Odyssey, Book 6 (Ζ)
ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
2ὕπνῳ καὶ καμάτῳ ἀρημένος · αὐτὰρ Ἀθήνη
3βῆ ῥ’ἐς Φαιήκων ἀνδρῶν δῆμόντε πόλιντε,
4οἳ πρὶν μέν ποτ’ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
5ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
6οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
7ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
8εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
9ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
10καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ’ἀρούρας.
11ἀλλ’ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
12Ἀλκίνοος δὲ τότ’ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
13τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
14νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
15βῆ δ’ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
16κοιμᾶτ’ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
17Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
18πὰρ δὲ δύ’ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
19σταθμοῖιν ἑκάτερθε · θύραι δ’ἐπέκειντο φαειναί.
20ἡ δ’ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
21στῆ δ’ἄρ’ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
22εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
23ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
24τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη ·
2541Ναυσικάα, τί νύ σ’ὧδε μεθήμονα γείνατο μήτηρ;26εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,27σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν28ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ’ἄγωνται.29ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει30ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.31ἀλλ’ἴομεν πλυνέουσαι ἅμ’ἠοῖ φαινομένηφι ·32καί τοι ἐγὼ συνέριθος ἅμ’ἕψομαι, ὄφρα τάχιστα33ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι ·34ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον35πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.36ἀλλ’ἄγ’ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ37ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι38ζῶστράτε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.39καὶ δὲ σοὶ ὧδ’αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν40ἔρχεσθαι · πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
ἡ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη γλαυκῶπις Ἀθήνη
42Οὔλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
43ἔμμεναι. οὔτ’ἀνέμοισι τινάσσεται οὔτε ποτ’ὄμβρῳ
44δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ’αἴθρη
45πέπταται ἀνέφελος, λευκὴ δ’ἐπιδέδρομεν αἴγλη ·
46τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
47ἔνθ’ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
48αὐτίκα δ’Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
49Ναυσικάαν ἐύπεπλον · ἄφαρ δ’ἀπεθαύμασ’ὄνειρον,
50βῆ δ’ἰέναι διὰ δώμαθ’, ἵν’ἀγγείλειε τοκεῦσιν,
51πατρὶ φίλῳ καὶ μητρί · κιχήσατο δ’ἔνδον ἐόντας ·
52ἡ μὲν ἐπ’ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
53ἠλάκατα στρωφῶσ’ἁλιπόρφυρα · τῷ δὲ θύραζε
54ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
55ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
56ἡ δὲ μάλ’ἄγχι στᾶσα φίλον πατέρα προσέειπε ·
5766πάππα φίλ’, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην58ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματ’ἄγωμαι59ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;60καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα61βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματ’ἔχοντα.62πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,63οἱ δύ’ὀπυίοντες, τρεῖς δ’ἠίθεοι θαλέθοντες ·64οἱ δ’αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ’ἔχοντες65ἐς χορὸν ἔρχεσθαι · τὰ δ’ἐμῇ φρενὶ πάντα μέμηλεν.
ὣς ἔφατ’· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
67πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ ·
6871οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.69ἔρχευ · ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην70ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ’ἐπίθοντο.
72οἱ μὲν ἄρ’ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
73ὥπλεον, ἡμιόνουςθ’ὕπαγον ζεῦξάνθ’ὑπ’ἀπήνῃ ·
74κούρη δ’ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
75καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπ’ἀπήνῃ,
76μήτηρ δ’ἐν κίστῃ ἐτίθει μενοεικέ’ἐδωδὴν
77παντοίην, ἐν δ’ὄψα τίθει, ἐν δ’οἶνον ἔχευεν
78ἀσκῷ ἐν αἰγείῳ · κούρη δ’ἐπεβήσετ’ἀπήνης.
79δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
80ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
81ἡ δ’ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
82μάστιξεν δ’ἐλάαν · καναχὴ δ’ἦν ἡμιόνοιιν.
