Odyssey, Book 4 (Δ)
οἱ δ’ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
2πρὸς δ’ἄρα δώματ’ἔλων Μενελάου κυδαλίμοιο.
3τὸν δ’εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
4υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
5τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν ·
6ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
7δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
8τὴν ἄρ’ὅ γ’ἔνθ’ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
9Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
10υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
11ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
12ἐκ δούλης · Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ’ἔφαινον,
13ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ’ἐρατεινήν,
14Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
15ὣς οἱ μὲν δαίνυντο καθ’ὑψερεφὲς μέγα δῶμα
16γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
17τερπόμενοι · μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
18φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατ’αὐτούς,
19μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
20τὼ δ’αὖτ’ἐν προθύροισι δόμων αὐτώτε καὶ ἵππω,
21Τηλέμαχόςθ’ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
22στῆσαν · ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
23ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
24βῆ δ’ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
25ἀγχοῦ δ’ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
2630ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,27ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.28ἀλλ’εἴπ’, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,29ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
τὸν δὲ μέγ’ὀχθήσας προσέφη ξανθὸς Μενέλαος ·
3137οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,32τὸ πρίν · ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.33ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε34ἄλλων ἀνθρώπων δεῦρ’ἱκόμεθ’, αἴ κέ ποθι Ζεὺς35ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύ’ἵππους36ξείνων, ἐς δ’αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
ὣς φάθ’, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ’ἄλλους
38ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
39οἱ δ’ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
40καὶ τοὺς μὲν κατέδησαν ἐφ’ἱππείῃσι κάπῃσι,
41πὰρ δ’ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
42ἅρματα δ’ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
43αὐτοὺς δ’εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
44θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος ·
45ὥςτε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
46δῶμα καθ’ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
47αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
48ἔς ῥ’ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
49τοὺς δ’ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
50ἀμφὶ δ’ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
51ἔς ῥα θρόνους ἕζοντο παρ’Ἀτρεΐδην Μενέλαον.
52χέρνιβα δ’ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
53καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
54νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
55σῖτον δ’αἰδοίη ταμίη παρέθηκε φέρουσα,
56εἴδατα πόλλ’ἐπιθεῖσα, χαριζομένη παρεόντων.
57δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
58παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
59τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος ·
6065σίτουθ’ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα61δείπνου πασσαμένω εἰρησόμεθ’, οἵ τινές ἐστον62ἀνδρῶν · οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,63ἀλλ’ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων64σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
66ὄπτ’ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
67οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
68αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
69δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
70ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’οἱ ἄλλοι ·
7176φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,72χαλκοῦτε στεροπὴν κὰδ δώματα ἠχήεντα73χρυσοῦτ’ἠλέκτρουτε καὶ ἀργύρου ἠδ’ἐλέφαντος.74Ζηνός που τοιήδε γ’Ὀλυμπίου ἔνδοθεν αὐλή,75ὅσσα τάδ’ἄσπετα πολλά · σέβας μ’ἔχει εἰσορόωντα.
τοῦ δ’ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
77καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
78113τέκνα φίλ’, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι ·79ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ἔασιν ·80ἀνδρῶν δ’ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,81κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ’ἐπαληθεὶς82ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,83Κύπρον Φοινίκηντε καὶ Αἰγυπτίους ἐπαληθείς,84Αἰθίοπάςθ’ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς85καὶ Λιβύην, ἵνατ’ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.86τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.87ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν88τυροῦ καὶ κρειῶν οὐ δὲ γλυκεροῖο γάλακτος,89ἀλλ’αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.90ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων91ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν92λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο ·93ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.94καὶ πατέρων τάδε μέλλετ’ἀκουέμεν, οἵ τινες ὑμῖν95εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον96εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.97ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν98ναίειν, οἱ δ’ἄνδρες σόοι ἔμμεναι, οἳ τότ’ὄλοντο99Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.100ἀλλ’ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων101πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν102ἄλλοτε μέντε γόῳ φρένα τέρπομαι, ἄλλοτε δ’αὖτε103παύομαι · αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.104τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,105ὡς ἑνός, ὅςτέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν106μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ’ἐμόγησεν,107ὅσσ’Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ’ἄρ’ἔμελλεν108αὐτῷ κήδε’ἔσεσθαι, ἐμοὶ δ’ἄχος αἰὲν ἄλαστον109κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐ δέ τι ἴδμεν,110ζώει ὅ γ’ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν111Λαέρτηςθ’ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια112Τηλέμαχόςθ’, ὃν ἔλειπε νέον γεγαῶτ’ἐνὶ οἴκῳ.
ὣς φάτο, τῷ δ’ἄρα πατρὸς ὑφ’ἵμερον ὦρσε γόοιο.
