Odyssey, Book 22 (Χ)
αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
2ἆλτο δ’ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
3ἰῶν ἐμπλείην, ταχέας δ’ἐκχεύατ’ὀϊστοὺς
4αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν ·
58οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται ·6νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,7εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
ἦ καὶ ἐπ’Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
9ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
10χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
11ὄφρα πίοι οἴνοιο · φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
12μέμβλετο · τίς κ’οἴοιτο μετ’ἀνδράσι δαιτυμόνεσσι
13μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
14οἷ τεύξειν θάνατόντε κακὸν καὶ κῆρα μέλαιναν;
15τὸν δ’Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
16ἀντικρὺ δ’ἁπαλοῖο δι’αὐχένος ἤλυθ’ἀκωκή.
17ἐκλίνθη δ’ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
18βλημένου, αὐτίκα δ’αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
19αἵματος ἀνδρομέοιο · θοῶς δ’ἀπὸ εἷο τράπεζαν
20ὦσε ποδὶ πλήξας, ἀπὸ δ’εἴδατα χεῦεν ἔραζε ·
21σῖτόςτε κρέατ’ὀπτὰ φορύνετο. τοὶ δ’ὁμάδησαν
22μνηστῆρες κατὰ δώμαθ’, ὅπως ἴδον ἄνδρα πεσόντα,
23ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
24πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους ·
25οὐ δέ πη ἀσπὶς ἔην οὐ δ’ἄλκιμον ἔγχος ἑλέσθαι.
26νείκειον δ’Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι ·
2731ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι · οὐκέτ’ἀέθλων28ἄλλων ἀντιάσεις · νῦν τοι σῶς αἰπὺς ὄλεθρος.29καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ’ἄριστος30κούρων εἰν Ἰθάκῃ · τῷ σ’ἐνθάδε γῦπες ἔδονται.
ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
32ἄνδρα κατακτεῖναι · τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
33ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ’ἐφῆπτο.
34τοὺς δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
3542ὦ κύνες, οὔ μ’ἔτ’ἐφάσκεθ’ὑπότροπον οἴκαδ’ἱκέσθαι36δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,37δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,38αὐτοῦτε ζώοντος ὑπεμνάασθε γυναῖκα,39οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,40οὔτε τιν’ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι ·41νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ’ἐφῆπται.
ὣς φάτο, τοὺς δ’ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν ·
43πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
44Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν ·
4560εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,46ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,47πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ’ἐπ’ἀγροῦ.48ἀλλ’ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,49Ἀντίνοος · οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,50οὔ τι γάμου τόσσον κεχρημένος οὐ δὲ χατίζων,51ἀλλ’ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,52ὄφρ’Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι53αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.54νῦν δ’ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν55σῶν · ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,56ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,57τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,58χαλκόντε χρυσόντ’ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ59ἰανθῇ · πρὶν δ’οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
6168Εὐρύμαχ’, οὐ δ’εἴ μοι πατρώϊα πάντ’ἀποδοῖτε,62ὅσσατε νῦν ὔμμ’ἐστὶ καὶ εἴ ποθεν ἄλλ’ἐπιθεῖτε,63οὐ δέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο64πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.65νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι66ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ ·67ἀλλά τιν’οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
ὣς φάτο, τῶν δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
69τοῖσιν δ’Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις ·
7079ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,71ἀλλ’ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,72οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας73ἄμμε κατακτείνῃ · ἀλλὰ μνησώμεθα χάρμης.74φάσγανάτε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας75ἰῶν ὠκυμόρων · ἐπὶ δ’αὐτῷ πάντες ἔχωμεν76ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,77ἔλθωμεν δ’ἀνὰ ἄστυ, βοὴ δ’ὤκιστα γένοιτο ·78τῷ κε τάχ’οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
80χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ’ἐπ’αὐτῷ
81σμερδαλέα ἰάχων · ὁ δ’ἁμαρτῆ δῖος Ὀδυσσεὺς
82ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
83ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος · ἐκ δ’ἄρα χειρὸς
84φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
85κάππεσεν ἰδνωθείς, ἀπὸ δ’εἴδατα χεῦεν ἔραζε
86καὶ δέπας ἀμφικύπελλον · ὁ δὲ χθόνα τύπτε μετώπῳ
87θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
88λακτίζων ἐτίνασσε · κατ’ὀφθαλμῶν δ’ἔχυτ’ἀχλύς.
