Odyssey, Book 2 (Β)
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
2ὤρνυτ’ἄρ’ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
3εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ’ὤμῳ,
4ποσσὶ δ’ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
5βῆ δ’ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
6αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
7κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
8οἱ μὲν ἐκήρυσσον, τοὶ δ’ἠγείροντο μάλ’ὦκα.
9αὐτὰρ ἐπεί ῥ’ἤγερθεν ὁμηγερέεςτ’ἐγένοντο,
10βῆ ῥ’ἴμεν εἰς ἀγορήν, παλάμῃ δ’ἔχε χάλκεον ἔγχος,
11οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
12θεσπεσίην δ’ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
13τὸν δ’ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο ·
14ἕζετο δ’ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
15τοῖσι δ’ἔπειθ’ἥρως Αἰγύπτιος ἦρχ’ἀγορεύειν,
16ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
17καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ’ἀντιθέῳ Ὀδυσῆι
18Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
19Ἄντιφος αἰχμητής · τὸν δ’ἄγριος ἔκτανε Κύκλωψ
20ἐν σπῆι γλαφυρῷ, πύματον δ’ὡπλίσσατο δόρπον.
21τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
22Εὐρύνομος, δύο δ’αἰὲν ἔχον πατρώια ἔργα.
23ἀλλ’οὐ δ’ὣς τοῦ λήθετ’ὀδυρόμενος καὶ ἀχεύων.
24τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε ·
2535κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω ·26οὔτε ποθ’ἡμετέρη ἀγορὴ γένετ’οὔτε θόωκος27ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.28νῦν δὲ τίς ὧδ’ἤγειρε; τίνα χρειὼ τόσον ἵκει29ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;30ἠέ τιν’ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,31ἥν χ’ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;32ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ’ἀγορεύει;33ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ34Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
36οὐ δ’ἄρ’ἔτι δὴν ἧστο, μενοίνησεν δ’ἀγορεύειν,
37στῆ δὲ μέσῃ ἀγορῇ · σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
38κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
39πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν ·
4080ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ’εἴσεαι αὐτός,41ὃς λαὸν ἤγειρα · μάλιστα δέ μ’ἄλγος ἱκάνει.42οὔτε τιν’ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,43ἥν χ’ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,44οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐ δ’ἀγορεύω,45ἀλλ’ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ46δοιά · τὸ μὲν πατέρ’ἐσθλὸν ἀπώλεσα, ὅς ποτ’ἐν ὑμῖν47τοίσδεσσιν βασίλευε, πατὴρ δ’ὣς ἤπιος ἦεν ·48νῦν δ’αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα49πάγχυ διαρραίσει, βίοτον δ’ἀπὸ πάμπαν ὀλέσσει.50μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,51τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ’εἰσὶν ἄριστοι,52οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι53Ἰκαρίου, ὥς κ’αὐτὸς ἐεδνώσαιτο θύγατρα,54δοίη δ’ᾧ κ’ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι ·55οἱ δ’εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,56βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας57εἰλαπινάζουσιν πίνουσίτε αἴθοπα οἶνον58μαψιδίως · τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ’ἀνήρ,59οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.60ἡμεῖς δ’οὔ νύ τι τοῖοι ἀμυνέμεν · ἦ καὶ ἔπειτα61λευγαλέοιτ’ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.62ἦτ’ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.63οὐ γὰρ ἔτ’ἀνσχετὰ ἔργα τετεύχαται, οὐ δ’ἔτι καλῶς64οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,65ἄλλουςτ’αἰδέσθητε περικτίονας ἀνθρώπους,66οἳ περιναιετάουσι · θεῶν δ’ὑποδείσατε μῆνιν,67μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.68λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,69ἥτ’ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει ·70σχέσθε, φίλοι, καί μ’οἶον ἐάσατε πένθεϊ λυγρῷ71τείρεσθ’, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς72δυσμενέων κάκ’ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,73τῶν μ’ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,74τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη75ὑμέας ἐσθέμεναι κειμήλιάτε πρόβασίντε.76εἴ χ’ὑμεῖς γε φάγοιτε, τάχ’ἄν ποτε καὶ τίσις εἴη ·77τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ78χρήματ’ἀπαιτίζοντες, ἕως κ’ἀπὸ πάντα δοθείη ·79νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
81δάκρυ’ἀναπρήσας · οἶκτος δ’ἕλε λαὸν ἅπαντα.
