Odyssey, Book 24 (Ω)
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
2ἀνδρῶν μνηστήρων · ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
3καλὴν χρυσείην, τῇτ’ἀνδρῶν ὄμματα θέλγει
4ὧν ἐθέλει, τοὺς δ’αὖτε καὶ ὑπνώοντας ἐγείρει ·
5τῇ ῥ’ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
6ὡς δ’ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
7τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
8ὁρμαθοῦ ἐκ πέτρης, ἀνάτ’ἀλλήλῃσιν ἔχονται,
9ὣς αἱ τετριγυῖαι ἅμ’ἤϊσαν · ἦρχε δ’ἄρα σφιν
10Ἑρμείας ἀκάκητα κατ’εὐρώεντα κέλευθα.
11πὰρ δ’ἴσαν Ὠκεανοῦτε ῥοὰς καὶ Λευκάδα πέτρην,
12ἠδὲ παρ’Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
13ἤϊσαν · αἶψα δ’ἵκοντο κατ’ἀσφοδελὸν λειμῶνα,
14ἔνθατε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
15εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
16καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
17Αἴαντόςθ’, ὃς ἄριστος ἔην εἶδόςτε δέμαςτε
18τῶν ἄλλων Δαναῶν μετ’ἀμύμονα Πηλεΐδαο
19ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον · ἀγχίμολον δὲ
20ἤλυθ’ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
21ἀχνυμένη · περὶ δ’ἄλλαι ἀγηγέραθ’, ὅσσαι ἅμ’αὐτῷ
22οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
23τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος ·
2435Ἀτρεΐδη, περὶ μέν σ’ἔφαμεν Διὶ τερπικεραύνῳ25ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,26οὕνεκα πολλοῖσίντε καὶ ἰφθίμοισιν ἄνασσες27δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε’Ἀχαιοί.28ἦτ’ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν29μοῖρ’ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.30ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,31δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν ·32τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,33ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤρα’ὀπίσσω ·34νῦν δ’ἄρα σ’οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
τὸν δ’αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο ·
3698ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελ’Ἀχιλλεῦ,37ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος · ἀμφὶ δέ σ’ἄλλοι38κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,39μαρνάμενοι περὶ σεῖο · σὺ δ’ἐν στροφάλιγγι κονίης40κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.41ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθ’· οὐ δέ κε πάμπαν42παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.43αὐτὰρ ἐπεί σ’ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,44κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν45ὕδατίτε λιαρῷ καὶ ἀλείφατι · πολλὰ δέ σ’ἀμφὶ46δάκρυα θερμὰ χέον Δαναοὶ κείροντότε χαίτας.47μήτηρ δ’ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν48ἀγγελίης ἀΐουσα · βοὴ δ’ἐπὶ πόντον ὀρώρει49θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς ·50καί νύ κ’ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,51εἰ μὴ ἀνὴρ κατέρυκε παλαιάτε πολλάτε εἰδώς,52Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή ·53ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·57ὣς ἔφαθ’, οἱ δ’ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί ·58ἀμφὶ δέ σ’ἔστησαν κοῦραι ἁλίοιο γέροντος59οἴκτρ’ὀλοφυρόμεναι, περὶ δ’ἄμβροτα εἵματα ἕσσαν.60Μοῦσαι δ’ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ61θρήνεον · ἔνθα κεν οὔ τιν’ἀδάκρυτόν γ’ἐνόησας62Ἀργείων · τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.63ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκταςτε καὶ ἦμαρ64κλαίομεν ἀθάνατοίτε θεοὶ θνητοίτ’ἄνθρωποι ·65ὀκτωκαιδεκάτῃ δ’ἔδομεν πυρί, πολλὰ δέ σ’ἀμφὶ66μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.67καίεο δ’ἔντ’ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ68καὶ μέλιτι γλυκερῷ · πολλοὶ δ’ἥρωες Ἀχαιοὶ69τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,70πεζοίθ’ἱππῆέςτε · πολὺς δ’ὀρυμαγδὸς ὀρώρει71αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,72ἠῶθεν δή τοι λέγομεν λεύκ’ὀστέ’, Ἀχιλλεῦ,73οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι · δῶκε δὲ μήτηρ74χρύσεον ἀμφιφορῆα · Διωνύσοιο δὲ δῶρον75φάσκ’ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.76ἐν τῷ τοι κεῖται λεύκ’ὀστέα, φαίδιμ’Ἀχιλλεῦ,77μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,78χωρὶς δ’Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων79τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.80ἀμφ’αὐτοῖσι δ’ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον81χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων82ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,83ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη84τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.85μήτηρ δ’αἰτήσασα θεοὺς περικαλλέ’ἄεθλα86θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.87ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας88ἡρώων, ὅτε κέν ποτ’ἀποφθιμένου βασιλῆος89ζώννυνταίτε νέοι καὶ ἐπεντύνονται ἄεθλα ·90ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,91οἷ’ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ’ἄεθλα,92ἀργυρόπεζα Θέτις · μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.93ὣς σὺ μὲν οὐ δὲ θανὼν ὄνομ’ὤλεσας, ἀλλά τοι αἰεὶ94πάντας ἐπ’ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,95αὐτὰρ ἐμοὶ τί τόδ’ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;96ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον97Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
99ἀγχίμολον δέ σφ’ἦλθε διάκτορος ἀργεϊφόντης,
100ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
101τὼ δ’ἄρα θαμβήσαντ’ἰθὺς κίον, ὡς ἐσιδέσθην.
102ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
103παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα ·
104ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
105τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο ·
106120Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε107πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐ δέ κεν ἄλλως108κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.109ἦ ὔμμ’ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,110ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;111ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ἐπὶ χέρσου112βοῦς περιταμνομένους ἠδ’οἰῶν πώεα καλά,113ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;114εἰπέ μοι εἰρομένῳ · ξεῖνος δέ τοι εὔχομαι εἶναι.115ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,116ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ117Ἴλιον εἰς ἅμ’ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;118μηνὶ δ’ἄρ’οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,119σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
τὸν δ’αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος ·
121191Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,122μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις ·123σοὶ δ’ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,124ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.125μνώμεθ’Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα ·126ἡ δ’οὔτ’ἠρνεῖτο στυγερὸν γάμον οὔτ’ἐτελεύτα,127ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,128ἀλλὰ δόλον τόνδ’ἄλλον ἐνὶ φρεσὶ μερμήριξε ·129στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,130λεπτὸν καὶ περίμετρον · ἄφαρ δ’ἡμῖν μετέειπε ·138ὣς ἔφαθ’, ἡμῖν δ’αὖτ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.139ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,140νύκτας δ’ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.141ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς ·142ἀλλ’ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,143μηνῶν φθινόντων, περὶ δ’ἤματα πόλλ’ἐτελέσθη,144καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,145καὶ τήν γ’ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.146ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ’, ὑπ’ἀνάγκης.147εὖθ’ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,148πλύνασ’, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,149καὶ τότε δή ῥ’Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων150ἀγροῦ ἐπ’ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.151ἔνθ’ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,152ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ ·153τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε154ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς155ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ’ἡγεμόνευε.156τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματ’ἔχοντα,157πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι158σκηπτόμενον · τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο ·159οὐ δέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα160ἐξαπίνης προφανέντ’, οὐ δ’οἳ προγενέστεροι ἦσαν,161ἀλλ’ἔπεσίντε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.162αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι163βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ ·164ἀλλ’ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,165σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε’ἀείρας166ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,167αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε168τόξον μνηστήρεσσι θέμεν πολιόντε σίδηρον,169ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.170οὐ δέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο171νευρὴν ἐντανύσαι, πολλὸν δ’ἐπιδευέες ἦμεν.172ἀλλ’ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,173ἔνθ’ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι174τόξον μὴ δόμεναι, μη δ’εἰ μάλα πολλ’ἀγορεύοι ·175Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.176αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,177ῥηϊδίως δ’ἐτάνυσσε βιόν, διὰ δ’ἧκε σιδήρου,178στῆ δ’ἄρ’ἐπ’οὐδὸν ἰών, ταχέας δ’ἐκχεύατ’ὀϊστοὺς179δεινὸν παπταίνων, βάλε δ’Ἀντίνοον βασιλῆα.180αὐτὰρ ἔπειτ’ἄλλοις ἐφίει βέλεα στονόεντα,181ἄντα τιτυσκόμενος · τοὶ δ’ἀγχιστῖνοι ἔπιπτον.182γνωτὸν δ’ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν ·183αὐτίκα γὰρ κατὰ δώματ’ἐπισπόμενοι μένεϊ σφῷ184κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ’ἀεικὴς185κράτων τυπτομένων, δάπεδον δ’ἅπαν αἵματι θῦεν.186ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθ’, ὧν ἔτι καὶ νῦν187σώματ’ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος ·188οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ’ἑκάστου,189οἵ κ’ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων190κατθέμενοι γοάοιεν · ὃ γὰρ γέρας ἐστὶ θανόντων.
