Homer

Odyssey, Book 5 (Ε)

1
Ἠὼς δ’ἐκ λεχέων παρ’ἀγαυοῦ Τιθωνοῖο
2
ὤρνυθ’, ἵν’ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν ·
3
οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δ’ἄρα τοῖσι
4
Ζεὺς ὑψιβρεμέτης, οὗτε κράτος ἐστὶ μέγιστον.
5
τοῖσι δ’Ἀθηναίη λέγε κήδεα πόλλ’Ὀδυσῆος
6
μνησαμένη · μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης ·
7
Ζεῦ πάτερ ἠδ’ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
8
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
9
σκηπτοῦχος βασιλεύς, μη δὲ φρεσὶν αἴσιμα εἰδώς,
10
ἀλλ’αἰεὶ χαλεπόςτ’εἴη καὶ αἴσυλα ῥέζοι ·
11
ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
12
λαῶν οἷσιν ἄνασσε, πατὴρ δ’ὣς ἤπιος ἦεν.
13
ἀλλ’ μὲν ἐν νήσῳ κεῖται κρατέρ’ἄλγεα πάσχων
14
νύμφης ἐν μεγάροισι Καλυψοῦς, μιν ἀνάγκῃ
15
ἴσχει · δ’οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι ·
16
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
17
οἵ κέν μιν πέμποιεν ἐπ’εὐρέα νῶτα θαλάσσης.
18
νῦν αὖ παῖδ’ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
19
οἴκαδε νισόμενον · δ’ἔβη μετὰ πατρὸς ἀκουὴν
20
ἐς Πύλον ἠγαθέην ἠδ’ἐς Λακεδαίμονα δῖαν.
21
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
22
τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
23
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
24
ὡς τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
25
Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
26
ὥς κε μάλ’ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
27
μνηστῆρες δ’ἐν νηὶ · παλιμπετὲς ἀπονέωνται.
28
ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα ·
29
Ἑρμεία, σὺ γὰρ αὖτε τάτ’ἄλλα περ ἄγγελός ἐσσι,
30
νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
31
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
32
οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων ·
33
ἀλλ’ γ’ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
34
ἤματί κ’εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
35
Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
36
οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
37
πέμψουσιν δ’ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
38
χαλκόντε χρυσόντε ἅλις ἐσθῆτάτε δόντες,
39
πόλλ’, ὅσ’ἂν οὐ δέ ποτε Τροίης ἐξήρατ’Ὀδυσσεύς,
40
εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
41
ὣς γάρ οἱ μοῖρ’ἐστὶ φίλουςτ’ἰδέειν καὶ ἱκέσθαι
42
οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
43
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε διάκτορος ἀργεϊφόντης.
44
αὐτίκ’ἔπειθ’ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
45
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ὑγρὴν
46
ἠδ’ἐπ’ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
47
εἵλετο δὲ ῥάβδον, τῇτ’ἀνδρῶν ὄμματα θέλγει,
48
ὧν ἐθέλει, τοὺς δ’αὖτε καὶ ὑπνώοντας ἐγείρει.
49
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
50
Πιερίην δ’ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ ·
51
σεύατ’ἔπειτ’ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
52
ὅςτε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
53
ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ ·
54
τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
55
ἀλλ’ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ’ἐοῦσαν,
56
ἔνθ’ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
57
ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
58
ναῖεν ἐυπλόκαμος · τὴν δ’ἔνδοθι τέτμεν ἐοῦσαν.
59
πῦρ μὲν ἐπ’ἐσχαρόφιν μέγα καίετο, τηλόσε δ’ὀδμὴ
60
κέδρουτ’εὐκεάτοιο θύουτ’ἀνὰ νῆσον ὀδώδει
61
δαιομένων · δ’ἔνδον ἀοιδιάουσ’ὀπὶ καλῇ
62
ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ’ὕφαινεν.
63
ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
64
κλήθρητ’αἴγειρόςτε καὶ εὐώδης κυπάρισσος.
65
ἔνθα δέτ’ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
66
σκῶπέςτ’ἴρηκέςτε τανύγλωσσοίτε κορῶναι
67
εἰνάλιαι, τῇσίντε θαλάσσια ἔργα μέμηλεν.