82ἔνθ’ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐ δέ τις ἔτλη
83Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν ·
84Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε ·
85129Τηλέμαχ’ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες86ἡμέας αἰσχύνων · ἐθέλοις δέ κε μῶμον ἀνάψαι.87σοὶ δ’οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,88ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.89ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ’εἶσι τέταρτον,90ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.91πάντας μέν ῥ’ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ92ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.93ἡ δὲ δόλον τόνδ’ἄλλον ἐνὶ φρεσὶ μερμήριξε ·94στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,95λεπτὸν καὶ περίμετρον · ἄφαρ δ’ἡμῖν μετέειπε ·103ὣς ἔφαθ’, ἡμῖν δ’αὖτ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.104ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,105νύκτας δ’ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.106ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς ·107ἀλλ’ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,108καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,109καὶ τήν γ’ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.110ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ’ὑπ’ἀνάγκης ·111σοὶ δ’ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν’εἰδῇς112αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί ·113μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι114τῷ ὅτεῴτε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.115εἰ δ’ἔτ’ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,116τὰ φρονέουσ’ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη117ἔργατ’ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς118κέρδεάθ’, οἷ’οὔ πώ τιν’ἀκούομεν οὐ δὲ παλαιῶν,119τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,120Τυρώτ’Ἀλκμήνητε ἐυστέφανόςτε Μυκήνη ·121τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ122ᾔδη · ἀτὰρ μὲν τοῦτό γ’ἐναίσιμον οὐκ ἐνόησε.123τόφρα γὰρ οὖν βίοτόντε τεὸν καὶ κτήματ’ἔδονται,124ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν125ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ126ποιεῖτ’, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.127ἡμεῖς δ’οὔτ’ἐπὶ ἔργα πάρος γ’ἴμεν οὔτε πῃ ἄλλῃ,128πρίν γ’αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ’ἐθέλῃσι.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
130146Ἀντίνο’, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι131ἥ μ’ἔτεχ’, ἥ μ’ἔθρεψε · πατὴρ δ’ἐμὸς ἄλλοθι γαίης,132ζώει ὅ γ’ἦ τέθνηκε · κακὸν δέ με πόλλ’ἀποτίνειν133Ἰκαρίῳ, αἴ κ’αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.134ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων135δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ’ἐρινῦς136οἴκου ἀπερχομένη · νέμεσις δέ μοι ἐξ ἀνθρώπων137ἔσσεται · ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.138ὑμέτερος δ’εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,139ἔξιτέ μοι μεγάρων, ἄλλας δ’ἀλεγύνετε δαῖτας140ὑμὰ κτήματ’ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.141εἰ δ’ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον142ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,143κείρετ’· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,144αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.145νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
ὣς φάτο Τηλέμαχος, τῷ δ’αἰετὼ εὐρύοπα Ζεὺς
147ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
148τὼ δ’ἕως μέν ῥ’ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
149πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν ·
150ἀλλ’ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
151ἔνθ’ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
152ἐς δ’ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ’ὄλεθρον ·
153δρυψαμένω δ’ὀνύχεσσι παρειὰς ἀμφίτε δειρὰς
154δεξιὼ ἤιξαν διάτ’οἰκία καὶ πόλιν αὐτῶν.