114δάκρυ δ’ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
115χλαῖναν πορφυρέην ἄντ’ὀφθαλμοῖιν ἀνασχὼν
116ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
117μερμήριξε δ’ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
118ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
119ἦ πρῶτ’ἐξερέοιτο ἕκαστάτε πειρήσαιτο.
120ἧος ὁ ταῦθ’ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
121ἐκ δ’Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
122ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
123τῇ δ’ἄρ’ἅμ’Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
124Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
125Φυλὼ δ’ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
126Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι’ἐνὶ Θήβῃς
127Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται ·
128ὃς Μενελάῳ δῶκε δύ’ἀργυρέας ἀσαμίνθους,
129δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
130χωρὶς δ’αὖθ’Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα ·
131χρυσέηντ’ἠλακάτην τάλαρόνθ’ὑπόκυκλον ὄπασσεν
132ἀργύρεον, χρυσῷ δ’ἐπὶ χείλεα κεκράαντο.
133τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
134νήματος ἀσκητοῖο βεβυσμένον · αὐτὰρ ἐπ’αὐτῷ
135ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
136ἕζετο δ’ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
137αὐτίκα δ’ἥ γ’ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα ·
138147ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε139ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;140ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.141οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι142οὔτ’ἄνδρ’οὔτε γυναῖκα, σέβας μ’ἔχει εἰσορόωσαν,143ὡς ὅδ’Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,144Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ’ἐνὶ οἴκῳ145κεῖνος ἀνήρ, ὅτ’ἐμεῖο κυνώπιδος εἵνεκ’Ἀχαιοὶ146ἤλθεθ’ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
τὴν δ’ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος ·
148155οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις ·149κείνου γὰρ τοιοίδε πόδες τοιαίδετε χεῖρες150ὀφθαλμῶντε βολαὶ κεφαλήτ’ἐφύπερθέτε χαῖται.151καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ’Ὀδυσῆι152μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν153ἀμφ’ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπ’ὀφρύσι δάκρυον εἶβε,154χλαῖναν πορφυρέην ἄντ’ὀφθαλμοῖιν ἀνασχών.
τὸν δ’αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα ·
156168Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,157κείνου μέν τοι ὅδ’υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις ·158ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ’ἐνὶ θυμῷ159ὧδ’ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν160ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ’αὐδῇ.161αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ162τῷ ἅμα πομπὸν ἕπεσθαι · ἐέλδετο γάρ σε ἰδέσθαι,163ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.164πολλὰ γὰρ ἄλγε’ἔχει πατρὸς πάϊς οἰχομένοιο165ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,166ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐ δέ οἱ ἄλλοι167εἴσ’οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
τὸν δ’ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος ·
169183ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ170ἵκεθ’, ὃς εἵνεκ’ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους ·171καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων172Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε173νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.174καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ’ἔτευξα,175ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ176καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,177αἳ περιναιετάουσιν, ἀνάσσονται δ’ἐμοὶ αὐτῷ.178καί κε θάμ’ἐνθάδ’ἐόντες ἐμισγόμεθ’· οὐ δέ κεν ἡμέας179ἄλλο διέκρινεν φιλέοντέτε τερπομένωτε,180πρίν γ’ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.181ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,182ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ἵμερον ὦρσε γόοιο.
184κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
185κλαῖε δὲ Τηλέμαχόςτε καὶ Ἀτρεΐδης Μενέλαος,
186οὐ δ’ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε ·
187μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
188τόν ῥ’Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός ·
189τοῦ ὅ γ’ἐπιμνησθεὶς ἔπεα πτερόεντ’ἀγόρευεν ·
190203Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι191Νέστωρ φάσχ’ὁ γέρων, ὅτ’ἐπιμνησαίμεθα σεῖο192οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.193καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι · οὐ γὰρ ἐγώ γε194τέρπομ’ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς195ἔσσεται ἠριγένεια · νεμεσσῶμαί γε μὲν οὐδὲν196κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.197τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,198κείρασθαίτε κόμην βαλέειντ’ἀπὸ δάκρυ παρειῶν.199καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος200Ἀργείων · μέλλεις δὲ σὺ ἴδμεναι · οὐ γὰρ ἐγώ γε201ἤντησ’οὐ δὲ ἴδον · περὶ δ’ἄλλων φασὶ γενέσθαι202Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
τὸν δ’ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος ·
204216ὦ φίλ’, ἐπεὶ τόσα εἶπες, ὅσ’ἂν πεπνυμένος ἀνὴρ205εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη ·206τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,207ῥεῖα δ’ἀρίγνωτος γόνος ἀνέρος ᾧτε Κρονίων208ὄλβον ἐπικλώσῃ γαμέοντίτε γεινομένῳτε,209ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα210αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,211υἱέας αὖ πινυτούςτε καὶ ἔγχεσιν εἶναι ἀρίστους.212ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,213δόρπου δ’ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ἐφ’ὕδωρ214χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται215Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
ὣς ἔφατ’, Ἀσφαλίων δ’ἄρ’ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
217ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
218οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
219ἔνθ’αὖτ’ἄλλ’ἐνόησ’Ἑλένη Διὸς ἐκγεγαυῖα ·
220αὐτίκ’ἄρ’εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
221νηπενθέςτ’ἄχολόντε, κακῶν ἐπίληθον ἁπάντων.
222ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
223οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
224οὐ δ’εἴ οἱ κατατεθναίη μήτηρτε πατήρτε,
225οὐ δ’εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
226χαλκῷ δηιόῳεν, ὁ δ’ὀφθαλμοῖσιν ὁρῷτο.
227τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
228ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
229Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
230φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά ·
231ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
232ἀνθρώπων · ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
233αὐτὰρ ἐπεί ῥ’ἐνέηκε κέλευσέτε οἰνοχοῆσαι,
234ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν ·
235265Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε236ἀνδρῶν ἐσθλῶν παῖδες · ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ237Ζεὺς ἀγαθόντε κακόντε διδοῖ · δύναται γὰρ ἅπαντα ·238ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι239καὶ μύθοις τέρπεσθε · ἐοικότα γὰρ καταλέξω.240πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐ δ’ὀνομήνω,241ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι ·242ἀλλ’οἷον τόδ’ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ243δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ’Ἀχαιοί.244αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,245σπεῖρα κάκ’ἀμφ’ὤμοισι βαλών, οἰκῆι ἐοικώς,246ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν ·247ἄλλῳ δ’αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,248δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.249τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ’ἀβάκησαν250πάντες · ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,251καί μιν ἀνηρώτων · ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.252ἀλλ’ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,253ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον254μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ’ἀναφῆναι,255πρίν γε τὸν ἐς νῆάςτε θοὰς κλισίαςτ’ἀφικέσθαι,256καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.257πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ258ἦλθε μετ’Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.259ἔνθ’ἄλλαι Τρῳαὶ λίγ’ἐκώκυον · αὐτὰρ ἐμὸν κῆρ260χαῖρ’, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι261ἂψ οἶκόνδ’, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη262δῶχ’, ὅτε μ’ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,263παῖδάτ’ἐμὴν νοσφισσαμένην θάλαμόντε πόσιντε264οὔ τευ δευόμενον, οὔτ’ἂρ φρένας οὔτε τι εἶδος.
τὴν δ’ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος ·
266290ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.267ἤδη μὲν πολέων ἐδάην βουλήντε νόοντε268ἀνδρῶν ἡρώων, πολλὴν δ’ἐπελήλυθα γαῖαν ·269ἀλλ’οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,270οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.271οἷον καὶ τόδ’ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ272ἵππῳ ἔνι ξεστῷ, ἵν’ἐνήμεθα πάντες ἄριστοι273Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.274ἦλθες ἔπειτα σὺ κεῖσε · κελευσέμεναι δέ σ’ἔμελλε275δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι ·276καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ’ἰούσῃ.277τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,278ἐκ δ’ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,279πάντων Ἀργείων φωνὴν ἴσκουσ’ἀλόχοισιν.280αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς281ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.282νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε283ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψ’ὑπακοῦσαι ·284ἀλλ’Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.285ἔνθ’ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,286Ἄντικλος δὲ σέ γ’οἶος ἀμείψασθαι ἐπέεσσιν287ἤθελεν. ἀλλ’Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν288νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς ·289τόφρα δ’ἔχ’, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
291296Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,292ἄλγιον · οὐ γάρ οἵ τι τάδ’ἤρκεσε λυγρὸν ὄλεθρον,293οὐ δ’εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.294ἀλλ’ἄγετ’εἰς εὐνὴν τράπεθ’ἡμέας, ὄφρα καὶ ἤδη295ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
ὣς ἔφατ’, Ἀργείη δ’Ἑλένη δμῳῇσι κέλευσεν
297δέμνι’ὑπ’αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
298πορφύρε’ἐμβαλέειν στορέσαιτ’ἐφύπερθε τάπητας,
299χλαίναςτ’ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
300αἱ δ’ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
301δέμνια δὲ στόρεσαν · ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
302οἱ μὲν ἄρ’ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
