Odyssey, Book 16 (Π)
τὼ δ’αὖτ’ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
2ἐντύνοντο ἄριστον ἅμ’ἠοῖ, κηαμένω πῦρ,
3ἔκπεμψάντε νομῆας ἅμ’ἀγρομένοισι σύεσσι ·
4Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
5οὐ δ’ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
6σαίνοντάςτε κύνας, περίτε κτύπος ἦλθε ποδοῖϊν.
7αἶψα δ’ἄρ’Εὔμαιον ἔπεα πτερόεντα προσηύδα ·
811Εὔμαι’, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ’ἑταῖρος9ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,10ἀλλὰ περισσαίνουσι · ποδῶν δ’ὑπὸ δοῦπον ἀκούω.
οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
12ἔστη ἐνὶ προθύροισι. ταφὼν δ’ἀνόρουσε συβώτης,
13ἐκ δ’ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
14κιρνὰς αἴθοπα οἶνον. ὁ δ’ἀντίος ἦλθεν ἄνακτος,
15κύσσε δέ μιν κεφαλήντε καὶ ἄμφω φάεα καλὰ
16χεῖράςτ’ἀμφοτέρας · θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
17ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
18ἐλθόντ’ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
19μοῦνον τηλύγετον, τῷ ἔπ’ἄλγεα πολλὰ μογήσῃ,
20ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
21πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα ·
22καί ῥ’ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
2330ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ’ἔτ’ἐγώ γε24ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.25ἀλλ’ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ26τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.27οὐ μὲν γάρ τι θάμ’ἀγρὸν ἐπέρχεαι οὐ δὲ νομῆας,28ἀλλ’ἐπιδημεύεις · ὣς γάρ νύ τοι εὔαδε θυμῷ,29ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
3136ἔσσεται οὕτως, ἄττα · σέθεν δ’ἕνεκ’ἐνθάδ’ἱκάνω,32ὄφρα σέτ’ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,33ἤ μοι ἔτ’ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη34ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ35χήτει ἐνευναίων κάκ’ἀράχνια κεῖται ἔχουσα.
τὸν δ’αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν ·
3740καὶ λίην κείνη γε μένει τετληότι θυμῷ38σοῖσιν ἐνὶ μεγάροισιν · ὀϊζυραὶ δέ οἱ αἰεὶ39φθίνουσιν νύκτεςτε καὶ ἤματα δάκρυ χεούσῃ.
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος ·
41αὐτὰρ ὅ γ’εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
42τῷ δ’ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς ·
43Τηλέμαχος δ’ἑτέρωθεν ἐρήτυε φώνησέντε ·
4446ἧσ’, ὦ ξεῖν’· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην45σταθμῷ ἐν ἡμετέρῳ · πάρα δ’ἀνὴρ ὃς καταθήσει.
ὣς φάθ’, ὁ δ’αὖτις ἰὼν κατ’ἄρ’ἕζετο · τῷ δὲ συβώτης.
47χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν ·
48ἔνθα καθέζετ’ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
49τοῖσιν δ’αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
50ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
51σῖτον δ’ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
52ἐν δ’ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον ·
53αὐτὸς δ’ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
54οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
55αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
56δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν ·
5760ἄττα, πόθεν τοι ξεῖνος ὅδ’ἵκετο; πῶς δέ ἑ ναῦται58ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;59οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ’ἱκέσθαι.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ·
6168τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ’ἀγορεύσω.62ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,63φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι64πλαζόμενος · ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.65νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς66ἤλυθ’ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω ·67ἔρξον ὅπως ἐθέλεις · ἱκέτης δέ τοι εὔχεται εἶναι.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
6990Εὔμαι’, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες ·70πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;71αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα72ἄνδρ’ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ ·73μητρὶ δ’ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,74ἢ αὐτοῦ παρ’ἐμοίτε μένῃ καὶ δῶμα κομίζῃ,75εὐνήντ’αἰδομένη πόσιος δήμοιότε φῆμιν,76ἦ ἤδη ἅμ’ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος77μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.78ἀλλ’ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,79ἕσσω μιν χλαῖνάντε χιτῶνάτε, εἵματα καλά,80δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,81πέμψω δ’ὅππη μιν κραδίη θυμόςτε κελεύει.82εἰ δ’ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας ·83εἵματα δ’ἐνθάδ’ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα84ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.85κεῖσε δ’ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι86ἔρχεσθαι · λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι ·87μή μιν κερτομέωσιν, ἐμοὶ δ’ἄχος ἔσσεται αἰνόν.88πρῆξαι δ’ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα89ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
91112ὦ φίλ’, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,92ἦ μάλα μευ καταδάπτετ’ἀκούοντος φίλον ἦτορ,93οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι94ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.95εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ96ἐχθαίρουσ’ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,97ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ98μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.99αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδ’ἐπὶ θυμῷ,100ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός ·102αὐτίκ’ἔπειτ’ἀπ’ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,103εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,104ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.105εἰ δ’αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,106βουλοίμην κ’ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι107τεθνάμεν ἢ τάδε γ’αἰὲν ἀεικέα ἔργ’ὁράασθαι,108ξείνουςτε στυφελιζομένους δμῳάςτε γυναῖκας109ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,110καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας111μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
113135τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ἀτρεκέως ἀγορεύσω.114οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,115οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ116μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.117ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων ·118μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,119μοῦνον δ’αὖτ’Ὀδυσῆα πατὴρ τέκεν · αὐτὰρ Ὀδυσσεὺς120μοῦνον ἔμ’ἐν μεγάροισι τεκὼν λίπεν οὐ δ’ἀπόνητο.121τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσ’ἐνὶ οἴκῳ.122ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,123Δουλιχίῳτε Σάμῃτε καὶ ὑλήεντι Ζακύνθῳ,124ἠδ’ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,125τόσσοι μητέρ’ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.126ἡ δ’οὔτ’ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν127ποιῆσαι δύναται · τοὶ δὲ φθινύθουσιν ἔδοντες128οἶκον ἐμόν · τάχα δή με διαρραίσουσι καὶ αὐτόν.129ἀλλ’ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται ·130ἄττα, σὺ δ’ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ131εἴφ’ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.132αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,133οἴῃ ἀπαγγείλας · τῶν δ’ἄλλων μή τις Ἀχαιῶν134πευθέσθω · πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ·
136146γιγνώσκω, φρονέω · τά γε δὴ νοέοντι κελεύεις.137ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,138ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω139δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγ’ἀχεύων140ἔργατ’ἐποπτεύεσκε μετὰ δμώωντ’ἐνὶ οἴκῳ141πῖνε καὶ ἦσθ’, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι ·142αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,143οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,144οὐ δ’ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇτε γόῳτε145ἧσται ὀδυρόμενος, φθινύθει δ’ἀμφ’ὀστεόφι χρώς.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
147154ἄλγιον, ἀλλ’ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ ·148εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,149πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.150ἀλλὰ σύ γ’ἀγγείλας ὀπίσω κίε, μη δὲ κατ’ἀγροὺς151πλάζεσθαι μετ’ἐκεῖνον · ἀτὰρ πρὸς μητέρα εἰπεῖν152ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα153κρύβδην · κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
ἦ ῥα καὶ ὦρσε συφορβόν · ὁ δ’εἵλετο χερσὶ πέδιλα,
155δησάμενος δ’ὑπὸ ποσσὶ πόλινδ’ἴεν. οὐ δ’ἄρ’Ἀθήνην
156λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
157ἀλλ’ἥ γε σχεδὸν ἦλθε · δέμας δ’ἤϊκτο γυναικὶ
158καλῇτε μεγάλῃτε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
159στῆ δὲ κατ’ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα ·
160οὐ δ’ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐ δ’ἐνόησεν,
161οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
162ἀλλ’Ὀδυσεύςτε κύνεςτε ἴδον, καί ῥ’οὐχ ὑλάοντο
163κνυζηθμῷ δ’ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
164ἡ δ’ἄρ’ἐπ’ὀφρύσι νεῦσε · νόησε δὲ δῖος Ὀδυσσεύς,
165ἐκ δ’ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
166στῆ δὲ πάροιθ’αὐτῆς · τὸν δὲ προσέειπεν Ἀθήνη ·
167172διογενὲς Λαερτιάδη, πολυμήχαν’Ὀδυσσεῦ.168ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μη δ’ἐπίκευθε,169ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρ’ἀραρόντε170ἔρχησθον προτὶ ἄστυ περικλυτόν · οὐ δ’ἐγὼ αὐτὴ171δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ’Ἀθήνη.
173φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
174θῆκ’ἀμφὶ στήθεσσι, δέμας δ’ὤφελλε καὶ ἥβην.
175ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
176κυάνεαι δ’ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
177ἡ μὲν ἄρ’ὣς ἔρξασα πάλιν κίεν · αὐτὰρ Ὀδυσσεὺς
178ἤϊεν ἐς κλισίην · θάμβησε δέ μιν φίλος υἱός,
179ταρβήσας δ’ἑτέρωσε βάλ’ὄμματα, μὴ θεὸς εἴη,
180καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
181186ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,182ἄλλα δὲ εἵματ’ἔχεις, καί τοι χρὼς οὐκέθ’ὁμοῖος.183ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν ·184ἀλλ’ἵληθ’, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ185ἠδὲ χρύσεα δῶρα, τετυγμένα · φείδεο δ’ἡμέων.
τὸν δ’ἠμείβετ’ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς ·
187190οὔ τίς τοι θεός εἰμι · τί μ’ἀθανάτοισιν ἐΐσκεις;188ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων189πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
191δάκρυον ἧκε χαμᾶζε · πάρος δ’ἔχε νωλεμὲς αἰεί.
192Τηλέμαχος δ’, οὐ γάρ πω ἐπείθετο ὃν πατέρ’εἶναι,
193ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν ·
194201οὐ σύ γ’Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων195θέλγει, ὄφρ’ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.196οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο197ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν198ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.199ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο ·200νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
202213Τηλέμαχ’, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα203οὔτε τι θαυμάζειν περιώσιον οὔτ’ἀγάασθαι ·204οὐ μὲν γάρ τοι ἔτ’ἄλλος ἐλεύσεται ἐνθάδ’Ὀδυσσεύς,205ἀλλ’ὅδ’ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ’ἀληθείς,206ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.207αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,208ἥτέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,209ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ’αὖτε210ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματ’ἔχοντι.211ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,212ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
ὣς ἄρα φωνήσας κατ’ἄρ’ἕζετο, Τηλέμαχος δὲ
214ἀμφιχυθεὶς πατέρ’ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
215ἀμφοτέροισι δὲ τοῖσιν ὑφ’ἵμερος ὦρτο γόοιο ·
216κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤτ’οἰωνοί,
217φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσίτε τέκνα
218ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι ·
219ὣς ἄρα τοί γ’ἐλεεινὸν ὑπ’ὀφρύσι δάκρυον εἶβον.