155θάμβησαν δ’ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν ·
156ὥρμηναν δ’ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
157τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
158Μαστορίδης · ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
159ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι ·
160ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε ·
161177κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω ·162μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω ·163τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται · οὐ γὰρ Ὀδυσσεὺς164δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη165ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει166πάντεσσιν · πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,167οἳ νεμόμεσθ’Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν168φραζώμεσθ’, ὥς κεν καταπαύσομεν · οἱ δὲ καὶ αὐτοὶ169παυέσθων · καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.170οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ’ἐὺ εἰδώς ·171καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,172ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον173Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.174φῆν κακὰ πολλὰ παθόντ’, ὀλέσαντ’ἄπο πάντας ἑταίρους,175ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ176οἴκαδ’ἐλεύσεσθαι · τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
τὸν δ’αὖτ’Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα ·
178208ὦ γέρον, εἰ δ’ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν179οἴκαδ’ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω ·180ταῦτα δ’ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.181ὄρνιθες δέτε πολλοὶ ὑπ’αὐγὰς ἠελίοιο182φοιτῶσ’, οὐ δέτε πάντες ἐναίσιμοι · αὐτὰρ Ὀδυσσεὺς183ὤλετο τῆλ’, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ184ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,185οὐ δέ κε Τηλέμαχον κεχολωμένον ὧδ’ἀνιείης,186σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.187ἀλλ’ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·188αἴ κε νεώτερον ἄνδρα παλαιάτε πολλάτε εἰδὼς189παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,190αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,191πρῆξαι δ’ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε ·192σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κ’ἐνὶ θυμῷ193τίνων ἀσχάλλῃς · χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.194Τηλεμάχῳ δ’ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός ·195μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι ·196οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα197πολλὰ μάλ’, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.198οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν199μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,200οὔτ’οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,201οὔτε θεοπροπίης ἐμπαζόμεθ’, ἣν σύ, γεραιέ,202μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ’ἔτι μᾶλλον.203χρήματα δ’αὖτε κακῶς βεβρώσεται, οὐ δέ ποτ’ἶσα204ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς205ὃν γάμον · ἡμεῖς δ’αὖ ποτιδέγμενοι ἤματα πάντα206εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐ δὲ μετ’ἄλλας207ἐρχόμεθ’, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
209224Εὐρύμαχ’ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,210ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐ δ’ἀγορεύω ·211ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.212ἀλλ’ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ’ἑταίρους,213οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.214εἶμι γὰρ ἐς Σπάρτηντε καὶ ἐς Πύλον ἠμαθόεντα215νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,216ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω217ἐκ Διός, ἥτε μάλιστα φέρει κλέος ἀνθρώποισιν ·218εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,219ἦτ’ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν ·220εἰ δέ κε τεθνηῶτος ἀκούσω μη δ’ἔτ’ἐόντος,221νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν222σῆμάτέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω223πολλὰ μάλ’, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
ἦ τοι ὅ γ’ὣς εἰπὼν κατ’ἄρ’ἕζετο, τοῖσι δ’ἀνέστη
225Μέντωρ, ὅς ῥ’Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
226καὶ οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
227πείθεσθαίτε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν ·
228ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
229242κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω ·230μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω231σκηπτοῦχος βασιλεύς, μη δὲ φρεσὶν αἴσιμα εἰδώς,232ἀλλ’αἰεὶ χαλεπόςτ’εἴη καὶ αἴσυλα ῥέζοι ·233ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο234λαῶν οἷσιν ἄνασσε, πατὴρ δ’ὣς ἤπιος ἦεν.235ἀλλ’ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω236ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο ·237σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως238οἶκον Ὀδυσσῆος, τὸν δ’οὐκέτι φασὶ νέεσθαι.239νῦν δ’ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες240ἧσθ’ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι241παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
τὸν δ’Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα ·
243257Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες244ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ245ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.246εἴ περ γάρ κ’Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν247δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς248ἐξελάσαι μεγάροιο μενοινήσει’ἐνὶ θυμῷ,249οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,250ἐλθόντ’, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,251εἰ πλεόνεσσι μάχοιτο · σὺ δ’οὐ κατὰ μοῖραν ἔειπες.252ἀλλ’ἄγε, λαοὶ μὲν σκίδνασθ’ἐπὶ ἔργα ἕκαστος,253τούτῳ δ’ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ’Ἁλιθέρσης,254οἵτέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.255ἀλλ’ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων256πεύσεται εἰν Ἰθάκῃ, τελέει δ’ὁδὸν οὔ ποτε ταύτην.
ὣς ἄρ’ἐφώνησεν, λῦσεν δ’ἀγορὴν αἰψηρήν.
258οἱ μὲν ἄρ’ἐσκίδναντο ἑὰ πρὸς δώμαθ’ἕκαστος,
259μνηστῆρες δ’ἐς δώματ’ἴσαν θείου Ὀδυσῆος.