89Ἀμφίνομος δ’Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
90ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
91εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ’ἄρα μιν φθῆ
92Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
93ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν ·
94δούπησεν δὲ πεσών, χθόνα δ’ἤλασε παντὶ μετώπῳ.
95Τηλέμαχος δ’ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
96αὐτοῦ ἐν Ἀμφινόμῳ · περὶ γὰρ δίε μή τις Ἀχαιῶν
97ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
98φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
99βῆ δὲ θέειν, μάλα δ’ὦκα φίλον πατέρ’εἰσαφίκανεν,
100ἀγχοῦ δ’ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
101105ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε102καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν103αὐτόςτ’ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ104καὶ τῷ βουκόλῳ ἄλλα · τετευχῆσθαι γὰρ ἄμεινον.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
106108οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρ’ὀϊστοί,107μή μ’ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
109βῆ δ’ἴμεναι θάλαμόνδ’, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
110ἔνθεν τέσσαρα μὲν σάκε’ἔξελε, δούρατα δ’ὀκτὼ
111καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας ·
112βῆ δὲ φέρων, μάλα δ’ὦκα φίλον πατέρ’εἰσαφίκανεν,
113αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν ·
114ὣς δ’αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
115ἔσταν δ’ἀμφ’Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
116αὐτὰρ ὅ γ’, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
117τόφρα μνηστήρων ἕνα γ’αἰεὶ ᾧ ἐνὶ οἴκῳ
118βάλλε τιτυσκόμενος · τοὶ δ’ἀγχιστῖνοι ἔπιπτον.
119αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
120τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
121ἔκλιν’ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
122αὐτὸς δ’ἀμφ’ὤμοισι σάκος θέτο τετραθέλυμνον,
123κρατὶ δ’ἐπ’ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
124ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν ·
125εἵλετο δ’ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
126ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
127ἀκρότατον δὲ παρ’οὐδὸν ἐϋσταθέος μεγάροιο
128ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ’ἔχον εὖ ἀραρυῖαι.
129τὴν δ’Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
130ἑσταότ’ἄγχ’αὐτῆς · μία δ’οἴη γίγνετ’ἐφορμή.
131τοῖς δ’Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων ·
132135ὦ φίλοι, οὐκ ἂν δή τις ἀν’ὀρσοθύρην ἀναβαίη133καὶ εἴποι λαοῖσι, βοὴ δ’ὤκιστα γένοιτο;134τῷ κε τάχ’οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
τὸν δ’αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν ·
136142οὔ πως ἔστ’, Ἀγέλαε διοτρεφές · ἄγχι γὰρ αἰνῶς137αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης ·138καί χ’εἷς πάντας ἐρύκοι ἀνήρ, ὅςτ’ἄλκιμος εἴη.139ἀλλ’ἄγεθ’, ὑμῖν τεύχε’ἐνείκω θωρηχθῆναι140ἐκ θαλάμου · ἔνδον γάρ, ὀΐομαι, οὐ δέ πη ἄλλῃ141τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
143εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
144ἔνθεν δώδεκα μὲν σάκε’ἔξελε, τόσσα δὲ δοῦρα
145καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας ·
146βῆ δ’ἴμεναι, μάλα δ’ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
147καὶ τότ’Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
148ὡς περιβαλλομένους ἴδε τεύχεα χερσίτε δοῦρα
149μακρὰ τινάσσοντας · μέγα δ’αὐτῷ φαίνετο ἔργον.
150αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα ·
151153Τηλέμαχ’, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν152νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
154160ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γ’ἤμβροτον — οὐ δέ τις ἄλλος155αἴτιος — ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν156κάλλιπον ἀγκλίνας · τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.157ἀλλ’ἴθι, δῖ’Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο158καὶ φράσαι ἤ τις ἄρ’ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,159ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
161βῆ δ’αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
162οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
163αἶψα δ’Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα ·
164170διογενὲς Λαερτιάδη, πολυμήχαν’Ὀδυσσεῦ,165κεῖνος δ’αὖτ’ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθ’αὐτοί,166ἔρχεται ἐς θάλαμον · σὺ δέ μοι νημερτὲς ἐνίσπες,167ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,168ἦε σοὶ ἐνθάδ’ἄγω, ἵν’ὑπερβασίας ἀποτίσῃ169πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
171178ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς172σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.173σφῶϊ δ’ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν174ἐς θάλαμον βαλέειν, σανίδας δ’ἐκδῆσαι ὄπισθε,175σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε176κίον’ἀν’ὑψηλὴν ἐρύσαι πελάσαιτε δοκοῖσιν,177ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ’ἄλγεα πάσχῃ ·
ὣς ἔφαθ’, οἱ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ἐπίθοντο,
179βὰν δ’ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
180ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε’ἐρεύνα,
181τὼ δ’ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
182εὖθ’ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
183τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
184τῇ δ’ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
185Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε ·
186δὴ τότε γ’ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων ·
187τὼ δ’ἄρ’ἐπαΐξανθ’ἑλέτην ἔρυσάντέ μιν εἴσω
188κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
189σὺν δὲ πόδας χεῖράςτε δέον θυμαλγέϊ δεσμῷ
190εὖ μάλ’ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
191υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς ·
192σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
193κίον’ἀν’ὑψηλὴν ἔρυσαν πέλασάντε δοκοῖσι.
194τὸν δ’ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα ·
195200νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,196εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν ·197οὐ δέ σέ γ’ἠριγένεια παρ’Ὠκεανοῖο ῥοάων198λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκ’ἀγινεῖς199αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ ·
201τὼ δ’ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
202βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
203ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπ’οὐδοῦ
204τέσσαρες, οἱ δ’ἔντοσθε δόμων πολέεςτε καὶ ἐσθλοί.
205τοῖσι δ’ἐπ’ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
206Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
207τὴν δ’Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε ·
208210Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δ’ἑτάροιο φίλοιο,209ὅς σ’ἀγαθὰ ῥέζεσκον · ὁμηλικίην δέ μοί ἐσσι.
ὣς φάτ’, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
211μνηστῆρες δ’ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι ·
212πρῶτος τήν γ’ἐνένιπε Δαμαστορίδης Ἀγέλαος ·
213224Μέντορ, μή σ’ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς214μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.215ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω ·216ὁππότε κεν τούτους κτέωμεν, πατέρ’ἠδὲ καὶ υἱόν,217ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς218ἔρδειν ἐν μεγάροις · σῷ δ’αὐτοῦ κράατι τίσεις.219αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,220κτήμαθ’ὁπόσσα τοί ἐστι, τάτ’ἔνδοθι καὶ τὰ θύρηφι,221τοῖσιν Ὀδυσσῆος μεταμίξομεν · οὐ δέ τοι υἷας222ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐ δέ θύγατρας223οὐ δ’ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
ὣς φάτ’, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
225νείκεσσεν δ’Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν ·
226236οὐκέτι σοί γ’, Ὀδυσεῦ, μένος ἔμπεδον οὐ δέ τις ἀλκή227οἵη ὅτ’ἀμφ’Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,228εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,229πολλοὺς δ’ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,230σῇ δ’ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.231πῶς δὴ νῦν, ὅτε σόντε δόμον καὶ κτήμαθ’ἱκάνεις,232ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;233ἀλλ’ἄγε δεῦρο, πέπον, παρ’ἔμ’ἵστασο καὶ ἴδε ἔργον,234ὄφρ’εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν235Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
237ἀλλ’ἔτ’ἄρα σθένεόςτε καὶ ἀλκῆς πειρήτιζεν
238ἠμὲν Ὀδυσσῆος ἠδ’υἱοῦ κυδαλίμοιο.