220καί νύ κ’ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
221εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ’αἶψα ·
222225ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται223ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;224οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ’ἱκέσθαι.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
226240τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.227Φαίηκές μ’ἄγαγον ναυσίκλυτοι, οἵτε καὶ ἄλλους228ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται ·229καί μ’εὕδοντ’ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες230κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,231χαλκόντε χρυσόντε ἅλις ἐσθῆτάθ’ὑφαντήν.232καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται ·233νῦν αὖ δεῦρ’ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,234ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.235ἀλλ’ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,236ὄφρ’εἰδέω ὅσσοιτε καὶ οἵ τινες ἀνέρες εἰσί ·237καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας238φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ’ἀντιφέρεσθαι239μούνω ἄνευθ’ἄλλων, ἦ καὶ διζησόμεθ’ἄλλους.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
241258ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,242χεῖράςτ’αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν ·243ἀλλὰ λίην μέγα εἶπες · ἄγη μ’ἔχει · οὐ δέ κεν εἴη244ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.245μνηστήρων δ’οὔτ’ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ’οἶαι,246ἀλλὰ πολὺ πλέονες · τάχα δ’εἴσεαι ἐνθάδ’ἀριθμόν.247ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα248κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται ·249ἐκ δὲ Σάμης πίσυρέςτε καὶ εἴκοσι φῶτες ἔασιν,250ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,251ἐκ δ’αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,252καί σφιν ἅμ’ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς253καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.254τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,255μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.256ἀλλὰ σύ γ’, εἰ δύνασαί τιν’ἀμύντορα μερμηρίξαι,257φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
259262τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·260καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ261ἀρκέσει, ἦέ τιν’ἄλλον ἀμύντορα μερμηρίξω.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
263266ἐσθλώ τοι τούτω γ’ἐπαμύντορε, τοὺς ἀγορεύεις,264ὕψι περ ἐν νεφέεσσι καθημένω · ὥτε καὶ ἄλλοις265ἀνδράσιτε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
267308οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον268φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν269ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.270ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ’ἠοῖ φαινομένηφιν271οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει ·272αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,273πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.274εἰ δέ μ’ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ275τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,276ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε277ἢ βέλεσι βάλλωσι · σὺ δ’εἰσορόων ἀνέχεσθαι.278ἀλλ’ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,279μειλιχίοις ἐπέεσσι παραυδῶν · οἱ δέ τοι οὔ τι280πείσονται · δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.281ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·282ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,283νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δ’ἔπειτα νοήσας284ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται285ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας286πάντα μάλ’· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι287παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες ·295νῶϊν δ’οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε296καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,297ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα · τοὺς δέ κ’ἔπειτα298Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.299ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·300εἰ ἐτεόν γ’ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,301μή τις ἔπειτ’Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,302μήτ’οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης303μήτε τις οἰκήων μήτ’αὐτὴ Πηνελόπεια,304ἀλλ’οἶοι σύτ’ἐγώτε γυναικῶν γνώομεν ἰθύν ·305καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,306ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,307ἠδ’ὅτις οὐκ ἀλέγει, σὲ δ’ἀτιμᾷ τοῖον ἐόντα.
τὸν δ’ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
309321ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ’, ὀΐω,310γνώσεαι · οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ’ἔχουσιν ·311ἀλλ’οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω312ἡμῖν ἀμφοτέροισι · σὲ δὲ φράζεσθαι ἄνωγα.313δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,314ἔργα μετερχόμενος · τοὶ δ’ἐν μεγάροισιν ἕκηλοι315χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐ δ’ἔπι φειδώ.316ἀλλ’ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,317αἵτέ σ’ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν ·318ἀνδρῶν δ’οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι319ἡμέας πειράζειν, ἀλλ’ὕστερα ταῦτα πένεσθαι,320εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
322ἡ δ’ἄρ’ἔπειτ’Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
323ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
324οἱ δ’ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
325νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ἠπείροιο ἔρυσσαν,
326τεύχεα δέ σφ’ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
327αὐτίκα δ’ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
328αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
329ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
330οὕνεκα Τηλέμαχος μὲν ἐπ’ἀγροῦ, νῆα δ’ἀνώγει
331ἄστυδ’ἀποπλείειν, ἵνα μὴ δείσασ’ἐνὶ θυμῷ
332ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
333τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
334τῆς αὐτῆς ἕνεκ’ἀγγελίης, ἐρέοντε γυναικί.