68
δ’αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
69
ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
70
κρῆναι δ’ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
71
πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
72
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
73
θήλεον. ἔνθα κ’ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
74
θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
75
ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
76
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
77
αὐτίκ’ἄρ’εἰς εὐρὺ σπέος ἤλυθεν. οὐ δέ μιν ἄντην
78
ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων ·
79
οὐ γάρτ’ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
80
ἀθάνατοι, οὐ δ’εἴ τις ἀπόπροθι δώματα ναίει.
81
οὐ δ’ἄρ’Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
82
ἀλλ’ γ’ἐπ’ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
83
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
84
πόντον ἐπ’ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
85
Ἑρμείαν δ’ἐρέεινε Καλυψώ, δῖα θεάων,
86
ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι ·
87
τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
88
αἰδοῖόςτε φίλοςτε; πάρος γε μὲν οὔ τι θαμίζεις.
89
αὔδα τι φρονέεις · τελέσαι δέ με θυμὸς ἄνωγεν,
90
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
91
ἀλλ’ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
92
ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
93
ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
94
αὐτὰρ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
95
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
96
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν ·
97
εἰρωτᾷς μ’ἐλθόντα θεὰ θεόν · αὐτὰρ ἐγώ τοι
98
νημερτέως τὸν μῦθον ἐνισπήσω · κέλεαι γάρ.
99
Ζεὺς ἐμέ γ’ἠνώγει δεῦρ’ἐλθέμεν οὐκ ἐθέλοντα ·
100
τίς δ’ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
101
ἄσπετον; οὐ δέ τις ἄγχι βροτῶν πόλις, οἵτε θεοῖσιν
102
ἱεράτε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
103
ἀλλὰ μάλ’οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
104
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ’ἁλιῶσαι.
105
φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
106
τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
107
εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
108
οἴκαδ’· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
109
σφιν ἐπῶρσ’ἄνεμόντε κακὸν καὶ κύματα μακρά.
110
ἔνθ’ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
111
τὸν δ’ἄρα δεῦρ’ἄνεμόςτε φέρων καὶ κῦμα πέλασσε.
112
τὸν νῦν σ’ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα ·
113
οὐ γάρ οἱ τῇδ’αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
114
ἀλλ’ἔτι οἱ μοῖρ’ἐστὶ φίλουςτ’ἰδέειν καὶ ἱκέσθαι
115
οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
116
ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
117
καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
118
σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
119
οἵτε θεαῖς ἀγάασθε παρ’ἀνδράσιν εὐνάζεσθαι
120
ἀμφαδίην, ἤν τίςτε φίλον ποιήσετ’ἀκοίτην.
121
ὣς μὲν ὅτ’Ὠρίων’ἕλετο ῥοδοδάκτυλος Ἠώς,
122
τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
123
ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
124
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
125
ὣς δ’ὁπότ’Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
126
θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
127
νειῷ ἔνι τριπόλῳ · οὐ δὲ δὴν ἦεν ἄπυστος
128
Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
129
ὥς δ’αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
130
τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
131
οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
132
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
133
ἔνθ’ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
134
τὸν δ’ἄρα δεῦρ’ἄνεμόςτε φέρων καὶ κῦμα πέλασσε.
135
τὸν μὲν ἐγὼ φίλεόντε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
136
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
137
ἀλλ’ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
138
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ’ἁλιῶσαι,
139
ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
140
πόντον ἐπ’ἀτρύγετον · πέμψω δέ μιν οὔ πῃ ἐγώ γε ·
141
οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
142
οἵ κέν μιν πέμποιεν ἐπ’εὐρέα νῶτα θαλάσσης.
143
αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐ δ’ἐπικεύσω,
144
ὥς κε μάλ’ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
145
τὴν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης ·
146
οὕτω νῦν ἀπόπεμπε, Διὸς δ’ἐποπίζεο μῆνιν,
147
μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
148
ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης ·
149
δ’ἐπ’Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
150
ἤι’, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
151
τὸν δ’ἄρ’ἐπ’ἀκτῆς εὗρε καθήμενον · οὐ δέ ποτ’ὄσσε
152
δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
153
νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
154
ἀλλ’ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
155
ἐν σπέσσι γλαφυροῖσι παρ’οὐκ ἐθέλων ἐθελούσῃ ·
156
ἤματα δ’ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
157
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
158
πόντον ἐπ’ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
159
ἀγχοῦ δ’ἱσταμένη προσεφώνεε δῖα θεάων ·
160
κάμμορε, μή μοι ἔτ’ἐνθάδ’ὀδύρεο, μη δέ τοι αἰὼν
161
φθινέτω · ἤδη γάρ σε μάλα πρόφρασσ’ἀποπέμψω.
