Homer

Odyssey, Book 3 (Γ)

1
Ἠέλιος δ’ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
2
οὐρανὸν ἐς πολύχαλκον, ἵν’ἀθανάτοισι φαείνοι
3
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν ·
4
οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
5
ἷξον · τοὶ δ’ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
6
ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
7
ἐννέα δ’ἕδραι ἔσαν, πεντακόσιοι δ’ἐν ἑκάστῃ
8
ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
9
εὖθ’οἱ σπλάγχνα πάσαντο, θεῷ δ’ἐπὶ μηρί’ἔκαιον,
10
οἱ δ’ἰθὺς κατάγοντο ἰδ’ἱστία νηὸς ἐίσης
11
στεῖλαν ἀείραντες, τὴν δ’ὥρμισαν, ἐκ δ’ἔβαν αὐτοί ·
12
ἐκ δ’ἄρα Τηλέμαχος νηὸς βαῖν’, ἦρχε δ’Ἀθήνη.
13
τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη ·
14
Τηλέμαχ’, οὐ μέν σε χρὴ ἔτ’αἰδοῦς, οὐ δ’ἠβαιόν ·
15
τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
16
πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
17
ἀλλ’ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο ·
18
εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
19
λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ ·
20
ψεῦδος δ’οὐκ ἐρέει · μάλα γὰρ πεπνυμένος ἐστί.
21
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
22
Μέντορ, πῶςτ’ἄρ’ἴω; πῶςτ’ἂρ προσπτύξομαι αὐτόν;
23
οὐ δέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν ·
24
αἰδὼς δ’αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
25
τὸν δ’αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη ·
26
Τηλέμαχ’, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
27
ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται · οὐ γὰρ ὀίω
28
οὔ σε θεῶν ἀέκητι γενέσθαιτε τραφέμεντε.
29
ὣς ἄρα φωνήσασ’ἡγήσατο Παλλὰς Ἀθήνη
30
καρπαλίμως · δ’ἔπειτα μετ’ἴχνια βαῖνε θεοῖο.
31
ἷξον δ’ἐς Πυλίων ἀνδρῶν ἄγυρίντε καὶ ἕδρας,
32
ἔνθ’ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ’ἑταῖροι
33
δαῖτ’ἐντυνόμενοι κρέατ’ὤπτων ἄλλατ’ἔπειρον.
34
οἱ δ’ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
35
χερσίντ’ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
36
πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
37
ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
38
κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
39
πάρτε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ·
40
δῶκε δ’ἄρα σπλάγχνων μοίρας, ἐν δ’οἶνον ἔχευεν
41
χρυσείῳ δέπαϊ · δειδισκόμενος δὲ προσηύδα
42
Παλλάδ’Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο ·
43
εὔχεο νῦν, ξεῖνε, Ποσειδάωνι ἄνακτι ·
44
τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
45
αὐτὰρ ἐπὴν σπείσῃςτε καὶ εὔξεαι, θέμις ἐστί,
46
δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
47
σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
48
εὔχεσθαι · πάντες δὲ θεῶν χατέουσ’ἄνθρωποι.
49
ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ’ἐμοὶ αὐτῷ ·
50
τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
51
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου ·
52
χαῖρε δ’Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
53
οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον ·
54
αὐτίκα δ’εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι ·
55
κλῦθι, Ποσείδαον γαιήοχε, μη δὲ μεγήρῃς
56
ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
57
Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
58
αὐτὰρ ἔπειτ’ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
59
σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
60
δὸς δ’ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
61
οὕνεκα δεῦρ’ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
62
ὣς ἄρ’ἔπειτ’ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
63
δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον ·
64
ὣς δ’αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
65
οἱ δ’ἐπεὶ ὤπτησαν κρέ’ὑπέρτερα καὶ ἐρύσαντο,
66
μοίρας δασσάμενοι δαίνυντ’ἐρικυδέα δαῖτα.
67
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
68
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
69
νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
70
ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
71
ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ’ὑγρὰ κέλευθα;
72
τι κατὰ πρῆξιν μαψιδίως ἀλάλησθε
73
οἷάτε ληιστῆρες ὑπεὶρ ἅλα, τοίτ’ἀλόωνται
74
ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
75
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
76
θαρσήσας · αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
77
θῆχ’, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
78
ἠδ’ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν ·
79
Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
80
εἴρεαι ὁππόθεν εἰμέν · ἐγὼ δέ κέ τοι καταλέξω.