83αἱ δ’ἄμοτον τανύοντο, φέρον δ’ἐσθῆτα καὶ αὐτήν,
84οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
85αἱ δ’ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ’ἵκοντο,
86ἔνθ’ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ’ὕδωρ
87καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
88ἔνθ’αἵ γ’ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
89καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
90τρώγειν ἄγρωστιν μελιηδέα · ταὶ δ’ἀπ’ἀπήνης
91εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
92στεῖβον δ’ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
93αὐτὰρ ἐπεὶ πλῦνάντε κάθηράντε ῥύπα πάντα,
94ἑξείης πέτασαν παρὰ θῖν’ἁλός, ἧχι μάλιστα
95λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
96αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ’ἐλαίῳ
97δεῖπνον ἔπειθ’εἵλοντο παρ’ὄχθῃσιν ποταμοῖο,
98εἵματα δ’ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
99αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαίτε καὶ αὐτή,
100σφαίρῃ ταὶ δ’ἄρ’ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι ·
101τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
102οἵη δ’Ἄρτεμις εἶσι κατ’οὔρεα ἰοχέαιρα,
103ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
104τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι ·
105τῇ δέθ’ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
106ἀγρονόμοι παίζουσι, γέγηθε δέτε φρένα Λητώ ·
107πασάων δ’ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
108ῥεῖάτ’ἀριγνώτη πέλεται, καλαὶ δέτε πᾶσαι ·
109ὣς ἥ γ’ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
110ἀλλ’ὅτε δὴ ἄρ’ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
111ζεύξασ’ἡμιόνους πτύξασάτε εἵματα καλά,
112ἔνθ’αὖτ’ἄλλ’ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
113ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοιτ’ἐυώπιδα κούρην,
114ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
115σφαῖραν ἔπειτ’ἔρριψε μετ’ἀμφίπολον βασίλεια ·
116ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ’ἔμβαλε δίνῃ ·
117αἱ δ’ἐπὶ μακρὸν ἄυσαν · ὁ δ’ἔγρετο δῖος Ὀδυσσεύς,
118ἑζόμενος δ’ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ·
119127ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;120ἦ ῥ’οἵ γ’ὑβρισταίτε καὶ ἄγριοι οὐ δὲ δίκαιοι,121ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;122ὥςτέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή ·123νυμφάων, αἳ ἔχουσ’ὀρέων αἰπεινὰ κάρηνα124καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.125ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;126ἀλλ’ἄγ’ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
128ἐκ πυκινῆς δ’ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
129φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
130βῆ δ’ἴμεν ὥςτε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
131ὅςτ’εἶσ’ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
132δαίεται · αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
133ἠὲ μετ’ἀγροτέρας ἐλάφους · κέλεται δέ ἑ γαστὴρ
134μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν ·
135ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
136μίξεσθαι, γυμνός περ ἐών · χρειὼ γὰρ ἵκανε.
137σμερδαλέος δ’αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
138τρέσσαν δ’ἄλλυδις ἄλλη ἐπ’ἠιόνας προὐχούσας ·
139οἴη δ’Ἀλκινόου θυγάτηρ μένε · τῇ γὰρ Ἀθήνη
140θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
141στῆ δ’ἄντα σχομένη · ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
142ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
143ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
144λίσσοιτ’, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
145ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
146λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
147μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
148αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
149186γουνοῦμαί σε, ἄνασσα · θεός νύ τις, ἦ βροτός ἐσσι;150εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,151Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,152εἶδόςτε μέγεθόςτε φυήντ’ἄγχιστα ἐίσκω ·153εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,154τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,155τρὶς μάκαρες δὲ κασίγνητοι · μάλα πού σφισι θυμὸς156αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,157λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.158κεῖνος δ’αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,159ὅς κέ σ’ἐέδνοισι βρίσας οἶκόνδ’ἀγάγηται.160οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,161οὔτ’ἄνδρ’οὔτε γυναῖκα · σέβας μ’ἔχει εἰσορόωντα.162Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ163φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα ·164ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,165τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε’ἔσεσθαι.166ὣς δ’αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ167δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,168ὡς σέ, γύναι, ἄγαμαίτε τέθηπάτε, δείδια δ’αἰνῶς169γούνων ἅψασθαι · χαλεπὸν δέ με πένθος ἱκάνει.170χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον ·171τόφρα δέ μ’αἰεὶ κῦμ’ἐφόρει κραιπναίτε θύελλαι172νήσου ἀπ’Ὠγυγίης. νῦν δ’ἐνθάδε κάββαλε δαίμων,173ὄφρ’ἔτι που καὶ τῇδε πάθω κακόν · οὐ γὰρ ὀίω174παύσεσθ’, ἀλλ’ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.175ἀλλά, ἄνασσ’, ἐλέαιρε · σὲ γὰρ κακὰ πολλὰ μογήσας176ἐς πρώτην ἱκόμην, τῶν δ’ἄλλων οὔ τινα οἶδα177ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.178ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,179εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ’ἰοῦσα.180σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,181ἄνδρατε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν182ἐσθλήν · οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,183ἢ ὅθ’ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον184ἀνὴρ ἠδὲ γυνή · πόλλ’ἄλγεα δυσμενέεσσι,185χάρματα δ’εὐμενέτῃσι, μάλιστα δέτ’ἔκλυον αὐτοί.