τὸν δ’αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο ·
192203ὄλβιε Λαέρταο πάϊ, πολυμήχαν’Ὀδυσσεῦ,193ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.194ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,195κούρῃ Ἰκαρίου · ὡς εὖ μέμνητ’Ὀδυσῆος,196ἀνδρὸς κουριδίου · τῷ οἱ κλέος οὔ ποτ’ὀλεῖται197ἧς ἀρετῆς, τεύξουσι δ’ἐπιχθονίοισιν ἀοιδὴν198ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,199οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,200κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέτ’ἀοιδὴ201ἔσσετ’ἐπ’ἀνθρώπους, χαλεπὴν δέτε φῆμιν ὀπάσσει202θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ’εὐεργὸς ἔῃσιν.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
204ἑσταότ’εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης ·
205οἱ δ’ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ’ἀγρὸν ἵκοντο
206καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ’αὐτὸς
207Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλ’ἐμόγησεν.
208ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
209ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
210δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
211ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
212ἐνδυκέως κομέεσκεν ἐπ’ἀγροῦ, νόσφι πόληος.
213ἔνθ’Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν ·
214219ὑμεῖς μὲν νῦν ἔλθετ’ἐϋκτίμενον δόμον εἴσω,215δεῖπνον δ’αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος ·216αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,217αἴ κέ μ’ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,218ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε’ἔδωκεν.
220οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
221ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
222οὐ δ’εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
223οὐ δέ τινα δμώων οὐ δ’υἱῶν · ἀλλ’ἄρα τοί γε
224αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
225ᾤχοντ’, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
226τὸν δ’οἶον πατέρ’εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
227λιστρεύοντα φυτόν · ῥυπόωντα δὲ ἕστο χιτῶνα
228ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
229κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
230χειρῖδάςτ’ἐπὶ χερσὶ βάτων ἕνεκ’· αὐτὰρ ὕπερθεν
231αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
232τὸν δ’ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
233γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
234στὰς ἄρ’ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
235μερμήριξε δ’ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
236κύσσαι καὶ περιφῦναι ἑὸν πατέρ’, ἠδὲ ἕκαστα
237εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτ’ἐς πατρίδα γαῖαν,
238ἦ πρῶτ’ἐξερέοιτο ἕκαστάτε πειρήσαιτο.
239ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
240πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
241τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
242ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε ·
243τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός ·
244280ὦ γέρον, οὐκ ἀδαημονίη σ’ἔχει ἀμφιπολεύειν245ὄρχατον, ἀλλ’εὖ τοι κομιδὴ ἔχει, οὐ δέ τι πάμπαν,246οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,247οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.248ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ249αὐτόν σ’οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ’ἅμα γῆρας250λυγρὸν ἔχεις αὐχμεῖςτε κακῶς καὶ ἀεικέα ἕσσαι.251οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ’οὔ σε κομίζει,252οὐ δέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι253εἶδος καὶ μέγεθος · βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.254τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοιτε,255εὑδέμεναι μαλακῶς · ἡ γὰρ δίκη ἐστὶ γερόντων.256ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,257τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δ’ὄρχατον ἀμφιπολεύεις;258καὶ μοι τοῦτ’ἀγόρευσον ἐτήτυμον, ὄφρ’ἐῢ εἰδῶ,259εἰ ἐτεόν γ’Ἰθάκην τήνδ’ἱκόμεθ’, ὥς μοι ἔειπεν260οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ’ἰόντι,261οὔ τι μάλ’ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα262εἰπεῖν ἠδ’ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον263ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώειτε καὶ ἔστιν264ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.265ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·266ἄνδρα ποτ’ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ267ἡμέτερόνδ’ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος268ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα ·269εὔχετο δ’ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε270Λαέρτην Ἀρκεισιάδην πατέρ’ἔμμεναι αὐτῷ.271τὸν μὲν ἐγὼ πρὸς δώματ’ἄγων ἐῢ ἐξείνισσα,272ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,273καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.274χρυσοῦ μέν οἱ δῶκ’εὐεργέος ἑπτὰ τάλαντα,275δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,276δώδεκα δ’ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,277τόσσα δὲ φάρεα καλά, τόσους δ’ἐπὶ τοῖσι χιτῶνας,278χωρὶς δ’αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,279τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