335ἀλλ’ὅτε δή ῥ’ἵκοντο δόμον θείου βασιλῆος,
336κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν ·
337338ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
Πηνελοπείῃ δ’εἶπε συβώτης ἄγχι παραστὰς
339πάνθ’ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
340αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
341βῆ ῥ’ἴμεναι μεθ’ὕας, λίπε δ’ἕρκεάτε μέγαρόντε.
342μνηστῆρες δ’ἀκάχοντο κατήφησάντ’ἐνὶ θυμῷ,
343ἐκ δ’ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
344αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
345τοῖσιν δ’Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ’ἀγορεύειν ·
346351ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται347Τηλεμάχῳ ὁδὸς ἥδε · φάμεν δέ οἱ οὐ τελέεσθαι.348ἀλλ’ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,349ἐς δ’ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα350κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
οὔ πω πᾶν εἴρηθ’, ὅτ’ἄρ’Ἀμφίνομος ἴδε νῆα,
352στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
353ἱστίατε στέλλοντας ἐρετμάτε χερσὶν ἔχοντας.
354ἡδὺ δ’ἄρ’ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι ·
355358μή τιν’ἔτ’ἀγγελίην ὀτρύνομεν · οἵδε γὰρ ἔνδον.356ἤ τίς σφιν τόδ’ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ357νῆα παρερχομένην, τὴν δ’οὐκ ἐδύναντο κιχῆναι.
ὣς ἔφαθ’, οἱ δ’ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
359αἶψα δὲ νῆα μέλαιναν ἐπ’ἠπείροιο ἔρυσσαν,
360τεύχεα δέ σφ’ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
361αὐτοὶ δ’εἰς ἀγορὴν κίον ἀθρόοι, οὐ δέ τιν’ἄλλον
362εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
363τοῖσιν δ’Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός ·
364393ὢ πόποι, ὡς τόνδ’ἄνδρα θεοὶ κακότητος ἔλυσαν.365ἤματα μὲν σκοποὶ ἷζον ἐπ’ἄκριας ἠνεμοέσσας366αἰὲν ἐπασσύτεροι · ἅμα δ’ἠελίῳ καταδύντι367οὔ ποτ’ἐπ’ἠπείρου νύκτ’ἄσαμεν, ἀλλ’ἐνὶ πόντῳ368νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,369Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες370αὐτόν · τὸν δ’ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,371ἡμεῖς δ’ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον372Τηλεμάχῳ, μη δ’ἧμας ὑπεκφύγοι · οὐ γὰρ ὀΐω373τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.374αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇτε νόῳτε,375λαοὶ δ’οὐκέτι πάμπαν ἐφ’ἡμῖν ἦρα φέρουσιν.376ἀλλ’ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς377εἰς ἀγορήν — οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,378ἀλλ’ἀπομηνίσει, ἐρέει δ’ἐν πᾶσιν ἀναστὰς379οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐ δ’ἐκίχημεν ·380οἱ δ’οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα ·381μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι382γαίης ἡμετέρης, ἄλλων δ’ἀφικώμεθα δῆμον ·383ἀλλὰ φθέωμεν ἑλόντες ἐπ’ἀγροῦ νόσφι πόληος384ἢ ἐν ὁδῷ · βίοτον δ’αὐτοὶ καὶ κτήματ’ἔχωμεν,385δασσάμενοι κατὰ μοῖραν ἐφ’ἡμέας, οἰκία δ’αὖτε386κείνου μητέρι δοῖμεν ἔχειν ἠδ’ὅστις ὀπυίοι.387εἰ δ’ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε388αὐτόντε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,389μή οἱ χρήματ’ἔπειτα ἅλις θυμηδέ’ἔδωμεν390ἐνθάδ’ἀγειρόμενοι, ἀλλ’ἐκ μεγάροιο ἕκαστος391μνάσθω ἐέδνοισιν διζήμενος · ἡ δέ κ’ἔπειτα392γήμαιθ’ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
394τοῖσιν δ’Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
395Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
396ὅς ῥ’ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
397ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
398ἥνδανε μύθοισι · φρεσὶ γὰρ κέχρητ’ἀγαθῇσιν ·
399ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
400406ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι401Τηλέμαχον · δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν402κτείνειν · ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.403εἰ μέν κ’αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,404αὐτόςτε κτενέω τούςτ’ἄλλους πάντας ἀνώξω ·405εἰ δέ κ’ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
ὣς ἔφατ’Ἀμφίνομος, τοῖσιν δ’ἐπιήνδανε μῦθος.