τὸν δ’αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα ·
187198ξεῖν’, ἐπεὶ οὔτε κακῷ οὔτ’ἄφρονι φωτὶ ἔοικας ·188Ζεὺς δ’αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,189ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ ·190καί που σοὶ τάδ’ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.191νῦν δ’, ἐπεὶ ἡμετέρηντε πόλιν καὶ γαῖαν ἱκάνεις,192οὔτ’οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,193ὧν ἐπέοιχ’ἱκέτην ταλαπείριον ἀντιάσαντα.194ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.195Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,196εἰμὶ δ’ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,197τοῦ δ’ἐκ Φαιήκων ἔχεται κάρτοςτε βίητε.
ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε ·
199211στῆτέ μοι, ἀμφίπολοι · πόσε φεύγετε φῶτα ἰδοῦσαι;200ἦ μή πού τινα δυσμενέων φάσθ’ἔμμεναι ἀνδρῶν;201οὐκ ἔσθ’οὗτος ἀνὴρ διερὸς βροτὸς οὐ δὲ γένηται,202ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται203δηιοτῆτα φέρων · μάλα γὰρ φίλοι ἀθανάτοισιν.204οἰκέομεν δ’ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,205ἔσχατοι, οὐ δέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.206ἀλλ’ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ’ἱκάνει,207τὸν νῦν χρὴ κομέειν · πρὸς γὰρ Διός εἰσιν ἅπαντες208ξεῖνοίτε πτωχοίτε, δόσις δ’ὀλίγητε φίλητε.209ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίντε πόσιντε,210λούσατέτ’ἐν ποταμῷ, ὅθ’ἐπὶ σκέπας ἔστ’ἀνέμοιο.
ὣς ἔφαθ’, αἱ δ’ἔσταντε καὶ ἀλλήλῃσι κέλευσαν,
212κὰδ δ’ἄρ’Ὀδυσσῆ’εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
213Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο ·
214πὰρ δ’ἄρα οἱ φᾶρόςτε χιτῶνάτε εἵματ’ἔθηκαν,
215δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
216ἤνωγον δ’ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
217δή ῥα τότ’ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς ·
218223ἀμφίπολοι, στῆθ’οὕτω ἀπόπροθεν, ὄφρ’ἐγὼ αὐτὸς219ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δ’ἐλαίῳ220χρίσομαι · ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.221ἄντην δ’οὐκ ἂν ἐγώ γε λοέσσομαι · αἰδέομαι γὰρ222γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
ὣς ἔφαθ’, αἱ δ’ἀπάνευθεν ἴσαν, εἶπον δ’ἄρα κούρῃ.
224αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
225ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
226ἐκ κεφαλῆς δ’ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
227αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ’ἄλειψεν,
228ἀμφὶ δὲ εἵματα ἕσσαθ’ἅ οἱ πόρε παρθένος ἀδμής,
229τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
230μείζονάτ’εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
231οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
232ὡς δ’ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
233ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
234τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
235ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇτε καὶ ὤμοις.
236ἕζετ’ἔπειτ’ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
237κάλλεϊ καὶ χάρισι στίλβων · θηεῖτο δὲ κούρη.
238δή ῥα τότ’ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα ·
239247κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.240οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,241Φαιήκεσσ’ὅδ’ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι ·242πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ’εἶναι,243νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.244αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη245ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.246ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίντε πόσιντε.