τὸν δ’ἠμείβετ’ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων ·
281302ξεῖν’, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,282ὑβρισταὶ δ’αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν ·283δῶρα δ’ἐτώσια ταῦτα χαρίζεο, μυρί’ὀπάζων ·284εἰ γάρ μιν ζωόν γ’ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,285τῷ κέν σ’εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε286καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.287ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,288πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον289σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδ’, εἴ ποτ’ἔην γε,290δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης291ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου292θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ’· οὐ δέ ἑ μήτηρ293κλαῦσε περιστείλασα πατήρθ’, οἵ μιν τεκόμεσθα ·294οὐ δ’ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,295κώκυσ’ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,296ὀφθαλμοὺς καθελοῦσα · τὸ γὰρ γέρας ἐστὶ θανόντων.297καί μοι τοῦτ’ἀγόρευσον ἐτήτυμον, ὄφρ’ἐῢ εἰδῶ ·298τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;299ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σ’ἤγαγε δεῦρο300ἀντιθέουςθ’ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας301νηὸς ἐπ’ἀλλοτρίης, οἱ δ’ἐκβήσαντες ἔβησαν;
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
303315τοιγὰρ ἐγώ τοι πάντα μάλ’ἀτρεκέως καταλέξω.304εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,305υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος ·306αὐτὰρ ἐμοί γ’ὄνομ’ἐστὶν Ἐπήριτος · ἀλλά με δαίμων307πλάγξ’ἀπὸ Σικανίης δεῦρ’ἐλθέμεν οὐκ ἐθέλοντα ·308νηῦς δέ μοι ἥδ’ἕστηκεν ἐπ’ἀγροῦ νόσφι πόληος.309αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,310ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,311δύσμορος · ἦτέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,312δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,313χαῖρε δὲ κεῖνος ἰών · θυμὸς δ’ἔτι νῶϊν ἐώλπει314μίξεσθαι ξενίῃ ἠδ’ἀγλαὰ δῶρα διδώσειν.
ὣς φάτο, τὸν δ’ἄχεος νεφέλη ἐκάλυψε μέλαινα ·
316ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
317χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
318τοῦ δ’ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
319δριμὺ μένος προὔτυψε φίλον πατέρ’εἰσορόωντι.
320κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα ·
321327κεῖνος μέν τοι ὅδ’αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,322ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.323ἀλλ’ἴσχεο κλαυθμοῖο γόοιότε δακρυόεντος.324ἐκ γάρ τοι ἐρέω · μάλα δὲ χρὴ σπευδέμεν ἔμπης ·325μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,326λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
τὸν δ’αὖ Λαέρτης ἀπαμείβετο φώνησέντε ·
328330εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδ’ἱκάνεις,329σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
331345οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,332τὴν ἐν Παρνησῷ μ’ἔλασεν σῦς λευκῷ ὀδόντι333οἰχόμενον · σὺ δέ με προΐεις καὶ πότνια μήτηρ334ἐς πατέρ’Αὐτόλυκον μητρὸς φίλον, ὄφρ’ἂν ἑλοίμην335δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.336εἰ δ’ἄγε τοι καὶ δένδρε’ἐϋκτιμένην κατ’ἀλωὴν337εἴπω, ἅ μοί ποτ’ἔδωκας, ἐγὼ δ’ᾔτεόν σε ἕκαστα338παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος · διὰ δ’αὐτῶν339ἱκνεύμεσθα, σὺ δ’ὠνόμασας καὶ ἔειπες ἕκαστα.340ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,341συκέας τεσσαράκοντ’· ὄρχους δέ μοι ὧδ’ὀνόμηνας342δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος343ἤην · ἔνθα δ’ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν —344ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
ὣς φάτο, τοῦ δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
346σήματ’ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδ’Ὀδυσσεύς.
347ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε · τὸν δὲ ποτὶ οἷ
348εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
349αὐτὰρ ἐπεί ῥ’ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
350ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε ·
351356Ζεῦ πάτερ, ἦ ῥα ἔτ’ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,352εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.353νῦν δ’αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες354ἐνθάδ’ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ355πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
357361θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.358ἀλλ’ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται ·359ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην360προὔπεμψ’, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
362οἱ δ’ὅτε δή ῥ’ἵκοντο δόμους εὖ ναιετάοντας,
363εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
364ταμνομένους κρέα πολλὰ κερῶντάςτ’αἴθοπα οἶνον.
365τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
366ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
367ἀμφὶ δ’ἄρα χλαῖναν καλὴν βάλεν · αὐτὰρ Ἀθήνη
368ἄγχι παρισταμένη μέλε’ἤλδανε ποιμένι λαῶν,
369μείζονα δ’ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
370ἐκ δ’ἀσαμίνθου βῆ · θαύμαζε δέ μιν φίλος υἱός,
371ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην ·
372καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
373375ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων374εἶδόςτε μέγεθόςτε ἀμείνονα θῆκεν ἰδέσθαι.
τὸν δ’αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα ·
376383αἲ γάρ, Ζεῦτε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,377οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,378ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,379τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,380τεύχε’ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν381ἄνδρας μνηστῆρας · τῷ κε σφέων γούνατ’ἔλυσα382πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
384οἱ δ’ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντότε δαῖτα,
385ἑξείης ἕζοντο κατὰ κλισμούςτε θρόνουςτε ·
386ἔνθ’οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
387ἦλθ’ὁ γέρων Δολίος, σὺν δ’υἱεῖς τοῖο γέροντος,
388ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
389μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
390ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
391οἱ δ’ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντότε θυμῷ,
392ἔσταν ἐνὶ μεγάροισι τεθηπότες · αὐτὰρ Ὀδυσσεὺς
393μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν ·
394397ὦ γέρον, ἵζ’ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς ·395δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες396μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
ὣς ἄρ ἔφη, Δολίος δ’ἰθὺς κίε χεῖρε πετάσσας
398ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ἐπὶ καρπῷ,
399καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
400406ὦ φίλ’, ἐπεὶ νόστησας ἐελδομένοισι μάλ’ἡμῖν401οὐ δ’ἔτ’ὀϊομένοισι, θεοὶ δέ σ’ἀνήγαγον αὐτοί,402οὖλέτε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.403καί μοι τοῦτ’ἀγόρευσον ἐτήτυμον, ὄφρ’ἐῢ εἰδῶ,404ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια405νοστήσαντά σε δεῦρ’, ἦ ἄγγελον ὀτρύνωμεν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
407408ὦ γέρον, ἤδη οἶδε · τί σε χρὴ ταῦτα πένεσθαι;
ὣς φάθ’, ὁ δ’αὖτις ἄρ’ἕζετ’ἐϋξέστου ἐπὶ δίφρου.
409ὣς δ’αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ’Ὀδυσῆα
410δεικανόωντ’ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
411ἑξείης δ’ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
412ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο ·
413Ὄσσα δ’ἄρ’ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
414μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ’ἐνέπουσα.
415οἱ δ’ἄρ’ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
416μυχμῷτε στοναχῇτε δόμων προπάροιθ’Ὀδυσῆος,
417ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
418τοὺς δ’ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
419πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες ·
420αὐτοὶ δ’εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
421αὐτὰρ ἐπεί ῥ’ἤγερθεν ὁμηγερέεςτ’ἐγένοντο,
422τοῖσιν δ’Εὐπείθης ἀνάθ’ἵστατο καὶ μετέειπε ·
423παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
424Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς ·
425τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν ·
426438ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδ’ἐμήσατ’Ἀχαιούς ·427τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέαςτε καὶ ἐσθλοὺς428ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ’ὤλεσε λαούς ·429τοὺς δ’ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ’ἀρίστους,430ἀλλ’ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι431ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,432ἴομεν · ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ’αἰεί ·433λώβη γὰρ τάδε γ’ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,434εἰ δὴ μὴ παίδωντε κασιγνήτωντε φονῆας435τισόμεθ’. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο436ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.437ἀλλ’ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
ὣς φάτο δάκρυ χέων, οἶκτος δ’ἕλε πάντας Ἀχαιούς.
439ἀγχίμολον δέ σφ’ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
440ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
441ἔσταν δ’ἐν μέσσοισι · τάφος δ’ἕλεν ἄνδρα ἕκαστον.
442τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς ·
443450κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι · οὐ γὰρ Ὀδυσσεὺς444ἀθανάτων ἀέκητι θεῶν τάδ’ἐμήσατο ἔργα ·445αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ’Ὀδυσῆϊ446ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.447ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ’Ὀδυσῆος448φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων449θῦνε κατὰ μέγαρον · τοὶ δ’ἀγχιστῖνοι ἔπιπτον.