81
ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν ·
82
πρῆξις δ’ἥδ’ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
83
πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
84
δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
85
σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
86
ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
87
πευθόμεθ’, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
88
κείνου δ’αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
89
οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ’ὄλωλεν,
90
εἴθ’ γ’ἐπ’ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
91
εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
92
τοὔνεκα νῦν τὰ σὰ γούναθ’ἱκάνομαι, αἴ κ’ἐθέλῃσθα
93
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
94
ὀφθαλμοῖσι τεοῖσιν ἄλλου μῦθον ἄκουσας
95
πλαζομένου · πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
96
μη δέ τί μ’αἰδόμενος μειλίσσεο μη δ’ἐλεαίρων,
97
ἀλλ’εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
98
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
99
ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
100
δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ’Ἀχαιοί,
101
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
102
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
103
φίλ’, ἐπεί μ’ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
104
δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
105
ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ’ἠεροειδέα πόντον
106
πλαζόμενοι κατὰ ληίδ’, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
107
ἠδ’ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
108
μαρνάμεθ’· ἔνθα δ’ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
109
ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δ’Ἀχιλλεύς,
110
ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
111
ἔνθα δ’ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
112
Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής ·
113
ἄλλατε πόλλ’ἐπὶ τοῖς πάθομεν κακά · τίς κεν ἐκεῖνα
114
πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
115
οὐ δ’εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
116
ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί ·
117
πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
118
εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
119
παντοίοισι δόλοισι, μόγις δ’ἐτέλεσσε Κρονίων.
120
ἔνθ’οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
121
ἤθελ’, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
122
παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
123
κείνου ἔκγονός ἐσσι · σέβας μ’ἔχει εἰσορόωντα.
124
τοι γὰρ μῦθοί γε ἐοικότες, οὐ δέ κε φαίης
125
ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
126
ἔνθ’ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
127
οὔτε ποτ’εἰν ἀγορῇ δίχ’ἐβάζομεν οὔτ’ἐνὶ βουλῇ,
128
ἀλλ’ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
129
φραζόμεθ’Ἀργείοισιν ὅπως ὄχ’ἄριστα γένοιτο.
130
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
131
βῆμεν δ’ἐν νήεσσι, θεὸς δ’ἐκέδασσεν Ἀχαιούς,
132
καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
133
Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐ δὲ δίκαιοι
134
πάντες ἔσαν · τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
135
μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
136
τ’ἔριν Ἀτρεΐδῃσι μετ’ἀμφοτέροισιν ἔθηκε.
137
τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
138
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
139
οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
140
μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
141
ἔνθ’ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
142
νόστου μιμνήσκεσθαι ἐπ’εὐρέα νῶτα θαλάσσης,
143
οὐ δ’Ἀγαμέμνονι πάμπαν ἑήνδανε · βούλετο γάρ ῥα
144
λαὸν ἐρυκακέειν ῥέξαιθ’ἱερὰς ἑκατόμβας,
145
ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
146
νήπιος, οὐ δὲ τὸ ᾔδη, οὐ πείσεσθαι ἔμελλεν ·
147
οὐ γάρτ’αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
148
ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
149
ἕστασαν · οἱ δ’ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
150
ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
151
νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
152
ἀλλήλοις · ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο ·
153
ἠῶθεν δ’οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
154
κτήματάτ’ἐντιθέμεσθα βαθυζώνουςτε γυναῖκας.
155
ἡμίσεες δ’ἄρα λαοὶ ἐρητύοντο μένοντες
156
αὖθι παρ’Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν ·
157
ἡμίσεες δ’ἀναβάντες ἐλαύνομεν · αἱ δὲ μάλ’ὦκα
158
ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
159
ἐς Τένεδον δ’ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
160
οἴκαδε ἱέμενοι · Ζεὺς δ’οὔ πω μήδετο νόστον,
161
σχέτλιος, ὅς ῥ’ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
162
οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
163
ἀμφ’Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
164
αὖτις ἐπ’Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες ·
165
αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
166
φεῦγον, ἐπεὶ γίγνωσκον, δὴ κακὰ μήδετο δαίμων.
167
φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δ’ἑταίρους.
168
ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
169
ἐν Λέσβῳ δ’ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
170
καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
171
νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ’ἀριστέρ’ἔχοντες,
172
ὑπένερθε Χίοιο, παρ’ἠνεμόεντα Μίμαντα.
173
ᾐτέομεν δὲ θεὸν φῆναι τέρας · αὐτὰρ γ’ἡμῖν
174
δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
175
τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
176
ὦρτο δ’ἐπὶ λιγὺς οὖρος ἀήμεναι · αἱ δὲ μάλ’ὦκα
177
ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
178
ἐννύχιαι κατάγοντο · Ποσειδάωνι δὲ ταύρων
179
πόλλ’ἐπὶ μῆρ’ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
180
τέτρατον ἦμαρ ἔην, ὅτ’ἐν Ἄργεϊ νῆας ἐίσας
181
Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
182
ἵστασαν · αὐτὰρ ἐγώ γε Πύλονδ’ἔχον, οὐ δέ ποτ’ἔσβη
183
οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
184
ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐ δέ τι οἶδα
185
κείνων, οἵτ’ἐσάωθεν Ἀχαιῶν οἵτ’ἀπόλοντο.
186
ὅσσα δ’ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
187
πεύθομαι, θέμις ἐστί, δαήσεαι, κοὐ δέ σε κεύσω.
188
εὖ μὲν Μυρμιδόνας φάσ’ἐλθέμεν ἐγχεσιμώρους,
189
οὓς ἄγ’Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
190
εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
191
πάντας δ’Ἰδομενεὺς Κρήτην εἰσήγαγ’ἑταίρους,
192
οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν’ἀπηύρα.
193
Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
194
ὥςτ’ἦλθ’, ὥςτ’Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
195
ἀλλ’ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν ·
196
ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
197
ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
198
Αἴγισθον δολόμητιν, οἱ πατέρα κλυτὸν ἔκτα.
199
καὶ σὺ φίλος, μάλα γάρ σ’ὁρόω καλόντε μέγαντε,
200
ἄλκιμος ἔσσ’, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
201
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
202
Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
203
καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
204
οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι ·
205
αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
206
τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
207
οἵτέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
208
ἀλλ’οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
209
πατρίτ’ἐμῷ καὶ ἐμοί · νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
210
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
211
φίλ’, ἐπεὶ δὴ ταῦτά μ’ἀνέμνησας καὶ ἔειπες,
212
φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
213
ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι ·
214
εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, σέ γε λαοὶ
215
ἐχθαίρουσ’ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
216
τίς δ’οἶδ’εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
217
γε μοῦνος ἐὼν καὶ σύμπαντες Ἀχαιοί;
218
εἰ γάρ σ’ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
219
ὡς τότ’Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
220
δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε’Ἀχαιοί
221
οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
222
ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη
223
εἴ σ’οὕτως ἐθέλοι φιλέειν κήδοιτότε θυμῷ,
224
τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
225
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
226
γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω ·
227
λίην γὰρ μέγα εἶπες · ἄγη μ’ἔχει. οὐκ ἂν ἐμοί γε
228
ἐλπομένῳ τὰ γένοιτ’, οὐ δ’εἰ θεοὶ ὣς ἐθέλοιεν.
229
τὸν δ’αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη ·
230
Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
231
ῥεῖα θεός γ’ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
232
βουλοίμην δ’ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
233
οἴκαδέτ’ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
234
ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
235
ὤλεθ’ὑπ’Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
236
ἀλλ’ τοι θάνατον μὲν ὁμοίιον οὐ δὲ θεοί περ
237
καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
238
μοῖρ’ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
239
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
240
Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ ·
241
κείνῳ δ’οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
242
φράσσαντ’ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
243
νῦν δ’ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
244
Νέστορ’, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων ·
245
τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε’ἀνδρῶν ·
246
ὥςτέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
247
Νέστορ Νηληϊάδη, σὺ δ’ἀληθὲς ἐνίσπες ·
248
πῶς ἔθαν’Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
249
ποῦ Μενέλαος ἔην; τίνα δ’αὐτῷ μήσατ’ὄλεθρον
250
Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
251
οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
252
πλάζετ’ἐπ’ἀνθρώπους, δὲ θαρσήσας κατέπεφνε;
253
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
254
τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ’ἀγορεύσω.
255
τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
256
εἰ ζωόν γ’Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
257
Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος ·
258
τῶ κέ οἱ οὐ δὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
259
ἀλλ’ἄρα τόν γε κύνεςτε καὶ οἰωνοὶ κατέδαψαν
260
κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐ δέ κέ τίς μιν
261
κλαῦσεν Ἀχαιιάδων · μάλα γὰρ μέγα μήσατο ἔργον.