260Τηλέμαχος δ’ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
261χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετ’Ἀθήνῃ ·
262267κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ263καὶ μ’ἐν νηὶ κέλευσας ἐπ’ἠεροειδέα πόντον264νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο265ἔρχεσθαι · τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,266μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
ὣς ἔφατ’εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
268Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
269καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
270296Τηλέμαχ’, οὐ δ’ὄπιθεν κακὸς ἔσσεαι οὐ δ’ἀνοήμων,271εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,272οἷος κεῖνος ἔην τελέσαι ἔργοντε ἔποςτε ·273οὔ τοι ἔπειθ’ἁλίη ὁδὸς ἔσσεται οὐ δ’ἀτέλεστος.274εἰ δ’οὐ κείνου γ’ἐσσὶ γόνος καὶ Πηνελοπείης,275οὐ σέ γ’ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.276παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,277οἱ πλέονες κακίους, παῦροι δέτε πατρὸς ἀρείους.278ἀλλ’ἐπεὶ οὐ δ’ὄπιθεν κακὸς ἔσσεαι οὐ δ’ἀνοήμων,279οὐ δέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,280ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.281τῶ νῦν μνηστήρων μὲν ἔα βουλήντε νόοντε282ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐ δὲ δίκαιοι ·283οὐ δέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,284ὃς δή σφι σχεδόν ἐστιν, ἐπ’ἤματι πάντας ὀλέσθαι.285σοὶ δ’ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς ·286τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,287ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ἕψομαι αὐτός.288ἀλλὰ σὺ μὲν πρὸς δώματ’ἰὼν μνηστῆρσιν ὁμίλει,289ὅπλισσόντ’ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,290οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,291δέρμασιν ἐν πυκινοῖσιν · ἐγὼ δ’ἀνὰ δῆμον ἑταίρους292αἶψ’ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες293πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί ·294τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,295ὦκα δ’ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
ὣς φάτ’Ἀθηναίη κούρη Διός · οὐ δ’ἄρ’ἔτι δὴν
297Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
298βῆ δ’ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
299εὗρε δ’ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
300αἶγας ἀνιεμένους σιάλουςθ’εὕοντας ἐν αὐλῇ.
301Ἀντίνοος δ’ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
302ἔντ’ἄρα οἱ φῦ χειρί, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
303309Τηλέμαχ’ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο304ἐν στήθεσσι κακὸν μελέτω ἔργοντε ἔποςτε,305ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.306ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,307νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι308ἐς Πύλον ἠγαθέην μετ’ἀγαυοῦ πατρὸς ἀκουήν.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
310321Ἀντίνο’, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ’ὑμῖν311δαίνυσθαίτ’ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.312ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ313κτήματ’ἐμά, μνηστῆρες, ἐγὼ δ’ἔτι νήπιος ἦα;314νῦν δ’ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων315πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,316πειρήσω, ὥς κ’ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,317ἠὲ Πύλονδ’ἐλθών, ἢ αὐτοῦ τῷδ’ἐνὶ δήμῳ.318εἶμι μέν, οὐ δ’ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,319ἔμπορος · οὐ γὰρ νηὸς ἐπήβολος οὐ δ’ἐρετάων320γίγνομαι · ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ’Ἀντινόοιο
322ῥεῖα · μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
323οἱ δ’ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
324ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων ·
325331ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.326ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος327ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς ·328ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,329ἐλθεῖν, ὄφρ’ἔνθεν θυμοφθόρα φάρμακ’ἐνείκῃ,330ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
ἄλλος δ’αὖτ’εἴπεσκε νέων ὑπερηνορεόντων ·
332337τίς δ’οἶδ’, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς333τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;334οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν ·335κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ’αὖτε336τούτου μητέρι δοῖμεν ἔχειν ἠδ’ὅς τις ὀπυίοι.