162
ἀλλ’ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
163
εὐρεῖαν σχεδίην · ἀτὰρ ἴκρια πῆξαι ἐπ’αὐτῆς
164
ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ’ἠεροειδέα πόντον.
165
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
166
ἐνθήσω μενοεικέ’, κέν τοι λιμὸν ἐρύκοι,
167
εἵματάτ’ἀμφιέσω · πέμψω δέ τοι οὖρον ὄπισθεν,
168
ὥς κε μάλ’ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
169
αἴ κε θεοί γ’ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
170
οἵ μευ φέρτεροί εἰσι νοῆσαίτε κρῆναίτε.
171
ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
172
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
173
ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐ δέ τι πομπήν,
174
με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
175
δεινόντ’ἀργαλέοντε · τὸ δ’οὐ δ’ἐπὶ νῆες ἐῖσαι
176
ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
177
οὐ δ’ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
178
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
179
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
180
ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
181
χειρίτέ μιν κατέρεξεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
182
δὴ ἀλιτρός γ’ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
183
οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
184
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
185
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅςτε μέγιστος
186
ὅρκος δεινότατόςτε πέλει μακάρεσσι θεοῖσι,
187
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
188
ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ’ἂν ἐμοί περ
189
αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι ·
190
καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐ δέ μοι αὐτῇ
191
θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ’ἐλεήμων.
192
ὣς ἄρα φωνήσασ’ἡγήσατο δῖα θεάων
193
καρπαλίμως · δ’ἔπειτα μετ’ἴχνια βαῖνε θεοῖο.
194
ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
195
καί ῥ’ μὲν ἔνθα καθέζετ’ἐπὶ θρόνου ἔνθεν ἀνέστη
196
Ἑρμείας, νύμφη δ’ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
197
ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν ·
198
αὐτὴ δ’ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
199
τῇ δὲ παρ’ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
200
οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
201
αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
202
τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων ·
203
διογενὲς Λαερτιάδη, πολυμήχαν’Ὀδυσσεῦ,
204
οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
205
αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
206
εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
207
κήδε’ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
208
ἐνθάδε κ’αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
209
ἀθάνατόςτ’εἴης, ἱμειρόμενός περ ἰδέσθαι
210
σὴν ἄλοχον, τῆςτ’αἰὲν ἐέλδεαι ἤματα πάντα.
211
οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
212
οὐ δέμας οὐ δὲ φυήν, ἐπεὶ οὔ πως οὐ δὲ ἔοικεν
213
θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
214
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
215
πότνα θεά, μή μοι τόδε χώεο · οἶδα καὶ αὐτὸς
216
πάντα μάλ’, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
217
εἶδος ἀκιδνοτέρη μέγεθόςτ’εἰσάντα ἰδέσθαι ·
218
μὲν γὰρ βροτός ἐστι, σὺ δ’ἀθάνατος καὶ ἀγήρως.
219
ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
220
οἴκαδέτ’ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
221
εἰ δ’αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
222
τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν ·
223
ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
224
κύμασι καὶ πολέμῳ · μετὰ καὶ τόδε τοῖσι γενέσθω.
225
ὣς ἔφατ’, ἠέλιος δ’ἄρ’ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν ·
226
ἐλθόντες δ’ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
227
τερπέσθην φιλότητι, παρ’ἀλλήλοισι μένοντες.
228
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
229
αὐτίχ’ μὲν χλαῖνάντε χιτῶνάτε ἕννυτ’Ὀδυσσεύς,
230
αὐτὴ δ’ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
231
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ’ἰξυῖ
232
καλὴν χρυσείην, κεφαλῇ δ’ἐφύπερθε καλύπτρην.
233
καὶ τότ’Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν ·
234
δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
235
χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον · αὐτὰρ ἐν αὐτῷ
236
στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός ·
237
δῶκε δ’ἔπειτα σκέπαρνον ἐύξοον · ἦρχε δ’ὁδοῖο
238
νήσου ἐπ’ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
239
κλήθρητ’αἴγειρόςτ’, ἐλάτητ’ἦν οὐρανομήκης,
240
αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
241
αὐτὰρ ἐπεὶ δὴ δεῖξ’, ὅθι δένδρεα μακρὰ πεφύκει,
242
μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
243
αὐτὰρ τάμνετο δοῦρα · θοῶς δέ οἱ ᾔνυτο ἔργον.