262
ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
263
ἥμεθ’· δ’εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
264
πόλλ’Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ’ἐπέεσσιν.
265
δ’ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
266
δῖα Κλυταιμνήστρη · φρεσὶ γὰρ κέχρητ’ἀγαθῇσι ·
267
πὰρ δ’ἄρ’ἔην καὶ ἀοιδὸς ἀνήρ, πόλλ’ἐπέτελλεν
268
Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
269
ἀλλ’ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
270
δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
271
κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
272
τὴν δ’ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
273
πολλὰ δὲ μηρί’ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
274
πολλὰ δ’ἀγάλματ’ἀνῆψεν, ὑφάσματάτε χρυσόντε,
275
ἐκτελέσας μέγα ἔργον, οὔ ποτε ἔλπετο θυμῷ.
276
ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
277
Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν ·
278
ἀλλ’ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ’, ἄκρον Ἀθηνέων,
279
ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
280
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
281
πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
282
Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ’ἀνθρώπων
283
νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
284
ὣς μὲν ἔνθα κατέσχετ’, ἐπειγόμενός περ ὁδοῖο,
285
ὄφρ’ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
286
ἀλλ’ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
287
ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
288
ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
289
ἐφράσατο, λιγέων δ’ἀνέμων ἐπ’ἀυτμένα χεῦε,
290
κύματάτε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
291
ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
292
ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
293
ἔστι δέ τις λισσὴ αἰπεῖάτε εἰς ἅλα πέτρη
294
ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ ·
295
ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
296
ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ’ἀποέργει.
297
αἱ μὲν ἄρ’ἔνθ’ἦλθον, σπουδῇ δ’ἤλυξαν ὄλεθρον
298
ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
299
κύματ’· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
300
Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμόςτε καὶ ὕδωρ.
301
ὣς μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
302
ἠλᾶτο ξὺν νηυσὶ κατ’ἀλλοθρόους ἀνθρώπους ·
303
τόφρα δὲ ταῦτ’Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
305
ἑπτάετες δ’ἤνασσε πολυχρύσοιο Μυκήνης,
304
κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπ’αὐτῷ.
306
τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
307
ἂψ ἀπ’Ἀθηνάων, κατὰ δ’ἔκτανε πατροφονῆα,
308
Αἴγισθον δολόμητιν, οἱ πατέρα κλυτὸν ἔκτα.
309
τοι τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
310
μητρόςτε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο ·
311
αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
312
πολλὰ κτήματ’ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
313
καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ’ἀλάλησο,
314
κτήματάτε προλιπὼν ἄνδραςτ’ἐν σοῖσι δόμοισιν
315
οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
316
κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
317
ἀλλ’ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
318
ἐλθεῖν · κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
319
ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
320
ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
321
ἐς πέλαγος μέγα τοῖον, ὅθεντέ περ οὐ δ’οἰωνοὶ
322
αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγατε δεινόντε.
323
ἀλλ’ἴθι νῦν σὺν νηίτε σῇ καὶ σοῖς ἑτάροισιν ·
324
εἰ δ’ἐθέλεις πεζός, πάρα τοι δίφροςτε καὶ ἵπποι,
325
πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
326
ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
327
λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ ·
328
ψεῦδος δ’οὐκ ἐρέει · μάλα γὰρ πεπνυμένος ἐστίν.
329
ὣς ἔφατ’, ἠέλιος δ’ἄρ’ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
330
τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη ·
331
γέρον, τοι ταῦτα κατὰ μοῖραν κατέλεξας ·
332
ἀλλ’ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
333
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
334
σπείσαντες κοίτοιο μεδώμεθα · τοῖο γὰρ ὥρη.
335
ἤδη γὰρ φάος οἴχεθ’ὑπὸ ζόφον, οὐ δὲ ἔοικεν ·
336
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
337
ῥα Διὸς θυγάτηρ, οἱ δ’ἔκλυον αὐδησάσης.
338
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
339
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
340
νώμησαν δ’ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι ·
341
γλώσσας δ’ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ’ἐπέλειβον.