303Τηλέμαχόςθ’ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός ·
304Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
305πὰρ δ’Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
306ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
307ὤρνυτ’ἄρ’ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
308εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ’ὤμῳ,
309ποσσὶ δ’ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
310βῆ δ’ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
311Τηλεμάχῳ δὲ παρῖζεν, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
312315τίπτε δέ σε χρειὼ δεῦρ’ἤγαγε, Τηλέμαχ’ἥρως,313ἐς Λακεδαίμονα δῖαν, ἐπ’εὐρέα νῶτα θαλάσσης;314δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
316332Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,317ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.318ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,319δυσμενέων δ’ἀνδρῶν πλεῖος δόμος, οἵτέ μοι αἰεὶ320μῆλ’ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,321μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.322το- τοὔνεκα νῦν τὰ σὰ γούναθ’ἱκάνομαι, αἴ κ’ἐθέλῃσθα323κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας324ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας325πλαζομένου · περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.326μη δέ τί μ’αἰδόμενος μειλίσσεο μη δ’ἐλεαίρων,327ἀλλ’εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.328λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς329ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε330δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ’Ἀχαιοί,331τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
τὸν δὲ μέγ’ὀχθήσας προσέθη ξανθὸς Μενέλαος ·
333538ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ334ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.335ὡς δ’ὁπότ’ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος336νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς337κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα338βοσκομένη, ὁ δ’ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,339ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,340ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.341αἲ γάρ, Ζεῦτε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,342τοῖος ἐών, οἷός ποτ’ἐυκτιμένῃ ἐνὶ Λέσβῳ343ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,344κὰδ δ’ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,345τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς ·346πάντες κ’ὠκύμοροίτε γενοίατο πικρόγαμοίτε.347ταῦτα δ’ἅ μ’εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε348ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐ δ’ἀπατήσω,349ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,350τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐ δ’ἐπικεύσω.351Αἰγύπτῳ μ’ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι352ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.353οἱ δ’αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.354νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ355Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,356τόσσον ἄνευθ’ὅσσοντε πανημερίη γλαφυρὴ νηῦς357ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν ·358ἐν δὲ λιμὴν ἐύορμος, ὅθεντ’ἀπὸ νῆας ἐίσας359ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.360ἔνθα μ’ἐείκοσιν ἤματ’ἔχον θεοί, οὐ δέ ποτ’οὖροι361πνείοντες φαίνονθ’ἁλιαέες, οἵ ῥάτε νηῶν362πομπῆες γίγνονται ἐπ’εὐρέα νῶτα θαλάσσης.363καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε’ἀνδρῶν,364εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ’ἐσάωσε,365Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,366Εἰδοθέη · τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.367ἥ μ’οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων ·368αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον369γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.370ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέντε ·375ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·382ὣς ἐφάμην, ἡ δ’αὐτίκ’ἀμείβετο δῖα θεάων ·394ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·398ὣς ἐφάμην, ἡ δ’αὐτίκ’ἀμείβετο δῖα θεάων ·425ὣς εἰποῦσ’ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.426αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ’ἕστασαν ἐν ψαμάθοισιν,427ἤια · πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.428αὐτὰρ ἐπεί ῥ’ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,429δόρπονθ’ὁπλισάμεσθ’, ἐπίτ’ἤλυθεν ἀμβροσίη νύξ ·430δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.431ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,432καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο433ἤια πολλὰ θεοὺς γουνούμενος · αὐτὰρ ἑταίρους434τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ’ἰθύν.435τόφρα δ’ἄρ’ἥ γ’ὑποδῦσα θαλάσσης εὐρέα κόλπον436τέσσαρα φωκάων ἐκ πόντου δέρματ’ἔνεικε ·437πάντα δ’ἔσαν νεόδαρτα · δόλον δ’ἐπεμήδετο πατρί.438εὐνὰς δ’ἐν ψαμάθοισι διαγλάψασ’ἁλίῃσιν439ἧστο μένουσ’· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς ·440ἑξείης δ’εὔνησε, βάλεν δ’ἐπὶ δέρμα ἑκάστῳ.441ἔνθα κεν αἰνότατος λόχος ἔπλετο · τεῖρε γὰρ αἰνῶς442φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή ·443τίς γάρ κ’εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;444ἀλλ’αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ’ὄνειαρ ·445ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα446ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.447πᾶσαν δ’ἠοίην μένομεν τετληότι θυμῷ ·448φῶκαι δ’ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα449ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης ·450ἔνδιος δ’ὁ γέρων ἦλθ’ἐξ ἁλός, εὗρε δὲ φώκας451ζατρεφέας, πάσας δ’ἄρ’ἐπῴχετο, λέκτο δ’ἀριθμόν ·452ἐν δ’ἡμέας πρώτους λέγε κήτεσιν, οὐ δέ τι θυμῷ453ὠΐσθη δόλον εἶναι · ἔπειτα δὲ λέκτο καὶ αὐτός.454ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ’, ἀμφὶ δὲ χεῖρας455βάλλομεν · οὐ δ’ὁ γέρων δολίης ἐπελήθετο τέχνης,456ἀλλ’ἦ τοι πρώτιστα λέων γένετ’ἠυγένειος,457αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς ·458γίγνετο δ’ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον ·459ἡμεῖς δ’ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.460ἀλλ’ὅτε δή ῥ’ἀνίαζ’ὁ γέρων ὀλοφώια εἰδώς,461καὶ τότε δή μ’ἐπέεσσιν ἀνειρόμενος προσέειπε ·464ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·471ὣς ἐφάμην, ὁ δέ μ’αὐτίκ’ἀμειβόμενος προσέειπεν ·481ὣς ἔφατ’, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,482οὕνεκά μ’αὖτις ἄνωγεν ἐπ’ἠεροειδέα πόντον483Αἴγυπτόνδ’ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέηντε.484ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον ·491ὣς ἐφάμην, ὁ δέ μ’αὐτίκ’ἀμειβόμενος προσέειπεν ·492Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐ δέ τί σε χρὴ493ἴδμεναι, οὐ δὲ δαῆναι ἐμὸν νόον · οὐ δέ σέ φημι494δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.495πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο ·496ἀρχοὶ δ’αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων497ἐν νόστῳ ἀπόλοντο · μάχῃ δέτε καὶ σὺ παρῆσθα.498εἷς δ’ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.499Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.500Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν501πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης ·502καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,503εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ’ἀάσθη ·504φῆ ῥ’ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.505τοῦ δὲ Ποσειδάων μεγάλ’ἔκλυεν αὐδήσαντος ·506αὐτίκ’ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν507ἤλασε Γυραίην πέτρην, ἀπὸ δ’ἔσχισεν αὐτήν ·508καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,509τῷ ῥ’Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ’ἀάσθη ·510τὸν δ’ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.511ὣς ὁ μὲν ἔνθ’ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.512σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ’ὑπάλυξεν513ἐν νηυσὶ γλαφυρῇσι · σάωσε δὲ πότνια Ἥρη.514ἀλλ’ὅτε δὴ τάχ’ἔμελλε Μαλειάων ὄρος αἰπὺ515ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα516πόντον ἐπ’ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,517ἀγροῦ ἐπ’ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης518τὸ πρίν, ἀτὰρ τότ’ἔναιε Θυεστιάδης Αἴγισθος.519ἀλλ’ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,520ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ’ἵκοντο,521ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης522καὶ κύνει ἁπτόμενος ἣν πατρίδα · πολλὰ δ’ἀπ’αὐτοῦ523δάκρυα θερμὰ χέοντ’, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.524τὸν δ’ἄρ’ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν525Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ’ἔσχετο μισθὸν526χρυσοῦ δοιὰ τάλαντα · φύλασσε δ’ὅ γ’εἰς ἐνιαυτόν,527μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.528βῆ δ’ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.529αὐτίκα δ’Αἴγισθος δολίην ἐφράσσατο τέχνην ·530κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους531εἷσε λόχον, ἑτέρωθι δ’ἀνώγει δαῖτα πένεσθαι.532αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν533ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.534τὸν δ’οὐκ εἰδότ’ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν535δειπνίσσας, ὥς τίςτε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.536οὐ δέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ’οἵ οἱ ἕποντο,537οὐ δέ τις Αἰγίσθου, ἀλλ’ἔκταθεν ἐν μεγάροισιν.