ὣς φάν, ὁ δ’ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
338εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
339ἐσθήςτ’ἐν χηλοῖσιν ἅλιςτ’ἐυῶδες ἔλαιον ·
340ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
341ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
342ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ’Ὀδυσσεὺς
343οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
344κληισταὶ δ’ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
345δικλίδες · ἐν δὲ γυνὴ ταμίη νύκταςτε καὶ ἦμαρ
346ἔσχ’, ἣ πάντ’ἐφύλασσε νόου πολυϊδρείῃσιν,
347Εὐρύκλει’, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
348τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας ·
349361μαῖ’, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον350ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις351κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι352διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.353δώδεκα δ’ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.354ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν ·355εἴκοσι δ’ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.356αὐτὴ δ’οἴη ἴσθι · τὰ δ’ἁθρόα πάντα τετύχθω ·357ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ358μήτηρ εἰς ὑπερῷ’ἀναβῇ κοίτουτε μέδηται.359εἶμι γὰρ ἐς Σπάρτηντε καὶ ἐς Πύλον ἠμαθόεντα360νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
362καί ῥ’ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
363371τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα364ἔπλετο; πῇ δ’ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν365μοῦνος ἐὼν ἀγαπητός; ὁ δ’ὤλετο τηλόθι πάτρης366διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.367οἱ δέ τοι αὐτίκ’ἰόντι κακὰ φράσσονται ὀπίσσω,368ὥς κε δόλῳ φθίῃς, τάδε δ’αὐτοὶ πάντα δάσονται.369ἀλλὰ μέν’αὖθ’ἐπὶ σοῖσι καθήμενος · οὐ δέ τί σε χρὴ370πόντον ἐπ’ἀτρύγετον κακὰ πάσχειν οὐ δ’ἀλάλησθαι.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
372377θάρσει, μαῖ’, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.373ἀλλ’ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,374πρίν γ’ὅτ’ἂν ἑνδεκάτητε δυωδεκάτητε γένηται,375ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,376ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
ὣς ἄρ’ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
378αὐτὰρ ἐπεί ῥ’ὄμοσέντε τελεύτησέντε τὸν ὅρκον,
379αὐτίκ’ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
380ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
381Τηλέμαχος δ’ἐς δώματ’ἰὼν μνηστῆρσιν ὁμίλει.
382ἔνθ’αὖτ’ἄλλ’ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
383Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
384καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
385ἑσπερίους δ’ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
386ἡ δ’αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
387ᾔτεε νῆα θοήν · ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
388δύσετότ’ἠέλιος σκιόωντότε πᾶσαι ἀγυιαί,
389καὶ τότε νῆα θοὴν ἅλαδ’εἴρυσε, πάντα δ’ἐν αὐτῇ
390ὅπλ’ἐτίθει, τάτε νῆες ἐύσσελμοι φορέουσι.
391στῆσε δ’ἐπ’ἐσχατιῇ λιμένος, περὶ δ’ἐσθλοὶ ἑταῖροι
392ἁθρόοι ἠγερέθοντο · θεὰ δ’ὤτρυνεν ἕκαστον.
393ἔνθ’αὖτ’ἄλλ’ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
394βῆ ῥ’ἰέναι πρὸς δώματ’Ὀδυσσῆος θείοιο ·
395ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
396πλάζε δὲ πίνοντας, χειρῶν δ’ἔκβαλλε κύπελλα.
397οἱ δ’εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐ δ’ἄρ’ἔτι δὴν
398ἥατ’, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
399αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
400ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
401Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν ·
402405Τηλέμαχ’, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι403ἥατ’ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν ·404ἀλλ’ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
ὣς ἄρα φωνήσασ’ἡγήσατο Παλλὰς Ἀθήνη
406καρπαλίμως · ὁ δ’ἔπειτα μετ’ἴχνια βαῖνε θεοῖο.
407αὐτὰρ ἐπεί ῥ’ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
408εὗρον ἔπειτ’ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
409τοῖσι δὲ καὶ μετέειφ’ἱερὴ ἲς Τηλεμάχοιο ·
410413δεῦτε, φίλοι, ἤια φερώμεθα · πάντα γὰρ ἤδη411ἁθρό’ἐνὶ μεγάρῳ. μήτηρ δ’ἐμὴ οὔ τι πέπυσται,412οὐ δ’ἄλλαι δμωαί, μία δ’οἴη μῦθον ἄκουσεν.
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ἅμ’ἕποντο.
414οἱ δ’ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
415κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
416ἂν δ’ἄρα Τηλέμαχος νηὸς βαῖν’, ἦρχε δ’Ἀθήνη,
417νηὶ δ’ἐνὶ πρυμνῇ κατ’ἄρ’ἕζετο · ἄγχι δ’ἄρ’αὐτῆς
418ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι’ἔλυσαν,
419ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
420τοῖσιν δ’ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
421ἀκραῆ Ζέφυρον, κελάδοντ’ἐπὶ οἴνοπα πόντον.
422Τηλέμαχος δ’ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
423ὅπλων ἅπτεσθαι · τοὶ δ’ὀτρύνοντος ἄκουσαν.
424ἱστὸν δ’εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
425στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
426ἕλκον δ’ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
427ἔπρησεν δ’ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
428στείρῃ πορφύρεον μεγάλ’ἴαχε νηὸς ἰούσης ·
429ἡ δ’ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
430δησάμενοι δ’ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
431στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
432λεῖβον δ’ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
433ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
434παννυχίη μέν ῥ’ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.