407αὐτίκ’ἔπειτ’ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
408ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
409ἡ δ’αὖτ’ἄλλ’ἐνόησε περίφρων Πηνελόπεια,
410μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
411πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον ·
412κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
413βῆ δ’ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
414ἀλλ’ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
415στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
416ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
417Ἀντίνοον δ’ἐνένιπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
418434Ἀντίνο’, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν419ἐν δήμῳ Ἰθάκης μεθ’ὁμήλικας ἔμμεν ἄριστον420βουλῇ καὶ μύθοισι · σὺ δ’οὐκ ἄρα τοῖος ἔησθα.421μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόντε μόροντε422ῥάπτεις, οὐ δ’ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς423μάρτυρος; οὐ δ’ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.424ἦ οὐκ οἶσθ’ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,425δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,426οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν427ἤκαχε Θεσπρωτούς · οἱ δ’ἡμῖν ἄρθμιοι ἦσαν ·428τόν ῥ’ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ429ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν ·430ἀλλ’Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.431τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα432παῖδάτ’ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις ·433ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
τὴν δ’αὖτ’Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα ·
435448κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,436θάρσει · μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.437οὐκ ἔσθ’οὗτος ἀνὴρ οὐ δ’ἔσσεται οὐ δὲ γένηται,438ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει439ζώοντός γ’ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.440ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται ·441αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ442ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς443πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν444ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχετε οἶνον ἐρυθρόν.445τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν446ἀνδρῶν, οὐ δέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα447ἔκ γε μνηστήρων · θεόθεν δ’οὐκ ἔστ’ἀλέασθαι.
ὣς φάτο θαρσύνων, τῷ δ’ἤρτυεν αὐτὸς ὄλεθρον.
449ἡ μὲν ἄρ’εἰσαναβᾶσ’ὑπερώϊα σιγαλόεντα
450κλαῖεν ἔπειτ’Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
451ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
452ἑσπέριος δ’Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
453ἤλυθεν · οἱ δ’ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
454σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
455ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
456ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
457λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
458γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
459ἔλθοι ἀπαγγέλλων μη δὲ φρεσὶν εἰρύσσαιτο.
460τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν ·
461464ἦλθες, δῖ’Εὔμαιε. τί δὴ κλέος ἔστ’ἀνὰ ἄστυ;462ἦ ῥ’ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν463ἐκ λόχου, ἦ ἔτι μ’αὖτ’εἰρύαται οἴκαδ’ἰόντα;
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ·
465476οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι466ἄστυ καταβλώσκοντα · τάχιστά με θυμὸς ἀνώγει467ἀγγελίην εἰπόντα πάλιν δεῦρ’ἀπονέεσθαι.468ὡμήρησε δέ μοι παρ’ἑταίρων ἄγγελος ὠκύς,469κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.470ἄλλο δέ τοι τό γε οἶδα · τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.471ἤδη ὑπὲρ πόλιος, ὅθιθ’Ἕρμαιος λόφος ἐστίν,472ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν473ἐς λιμέν’ἡμέτερον · πολλοὶ δ’ἔσαν ἄνδρες ἐν αὐτῇ,474βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι ·475καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐ δέ τι οἶδα.
ὣς φάτο, μείδησεν δ’ἱερὴ ἲς Τηλεμάχοιο
477ἐς πατέρ’ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ’ὑφορβόν.
478οἱ δ’ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντότε δαῖτα,
479δαίνυντ’, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
480αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
481κοίτουτε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.