ὣς ἔφατ’, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
539κλαῖον δ’ἐν ψαμάθοισι καθήμενος, οὐ δέ νύ μοι κῆρ
540ἤθελ’ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
541αὐτὰρ ἐπεὶ κλαίωντε κυλινδόμενόςτε κορέσθην,
542δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής ·
543548μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω544κλαῖ’, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν · ἀλλὰ τάχιστα545πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.546ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης547κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
ὣς ἔφατ’, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
549αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
550καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
551554τούτους μὲν δὴ οἶδα · σὺ δὲ τρίτον ἄνδρ’ὀνόμαζε,552ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ553ἠὲ θανών · ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
ὣς ἐφάμην, ὁ δέ μ’αὐτίκ’ἀμειβόμενος προσέειπεν ·
570593ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.571αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ’ἀντιθέοις ἑτάροισιν572ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.573αὐτὰρ ἐπεί ῥ’ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,574δόρπονθ’ὁπλισάμεσθ’, ἐπίτ’ἤλυθεν ἀμβροσίη νύξ,575δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.576ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,577νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,578ἐν δ’ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,579ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον ·580ἑξῆς δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.581ἂψ δ’εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο582στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.583αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,584χεῦ’Ἀγαμέμνονι τύμβον, ἵν’ἄσβεστον κλέος εἴη.585ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον586ἀθάνατοι, τοί μ’ὦκα φίλην ἐς πατρίδ’ἔπεμψαν.587ἀλλ’ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,588ὄφρα κεν ἑνδεκάτητε δυωδεκάτητε γένηται ·589καὶ τότε σ’εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,590τρεῖς ἵππους καὶ δίφρον ἐύξοον · αὐτὰρ ἔπειτα591δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν592ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
594609Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ’ἔρυκε.595καὶ γάρ κ’εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ’ἀνεχοίμην596ἥμενος, οὐ δέ κέ μ’οἴκου ἕλοι πόθος οὐ δὲ τοκήων ·597αἰνῶς γὰρ μύθοισιν ἔπεσσίτε σοῖσιν ἀκούων598τέρπομαι. ἀλλ’ἤδη μοι ἀνιάζουσιν ἑταῖροι599ἐν Πύλῳ ἠγαθέῃ · σὺ δέ με χρόνον ἐνθάδ’ἐρύκεις.600δῶρον δ’ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω ·601ἵππους δ’εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ602ἐνθάδε λείψω ἄγαλμα · σὺ γὰρ πεδίοιο ἀνάσσεις603εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον604πυροίτε ζειαίτε ἰδ’εὐρυφυὲς κρῖ λευκόν.605ἐν δ’Ἰθάκῃ οὔτ’ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών ·606αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.607οὐ γάρ τις νήσων ἱππήλατος οὐ δ’ἐυλείμων,608αἵθ’ἁλὶ κεκλίαται · Ἰθάκη δέτε καὶ περὶ πασέων.
ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
610χειρίτέ μιν κατέρεξεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
611620αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ’ἀγορεύεις ·612τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω · δύναμαι γάρ.613δώρων δ’ὅσσ’ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,614δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν ·615δώσω τοι κρητῆρα τετυγμένον · ἀργύρεος δὲ616ἔστιν ἅπας, χρυσῷ δ’ἐπὶ χείλεα κεκράανται,617ἔργον δ’Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,618Σιδονίων βασιλεύς, ὅθ’ἑὸς δόμος ἀμφεκάλυψε619κεῖσέ με νοστήσαντα · τεῒν δ’ἐθέλω τόδ’ὀπάσσαι.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
621δαιτυμόνες δ’ἐς δώματ’ἴσαν θείου βασιλῆος.
622οἱ δ’ἦγον μὲν μῆλα, φέρον δ’ἐυήνορα οἶνον ·
623σῖτον δέ σφ’ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
624ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
625μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
626δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
627ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
628Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
629ἀρχοὶ μνηστήρων, ἀρετῇ δ’ἔσαν ἔξοχ’ἄριστοι.
630τοῖς δ’υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
631Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν ·
632638Ἀντίνο’, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,633ὁππότε Τηλέμαχος νεῖτ’ἐκ Πύλου ἠμαθόεντος;634νῆά μοι οἴχετ’ἄγων · ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς635Ἤλιδ’ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι636δώδεκα θήλειαι, ὑπὸ δ’ἡμίονοι ταλαεργοὶ637ἀδμῆτες · τῶν κέν τιν’ἐλασσάμενος δαμασαίμην.
ὣς ἔφαθ’, οἱ δ’ἀνὰ θυμὸν ἐθάμβεον · οὐ γὰρ ἔφαντο
639ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
640ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
641τὸν δ’αὖτ’Ἀντίνοος προσέφη Εὐπείθεος υἱός ·
642648νημερτές μοι ἔνισπε, πότ’ᾤχετο καὶ τίνες αὐτῷ643κοῦροι ἕποντ’; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ644θῆτέςτε δμῶέςτε; δύναιτό κε καὶ τὸ τελέσσαι.645καί μοι τοῦτ’ἀγόρευσον ἐτήτυμον, ὄφρ’ἐὺ εἰδῶ,646ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,647ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
τὸν δ’υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα ·
649657αὐτὸς ἑκών οἱ δῶκα · τί κεν ῥέξειε καὶ ἄλλος,650ὁππότ’ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ651αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.652κοῦροι δ’, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ’ἡμέας,653οἵ οἱ ἕποντ’· ἐν δ’ἀρχὸν ἐγὼ βαίνοντ’ἐνόησα654Μέντορα, ἠὲ θεόν, τῷ δ’αὐτῷ πάντα ἐῴκει.655ἀλλὰ τὸ θαυμάζω · ἴδον ἐνθάδε Μέντορα δῖον656χθιζὸν ὑπηοῖον, τότε δ’ἔμβη νηὶ Πύλονδε.