342
αὐτὰρ ἐπεὶ σπεῖσάντ’ἔπιονθ’, ὅσον ἤθελε θυμός,
343
δὴ τότ’Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
344
ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
345
Νέστωρ δ’αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν ·
346
Ζεὺς τό γ’ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
347
ὡς ὑμεῖς παρ’ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
348
ὥςτέ τευ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
349
οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ’ἐνὶ οἴκῳ,
350
οὔτ’αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
351
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
352
οὔ θην δὴ τοῦδ’ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
353
νηὸς ἐπ’ἰκριόφιν καταλέξεται, ὄφρ’ἂν ἐγώ γε
354
ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
355
ξείνους ξεινίζειν, ὅς τίς κ’ἐμὰ δώμαθ’ἵκηται.
356
τὸν δ’αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη ·
357
εὖ δὴ ταῦτά γ’ἔφησθα, γέρον φίλε · σοὶ δὲ ἔοικεν
358
Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
359
ἀλλ’οὗτος μὲν νῦν σοὶ ἅμ’ἕψεται, ὄφρα κεν εὕδῃ
360
σοῖσιν ἐνὶ μεγάροισιν · ἐγὼ δ’ἐπὶ νῆα μέλαιναν
361
εἶμ’, ἵνα θαρσύνωθ’ἑτάρους εἴπωτε ἕκαστα.
362
οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι ·
363
οἱ δ’ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
364
πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
365
ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
366
νῦν · ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
367
εἶμ’ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
368
οὐ δ’ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
369
πέμψον σὺν δίφρῳτε καὶ υἱέι · δὸς δέ οἱ ἵππους,
370
οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
371
ὣς ἄρα φωνήσασ’ἀπέβη γλαυκῶπις Ἀθήνη
372
φήνῃ εἰδομένη · θάμβος δ’ἕλε πάντας ἰδόντας.
373
θαύμαζεν δ’ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς ·
374
Τηλεμάχου δ’ἕλε χεῖρα, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
375
φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
376
εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
377
οὐ μὲν γάρ τις ὅδ’ἄλλος Ὀλύμπια δώματ’ἐχόντων,
378
ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
379
τοι καὶ πατέρ’ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
380
ἀλλὰ ἄνασσ’ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
381
αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι ·
382
σοὶ δ’αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
383
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ ·
384
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
385
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε Παλλὰς Ἀθήνη.
386
τοῖσιν δ’ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
387
υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
388
ἀλλ’ὅτε δώμαθ’ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
389
ἑξείης ἕζοντο κατὰ κλισμούςτε θρόνουςτε ·
390
τοῖς δ’ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
391
οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
392
ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε ·
393
τοῦ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ’Ἀθήνῃ
394
εὔχετ’ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
395
αὐτὰρ ἐπεὶ σπεῖσάντ’ἔπιονθ’, ὅσον ἤθελε θυμός,
396
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
397
τὸν δ’αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
398
Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
399
τρητοῖς ἐν λεχέεσσιν ὑπ’αἰθούσῃ ἐριδούπῳ,
400
πὰρ’δ’ἄρ’ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
401
ὅς οἱ ἔτ’ἠίθεος παίδων ἦν ἐν μεγάροισιν ·
402
αὐτὸς δ’αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
403
τῷ δ’ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
404
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
405
ὤρνυτ’ἄρ’ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
406
ἐκ δ’ἐλθὼν κατ’ἄρ’ἕζετ’ἐπὶ ξεστοῖσι λίθοισιν,
407
οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
408
λευκοί, ἀποστίλβοντες ἀλείφατος · οἷς ἔπι μὲν πρὶν
409
Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος ·
410
ἀλλ’ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
411
Νέστωρ αὖ τότ’ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
412
σκῆπτρον ἔχων. περὶ δ’υἷες ἀολλέες ἠγερέθοντο
413
ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρωντε Στρατίοςτε
414
Περσεύςτ’Ἄρητόςτε καὶ ἀντίθεος Θρασυμήδης.
