Odyssey, Book 7 (Η)
ὧς ὁ μὲν ἔνθ’ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
2κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
3ἡ δ’ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ’ἵκανε,
4στῆσεν ἄρ’ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
5ἵσταντ’ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ’ὑπ’ἀπήνης
6ἡμιόνους ἔλυον ἐσθῆτάτε ἔσφερον εἴσω.
7αὐτὴ δ’ἐς θάλαμον ἑὸν ἤιε · δαῖε δέ οἱ πῦρ
8γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
9τήν ποτ’Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι ·
10Ἀλκινόῳ δ’αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
11Φαιήκεσσιν ἄνασσε, θεοῦ δ’ὣς δῆμος ἄκουεν ·
12ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
13ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
14καὶ τότ’Ὀδυσσεὺς ὦρτο πόλινδ’ἴμεν · ἀμφὶ δ’Ἀθήνη
15πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ’Ὀδυσῆι,
16μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
17κερτομέοιτ’ἐπέεσσι καὶ ἐξερέοιθ’ὅτις εἴη.
18ἀλλ’ὅτε δὴ ἄρ’ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
19ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
20παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
21στῆ δὲ πρόσθ’αὐτοῦ, ὁ δ’ἀνείρετο δῖος Ὀδυσσεύς ·
2227ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο23Ἀλκινόου, ὃς τοῖσδε μετ’ἀνθρώποισι ἀνάσσει;24καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ’ἱκάνω25τηλόθεν ἐξ ἀπίης γαίης · τῷ οὔ τινα οἶδα26ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
τὸν δ’αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη ·
2837τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,29δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.30ἀλλ’ἴθι σιγῇ τοῖον, ἐγὼ δ’ὁδὸν ἡγεμονεύσω,31μη δέ τιν’ἀνθρώπων προτιόσσεο μη δ’ἐρέεινε.32οὐ γὰρ ξείνους οἵδε μάλ’ἀνθρώπους ἀνέχονται,33οὐ δ’ἀγαπαζόμενοι φιλέουσ’ὅς κ’ἄλλοθεν ἔλθῃ.34νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι35λαῖτμα μέγ’ἐκπερόωσιν, ἐπεί σφισι δῶκ’ἐνοσίχθων ·36τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
ὣς ἄρα φωνήσασ’ἡγήσατο Παλλὰς Ἀθήνη
38καρπαλίμως · ὁ δ’ἔπειτα μετ’ἴχνια βαῖνε θεοῖο.
39τὸν δ’ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
40ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας · οὐ γὰρ Ἀθήνη
41εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
42θεσπεσίην κατέχευε φίλα φρονέουσ’ἐνὶ θυμῷ.
43θαύμαζεν δ’Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
44αὐτῶνθ’ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
45ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
46ἀλλ’ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ’ἵκοντο,
47τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη ·
4878οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις49πεφραδέμεν · δήεις δὲ διοτρεφέας βασιλῆας50δαίτην δαινυμένους · σὺ δ’ἔσω κίε, μη δέ τι θυμῷ51τάρβει · θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων52ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.53δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν ·54Ἀρήτη δ’ὄνομ’ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων55τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.56Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων57γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,58ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,59ὅς ποθ’ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.60ἀλλ’ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ’αὐτός ·61τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα62Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε ·63Ναυσίθοος δ’ἔτεκεν Ῥηξήνοράτ’Ἀλκίνοόντε.64τὸν μὲν ἄκουρον ἐόντα βάλ’ἀργυρότοξος Ἀπόλλων65νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα66Ἀρήτην · τὴν δ’Ἀλκίνοος ποιήσατ’ἄκοιτιν,67καί μιν ἔτισ’, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,68ὅσσαι νῦν γε γυναῖκες ὑπ’ἀνδράσιν οἶκον ἔχουσιν.69ὣς κείνη περὶ κῆρι τετίμηταίτε καὶ ἔστιν70ἔκτε φίλων παίδων ἔκτ’αὐτοῦ Ἀλκινόοιο71καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες72δειδέχαται μύθοισιν, ὅτε στείχῃσ’ἀνὰ ἄστυ.73οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ ·74ᾗσιτ’ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.75εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ἐνὶ θυμῷ,76ἐλπωρή τοι ἔπειτα φίλουςτ’ἰδέειν καὶ ἱκέσθαι77οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
ὣς ἄρα φωνήσασ’ἀπέβη γλαυκῶπις Ἀθήνη
79πόντον ἐπ’ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
80ἵκετο δ’ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
81δῦνε δ’Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
82Ἀλκινόου πρὸς δώματ’ἴε κλυτά · πολλὰ δέ οἱ κῆρ
83ὥρμαιν’ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
84ὥςτε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
85δῶμα καθ’ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
86χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ’ἔνθα καὶ ἔνθα,
87ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο ·
88χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον ·
89σταθμοὶ δ’ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
90ἀργύρεον δ’ἐφ’ὑπερθύριον, χρυσέη δὲ κορώνη.