244
εἴκοσι δ’ἔκβαλε πάντα, πελέκκησεν δ’ἄρα χαλκῷ,
245
ξέσσε δ’ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
246
τόφρα δ’ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων ·
247
τέτρηνεν δ’ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
248
γόμφοισιν δ’ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
249
ὅσσον τίςτ’ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
250
φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
251
τόσσον ἔπ’εὐρεῖαν σχεδίην ποιήσατ’Ὀδυσσεύς.
252
ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
253
ποίει · ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
254
ἐν δ’ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ ·
255
πρὸς δ’ἄρα πηδάλιον ποιήσατο, ὄφρ’ἰθύνοι.
256
φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
257
κύματος εἶλαρ ἔμεν · πολλὴν δ’ἐπεχεύατο ὕλην.
258
τόφρα δὲ φάρε’ἔνεικε Καλυψώ, δῖα θεάων,
259
ἱστία ποιήσασθαι · δ’εὖ τεχνήσατο καὶ τά.
260
ἐν δ’ὑπέραςτε κάλουςτε πόδαςτ’ἐνέδησεν ἐν αὐτῇ,
261
μοχλοῖσιν δ’ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
262
τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα ·
263
τῷ δ’ἄρα πέμπτῳ πέμπ’ἀπὸ νήσου δῖα Καλυψώ,
264
εἵματάτ’ἀμφιέσασα θυώδεα καὶ λούσασα.
265
ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
266
τὸν ἕτερον, ἕτερον δ’ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
267
κωρύκῳ · ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά ·
268
οὖρον δὲ προέηκεν ἀπήμονάτε λιαρόντε.
269
γηθόσυνος δ’οὔρῳ πέτασ’ἱστία δῖος Ὀδυσσεύς.
270
αὐτὰρ πηδαλίῳ ἰθύνετο τεχνηέντως
271
ἥμενος, οὐ δέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
272
Πληιάδαςτ’ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
273
Ἄρκτονθ’, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
274
τ’αὐτοῦ στρέφεται καίτ’Ὠρίωνα δοκεύει,
275
οἴη δ’ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο ·
276
τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
277
ποντοπορευέμεναι ἐπ’ἀριστερὰ χειρὸς ἔχοντα.
278
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
279
ὀκτωκαιδεκάτῃ δ’ἐφάνη ὄρεα σκιόεντα
280
γαίης Φαιήκων, ὅθιτ’ἄγχιστον πέλεν αὐτῷ ·
281
εἴσατο δ’ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
282
τὸν δ’ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
283
τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν · εἴσατο γάρ οἱ
284
πόντον ἐπιπλώων. δ’ἐχώσατο κηρόθι μᾶλλον,
285
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν ·
286
πόποι, μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
287
ἀμφ’Ὀδυσῆι ἐμεῖο μετ’Αἰθιόπεσσιν ἐόντος,
288
καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
289
ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, μιν ἱκάνει.
290
ἀλλ’ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
291
ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
292
χερσὶ τρίαιναν ἑλών · πάσας δ’ὀρόθυνεν ἀέλλας
293
παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
294
γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δ’οὐρανόθεν νύξ.