415
τοῖσι δ’ἔπειθ’ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
416
πὰρ δ’ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
417
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
418
καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατ’ἐέλδωρ,
419
ὄφρ’ τοι πρώτιστα θεῶν ἱλάσσομ’Ἀθήνην,
420
μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
421
ἀλλ’ἄγ’ μὲν πεδίονδ’ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
422
ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ ·
423
εἷς δ’ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
424
πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ’οἴους ·
425
εἷς δ’αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
426
ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
427
οἱ δ’ἄλλοι μένετ’αὐτοῦ ἀολλέες, εἴπατε δ’εἴσω
428
δμῳῇσιν κατὰ δώματ’ἀγακλυτὰ δαῖτα πένεσθαι,
429
ἕδραςτε ξύλατ’ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
430
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
431
ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
432
Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
433
ὅπλ’ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
434
ἄκμονάτε σφῦραντ’ἐυποίητόντε πυράγρην,
435
οἷσίντε χρυσὸν εἰργάζετο · ἦλθε δ’Ἀθήνη
436
ἱρῶν ἀντιόωσα. γέρων δ’ἱππηλάτα Νέστωρ
437
χρυσὸν ἔδωχ’· δ’ἔπειτα βοὸς κέρασιν περίχευεν
438
ἀσκήσας, ἵν’ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
439
βοῦν δ’ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
440
χέρνιβα δέ σφ’Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
441
ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δ’ἔχεν οὐλὰς
442
ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
443
ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
444
Περσεὺς δ’ἀμνίον εἶχε · γέρων δ’ἱππηλάτα Νέστωρ
445
χέρνιβάτ’οὐλοχύταςτε κατήρχετο, πολλὰ δ’Ἀθήνῃ
446
εὔχετ’ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
447
αὐτὰρ ἐπεί ῥ’εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
448
αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
449
ἤλασεν ἄγχι στάς · πέλεκυς δ’ἀπέκοψε τένοντας
450
αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δ’ὀλόλυξαν
451
θυγατέρεςτε νυοίτε καὶ αἰδοίη παράκοιτις
452
Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
453
οἱ μὲν ἔπειτ’ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
454
ἔσχον · ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
455
τῆς δ’ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ’ὀστέα θυμός,
456
αἶψ’ἄρα μιν διέχευαν, ἄφαρ δ’ἐκ μηρία τάμνον
457
πάντα κατὰ μοῖραν, κατάτε κνίσῃ ἐκάλυψαν
458
δίπτυχα ποιήσαντες, ἐπ’αὐτῶν δ’ὠμοθέτησαν.
459
καῖε δ’ἐπὶ σχίζῃς γέρων, ἐπὶ δ’αἴθοπα οἶνον
460
λεῖβε · νέοι δὲ παρ’αὐτὸν ἔχον πεμπώβολα χερσίν.
461
αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ἐκάη καὶ σπλάγχνα πάσαντο,
462
μίστυλλόντ’ἄρα τἆλλα καὶ ἀμφ’ὀβελοῖσιν ἔπειραν,
463
ὤπτων δ’ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
464
τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
465
Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
466
αὐτὰρ ἐπεὶ λοῦσέντε καὶ ἔχρισεν λίπ’ἐλαίῳ,
467
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
468
ἔκ ῥ’ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος ·
469
πὰρ δ’ γε Νέστορ’ἰὼν κατ’ἄρ’ἕζετο, ποιμένα λαῶν.
470
οἱ δ’ἐπεὶ ὤπτησαν κρέ’ὑπέρτερα καὶ ἐρύσαντο,
471
δαίνυνθ’ἑζόμενοι · ἐπὶ δ’ἀνέρες ἐσθλοὶ ὄροντο
472
οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
473
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
474
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
475
παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
476
ζεύξαθ’ὑφ’ἅρματ’ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
477
ὣς ἔφαθ’, οἱ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ἐπίθοντο,
478
καρπαλίμως δ’ἔζευξαν ὑφ’ἅρμασιν ὠκέας ἵππους.
479
ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
480
ὄψατε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
481
ἂν δ’ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον ·
482
πὰρ δ’ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
483
ἐς δίφροντ’ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
484
μάστιξεν δ’ἐλάαν, τὼ δ’οὐκ ἀέκοντε πετέσθην
485
ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
486
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
487
δύσετότ’ἠέλιος σκιόωντότε πᾶσαι ἀγυιαί,
488
ἐς Φηρὰς δ’ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
489
υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
490
ἔνθα δὲ νύκτ’ἄεσαν, δὲ τοῖς πὰρ ξείνια θῆκεν.
491
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
492
ἵππουςτε ζεύγνυντ’ἀνάθ’ἅρματα ποικίλ’ἔβαινον ·
493
ἐκ δ’ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου ·
494
μάστιξεν δ’ἐλάαν, τὼ δ’οὐκ ἀέκοντε πετέσθην.
495
ἷξον δ’ἐς πεδίον πυρηφόρον, ἔνθα δ’ἔπειτα
496
ἦνον ὁδόν · τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
497
δύσετότ’ἠέλιος σκιόωντότε πᾶσαι ἀγυιαί.