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
658τοῖσιν δ’ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
659μνηστῆρας δ’ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
660τοῖσιν δ’Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
661ἀχνύμενος · μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
662πίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην ·
663673ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη664Τηλεμάχῳ ὁδὸς ἥδε · φάμεν δέ οἱ οὐ τελέεσθαι.665ἐκ τοσσῶνδ’ἀέκητι νέος πάϊς οἴχεται αὔτως666νῆα ἐρυσσάμενος, κρίναςτ’ἀνὰ δῆμον ἀρίστους.667ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι · ἀλλά οἱ αὐτῷ668Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.669ἀλλ’ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ’ἑταίρους,670ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω671ἐν πορθμῷ Ἰθάκηςτε Σάμοιότε παιπαλοέσσης,672ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐπῄνεον ἠδ’ἐκέλευον.
674αὐτίκ’ἔπειτ’ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
675οὐ δ’ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
676μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον ·
677κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
678αὐλῆς ἐκτὸς ἐών · οἱ δ’ἔνδοθι μῆτιν ὕφαινον.
679βῆ δ’ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ ·
680τὸν δὲ κατ’οὐδοῦ βάντα προσηύδα Πηνελόπεια ·
681696κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;682ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο683ἔργων παύσασθαι, σφίσι δ’αὐτοῖς δαῖτα πένεσθαι;684μὴ μνηστεύσαντες μη δ’ἄλλοθ’ὁμιλήσαντες685ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν ·686οἳ θάμ’ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,687κτῆσιν Τηλεμάχοιο δαΐφρονος · οὐ δέ τι πατρῶν688ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,689οἷος Ὀδυσσεὺς ἔσκε μεθ’ὑμετέροισι τοκεῦσιν,690οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν691ἐν δήμῳ, ἥτ’ἐστὶ δίκη θείων βασιλήων ·692ἄλλον κ’ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.693κεῖνος δ’οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.694ἀλλ’ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα695φαίνεται, οὐ δέ τίς ἐστι χάρις μετόπισθ’ἐυεργέων.
τὴν δ’αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς ·
697703αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.698ἀλλὰ πολὺ μεῖζόντε καὶ ἀργαλεώτερον ἄλλο699μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων ·700Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ701οἴκαδε νισόμενον · ὁ δ’ἔβη μετὰ πατρὸς ἀκουὴν702ἐς Πύλον ἠγαθέην ἠδ’ἐς Λακεδαίμονα δῖαν.
ὣς φάτο, τῆς δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
704δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε · τὼ δέ οἱ ὄσσε
705δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
706ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε ·
707711κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐ δέ τί μιν χρεὼ708νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵθ’ἁλὸς ἵπποι709ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφ’ὑγρήν.710ἦ ἵνα μη δ’ὄνομ’αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
τὴν δ’ἠμείβετ’ἔπειτα Μέδων πεπνυμένα εἰδώς ·
712715οὐκ οἶδ’ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ713θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται714πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ’Ὀδυσῆος.
716τὴν δ’ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐ δ’ἄρ’ἔτ’ἔτλη
717δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
718ἀλλ’ἄρ’ἐπ’οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
719οἴκτρ’ὀλοφυρομένη · περὶ δὲ δμῳαὶ μινύριζον
720πᾶσαι, ὅσαι κατὰ δώματ’ἔσαν νέαι ἠδὲ παλαιαί.
721τῇς δ’ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια ·
722742κλῦτε, φίλαι · πέρι γάρ μοι Ὀλύμπιος ἄλγε’ἔδωκεν723ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ’ἐγένοντο ·724ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,725παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,726ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ’Ἑλλάδα καὶ μέσον Ἄργος.727νῦν αὖ παῖδ’ἀγαπητὸν ἀνηρείψαντο θύελλαι728ἀκλέα ἐκ μεγάρων, οὐ δ’ὁρμηθέντος ἄκουσα.729σχέτλιαι, οὐ δ’ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη730ἐκ λεχέων μ’ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,731ὁππότ’ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.732εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,733τῷ κε μάλ’ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,734ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.735ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,736δμῶ’ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,737καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα738Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,739εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας740ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν741ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
τὴν δ’αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
743758νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ744ἢ ἔα ἐν μεγάρῳ · μῦθον δέ τοι οὐκ ἐπικεύσω.745ᾔδε’ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ’ἐκέλευε,746σῖτον καὶ μέθυ ἡδύ · ἐμεῦ δ’ἕλετο μέγαν ὅρκον747μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι748ἢ σ’αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,749ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.750ἀλλ’ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ’ἑλοῦσα,751εἰς ὑπερῷ’ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν752εὔχε’Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο ·753ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.754μη δὲ γέροντα κάκου κεκακωμένον · οὐ γὰρ ὀίω755πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο756ἔχθεσθ’, ἀλλ’ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι757δώματάθ’ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
ὣς φάτο, τῆς δ’εὔνησε γόον, σχέθε δ’ὄσσε γόοιο.