295
σὺν δ’Εὖρόςτε Νότοςτ’ἔπεσον Ζέφυρόςτε δυσαὴς
296
καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
297
καὶ τότ’Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
298
ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
299
μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
300
δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
301
μ’ἔφατ’ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
302
ἄλγε’ἀναπλήσειν · τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
303
οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
304
Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ’ἄελλαι
305
παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
306
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ’ὄλοντο
307
Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
308
ὡς δὴ ἐγώ γ’ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
309
ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
310
Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
311
τῷ κ’ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί ·
312
νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
313
ὣς ἄρα μιν εἰπόντ’ἔλασεν μέγα κῦμα κατ’ἄκρης
314
δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
315
τῆλε δ’ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
316
ἐκ χειρῶν προέηκε · μέσον δέ οἱ ἱστὸν ἔαξεν
317
δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
318
τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
319
τὸν δ’ἄρ’ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐ δ’ἐδυνάσθη
320
αἶψα μάλ’ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς ·
321
εἵματα γάρ ῥ’ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
322
ὀψὲ δὲ δή ῥ’ἀνέδυ, στόματος δ’ἐξέπτυσεν ἅλμην
323
πικρήν, οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
324
ἀλλ’οὐ δ’ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
325
ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ’αὐτῆς,
326
ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
327
τὴν δ’ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
328
ὡς δ’ὅτ’ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
329
ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
330
ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα ·
331
ἄλλοτε μέντε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
332
ἄλλοτε δ’αὖτ’Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
333
τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
334
Λευκοθέη, πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
335
νῦν δ’ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
336
ῥ’Ὀδυσῆ’ἐλέησεν ἀλώμενον, ἄλγε’ἔχοντα,
337
αἰθυίῃ δ’ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
338
ἷζε δ’ἐπὶ σχεδίης πολυδέσμου εἶπέτε μῦθον ·
339
κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
340
ὠδύσατ’ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
341
οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
342
ἀλλὰ μάλ’ὧδ’ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν ·
343
εἵματα ταῦτ’ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
344
κάλλιπ’, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
345
γαίης Φαιήκων, ὅθι τοι μοῖρ’ἐστὶν ἀλύξαι.
346
τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
347
ἄμβροτον · οὐ δέ τί τοι παθέειν δέος οὐ δ’ἀπολέσθαι.
348
αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
349
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
350
πολλὸν ἀπ’ἠπείρου, αὐτὸς δ’ἀπονόσφι τραπέσθαι.
351
ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
352
αὐτὴ δ’ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
353
αἰθυίῃ ἐικυῖα · μέλαν δέ κῦμα κάλυψεν.
354
αὐτὰρ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
355
ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
356
μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
357
ἀθανάτων, τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
358
ἀλλὰ μάλ’οὔ πω πείσομ’, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
359
γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
360
ἀλλὰ μάλ’ὧδ’ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον ·
361
ὄφρ’ἂν μέν κεν δούρατ’ἐν ἁρμονίῃσιν ἀρήρῃ,
362
τόφρ’αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων ·
363
αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
364
νήξομ’, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
365
ἧος ταῦθ’ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
366
ὦρσε δ’ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
367
δεινόντ’ἀργαλέοντε, κατηρεφές, ἤλασε δ’αὐτόν.
368
ὡς δ’ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
369
καρφαλέων · τὰ μὲν ἄρτε διεσκέδασ’ἄλλυδις ἄλλῃ ·
370
ὣς τῆς δούρατα μακρὰ διεσκέδασ’. αὐτὰρ Ὀδυσσεὺς
371
ἀμφ’ἑνὶ δούρατι βαῖνε, κέληθ’ὡς ἵππον ἐλαύνων,
372
εἵματα δ’ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
373
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
374
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
375
νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
376
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν ·
377
οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
378
εἰς κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
379
ἀλλ’οὐ δ’ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
380
ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
381
ἵκετο δ’εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ’ἔασιν.
382
αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ’ἐνόησεν.
383
τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
384
παύσασθαι δ’ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας ·
385
ὦρσε δ’ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ’ἔαξεν,
386
ἧος Φαιήκεσσι φιληρέτμοισι μιγείη
387
διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
388
ἔνθα δύω νύκτας δύοτ’ἤματα κύματι πηγῷ
389
πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ’ὄλεθρον.
390
ἀλλ’ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ’Ἠώς,
391
καὶ τότ’ἔπειτ’ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
392
ἔπλετο νηνεμίη · δ’ἄρα σχεδὸν εἴσιδε γαῖαν
393
ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
394
ὡς δ’ὅτ’ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
395
πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ’ἄλγεα πάσχων,
396
δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
397
ἀσπάσιον δ’ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
398
ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
399
νῆχε δ’ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
400
ἀλλ’ὅτε τόσσον ἀπῆν ὅσσοντε γέγωνε βοήσας,
401
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης ·
402
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
403
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ’ἁλὸς ἄχνῃ ·
404
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐ δ’ἐπιωγαί.