239αὐτὴ δ’αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
240ἕζετ’ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
241μνηστῆρας δ’ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
242Εὐρύνομόςτε καὶ Ἀμφιμέδων Δημοπτόλεμόςτε,
243Πείσανδρόςτε Πολυκτορίδης Πόλυβόςτε δαΐφρων ·
244οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ’ἄριστοι,
245ὅσσοι ἔτ’ἔζωον περίτε ψυχέων ἐμάχοντο ·
246τοὺς δ’ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
247τοῖς δ’Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων ·
248255ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους ·249καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,250οἱ δ’οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.251τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,252ἀλλ’ἄγεθ’οἱ ἓξ πρῶτον ἀκοντίσατ’, αἴ κέ ποθι Ζεὺς253δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.254τῶν δ’ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
256ἱέμενοι · τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
257τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
258βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν ·
259ἄλλου δ’ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
260αὐτὰρ ἐπεὶ δὴ δούρατ’ἀλεύαντο μνηστήρων,
261τοῖς δ’ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς ·
262265ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι263μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν264ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
266ἄντα τιτυσκόμενοι · Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
267Εὐρυάδην δ’ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
268Πείσανδρον δ’ἄρ’ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
269οἱ μὲν ἔπειθ’ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
270μνηστῆρες δ’ἀνεχώρησαν μεγάροιο μυχόνδε ·
271τοὶ δ’ἄρ’ἐπήϊξαν, νεκύων δ’ἐξ ἔγχε’ἕλοντο.
272αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
273ἱέμενοι · τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
274τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
275βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν ·
276ἄλλου δ’ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
277Ἀμφιμέδων δ’ἄρα Τηλέμαχον βάλε χεῖρ’ἐπὶ καρπῷ
278λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
279Κτήσιππος δ’Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
280ὦμον ἐπέγραψεν · τὸ δ’ὑπέρπτατο, πῖπτε δ’ἔραζε.
281τοὶ δ’αὖτ’ἀμφ’Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
282μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
283ἔνθ’αὖτ’Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
284Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης ·
285Κτήσιππον δ’ἄρ’ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
286βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα ·
287292ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν288εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν289μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.290τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ’ἔδωκας291ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ’ἀλητεύοντι.
ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος · αὐτὰρ Ὀδυσσεὺς
293οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
294Τηλέμαχος δ’Εὐηνορίδην Λειώκριτον οὖτα
295δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν ·
296ἤριπε δὲ πρηνής, χθόνα δ’ἤλασε παντὶ μετώπῳ.
297δὴ τότ’Ἀθηναίη φθισίμβροτον αἰγίδ’ἀνέσχεν
298ὑψόθεν ἐξ ὀροφῆς · τῶν δὲ φρένες ἐπτοίηθεν.
299οἱ δ’ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι ·
300τὰς μέντ’αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
301ὥρῃ ἐν εἰαρινῇ, ὅτετ’ἤματα μακρὰ πέλονται.
302οἱ δ’ὥςτ’αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
303ἐξ ὀρέων ἐλθόντες ἐπ’ὀρνίθεσσι θόρωσι ·
304ταὶ μέντ’ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
305οἱ δέτε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐ δέ τις ἀλκὴ
306γίγνεται οὐ δὲ φυγή · χαίρουσι δέτ’ἀνέρες ἄγρῃ ·
307ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
308τύπτον ἐπιστροφάδην · τῶν δὲ στόνος ὤρνυτ’ἀεικὴς
309κράτων τυπτομένων, δάπεδον δ’ἅπαν αἵματι θῦε.
310Λειώδης δ’Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
311καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
312320γουνοῦμαί σ’, Ὀδυσεῦ · σὺ δέ μ’αἴδεο καί μ’ἐλέησον ·313οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν314εἰπεῖν οὐ δέ τι ῥέξαι ἀτάσθαλον · ἀλλὰ καὶ ἄλλους315παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.316ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι ·317τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.318αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς319κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθ’εὐεργέων ·
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
321326εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,322πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι323τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,324σοὶ δ’ἄλοχόντε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι ·325τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
327κείμενον, ὅ ῥ’Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
328κτεινόμενος · τῷ τόν γε κατ’αὐχένα μέσσον ἔλασσε.
