε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
224τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
225ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατόςτε ·
229ὣς ἄρ’ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.
230ἡ δ’αἶψ’ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
231καὶ κάλει · οἱ δ’ἅμα πάντες ἀιδρείῃσιν ἕποντο ·
232Εὐρύλοχος δ’ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
233εἷσεν δ’εἰσαγαγοῦσα κατὰ κλισμούςτε θρόνουςτε,
234ἐν δέ σφιν τυρόντε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
235οἴνῳ Πραμνείῳ ἐκύκα · ἀνέμισγε δὲ σίτῳ
236φάρμακα λύγρ’, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
237αὐτὰρ ἐπεὶ δῶκέντε καὶ ἔκπιον, αὐτίκ’ἔπειτα
238ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
239οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήντε τρίχαςτε
240καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.
241ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη
242πάρ ῥ’ἄκυλον βάλανόντε βάλεν καρπόντε κρανείης
243ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
244Εὐρύλοχος δ’αἶψ’ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν
245ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
246οὐ δέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
247κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος · ἐν δέ οἱ ὄσσε
248δακρυόφιν πίμπλαντο, γόον δ’ὠίετο θυμός.
249ἀλλ’ὅτε δή μιν πάντες ἀγασσάμεθ’ἐξερέοντες,
250καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον ·
261ὣς ἔφατ’, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
262ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα ·
263τὸν δ’ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
264αὐτὰρ ὅ γ’ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
265καί μ’ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
270ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
274ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
275ἀλλ’ὅτε δὴ ἄρ’ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
276Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
277ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
278ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
279πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη ·
280ἔντ’ἄρα μοι φῦ χειρί, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
302ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
303ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
304ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος ·
305μῶλυ δέ μιν καλέουσι θεοί · χαλεπὸν δέτ’ὀρύσσειν
306ἀνδράσι γε θνητοῖσι, θεοὶ δέτε πάντα δύνανται.
307Ἑρμείας μὲν ἔπειτ’ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
308νῆσον ἀν’ὑλήεσσαν, ἐγὼ δ’ἐς δώματα Κίρκης
309ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
310ἔστην δ’εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο ·
311ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
312ἡ δ’αἶψ’ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
313καὶ κάλει · αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
314εἷσε δέ μ’εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
315καλοῦ δαιδαλέου · ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν ·
316τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
317ἐν δέτε φάρμακον ἧκε, κακὰ φρονέουσ’ἐνὶ θυμῷ.
318αὐτὰρ ἐπεὶ δῶκέντε καὶ ἔκπιον, οὐ δέ μ’ἔθελξε,
319ῥάβδῳ πεπληγυῖα ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
321ὣς φάτ’, ἐγὼ δ’ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
322Κίρκῃ ἐπήιξα ὥςτε κτάμεναι μενεαίνων.
323ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
324καί μ’ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
336ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
345ὣς ἐφάμην, ἡ δ’αὐτίκ’ἀπώμνυεν, ὡς ἐκέλευον.
346αὐτὰρ ἐπεί ῥ’ὄμοσέντε τελεύτησέντε τὸν ὅρκον,
347καὶ τότ’ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
348ἀμφίπολοι δ’ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
349τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι ·
350γίγνονται δ’ἄρα ταί γ’ἔκτε κρηνέων ἀπότ’ἀλσέων
351ἔκθ’ἱερῶν ποταμῶν, οἵτ’εἰς ἅλαδε προρέουσι.
352τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
353πορφύρεα καθύπερθ’, ὑπένερθε δὲ λῖθ’ὑπέβαλλεν ·
354ἡ δ’ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
355ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια ·
356ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
357ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα ·
358ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
359πολλὸν ὑπὸ τρίποδι μεγάλῳ · ἰαίνετο δ’ὕδωρ.
360αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
361ἔς ῥ’ἀσάμινθον ἕσασα λό’ἐκ τρίποδος μεγάλοιο,
362θυμῆρες κεράσασα, κατὰ κρατόςτε καὶ ὤμων,
363ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
364αὐτὰρ ἐπεὶ λοῦσέντε καὶ ἔχρισεν λίπ’ἐλαίῳ,
365ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
366εἷσε δέ μ’εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
367καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν ·
368χέρνιβα δ’ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
369καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
370νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
371σῖτον δ’αἰδοίη ταμίη παρέθηκε φέρουσα,
372εἴδατα πόλλ’ἐπιθεῖσα, χαριζομένη παρεόντων.
373ἐσθέμεναι δ’ἐκέλευεν · ἐμῷ δ’οὐχ ἥνδανε θυμῷ,
374ἀλλ’ἥμην ἀλλοφρονέων, κακὰ δ’ὄσσετο θυμός.
375Κίρκη δ’ὡς ἐνόησεν ἔμ’ἥμενον οὐ δ’ἐπὶ σίτῳ
376χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,
377ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα ·
382ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
388ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
389ῥάβδον ἔχουσ’ἐν χειρί, θύρας δ’ἀνέῳξε συφειοῦ,
390ἐκ δ’ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
391οἱ μὲν ἔπειτ’ἔστησαν ἐναντίοι, ἡ δὲ δι’αὐτῶν
392ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
393τῶν δ’ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
394φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη ·
395ἄνδρες δ’ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
396καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
397ἔγνωσαν δέ μ’ἐκεῖνοι ἔφυντ’ἐν χερσὶν ἕκαστος.