759ἡ δ’ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ’ἑλοῦσα
760εἰς ὑπερῷ’ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
761ἐν δ’ἔθετ’οὐλοχύτας κανέῳ, ἠρᾶτο δ’Ἀθήνῃ ·
762767κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,763εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς764ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί’ἔκηε,765τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,766μνηστῆρας δ’ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
ὣς εἰποῦσ’ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
768μνηστῆρες δ’ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα ·
769ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων ·
770772ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια771ἀρτύει, οὐ δέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
ὣς ἄρα τις εἴπεσκε, τὰ δ’οὐκ ἴσαν ὡς ἐτέτυκτο.
773τοῖσιν δ’Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε ·
774778δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε775πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.776ἀλλ’ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν777μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
ὣς εἰπὼν ἐκρίνατ’ἐείκοσι φῶτας ἀρίστους,
779βὰν δ’ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
780νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
781ἐν δ’ἱστόντ’ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
782ἠρτύναντο δ’ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
783πάντα κατὰ μοῖραν, ἀνάθ’ἱστία λευκὰ πέτασσαν ·
784τεύχεα δέ σφ’ἤνεικαν ὑπέρθυμοι θεράποντες.
785ὑψοῦ δ’ἐν νοτίῳ τήν γ’ὥρμισαν, ἐκ δ’ἔβαν αὐτοί ·
786ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ’ἐπὶ ἕσπερον ἐλθεῖν.
787ἡ δ’ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
788κεῖτ’ἄρ’ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
789ὁρμαίνουσ’ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
790ἦ ὅ γ’ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
791ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
792δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
793τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος ·
794εὗδε δ’ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
795ἔνθ’αὖτ’ἄλλ’ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη ·
796εἴδωλον ποίησε, δέμας δ’ἤικτο γυναικί,
797Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
798τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
799πέμπε δέ μιν πρὸς δώματ’Ὀδυσσῆος θείοιο,
800ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
801παύσειε κλαυθμοῖο γόοιότε δακρυόεντος.
802ἐς θάλαμον δ’εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
803στῆ δ’ἄρ’ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν ·
804808εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;805οὐ μέν σ’οὐ δὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες806κλαίειν οὐ δ’ἀκάχησθαι, ἐπεί ῥ’ἔτι νόστιμός ἐστι807σὸς παῖς · οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
τὴν δ’ἠμείβετ’ἔπειτα περίφρων Πηνελόπεια,
809ἡδὺ μάλα κνώσσουσ’ἐν ὀνειρείῃσι πύλῃσιν ·
810824τίπτε, κασιγνήτη, δεῦρ’ἤλυθες; οὔ τι πάρος γε811πωλέ’, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις ·812καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ’ὀδυνάων813πολλέων, αἵ μ’ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,814ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,815παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,816ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ’Ἑλλάδα καὶ μέσον Ἄργος ·817νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,818νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτ’ἀγοράων.819τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου ·820τοῦ δ’ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,821ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν’οἴχεται, ἢ ἐνὶ πόντῳ ·822δυσμενέες γὰρ πολλοὶ ἐπ’αὐτῷ μηχανόωνται,823ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
τὴν δ’ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν ·
825830θάρσει, μη δέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην ·826τοίη γάρ οἱ πομπὸς ἅμ’ἔρχεται, ἥντε καὶ ἄλλοι827ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,828Παλλὰς Ἀθηναίη · σὲ δ’ὀδυρομένην ἐλεαίρει ·829ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
τὴν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
831835εἰ μὲν δὴ θεός ἐσσι θεοῖότε ἔκλυες αὐδῆς,832εἰ δ’ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,833ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,834ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
τὴν δ’ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν ·
836838οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,837ζώει ὅ γ’ἦ τέθνηκε · κακὸν δ’ἀνεμώλια βάζειν.
ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
839ἐς πνοιὰς ἀνέμων. ἡ δ’ἐξ ὕπνου ἀνόρουσε
840κούρη Ἰκαρίοιο · φίλον δέ οἱ ἦτορ ἰάνθη,
841ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
842μνηστῆρες δ’ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
843Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
844ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
845μεσσηγὺς Ἰθάκηςτε Σάμοιότε παιπαλοέσσης,
846Ἀστερίς, οὐ μεγάλη · λιμένες δ’ἔνι ναύλοχοι αὐτῇ
847ἀμφίδυμοι · τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.