329φθεγγομένου δ’ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
330Τερπιάδης δ’ἔτ’ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
331Φήμιος, ὅς ῥ’ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
332ἔστη δ’ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
333ἄγχι παρ’ὀρσοθύρην · δίχα δὲ φρεσὶ μερμήριζεν,
334ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
335ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθ’ἄρα πολλὰ
336Λαέρτης Ὀδυσεύςτε βοῶν ἐπὶ μηρί’ἔκηαν,
337ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
338ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
339γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
340ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
341μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
342αὐτὸς δ’αὖτ’Ὀδυσῆα προσαΐξας λάβε γούνων,
343καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
344354γουνοῦμαί σ’, Ὀδυσεῦ · σὺ δέ μ’αἴδεο καί μ’ἐλέησον ·345αὐτῷ τοι μετόπισθ’ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν346πέφνῃς, ὅςτε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.347αὐτοδίδακτος δ’εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας348παντοίας ἐνέφυσεν · ἔοικα δέ τοι παραείδειν349ὥςτε θεῷ · τῷ μή με λιλαίεο δειροτομῆσαι.350καί κεν Τηλέμαχος τάδε γ’εἴποι, σὸς φίλος υἱός,351ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐ δὲ χατίζων352πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,353ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
ὣς φάτο, τοῦ δ’ἤκουσ’ἱερὴ ἲς Τηλεμάχοιο,
355αἶψα δ’ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα ·
356361ἴσχεο μη δέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ ·357καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅςτέ μευ αἰεὶ358οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,359εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,360ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
ὣς φάτο, τοῦ δ’ἤκουσε Μέδων πεπνυμένα εἰδώς ·
362πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
363ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
364αἶψα δ’ἀπὸ θρόνου ὦρτο, θοῶς δ’ἀπέδυνε βοείην,
365Τηλέμαχον δ’ἄρ’ἔπειτα προσαΐξας λάβε γούνων,
366καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
367371ὦ φίλ’, ἐγὼ μὲν ὅδ’εἰμί, σὺ δ’ἴσχεο εἰπὲ δὲ πατρὶ368μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,369ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον370κτήματ’ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
τὸν δ’ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς ·
372378θάρσει, ἐπεὶ δή σ’οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,373ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,374ὡς κακοεργίης εὐεργεσίη μέγ’ἀμείνων.375ἀλλ’ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε376ἐκ φόνου εἰς αὐλήν, σύτε καὶ πολύφημος ἀοιδός,377ὄφρ’ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
ὣς φάτο, τὼ δ’ἔξω βήτην μεγάροιο κιόντε,
379ἑζέσθην δ’ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
380πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
381πάπτηνεν δ’Ὀδυσεὺς καθ’ἑὸν δόμον, εἴ τις ἔτ’ἀνδρῶν
382ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
383τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
384πεπτεῶτας πολλούς, ὥστ’ἰχθύας, οὕςθ’ἁλιῆες
385κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
386δικτύῳ ἐξέρυσαν πολυωπῷ · οἱ δέτε πάντες
387κύμαθ’ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται ·
388τῶν μέντ’Ἠέλιος φαέθων ἐξείλετο θυμόν ·
389ὣς τότ’ἄρα μνηστῆρες ἐπ’ἀλλήλοισι κέχυντο.
390δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς ·
391393Τηλέμαχ’, εἰ δ’ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,392ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
394κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν ·
395398δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥτε γυναικῶν396δμῳάων σκοπός ἐσσι κατὰ μέγαρ’ἡμετεράων ·397ἔρχεο · κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
ὣς ἄρ’ἐφώνησεν, τῇ δ’ἄπτερος ἔπλετο μῦθος,
399ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
400βῆ δ’ἴμεν · αὐτὰρ Τηλέμαχος πρόσθ’ἡγεμόνευεν.