398πᾶσιν δ’ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
399σμερδαλέον κονάβιζε · θεὰ δ’ἐλέαιρε καὶ αὐτή.
400ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων ·
406ὣς ἔφατ’, αὐτὰρ ἐμοί γ’ἐπεπείθετο θυμὸς ἀγήνωρ,
407βῆν δ’ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
408εὗρον ἔπειτ’ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
409οἴκτρ’ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
410ὡς δ’ὅτ’ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
411ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
412πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι · οὐ δ’ἔτι σηκοὶ
413ἴσχουσ’, ἀλλ’ἁδινὸν μυκώμεναι ἀμφιθέουσι ·
414μητέρας · ὣς ἔμ’ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
415δακρυόεντες ἔχυντο · δόκησε δ’ἄρα σφίσι θυμὸς
416ὣς ἔμεν, ὡς εἰ πατρίδ’ἱκοίατο καὶ πόλιν αὐτὴν
417τρηχείης Ἰθάκης, ἵνατ’ἔτραφεν ἠδ’ἐγένοντο.
418καί μ’ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων ·
422ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι ·
428ὣς ἐφάμην, οἱ δ’ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
429Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους ·
430καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
438ὣς ἔφατ’, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
439σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
440τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,
441καὶ πηῷ περ ἐόντι μάλα σχεδόν · ἀλλά μ’ἑταῖροι
442μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος ·
446ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
447οὐ δὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
448ἀλλ’ἕπετ’· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
449τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
450ἐνδυκέως λοῦσέντε καὶ ἔχρισεν λίπ’ἐλαίῳ,
451ἀμφὶ δ’ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας ·
452δαινυμένους δ’ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
453οἱ δ’ἐπεὶ ἀλλήλους εἶδον φράσσαντότ’ἐσάντα,
454κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
455ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων ·
466ὣς ἔφαθ’, ἡμῖν δ’αὖτ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.
467ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
468ἥμεθα δαινύμενοι κρέατ’ἄσπετα καὶ μέθυ ἡδύ ·
469ἀλλ’ὅτε δή ῥ’ἐνιαυτὸς ἔην, περὶ δ’ἔτραπον ὧραι
470μηνῶν φθινόντων, περὶ δ’ἤματα μακρὰ τελέσθη,
471καὶ τότε μ’ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι ·
475ὣς ἔφαν, αὐτὰρ ἐμοί γ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.
476ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
477ἥμεθα, δαινύμενοι κρέατ’ἄσπετα καὶ μέθυ ἡδύ ·
478ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
479οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
480αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
481γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς ·
482καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
487ὣς ἐφάμην, ἡ δ’αὐτίκ’ἀμείβετο δῖα θεάων ·
496ὣς ἔφατ’, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ ·
497κλαῖον δ’ἐν λεχέεσσι καθήμενος, οὐ δέ νύ μοι κῆρ
498ἤθελ’ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
499αὐτὰρ ἐπεὶ κλαίωντε κυλινδόμενοςτ’ἐκορέσθην,
500καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον ·
503ὣς ἐφάμην, ἡ δ’αὐτίκ’ἀμείβετο δῖα θεάων ·
541ὣς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
542ἀμφὶ δέ με χλαῖνάντε χιτῶνάτε εἵματα ἕσσεν ·
543αὐτὴ δ’ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
544λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ’ἰξυῖ
545καλὴν χρυσείην, κεφαλῇ δ’ἐπέθηκε καλύπτρην.
546αὐτὰρ ἐγὼ διὰ δώματ’ἰὼν ὤτρυνον ἑταίρους
547μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ·
550ὣς ἐφάμην, τοῖσιν δ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.
551οὐ δὲ μὲν οὐ δ’ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
552Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
553ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς ·
554ὅς μοι ἄνευθ’ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
555ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.
556κινυμένων δ’ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
557ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
558ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
559ἀλλὰ καταντικρὺ τέγεος πέσεν · ἐκ δέ οἱ αὐχὴν
560ἀστραγάλων ἐάγη, ψυχὴ δ’Ἄϊδόσδε κατῆλθεν.
561ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον ·
566ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
567ἑζόμενοι δὲ κατ’αὖθι γόων τίλλοντότε χαίτας ·
568ἀλλ’οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
569ἀλλ’ὅτε δή ῥ’ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
570ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
571τόφρα δ’ἄρ’οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
572ἀρνειὸν κατέδησεν ὄιν θῆλύντε μέλαιναν,
573ῥεῖα παρεξελθοῦσα · τίς ἂν θεὸν οὐκ ἐθέλοντα
574ὀφθαλμοῖσιν ἴδοιτ’ἢ ἔνθ’ἢ ἔνθα κιόντα;