91χρύσειοι δ’ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
92οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
93δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
94ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
95ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ’ἔνθα καὶ ἔνθα,
96ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ’ἐνὶ πέπλοι
97λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
98ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
99πίνοντες καὶ ἔδοντες · ἐπηετανὸν γὰρ ἔχεσκον.
100χρύσειοι δ’ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
101ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
102φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
103πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
104αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
105αἱ δ’ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
106ἥμεναι, οἷάτε φύλλα μακεδνῆς αἰγείροιο ·
107καιρουσσέων δ’ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
108ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
109νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
110ἱστῶν τεχνῆσσαι · πέρι γάρ σφισι δῶκεν Ἀθήνη
111ἔργατ’ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
112ἔκτοσθεν δ’αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
113τετράγυος · περὶ δ’ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
114ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
115ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
116συκέαιτε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
117τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐ δ’ἀπολείπει
118χείματος οὐ δὲ θέρευς, ἐπετήσιος · ἀλλὰ μάλ’αἰεὶ
119Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
120ὄγχνη ἐπ’ὄγχνῃ γηράσκει, μῆλον δ’ἐπὶ μήλῳ,
121αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ’ἐπὶ σύκῳ.
122ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
123τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
124τέρσεται ἠελίῳ, ἑτέρας δ’ἄρατε τρυγόωσιν,
125ἄλλας δὲ τραπέουσι · πάροιθε δέτ’ὄμφακές εἰσιν
126ἄνθος ἀφιεῖσαι, ἕτεραι δ’ὑποπερκάζουσιν.
127ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
128παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι ·
129ἐν δὲ δύω κρῆναι ἡ μέντ’ἀνὰ κῆπον ἅπαντα
130σκίδναται, ἡ δ’ἑτέρωθεν ὑπ’αὐλῆς οὐδὸν ἵησι
131πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
132τοῖ’ἄρ’ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
133ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
134αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
135καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
136εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
137σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
138ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
139αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
140πολλὴν ἠέρ’ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
141ὄφρ’ἵκετ’Ἀρήτηντε καὶ Ἀλκίνοον βασιλῆα.
142ἀμφὶ δ’ἄρ’Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
143καὶ τότε δή ῥ’αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
144οἱ δ’ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες ·
145θαύμαζον δ’ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς ·
146153Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,147σόντε πόσιν σάτε γούναθ’ἱκάνω πολλὰ μογήσας148τούσδετε δαιτυμόνας · τοῖσιν θεοὶ ὄλβια δοῖεν149ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος150κτήματ’ἐνὶ μεγάροισι γέραςθ’ὅ τι δῆμος ἔδωκεν ·151αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ’ἱκέσθαι152θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
ὣς εἰπὼν κατ’ἄρ’ἕζετ’ἐπ’ἐσχάρῃ ἐν κονίῃσιν
154πὰρ πυρί · οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
155ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
156ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
157καὶ μύθοισι κέκαστο, παλαιάτε πολλάτε εἰδώς ·
158ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
159167Ἀλκίνο’, οὐ μέν τοι τόδε κάλλιον, οὐ δὲ ἔοικε,160ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ’ἐσχάρῃ ἐν κονίῃσιν,161οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.162ἄλλ’ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου163εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον164οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ165σπείσομεν, ὅςθ’ἱκέτῃσιν ἅμ’αἰδοίοισιν ὀπηδεῖ ·166δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσ’ἱερὸν μένος Ἀλκινόοιο,
168χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
169ὦρσεν ἀπ’ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
170υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
171ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
172χέρνιβα δ’ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
173καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
174νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
175σῖτον δ’αἰδοίη ταμίη παρέθηκε φέρουσα,
176εἴδατα πόλλ’ἐπιθεῖσα, χαριζομένη παρεόντων.
177αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
178καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο ·
179182Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον180πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ181σπείσομεν, ὅςθ’ἱκέτῃσιν ἅμ’αἰδοίοισιν ὀπηδεῖ.
ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
183νώμησεν δ’ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
184αὐτὰρ ἐπεὶ σπεῖσάντ’ἔπιόνθ’, ὅσον ἤθελε θυμός,
185τοῖσιν δ’Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε ·
186207κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες187ὄφρ’εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.188νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ’ἰόντες ·189ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες190ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν191ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς192μνησόμεθ’, ὥς χ’ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης193πομπῇ ὑφ’ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται194χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,195μη δέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,196πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι · ἔνθα δ’ἔπειτα197πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθέςτε βαρεῖαι198γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.199εἰ δέ τις ἀθανάτων γε κατ’οὐρανοῦ εἰλήλουθεν,200ἄλλο τι δὴ τόδ’ἔπειτα θεοὶ περιμηχανόωνται.201αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς202ἡμῖν, εὖτ’ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,203δαίνυνταίτε παρ’ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.204εἰ δ’ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,205οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,206ὥς περ Κύκλωπέςτε καὶ ἄγρια φῦλα Γιγάντων.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
208226Ἀλκίνο’, ἄλλο τί τοι μελέτω φρεσίν · οὐ γὰρ ἐγώ γε209ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,210οὐ δέμας οὐ δὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.211οὕς τινας ὑμεῖς ἴστε μάλιστ’ὀχέοντας ὀιζὺν212ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.213καὶ δ’ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,214ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.215ἀλλ’ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ ·216οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο217ἔπλετο, ἥτ’ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ218καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,219ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ’αἰεὶ220ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων221ληθάνει ὅσσ’ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.222ὑμεῖς δ’ὀτρύνεσθαι ἅμ’ἠοῖ φαινομένηφιν,223ὥς κ’ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης224καί περ πολλὰ παθόντα · ἰδόντα με καὶ λίποι αἰὼν225κτῆσιν ἐμήν, δμῶάςτε καὶ ὑψερεφὲς μέγα δῶμα.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐπῄνεον ἠδ’ἐκέλευον
227πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
228αὐτὰρ ἐπεὶ σπεῖσάντ’ἔπιονθ’ὅσον ἤθελε θυμός,
229οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
230αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
231πὰρ δέ οἱ Ἀρήτητε καὶ Ἀλκίνοος θεοειδὴς
232ἥσθην · ἀμφίπολοι δ’ἀπεκόσμεον ἔντεα δαιτός.
233τοῖσιν δ’Ἀρήτη λευκώλενος ἤρχετο μύθων ·
234ἔγνω γὰρ φᾶρόςτε χιτῶνάτε εἵματ’ἰδοῦσα
235καλά, τά ῥ’αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί ·
236καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
237240ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή ·238τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ’ἔδωκεν;239οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ’ἱκέσθαι;
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
241298ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι242κήδε’, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες ·243τοῦτο δέ τοι ἐρέω ὅ μ’ἀνείρεαι ἠδὲ μεταλλᾷς.244Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται ·245ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ246ναίει ἐυπλόκαμος, δεινὴ θεός · οὐ δέ τις αὐτῇ247μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.248ἀλλ’ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων249οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ250Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.251ἔνθ’ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,252αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης253ἐννῆμαρ φερόμην · δεκάτῃ δέ με νυκτὶ μελαίνῃ254νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ255ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα256ἐνδυκέως ἐφίλειτε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε257θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα ·258ἀλλ’ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.259ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ’αἰεὶ260δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ ·261ἀλλ’ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,262καὶ τότε δή μ’ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι263Ζηνὸς ὑπ’ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ’αὐτῆς.264πέμπε δ’ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ’ἔδωκε,265σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,266οὖρον δὲ προέηκεν ἀπήμονάτε λιαρόντε.267ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,268ὀκτωκαιδεκάτῃ δ’ἐφάνη ὄρεα σκιόεντα269γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ270δυσμόρῳ · ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ271πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,272ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,273ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐ δέ τι κῦμα274εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.275τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ’· αὐτὰρ ἐγώ γε276νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ277ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμόςτε καὶ ὕδωρ.278ἔνθα κέ μ’ἐκβαίνοντα βιήσατο κῦμ’ἐπὶ χέρσου,279πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ ·280ἀλλ’ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον281ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,282λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.283ἐκ δ’ἔπεσον θυμηγερέων, ἐπὶ δ’ἀμβροσίη νὺξ284ἤλυθ’. ἐγὼ δ’ἀπάνευθε διιπετέος ποταμοῖο285ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα286ἠφυσάμην · ὕπνον δὲ θεὸς κατ’ἀπείρονα χεῦεν.287ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ288εὗδον παννύχιος καὶ ἐπ’ἠῶ καὶ μέσον ἦμαρ.289δείλετότ’ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.290ἀμφιπόλους δ’ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς291παιζούσας, ἐν δ’αὐτὴ ἔην ἐικυῖα θεῇσι ·292τὴν ἱκέτευσ’· ἡ δ’οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,293ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα294ἐρξέμεν · αἰεὶ γάρτε νεώτεροι ἀφραδέουσιν.295ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδ’αἴθοπα οἶνον296καὶ λοῦσ’ἐν ποταμῷ καί μοι τάδε εἵματ’ἔδωκε.297ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
τὸν δ’αὖτ’Ἀλκίνοος ἀπαμείβετο φώνησέντε ·
299302ξεῖν’, ἦ τοι μὲν τοῦτο γ’ἐναίσιμον οὐκ ἐνόησε300παῖς ἐμή, οὕνεκά σ’οὔ τι μετ’ἀμφιπόλοισι γυναιξὶν301ἦγεν ἐς ἡμέτερον, σὺ δ’ἄρα πρώτην ἱκέτευσας.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
303308ἥρως, μή τοι το- τοὔνεκ’ἀμύμονα νείκεε κούρην ·304ἡ μὲν γάρ μ’ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,305ἀλλ’ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενόςτε,306μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι ·307δύσζηλοι γάρτ’εἰμὲν ἐπὶ χθονὶ φῦλ’ἀνθρώπων.
τὸν δ’αὖτ’Ἀλκίνοος ἀπαμείβετο φώνησέντε ·
309329ξεῖν’, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ310μαψιδίως κεχολῶσθαι · ἀμείνω δ’αἴσιμα πάντα.311αἲ γάρ, Ζεῦτε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,312τοῖος ἐὼν οἷός ἐσσι, τάτε φρονέων ἅτ’ἐγώ περ,313παῖδάτ’ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι314αὖθι μένων · οἶκον δέ κ’ἐγὼ καὶ κτήματα δοίην,315εἴ κ’ἐθέλων γε μένοις · ἀέκοντα δέ σ’οὔ τις ἐρύξει316Φαιήκων · μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.317πομπὴν δ’ἐς τόδ’ἐγὼ τεκμαίρομαι, ὄφρ’ἐὺ εἰδῇς,318αὔριον ἔς · τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ319λέξεαι, οἱ δ’ἐλόωσι γαλήνην, ὄφρ’ἂν ἵκηαι320πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,321εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ’Εὐβοίης,322τήν περ τηλοτάτω φάσ’ἔμμεναι, οἵ μιν ἴδοντο323λαῶν ἡμετέρων, ὅτετε ξανθὸν Ῥαδάμανθυν324ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.325καὶ μὲν οἱ ἔνθ’ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν326ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ’ὀπίσσω.327εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται328νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
330εὐχόμενος δ’ἄρα εἶπεν, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
331334Ζεῦ πάτερ, αἴθ’ὅσα εἶπε τελευτήσειεν ἅπαντα332Ἀλκίνοος · τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν333ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ’ἱκοίμην.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
335κέκλετο δ’Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
336δέμνι’ὑπ’αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
337πορφύρε’ἐμβαλέειν, στορέσαιτ’ἐφύπερθε τάπητας
338χλαίναςτ’ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
339αἱ δ’ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι ·
340αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
341ὤτρυνον δ’Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν ·
342343ὄρσο κέων, ὦ ξεῖνε · πεποίηται δέ τοι εὐνή.
ὣς φάν, τῷ δ’ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
344ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
345τρητοῖς ἐν λεχέεσσιν ὑπ’αἰθούσῃ ἐριδούπῳ ·
346Ἀλκίνοος δ’ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
347πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.