401εὗρεν ἔπειτ’Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
402αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
403ὅς ῥάτε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο ·
404πᾶν δ’ἄρα οἱ στῆθόςτε παρήϊάτ’ἀμφοτέρωθεν
405αἱματόεντα πέλει, δεινὸς δ’εἰς ὦπα ἰδέσθαι ·
406ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
407ἡ δ’ὡς οὖν νέκυάςτε καὶ ἄσπετον εἴσιδεν αἷμα,
408ἴθυσέν ῥ’ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον ·
409ἀλλ’Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
410καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
411419ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μη δ’ὀλόλυζε ·412οὐχ ὁσίη κταμένοισιν ἐπ’ἀνδράσιν εὐχετάασθαι.413τούσδε δὲ μοῖρ’ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα ·414οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,415οὐ κακὸν οὐ δὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο ·416τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.417ἀλλ’ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,418αἵτέ μ’ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
τὸν δ’αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
420430τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.421πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες422δμῳαί, τὰς μέντ’ἔργα διδάξαμεν ἐργάζεσθαι,423εἴριάτε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι ·424τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,425οὔτ’ἐμὲ τίουσαι οὔτ’αὐτὴν Πηνελόπειαν.426Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐ δέ ἑ μήτηρ427σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.428ἀλλ’ἄγ’ἐγὼν ἀναβᾶσ’ὑπερώϊα σιγαλόεντα429εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
431433μή πω τήνδ’ἐπέγειρε · σὺ δ’ἐνθάδε εἰπὲ γυναιξὶν432ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
ὣς ἄρ’ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
434ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
435αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
436εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα ·
437446ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας ·438αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας439ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.440αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,441δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,442μεσσηγύςτε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,443θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων444ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντ’Ἀφροδίτης,445τὴν ἄρ’ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντότε λάθρη.
ὣς ἔφαθ’, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
447αἴν’ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
448πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
449κὰδ δ’ἄρ’ὑπ’αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
450ἀλλήλοισιν ἐρείδουσαι · σήμαινε δ’Ὀδυσσεὺς
451αὐτὸς ἐπισπέρχων · ταὶ δ’ἐκφόρεον καὶ ἀνάγκῃ.
452αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
453ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
454αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
455λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
456ξῦον · ταὶ δ’ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
457αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
458δμῳὰς δ’ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
459μεσσηγύςτε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
460εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
461τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ’ἀγορεύειν ·
462465μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην463τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ’ὀνείδεα χεῦαν464μητέριθ’ἡμετέρῃ παράτε μνηστῆρσιν ἴαυον.
ὣς ἄρ’ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
466κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
467ὑψόσ’ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
468ὡς δ’ὅτ’ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
469ἕρκει ἐνιπλήξωσι, τόθ’ἑστήκῃ ἐνὶ θάμνῳ,
470αὖλιν ἐσιέμεναι, στυγερὸς δ’ὑπεδέξατο κοῖτος,
471ὣς αἵ γ’ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
472δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
473ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
474ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόντε καὶ αὐλήν ·
475τοῦ δ’ἀπὸ μὲν ῥῖνάςτε καὶ οὔατα νηλέϊ χαλκῷ
476τάμνον, μήδεάτ’ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
477χεῖράςτ’ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
478οἱ μὲν ἔπειτ’ἀπονιψάμενοι χεῖράςτε πόδαςτε
479εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον ·
480αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν ·
481485οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,482ὄφρα θεειώσω μέγαρον · σὺ δὲ Πηνελόπειαν483ἐλθεῖν ἐνθάδ’ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί ·484πάσας δ’ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
τὸν δ’αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
486490ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.487ἀλλ’ἄγε τοι χλαῖνάντε χιτῶνάτε εἵματ’ἐνείκω,488μη δ’οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους489ἕσταθ’ἐνὶ μεγάροισι · νεμεσσητὸν δέ κεν εἴη.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
491492πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
493ἤνεικεν δ’ἄρα πῦρ καὶ θήϊον · αὐτὰρ Ὀδυσσεὺς
494εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
495γρηῢς δ’αὖτ’ἀπέβη διὰ δώματα κάλ’Ὀδυσῆος
496ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι ·
497αἱ δ’ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
498αἱ μὲν ἄρ’ἀμφεχέοντο καὶ ἠσπάζοντ’Ὀδυσῆα,
499καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήντε καὶ ὤμους
500χεῖράςτ’αἰνύμεναι · τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
501κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δ’ἄρα φρεσὶ πάσας.