ὣς φάτο, τοὺς δ’ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
451τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
452Μαστορίδης · ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω ·
453ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε ·
454463κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω ·455ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο ·456οὐ γὰρ ἐμοὶ πείθεσθ’, οὐ Μέντορι ποιμένι λαῶν,457ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,458οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,459κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν460ἀνδρὸς ἀριστῆος · τὸν δ’οὐκέτι φάντο νέεσθαι.461καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω ·462μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
ὣς ἔφαθ’, οἱ δ’ἄρ’ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
464ἡμίσεων πλείους · τοὶ δ’ἀθρόοι αὐτόθι μίμνον ·
465οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλ’Εὐπείθει
466πείθοντ’· αἶψα δ’ἔπειτ’ἐπὶ τεύχεα ἐσσεύοντο.
467αὐτὰρ ἐπεί ῥ’ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
468ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
469τοῖσιν δ’Εὐπείθης ἡγήσατο νηπιέῃσι ·
470φῆ δ’ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐ δ’ἄρ’ἔμελλεν
471ἂψ ἀπονοστήσειν, ἀλλ’αὐτοῦ πότμον ἐφέψειν.
472αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα ·
473477ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,474εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;475ἢ προτέρω πόλεμόντε κακὸν καὶ φύλοπιν αἰνὴν476τεύξεις, ἦ φιλότητα μετ’ἀμφοτέροισι τίθησθα;
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
478487τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;479οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,480ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;481ἔρξον ὅπως ἐθέλεις · ἐρέωτέ τοι ὡς ἐπέοικεν.482ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,483ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,484ἡμεῖς δ’αὖ παίδωντε κασιγνήτωντε φόνοιο485ἔκλησιν θέωμεν · τοὶ δ’ἀλλήλους φιλεόντων486ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
488βῆ δὲ κατ’Οὐλύμποιο καρήνων ἀΐξασα.
489οἱ δ’ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
490τοῖς δ’ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς ·
491492ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
ὣς ἔφατ’· ἐκ δ’υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν ·
493στῆ δ’ἄρ’ἐπ’οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας ·
494αἶψα δ’Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα ·
495496οἵδε δὴ ἐγγὺς ἔασ’· ἀλλ’ὁπλιζώμεθα θᾶσσον.
ὣς ἔφαθ’, οἱ δ’ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
497τέσσαρες ἀμφ’Ὀδυσῆ’, ἓξ δ’υἱεῖς οἱ Δολίοιο ·
498ἐν δ’ἄρα Λαέρτης Δολίοςτ’ἐς τεύχε’ἔδυνον,
499καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
500αὐτὰρ ἐπεί ῥ’ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
501ὤϊξάν ῥα θύρας, ἐκ δ’ἤϊον, ἄρχε δ’Ὀδυσσεύς.
502τοῖσι δ’ἐπ’ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
503Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
504τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς ·
505αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν ·
506510Τηλέμαχ’, ἤδη μὲν τόδε γ’εἴσεαι αὐτὸς ἐπελθών,507ἀνδρῶν μαρναμένων ἵνατε κρίνονται ἄριστοι,508μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ509ἀλκῇτ’ἠνορέῃτε κεκάσμεθα πᾶσαν ἐπ’αἶαν.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
511513ὄψεαι, αἴ κ’ἐθέλῃσθα, πάτερ φίλε, τῷδ’ἐπὶ θυμῷ512οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
ὣς φάτο, Λαέρτης δ’ἐχάρη καὶ μῦθον ἔειπε ·
514516τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω ·515υἱόςθ’υἱωνόςτ’ἀρετῆς πέρι δῆριν ἔχουσιν.
τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη ·
517520ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθ’ἑταίρων,518εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,519αἶψα μαλ’ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
ὣς φάτο, καί ῥ’ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
521εὐξάμενος δ’ἄρ’ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
522αἶψα μάλ’ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
523καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
524ἡ δ’οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
525δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
526ἐν δ’ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
527τύπτον δὲ ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύοισι.
528καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
529εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
530ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.
531533ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,532ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
ὣς φάτ’Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν ·
534τῶν δ’ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
535πάντα δ’ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης ·
536πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
537σμερδαλέον δ’ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
538οἴμησεν δὲ ἀλεὶς ὥςτ’αἰετὸς ὑψιπετήεις.
539καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
540κὰδ δ’ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
541δὴ τότ’Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη ·
542545διογενὲς Λαερτιάδη, πολυμήχαν’Ὀδυσσεῦ,543ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,544μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
ὣς φάτ’Ἀθηναίη, ὁ δ’ἐπείθετο, χαῖρε δὲ θυμῷ.
546ὅρκια δ’αὖ κατόπισθε μετ’ἀμφοτέροισιν ἔθηκεν
547Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
548Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.