ὣς ἔφαθ’, αἱ δ’ἄρα τῆς μάλα μὲν κλύον ἠδ’ἐπίθοντο,
248πὰρ δ’ἄρ’Ὀδυσσῆι ἔθεσαν βρῶσίντε πόσιντε.
249ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
250ἁρπαλέως · δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
251αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ’ἐνόησεν ·
252εἵματ’ἄρα πτύξασα τίθει καλῆς ἐπ’ἀπήνης,
253ζεῦξεν δ’ἡμιόνους κρατερώνυχας, ἂν δ’ἔβη αὐτή,
254ὤτρυνεν δ’Ὀδυσῆα, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
255316ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ’ἴμεν ὄφρα σε πέμψω256πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι257πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.258ἀλλὰ μάλ’ὧδ’ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν ·259ὄφρ’ἂν μέν κ’ἀγροὺς ἴομεν καὶ ἔργ’ἀνθρώπων,260τόφρα σὺν ἀμφιπόλοισι μεθ’ἡμιόνους καὶ ἄμαξαν261καρπαλίμως ἔρχεσθαι · ἐγὼ δ’ὁδὸν ἡγεμονεύσω.262αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος263ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,264λεπτὴ δ’εἰσίθμη · νῆες δ’ὁδὸν ἀμφιέλισσαι265εἰρύαται · πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.266ἔνθα δέτέ σφ’ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,267ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ’ἀραρυῖα.268ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,269πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.270οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐ δὲ φαρέτρη,271ἀλλ’ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,272ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.273τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω274μωμεύῃ · μάλα δ’εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον ·275καί νύ τις ὧδ’εἴπῃσι κακώτερος ἀντιβολήσας ·285ὣς ἐρέουσιν, ἐμοὶ δέ κ’ὀνείδεα ταῦτα γένοιτο.286καὶ δ’ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,287ἥτ’ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,288ἀνδράσι μίσγηται, πρίν γ’ἀμφάδιον γάμον ἐλθεῖν.289ξεῖνε, σὺ δ’ὦκ’ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα290πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.291δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου292αἰγείρων · ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών ·293ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖάτ’ἀλωή,294τόσσον ἀπὸ πτόλιος, ὅσσοντε γέγωνε βοήσας.295ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς296ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.297αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ’ἀφῖχθαι,298καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ’ἐρέεσθαι299δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.300ῥεῖα δ’ἀρίγνωτ’ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο301νήπιος · οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται302δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο303ἥρωος. ἀλλ’ὁπότ’ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,304ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ’ἂν ἵκηαι305μητέρ’ἐμήν · ἡ δ’ἧσται ἐπ’ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,306ἠλάκατα στρωφῶσ’ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,307κίονι κεκλιμένη · δμωαὶ δέ οἱ εἵατ’ὄπισθεν.308ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,309τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.310τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας311βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι312χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.313εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ἐνὶ θυμῷ,314ἐλπωρή τοι ἔπειτα φίλουςτ’ἰδέειν καὶ ἱκέσθαι315οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
ὣς ἄρα φωνήσασ’ἵμασεν μάστιγι φαεινῇ
317ἡμιόνους · αἱ δ’ὦκα λίπον ποταμοῖο ῥέεθρα.
318αἱ δ’ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν ·
319ἡ δὲ μάλ’ἡνιόχευεν, ὅπως ἅμ’ἑποίατο πεζοὶ
320ἀμφίπολοίτ’Ὀδυσεύςτε, νόῳ δ’ἐπέβαλλεν ἱμάσθλην.
321δύσετότ’ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
322ἱρὸν Ἀθηναίης, ἵν’ἄρ’ἕζετο δῖος Ὀδυσσεύς.
323αὐτίκ’ἔπειτ’ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο ·
324328κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη ·325νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ’ἄκουσας326ῥαιομένου, ὅτε μ’ἔρραιε κλυτὸς ἐννοσίγαιος.327δός μ’ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ἐλεεινόν.
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε Παλλὰς Ἀθήνη.
329αὐτῷ δ’οὔ πω φαίνετ’ἐναντίη · αἴδετο γάρ ῥα
330πατροκασίγνητον · ὁ δ’ἐπιζαφελῶς μενέαινεν
331ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.