405
ἀλλ’ἀκταὶ προβλῆτες ἔσαν σπιλάδεςτε πάγοιτε ·
406
καὶ τότ’Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
407
ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
408
μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
409
Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
410
ἔκβασις οὔ πῃ φαίνεθ’ἁλὸς πολιοῖο θύραζε ·
411
ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
412
βέβρυχεν ῥόθιον, λισσὴ δ’ἀναδέδρομε πέτρη,
413
ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
414
στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα ·
415
μή πώς μ’ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
416
κῦμα μέγ’ἁρπάξαν · μελέη δέ μοι ἔσσεται ὁρμή.
417
εἰ δέ κ’ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
418
ἠιόναςτε παραπλῆγας λιμέναςτε θαλάσσης,
419
δείδω μή μ’ἐξαῦτις ἀναρπάξασα θύελλα
420
πόντον ἐπ’ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
421
ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
422
ἐξ ἁλός, οἷάτε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη ·
423
οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
424
ἧος ταῦθ’ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
425
τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ’ἀκτήν.
426
ἔνθα κ’ἀπὸ ῥινοὺς δρύφθη, σὺν δ’ὀστέ’ἀράχθη,
427
εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη ·
428
ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
429
τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
430
καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
431
πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
432
ὡς δ’ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
433
πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
434
ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
435
ῥινοὶ ἀπέδρυφθεν · τὸν δὲ μέγα κῦμα κάλυψεν.
436
ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ’Ὀδυσσεύς,
437
εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
438
κύματος ἐξαναδύς, τάτ’ἐρεύγεται ἤπειρόνδε,
439
νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
440
ἠιόναςτε παραπλῆγας λιμέναςτε θαλάσσης.
441
ἀλλ’ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
442
ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
443
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
444
ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν ·
445
κλῦθι, ἄναξ, ὅτις ἐσσί · πολύλλιστον δέ σ’ἱκάνω,
446
φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
447
αἰδοῖος μέντ’ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
448
ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
449
σόντε ῥόον σάτε γούναθ’ἱκάνω πολλὰ μογήσας.
450
ἀλλ’ἐλέαιρε, ἄναξ · ἱκέτης δέ τοι εὔχομαι εἶναι.
451
ὣς φάθ’, δ’αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
452
πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ’ἐσάωσεν
453
ἐς ποταμοῦ προχοάς. δ’ἄρ’ἄμφω γούνατ’ἔκαμψε
454
χεῖράςτε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
455
ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
456
ἂν στόματε ῥῖνάςθ’· δ’ἄρ’ἄπνευστος καὶ ἄναυδος
457
κεῖτ’ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
458
ἀλλ’ὅτε δή ῥ’ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
459
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
460
καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
461
ἂψ δ’ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ’ἄρ’Ἰνὼ
462
δέξατο χερσὶ φίλῃσιν · δ’ἐκ ποταμοῖο λιασθεὶς
463
σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
464
ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
465
μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
466
εἰ μέν κ’ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
467
μή μ’ἄμυδις στίβητε κακὴ καὶ θῆλυς ἐέρση
468
ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν ·
469
αὔρη δ’ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
470
εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
471
θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
472
ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
473
δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
474
ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ·
475
βῆ ῥ’ἴμεν εἰς ὕλην · τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
476
ἐν περιφαινομένῳ · δοιοὺς δ’ἄρ’ὑπήλυθε θάμνους,
477
ἐξ ὁμόθεν πεφυῶτας · μὲν φυλίης, δ’ἐλαίης.
478
τοὺς μὲν ἄρ’οὔτ’ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
479
οὔτε ποτ’ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
480
οὔτ’ὄμβρος περάασκε διαμπερές · ὣς ἄρα πυκνοὶ
481
ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς · οὓς ὑπ’Ὀδυσσεὺς
482
δύσετ’. ἄφαρ δ’εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
483
εὐρεῖαν · φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
484
ὅσσοντ’ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
485
ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
486
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
487
ἐν δ’ἄρα μέσσῃ λέκτο, χύσιν δ’ἐπεχεύατο φύλλων.
488
ὡς δ’ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
489
ἀγροῦ ἐπ’ἐσχατιῆς, μὴ πάρα γείτονες ἄλλοι,
490
σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
491
ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο · τῷ δ’ἄρ’Ἀθήνη
492
ὕπνον ἐπ’ὄμμασι χεῦ’, ἵνα μιν παύσειε τάχιστα
493
δυσπονέος καμάτοιο φίλα βλέφαρ’ἀμφικαλύψας.